Παρακλητικός Κανών εις τους Αγίους Θαυματουργούς Αναργύρους Κύρο και Ιωάννη
Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζουν στις 31 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ τροπάριον·
῏Ηχος δ΄. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἰαμάτων εἰληφότες τὴν χάριν, τὰς ἀσθενείας καὶ τὰς νόσους ἰᾶσθε, ψυχῆς τε καὶ τοῦ σώματος ἀκέστορες κλεινοί, ὅθεν θεραπεύσατε, ἀναργύρως τὰ πάθη, Κῦρε Ἰωάννη τε, τὴν γαλήνην διδόντες, τοῦ ἀληθοῦς καὶ μόνου ἰατροῦ, θείαις πρεσβείαις, ὑμῖν τοῖς προσπίπτουσι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Πάθη ἡμῶν τὰ δυσαχθῆ, Ἀνάργυροι, ἰᾶσθε. Ἀ(θανάσιος).
ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. Ἁρματηλάτην Φαραώ.
Πεπλουτηκότες ἐκ Θεοῦ Ἀνάργυροι, χάριν ἰάσεων, ταύτην τοῖς αἰτοῦσι, φιλανθρώπως δίδοτε, ὡς πλήρεις ὄντες Ἅγιοι, τῆς ἀγάπης τῆς θείας, ἣν καὶ ἡμῖν ἐπιδείξασθε, τοῖς ὑμῶν πρεσβείαις προσφεύγουσι.
Ἀμαρτημάτων τοῖς κλοιοῖς σφιγγόμενοι, δικαίως πάσχομεν, ἰατῆρες θεῖοι, καὶ ψυχὴν καὶ σώματα, τὴν λύσιν οὖν μὴ ἔχοντες, πρὸς ὑμᾶς εὐελπίστως, ἀπολυτρώσεως τρέχομεν, ὅθεν μὴ κενοὺς καταισχύνετε.
Θεοπρεπῶς διακονοῦντες Ἅγιοι, τὴν ἐπιστήμην ὑμῶν, τῇ εὐχῇ ἑνοῦντες, ταύτην ἀπεδείκνυτε, ἐνεργεστέραν γνώσεως, ἀνθρωπίνης διό περ, μᾶλλον Χριστὸς ἐθεράπευεν, ὃν ὑπὲρ ἡμῶν ἱλεώσασθε.
Θεοτοκίον.
Ἡ τῶν ἀπάντων ἰατρὸν γεννήσασα, τοῦτον ἱκέτευε, θεομῆτορ Κόρη, σὺν δυσὶν ἀκέστορσι, Κύρῳ καὶ Ἰωάννῃ τε, ὅπως πάθη ποικίλα, πόῤῥω διώξῃ τῶν δούλων σου, τῶν ἀνευφημούντων σε Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡγαθύνθη Δεσπότης, ἀσκητικῶς βλέπων σε, Κῦρε ἐν ἐρήμῳ βιοῦντα, ὅθεν ἐβράβευσε, τὴν πολιτείαν σου, τῇ ἐνεργείᾳ θαυμάτων, ἅ ἡμῖν ἐπίδειξαι, τοῖς αἰτουμένοις σε.
Μὴ βουλόμενος ἔτι, τῷ βασιλεῖ Ἅγιε, τῷ ἐν τῇ σκοτίᾳ εἰδώλων, καθυποττάσεσθαι, ζώνην ἀπέβαλες, ἀκολουθήσας τῷ Κύρῳ, μεθ᾿ οὗ ἡμῖν φάνητε, θεῖοι θεράποντες.
Ὥσπερ χόρτον χρυσίον, τὸ ὑλικὸν ἔχοντες, πάντων ἀναργύρως τὰ πάθη, ἀπεδιώκετε, διὸ χριστόπλουτοι, τὴν δωρεὰν ταύτην δότε, πᾶσι τοῖς μὴ ἔχουσιν, ἄλλον προσφύγιον.
Θεοτοκίον.
Νεανίσκοι Παρθένε, ᾀσματικῶς ψάλλουσιν, ἅμα πρεσβυτέροις τὴν δόξαν, ἣν ἐχαρίσατο, σοὶ ὁ Δεσπότης σου, μεθ᾿ ὧν κἀγὼ ὁ ἀχρεῖος, μείγνυμι τὸ χαῖρέ σοι, ἀειμακάριστε.
Διάσωσον, ἀσθενειῶν καὶ τῶν νόσων δυὰς Ἁγίων, Ἀναργύρων τοὺς προσπίπτοντας πόθῳ εἰκόνι σου, καὶ δὸς ὑγίειαν σταθηράν, ταῖς πρεσβείαις σου πρὸς Δεσπότην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Τὰ ἄνω ζητῶν.
Δυὰς θαυμαστή, Ἀνάργυροι χριστόψυχοι, ποικίλων παθῶν, ἡμᾶς ἀπολυτρώσασθε, καὶ σοφίαν δίδοτε, ἰατροῖς ὡς αὐτῶν ὁμότεχνοι, ἵνα οἱ πάντες Θεόν, δοξάζωμεν πανεύφημοι.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τῆς ἐρήμου κατέλιπες, Κῦρε ἡσυχίαν πλήθει ἀγάπης σου, ἧς κἀμὲ ποίησον μέτοχον, ὡς ἀκέστωρ θεῖος καὶ φιλάδελφος.
Ἀσθενεῖς ἐθεράπευες, θεῖε Ἰωάννη Χριστοῦ ὀνόματι, δι᾿ οὗ πάθη μου θεράπευσον, τῆς ψυχῆς καὶ σώματος δυσίατα.
Δωδεκάδος ἐφάνητε, θείων Ἀποστόλων σεπτοὶ ὁμότροποι, θησαυροὺς μὴ θησαυρίζοντες, ἐπιγείους πάνσοφοι Ἀνάργυροι.
Θεοτοκίον.
Ὑψηλόφρονα κέκτημαι, γνώμην Παναμώμητε ἀλλὰ δέομαι, ταπεινόν με ἐναπέργασαι, μητρικαῖς πρεσβείαις σου πρὸς Κύριον.
ᾨδὴ ῞Ινα τί με ἀπώσω.
Στήριξόν με πεσόντα, ἐξ ἁμαρτιῶν μου Κῦρε πανόλβιε, καὶ χορήγησόν μοι, τὴν ὑγιείαν ψυχῆς τε καὶ σώματος, ἵνα προσκυνῶ σου, τὴν πανσεβάσμιον εἰκόνα, καὶ δοξάζω Δεσπότην φιλάνθρωπον.
Ἀγαθοὶ Ἰωάννη, ὑπὲρ ἕνα οἱ δύο ὑπάρχουσιν, ὅθεν συνηρμόσθης, δι᾿ ἀγάπης Χριστοῦ ὁμοτέχνῳ σου, Κύρῳ μεθ᾿ οὗ πάντων, τῶν ἀσθενούντων τὰς ἐντεύξεις, εὐμενῶς προσδεχθείητε Ἅγιοι.
Χρυσῆν ἔχοντες ἄμφω, γνώμην εὐεργέται Ἀνάργυροι τίμιοι, τὴν τῶν ἀσθενούντων, σωτηρίαν ἐν πρώτοις διώκοντες, δίδοτε ἑκάστῳ, κατὰ τὴν πίστιν καὶ τὸ δῶρον, ἰατρείας ὡς βρύσεις χριστόῤῥειθροι.
Θεοτοκίον.
Θεοτόκε Παρθένε, κόρον οὐ λαμβάνω τὸ θεῖον σου ὄνομα, ἔχων ἐν τῇ γλώσσῃ, ὡς τροφὴν γλυκυτάτην καὶ ἥδυσμα, πᾶσαν ἀπελαῦνον, τῆς ἁμαρτίας τὴν πικρίαν, ἣν ὡς ἄφρων οὐαί μοι σιτίζομαι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἡλέησεν, ὁ καλὸς Δεσπότης μου, ἀνθρωπότητα ἐσχάτως νοσοῦσαν, σωματωθείς, καὶ ἰάτρευσε νόσους, ὡς κυριεύων ἁπάσης τῆς κτίσεως, ὃν Κῦρε σὺ ἐκμιμηθείς, θεραπεύεις δεινῶς κινδυνεύοντας.
Ἀδάπανος, ἰατρὸς καθέστηκας, Ἰωάννη ἐν Χριστοῦ τῇ δυνάμει, φροῦδας ποιῶν, ἀσθενείας καὶ νόσους, σῶν αἰτουμένων βοήθειαν ἄμαχον, διὸ κἀμοῦ τὰ τὴν ψυχήν, καταβλάπτοντα πάθη ἐκδίωξον.
Νενίκηται, τῆς φθορᾶς ἀήττητος, καὶ πανώλεθρος φαινόμενος νόμος, διὰ Σταυροῦ, ὃν κατέχοντες ὅπλον, Κῦρε σεπτὲ ὡς δραπέτην ἀπέδειξας, σὺν Ίωάννῃ τῷ κλεινῷ, Ἀναργύρων δυὰς θεοδώρητος.
Θεοτοκίον.
Ἀνάνηψον, ὦ ψυχή μου τάλαινα, καὶ ἀνάβλεψον τὸ φῶς τοῦ Δεσπότου, ἔχεις καὶ γάρ, δυσωποῦσαν Παρθένον, ἁμαρτανόντων ἐλπίδα στερέμνιον, καὶ φεῦγε τάχει ἀφορμάς, χωριζούσας προσώπου Κυρίου σε.
Διάσωσον, ἀσθενειῶν καὶ τῶν νόσων δυὰς Ἁγίων, Ἀναργύρων τοὺς προσπίπτοντας πόθῳ εἰκόνι σου, καὶ δὸς ὑγιείαν σταθηράν, ταῖς πρεσβείαις σου πρὸς Δεσπότην.
Ἃχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.
Ἀναργύρων δυὰς ἡ χριστόφωτος, ἰατροὶ ἀκαταίσχυντοι τάχιστα, ἀσθενείας, τῶν αἰτουμένων ἐξιᾶσθε θαυμαστῶς, εὐχαῖς, ταῖς πρὸς τὸν Χριστόν, οὗ τῆς ἀγάπης μιμηταί, ἀκριβεῖς ἀνεδείχθητε, Κῦρε σὺν Ἰωάννη, μάρτυρες στεφανῖται, ἵνα τιμῶμεν ἐκ ψυχῆς, τὴν σεπτὴν ὑμῶν ἄθλησιν.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὑτοῦ.
Στίχος. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ.ι΄ 1.5 – 8).
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὑτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν· τούτους ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε λεγοντες, ὅτι ἤγγικεν ἡ Βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα.
Ταῖς τῶν Ἀναργύρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
῏Ηχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Κῦρε χριστοκάρδιε, καὶ Ἰωάννη τρισμάκαρ, ἰατροὶ πανθαύμαστοι, ὡς φαρμάκῳ χρώμενοι θεῖον ὄνομα, πάθη τὰ δυσίατα, καὶ τὰς ἀσθενείας, τῶν ἀνθρώπων ἐκδιώκετε, πᾶσι δωρούμενοι, τὰ πρὸς σωτηρίαν συντείνοντα, καὶ γὰρ ἐξωμοιώθητε, τῷ Χριστῷ ὑμῖν ὅση δύναμις· ὅθεν ὁμοτέχνοις, τὴν χάριν δότε Ἅγιοι πολλήν, καὶ τοῖς νοσοῦσι τὴν ἴασιν, τῆς ψυχῆς καὶ σώματος.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Παῖδες ἑβραίων.
Ῥῶσιν παράσχου μοι ὦ Κῦρε, τῷ ἐκ πλήθους μου, παθῶν ἀποκαμόντι, ὅπως χαίρων ὑμνῶ, πολλήν σου παῤῥησίαν, ἣν πρὸς Χριστὸν ἐπλούτησας, ἐξ ἀμέμπτου πολιτείας.
Γρήγορον ἔχοντες προστάτην, καὶ ἀκέστορα, ἀνάργυρον ἐν βίῳ, Ἰωάννη κλεινέ, εὐτόνως βαδιοῦμεν, πορείαν τὴν σωσίψυχον, τὸν Σωτῆρα εὐλογοῦντες.
Ὓψωσον κέρας ἀσθενούντων, ἰατρότεχνε, δυὰς ἱερωτάτη, δωρεὰν τὸ δοθέν, σοὶ χάρισμα διδοῦσα, ἵν᾿ αὐξηθῇ ἡ αἴνεσις, τοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥίπτω πρὸ τῶν ποδῶν σου Κόρη, ἐμαυτὸν αἰτῶν, σὴν θείαν ἱκεσίαν, ὅτι πένης εἰμί, ἐκ τῶν ἁμαρτιῶν μου, καὶ οὐκ ἰσχύω ὄμματα, ἆραι πρὸς τὸν Ποιητήν μου.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ὀλισθαίνων ἐκ τῆς ἀπροσεξίας, τετραυμάτισμαι καιρίως θεῖε Κῦρε, ὡς καλὸς ἰατρός, δεῦρο καὶ ἴασαί με, ὅπως τὴν θείαν μνήμην σου, ἑορτάζω εὐγνωμόνως.
Ἰωάννη τὸ κλέος Ἀναργύρων, σῶσον ῥίψασπιν, ἐκ τοῦ καλοῦ ἀγῶνος, καὶ τῇ τάξει Χριστοῦ, πάλιν συνάρμοσόν με, οἷς τρόποις φιλανθρώποις σύ, καὶ καλοῖς ἐπιγινώσκεις.
Ἰπποκράτους καὶ Γαληνοῦ τὰς βίβλους, ἠκυρώσατε ὑμῶν τῇ ἰατρείᾳ, ὦ δυὰς εὐκλεής, ἁγίων Ἀναργύρων, ἔχοντες ἀλεξίνοσον, τὴν ἐπίκλησιν Κυρίου.
Θεοτοκίον.
Ἀχαρίστως φερόμενος Παρθένε, πρὸς Δεσπότην μου, κατέχωσα τὴν χάριν, εἰς κοπρίαν παθῶν, ὡς δοῦλος ἀνοήτως, πῶς Τούτῳ οὖν ὀφθήσομαι, ὁ κατάκριτος ἐξ ἔργων.
ᾨδὴ θ΄. ᾿Εξέστη ἐπὶ τούτῳ.
Συνῆκας ἐκ τῆς πείρας ὅτι καλόν, ἀσθενεῖς ἐπισκέπτεσθαι Ἂγιε διὸ πολλούς, ὤρθωσας ἐκ κλίνης ὀδυνηρᾶς, τῇ χάριτι ἣν εἴληφας, Κῦρε καὶ παρέστησας ὑγιεῖς· ὅθεν τοὺς ἐξαιτοῦντας, σεπτήν σου μεσιτείαν, μὴ ἀποστρέψῃς ὡς φιλάδελφος.
Θεῷ ἀφιερώσας σου τὴν ζωήν, Ἰωάννη τρισμάκαρ Ἀνάργυρε, τὴν δωρεάν, δέδεξαι ἰᾶσθαι τοὺς ἀσθενεῖς, οὐχὶ φαρμάκοις χρώμενος, ἀλλὰ τῇ εὐχῇ τῇ τελεστικῇ, δι᾿ ἧς καὶ δωροφόρει, τοὺς πίστει προσκυνοῦντας, τὸ ἱερόν σου ἐξεικόνισμα.
Ἐλαίῳ ἐπαλείψαντες Ἰησοῦ, τῆς ἀγάπης μητέρα θεόφρονα, σὺν ταῖς τρισί, θυγατράσι ταύτης πανευκλεεῖς, μάρτυρας ἀπεδείξατε, εἶτα ἐνηθλήσατε καὶ ὑμεῖς, Κῦρε καὶ Ἰωάννη, πρεσβεύοντες Κυρίῳ, δοῦναι ἡμῖν μαρτύρων φρόνημα.
Θεοτοκίον.
Ἀνάγκαις περικείμενοι καὶ δεινοῖς, Θεοτόκε πρὸς σὲ καταφεύγομεν, οἱ εὐτελεῖς, χάριν ἐξαιτούμενοι πρεσβειῶν, πρὸς ὃν ἐκυοφόρησας, ὅπως ἐπιδείξηται εὐμενῆ, ἡμῖν τὴν κρίσιν Κόρη, ὅταν καθίσῃ κρῖναι, τὴν οἰκουμένην ὁ Φιλάνθρωπος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε Ἀνάργυροι ἱεροί, ἰατῆρες θεῖοι, νοσημάτων παντοδαπῶν, Κῦρε θεοφόρε, καὶ θεῖε Ἰωάννη, ἰατρῶν πρὸς τὸν Σωτῆρα, πρέσβεις θερμότατοι.
Πάντας τοὺς τιμῶντας μνήμην ὑμῶν, καὶ σεπτὴν εἰκόνα, προσκυνοῦντας πόθῳ πολλῷ, Κῦρε Ἰωάννη, φυλάττετε ἀτρώτους, ἀπὸ παθῶν ποικίλων, καὶ νόσων πάντοτε.
Ἒχοντες τὴν χάριν παρὰ Θεοῦ, τοῦ ἰᾶσθαι νόσους, Ἀναργύρων δυὰς σεπτή, δότε ταύτην πᾶσι, τοῖς ἐν ποικίλαις νόσοις, Κῦρε καὶ Ἰωάννη, μάρτυρες ἔνδοξοι.
Πάθεσι βαρούμενοι τὴν ψυχήν, καὶ ἀλγοῦντες νόσοις, ὦ Ἀνάργυροι θαυμαστοί, Κῦρε Ἰωάννη, ὑμῶν θείας πρεσβείας, αἰτούμεθα ἐν πίστει, τῆς ἐξιάσεως.
Τῇ φιλοθεΐᾳ αἷμα ὑμῶν, ὡς σπονδὴν Κυρίῳ, ἐξεχύσατε ἐν χαρᾷ, τῇ φιλαδελφίᾳ δὲ τῶν πιστῶν τὰς νόσους, Ἀνάργυροι ἰᾶσθε, ὡς χάριν ἔχοντες.
Νέφη ἐκδιώξατε χαλεπά, Κῦρε Ἰωάννη, τὰ σκοτίζοντα λογισμούς, ὅταν ἀσθενείαις πίπτωμεν διαφόροις, ὑπομονὴν διδόντες, καὶ χριστοπείθειαν.
Σπεύσατε Ἀνάργυροι θαυμαστοί, ἐπικαλουμένοις, ἀῤῥωγὴν τὴν ἰατρικήν, ὑμῶν καὶ ταχέως, δίδοτε τὴν ὑγίειαν, ὅπως Χριστῷ τὴν δόξαν, δῶμεν ῥωννύμενοι.
Ἰατρεῖον ἄμισθον τὸν ναόν, ἔχοντες τὸν θεῖον, ὦ θεόψυχοι ἰατροί, ὑμῶν ἀσθενοῦντες, προστρέχομεν ἐν πίστει, καὶ ἴασιν ποικίλων, νόσων λαμβάνομεν.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Κῦρε ἰατρὲ θαυματουργέ, Ἰωάννη θεῖε ἀκέστωρ, σεπτοὶ Ἀνάργυροι, χάριν ἣν ἐλάβετε παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἰᾶσθαι νοσήματα, ψυχῶν καὶ σωμάτων, δότε τοῖς προστρέχουσι καὶ ἐκζητοῦσιν αὐτήν, πᾶσι δὲ πιστοῖς ὁμοτέχνοις, συναντιλαμβάνεσθε ἄμφω, νοῦν καρδίαν χεῖρας ἁγιάζοντες.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Ἰατρῶν δυὰς ἁγίων Ἀναργύρων,
Θεραπεύσατε πληθὺν παθῶν ψυχῆς μου.

