Παρακλητικός Κανών εις τους Αγίους Αποστόλους και Μάρτυρας Ακύλα και Πρισκίλλα

†Εορτάζουν στις 13 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καί τό ἐξῇς·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῶν διδασκάλων ξυνωρίδα τὴν θεῖαν, καὶ τῶν εἰδώλων καθαιρέτας γενναίους, χρεωστικῶς, ὑμνήσωμεν, βοῶντες αὐτοῖς ἅγιοι Ἀπόστολοι,͵ συνεργοὶ θείου Παύλου, σπλάγχνα ἀναπαύσατε, τῶν ὑμῶν δεομένων, πρεσβευτικῶς παρέχοντες αὐτοῖς, τῶν ἀλγημάτων, τὴν λύσιν μακάριοι.

Δόξα. Καί νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Καί ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀκύλαν καὶ Πρίσκιλλαν ὕμνοις τιμῶμεν.

Εἴς ἔκαστον τροπάριον λέγομεν· Ἅγιοι τοῦ Θεοῦ, πρέσβευσατε ὑπέρ ἡμῶν,
τα δύο τελευταία  Δόξα και Νῦν.

ᾨδῇ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ακύρροος ὥφθης ὡς ποταμός, σοφίας τῆς ἄνω, ὑποφήτης δὲ τοῦ Χριστοῦ, Ἀκύλα ὁμοῦ σὺν τῇ Πρισκίλλῃ, τῇ ὁμοζύγῳ σου μάρτυς πανεύφημε.

Κλοπῇ τῆς κακίας διαφθαρείς, καὶ τὸν θεῖον σπόρον, ἀποπνίξας τῶν ἀρετῶν, λιμῷ κατατήκομαι κραυγάζων, ταῖς σαῖς πρεσβείαις Ἀκύλα βοήθει μοι.

Υψίπυργος γέγονας ἀρετῆς, ὦ Πρίσκα ἁγία, διὰ τοῦτο καὶ τὸν ἐσμόν, δεινῶν πειρασμῶν ἐπερχομένων, ταῖς σαῖς πρεσβείαις, νυνὶ διασκέδασον.

Θεοτοκίον.
Λυτρώσεως πᾶντων ἢ ἀρραγής, κρηπίς τε καὶ βάσις, ἀνεδείχθης ὦ Μαριάμ, δανείσασα κώδιον Παρθένε, ἀδαμιαῖον τῷ Κτίστῃ καὶ Πλάστῃ σου.

ᾨδῇ γ΄. Οὐρανίας ἁψῖδος.
Αθεῖας τὴν ζάλην, καὶ τὰ πυκνὰ κύματα, τῶν πολυειδῶν μου πταισμάτων, Ἂγιε κόπασον, ταῖς σαῖς Ἀκύλα μου, πρὸς τὸν Χριστὸν ἱκεσίαις, ὡς Χριστοῦ Ἀπόστολος καὶ μάρτυς ἄτρωτος.

Νευρωθεῖσα δυνάμει, τῆς τρισηλίου Θεότητος, εἰδωλολατρίας τὴν φλόγα, Πρίσκιλλα ἔσβεσας· διὸ καὶ δέομαι, ὀλολυγμοὺς καὶ τοὺς θρήνους, τῶν νοσούντων ἴασαι, μάρτυς πρεσβείαις σοὺ.

Καθελεῖν τῆς ἀπάτης, τὸν ἡγεμόνα οἱ πᾶντιμοι, πρὸς τοῦ μαρτυρίου τὸν στίβον, φθάσαι ἠπείγοντο· δι᾿ ὃ σκεδάζουσι, τῶν μιαρῶν τὰς ἀγέλας, ὡς Χριστοῦ καλλίνικοι καὶ θεῖοι μάρτυρες.

Θεοτοκίον.
Αγκαλίδι Παρθένε, τὸν παντεπόπτην ἐβάστασας, τὸν ἐν τὴ δρακὶ ἀπορρήτως, κόσμον βαστάζοντα, καὶ διατρέφοντα, θεοπρεπῶς τῶν ἀνθρώπων, τὴν πληθὺν Πανάμωμε τὴν μυριάριθμον.

Ἀπόστολοι, τῶν νοητῶν ἰξευτῶν μου τὰς ἐπινοίας, ταῖς ὀξείαις ἡμῶν εὐχαῖς, πανεύφημοι λύσατε, ὡς ἔχοντες πρὸς Θεὸν παρρησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὣς ρόδα λαμπρά, φυέντες θεῖοι μάρτυρες, ἐν μέσῳ πολλῶν τριβόλων ἐξεπνεύσατε, εὐσεβείας ἄρωμα, τὰς ψυχὰς ἡμῶν μυρισάμενοι, καὶ τῷ Σωτῆρι πάντων καὶ Θεῷ, ὑπὲρ ἱκετῶν ἡμῶν πρεσβεύοντες.

ᾨδῇ δ΄. Εἰσακήκοα Κύριε.
Ιησοῦ ὡραιότατε, πρὸς τὴν ἄνω δόξαν τὴν ἀναφαίρετον, ἴθυνόν μου τὴν διάνοιαν, ἱκεσίαις Πρῖσκας ἀπειράγαθε.

Παρανόμως ἐβίωσα, καὶ ἐν ἀσωτείαις κατεδαπάνησα, τὸ δοθέν μοι μάρτυς τάλαντον· ὅθεν ταῖς λιταῖς σού με ἐμπλούτησον.

Ῥυπωθεὶς ἁμαρτήμασι, καὶ ἀμέτρως πταίσας Χριστῷ πανθαύμαστοι, παρασχεῖν μοι ἷλαστήριον, τῶν πολλῶν πταισμάτων δυσωπήσατε.

Θεοτοκίον.
Ἰατρείας ἄκενωτος, θησαυρὸς ὑπάρχουσα Θεονύμφευτε, τῆς ψυχῆς μου τὴν ἀνίατον, νόσον τῆς οἰήσεως θεράπευσον.

ᾨδῇ ε΄. Φώτισον ἡμᾶς.
Σῶσόν με Σωτήρ, δουλωθέντα ἐν τοῖς πάθεσι, καὶ ποθοῦντα τὰς γηΐνους ἠδονάς· διὸ πρέσβυν τὸν Ἀκύλαν σοι προβάλλομαι.

Κάθαρον Χριστέ, ταῖς πρεσβείαις τῶν μαρτύρῶν σου, τῆς καρδίας μου τὴν ἄρουραν ταχύ, ἀνασπῶν τῆς ἁμαρτίας τὰ ζιζάνια.

Ἰσχυσας καλῶς, πτερνιστὴν πτοῆσαι ἒκπαλαι, τὸν ἀρχαῖον καὶ παμπόνηρον σεμνή, τῇ δυνάμει τοῦ Κυρίου σου, ὦ Πρίσκιλλα.

Θεοτοκίον.
Λάμπρυνον Τριὰς, παμφαὴς ταῖς ἐνεργείαις σου, τῆς ψυχῆς μου τὸ ζοφῶδες ταχινῶς· ὡς. μεσίτην γὰρ προσάγω τὴν Πανάμωμον.

ᾨδῇ στ΄. Τήν δέησιν.
Λεἰμῶνες, πνευματικοὶ ἐδείχθητε, καὶ τοῦ θείου Παραδείσου τὰ ἄνθη, φιλοκαλλοῦντες ὡς γνήσιοι φίλοι, τῆς ἀρετῆς τοῦ Χριστοῦ τὸ γεώργιον· διὸ πρεσβεύσατε Χριστῷ, ἐλεηθῆναι ἡμᾶς παναοἰδιμοι.

Αγκάλισαι, ταῖς εὐχαῖς σοὺ ἔνδοξε, τὰς ἀγελας τῶν πιστῶν δεομένας, καὶ ἐκζητούσας Ἀκύλα σὴν σκέπην, ἵνα ρυσθῶσι κινδύνων καὶ θλίψεων ὑπάρχεις γὰρ τῶν ἐν δεινοῖς, ἀπροσμάχητος ρῦστῆς καὶ πρόμαχος.

Νενέκρωμαι πειρασμοῖς καὶ θλίψεσι, καὶ ἐμπέπτωκα εἰς βόρβορον μέγαν, μεμεστωμένον θηρῶν ψυχοφθόρων, τῶν σαρκικῶν θελημάτων πανεὐφημε· διὸ ρυσθῆναι με λιταῖς, ἰκετεύω σεμνῶς μάρτυς Πρίσκιλλα.

Θεοτοκίον.
Υπάρχεις, ὁ λογικὸς παράδεισος, τοῦ Δευτέρου σὺ Ἀδὰμ Θεοτόκε, καὶ ἐργαστήριον πάντῇ τὸ ξένον, τῶν δύο φύσεων Κόρη τοῦ Πλάστου σου, ἐν ᾧ ὁ Λόγος τοῦ Θεοῦ, ἁμαρτίας μεσότειχον ἒλυσε.

Ἀπόστολοι, τῶν νοητῶν ἰξευτῶν μου τὰς ἐπινοίας, ταῖς ὀξείαις ἡμῶν εὐχαῖς, πανεύφημοι λύσατε, ὡς ἔχοντες πρὸς Θεὸν παρρησίαν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Τά πειρατήρια βίου Ἀπόστολοι, καὶ κινδυνεύματα πᾶντα τοῦ δράκοντος, πρεσβευτικῶς ὦ Ἀκύλα καὶ Πρίσκιλλα, ἐξ ἱκετῶν τῶν ὑμῶν ἀποστήσατε· αὐτῶν γὰρ ὑπάρχετε στήριγμα.

Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

 Εὐαγγέλιον
Ἐκ τοῦ κατά Λουκᾶν
(Κεφ. ι΄ 16 -21).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν Σου.

Δόξα…
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θἔωσιν εἰς ἄῤῥητον, κατ᾽ εὐδοκίαν καὶ χάριν, ὡς Χριστοῦ Ἀπόστολοι, ἐν ἀρχαίοις ἔτεσιν ἀνυψώθητε, ὦ δυὰς ἔνδοξος ὅθεν μυροθῆκαι, Παρακλήτου ἀνεδείχθητε, τὰ μύρα πέμποντες, πὰσι τοῖς αἰτοῦσι δωρήματα, δακρύων τὴν ἀπάλειψιν καὶ τῶν ἀλγηδόνων ἀνάπαυσιν, ἡμῶν γὰρ Ἀκύλα, ὁμοῦ σὺν τῇ Πρισκίλλῃ τῇ σεμνῇ, ἣ προστασία καὶ δύναμις, καὶ σκέπη ὑπάρχετε.

Σῶσον ὁ Θεός τόν λαό σου…

ᾨδῇ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μἀρτυρίου τὴν τρίβον, διελθεῖν ἀξιάγαστοι ἐποθήσατε, τρυφὴν καταλιπόντες, καὶ πῦρ τῆς ἀθεΐας, τοῖς σοῖς λόγοις μαράναντες· ὅθεν βοῶμεν ἀεί, ὑπὲρ ἡμῶν πρεσβεύειν.

Νικηθεὶς θεοφόρε, τῇ φθορὰ τῆς κακίας καὶ τοῦ ἀλάστορος, ἀπέρριμμαι ἐν λάκκῳ, παθῶν τῶν φθισιμβρότων καὶ θρηνῶν ἀνακράζω σοι, μὴ διαλίπης λιταῖς, Ἀκύλα με ἐγεῖραι.

Ὀμοφρόνως ἔξέπλεις, εἰς ἀκτὰς τῆς Συρίας Πρῖσκα πανόλβιε, Ἀκύλᾳ τε καὶ Παύλῳ, στενὸν καὶ τεθλιμμένον, διοδεύουσα δίαυλον, ὃν ἐξαιτοῦμαι σεμνή, ταῖς σαῖς λιταῖς ὁδεῦσαι.

Θεοτοκίον.
Ἰερὸν σὲ Παρθένε, τὸ Πανάγιον Πνεῦμα καὶ θεοκίνητον, ἱστὸν οἰκονομίας, κατέστησεν ἀφράστως, καὶ ὑφάνθη θεώσεως, ὁ θεῖος ὄντως χιτῶν, ἀνύμφευτε Μαρία.

ᾨδῇ η΄. Τόν Βασιλέα.
Τῶν ἡμετέρων, ἀμπλακημάτων τὴν λύσιν, ἐπισπεύσατε Ἀπόστολοι Κυρίου, ταῖς πρὸς τὸν Σωτῆρα, εὐχαῖς καὶ ἱκεσίαις.

Σκάφος Ἀκύλα, εὐθυπορεῖν τῆς ψυχῆς μου, καταξίωσον τῇ σὴ ἐπιστασίᾳ, ἵνα πρὸς λιμένα τὴς μετανοίας φθάσω.

Ἰλιγγον παῦσαι, ἐνδομυχούσης κακίας, σοῦ δεόμεθα ὦ Πρίσκιλλα ἁγία, καὶ πλουτίσαι πάντας, ἡμᾶς τῇ εὐσεβεία.

Θεοτοκίον.
Μαρία δούλη, καὶ τοῦ Δεσπότου ἣ μήτηρ, οὐρανοῦ τε καὶ τὴς γῆς ἡ Πλατυτέρα, πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν σὲ τιμώντων.

ᾨδῇ θ΄. Κυρίως Θεοτόκον.
Ὠθοῦμαι θεοφόρε, ὑπὸ τοῦ βελίαρ, κατὰ κρημνὸν ἀσεβείας καὶ κράζω σοι· ἐπισκοπῇ σου παμμάκαρ Ἀκύλα ρῦσαί με.

Μεθέλκειν με πρὸς ἄνω, δόξαν ἀθλοφόροι, καὶ πρὸς τὸ φῶς τοῦ Κυρίου τὸ ἄδυτον, ἄντιβολῶ Ἀποστόλων Χριστοῦ ἰσότιμοι.

Ἐπόπτις μυστηρίων, Πρίσκιλλα ἀρρήτων, καὶ κοινωνὸς τῆς ἀλήκτου χαρᾶς γεγένησαι, διαφοιτῶσα πρὸς πᾶσαν ψυχὴν δὠῤήματα.

Θεοτοκίον.
Ναὸς ἡγιασμένος, Κεχαριτωμένη, ὄρος Θεοὺ τε τὸ πῖον καὶ ἅγιον, καὶ κιβωτὸς τοῦ Δεσπότου γέγονας πάναγνε.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Σοφιστομανούντων τὰς διδαχάς, καὶ τὰς ἀλλοκότους, γλωσσαλγίας αἱρετικῶν, ὦ δυὰς ἁγίων, Ἀκύλα τε καὶ Πρῖσκα, τῇ πίστει ἀριδήλως, φρούδας ἐδείξατε.

Ἂπασαι Τιμόθεε ἱερέ, σεμνοτάτην Πρίσκαν, καὶ Ἀκύλαν τὸν θαυμαστόν, ξυνωρίδα θείαν, κλεινῶν ἰσαποστόλων, ὁ Παῦλος ἐπιστέλλων, πρόπαλαι ἔγραψε.

Χαίροις τῶν μαρτύρων ἣ ξυνωρίς, καὶ λαμπρὰ προσθήκη τῶν μαρτύρων καὶ ἀθλητῶν, χαίροις καὶ τῷ Παύλῳ, δυὰς ὁμογνωμοῦσα, Ἀκύλα τε καὶ Πρῖσκα, θεῖοι διδάσκαλοι.

Ἀγγελομιμήτως τῆς ἀρετῆς, τὴν λαμπάδα Πρῖσκα, τῇ παλάμῃ τῇ δεξιᾷ, ὑπερυψωμένην, κρατοῦσα καταγγέλλεις, τοῖς πλάνησι τοῦ βίου, τρίβον τὴν ἄλυπον.

Τράχηλον ὑπέθηκαν ἀληθῶς, Ἀκύλας ὁ μάκαρ, καὶ ἡ Πρίσκιλλα σὺν αὐτῷ, ὑπὲρ τῆς ψυχῆς μου, ὁ Παῦλος ἀνεφώνει, πρὸς τοὺς Ρωμαίους γράφων, δέλτον ὁ ἔνδοξος.

Πἄσαι Ἐκκλησίαι, αἱ ἐξ ᾿Εθνῶν, καθομολογοῦσι διὰ Παύλου χρεωστικῶς, τὴν εὐχαριστίαν, ἀνθ᾽ ὧν ὑπὲρ ἐκείνων, Ἀπόστολοι Κυρίου, πάλαι ἐπράξατε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου συνέκδημος, καὶ συνεργὸς γεγονώς, Ἀκύλα Ἀπόστολε, τῆς εὐσεβείας τὸ φῶς, τοῖς πᾶσι κατήστραψας· ὅθεν καὶ ἐναθλήσας, σὺν Πρισκίλλῃ τῇ θείᾳ, στέφος ἀθανασίας, σὺν αὐτὴ ἐκομίσω, πρεσβεύοντες ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσαν τὴν κατ᾽ οἶκον εὐσεβῶς, μάρτυρές ποτε Ἐκκλησίαν, παιδαγωγήσαντες, τύπον κατελίπετε, χειμαζομένοις δεινῶς, τῆς ζωῆς ἀτυχήμασι, καὶ τοῖς μετεώροις, συμφοραῖς Ἀκύλα τε καὶ Πρῖσκα πάντιμοι· ὅθεν καὶ ἡμᾶς ἀπὸ πάσης, ἀλγηδόνος βλάβης καὶ νόσου, ἀσινεῖς εὐχαῖς διατηρήσατε.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν Ἀγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Ευχαριστώ Θερμά τον εν Χριστό Αδερφό Ευθύμιο
που μου απέστειλε την Παράκληση των Αγίων