Κοινός Παρακλητικός Κανών εις τους Άγιους Νεομάρτυρες Αργυρίου του Επανομίτου, Κυράνης της Όσσαιας και Ακυλίνης της Ζαγκλιβερινής

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νεομαρτύρων τὴν ἁγίαν χορείαν, τὴν Ἀκυλίναν καὶ Κυράνναν τὴν θείαν, σὺν Ἀργυρίῳ οἱ πιστοὶ δοξολογήσωμεν, καὶ τῇ παναλκεῖ αὐτῶν καὶ στεῤῥᾷ προστασίᾳ, πόθῳ καταφεύγοντες ἀνακράξωμεν πάντες, Νεομάρτυρες ὑπὲρ ἡμῶν, πρὸς τὸν Σωτῆρα ἀπαύστως πρεσβεύσατε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μαρτύρων τυχοῦσα θεοφεγγοῦς, δόξης ὦ Κυράννα ὑπομείνασα χαλεπῶν, βασάνων κλυδώνιον, παθῶν μου, θανατηφόρου ἐκ κλύδωνος ῥῦσαί με.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν πίστιν τετήρηκας ἀκλινῶς, μέχρι τέλους μάρτυς Ἀκυλίνα νεοσφαγές, θῦμα προσαχθεῖσα τῷ Δεσπότῃ, ὃν ὑπὲρ πάντων ἡμῶν καθικέτευε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑψόθεν ἐπίβλεψον εὐμενῶς, Ἀργύριε μάρτυς, ἐπὶ πάντας τοὺς εὐλαβῶς, τῇ σῇ καταφεύγοντας πρεσβείᾳ, καὶ τὴν θερμήν σου ζητοῦντας βοήθειαν.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ρόδα ἁγιότητος μυρανθῆ, Νεομάρτυρες θεῖοι γῆν τὴν πατρικήν, πληροῦται εὐωδίας καὶ τῶν παθῶν δυσωδίαν ἐλαύνετε.
Θεοτοκίον.
Ἀγγέλων Μαρία σὺ βασιλίς, ὡς τεκοῦσα τούτων βασιλέα ὤφθης διό, βασιλεύειν Τοῦτον ἐν καρδίαις, τῶν σὲ ὑμνούντων δυσώπει πανάχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πρὸς Χριστὸν τὸν Θεόν σου, μάρτυς Κυράννα ἀκλόνητον, ἔχουσα τὴν πίστιν ὑπέστης, ξέσεις τοῦ σώματος, καὶ μαστιγώσεις σφοδράς, δι᾽ ὧν θαυμάτων τὴν χάριν, παρ᾽ Αὐτοῦ ἀπέλαβες, πρὸς θεραπείαν πιστῶν.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀκυλίνα θεόφρων, χαῖρε Χριστοῦ σφάγιον, καὶ ἀμνὰς καὶ νύμφῃ τοῦ Λόγου, χαῖρε πανένδοξε, Ζαγκλιβερίου βλαστέ, καὶ κρίνῃ τῶν ἰαμάτων, ἐν ἐσχάτοις ἔλαμψας, καθάπερ ἥλιος.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ρῶσιν αἴτει θεόθεν, καὶ πειρασμῶν λύτρωσιν, καὶ ἀσθενειῶν πολυτρόπων, ταχεῖαν ἴασιν, μάρτυς Ἀργύριε, τοῖς τῇ θερμῇ σου πρεσβείᾳ, πίστει καταφεύγουσι, καὶ σὲ γεραίρουσι.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ζαγκλιβέριον τέρπου Ἐπανομὴ χόρευε, σὺν αὐτοῖς καὶ Ὄσσα ἀγάλλου, ὅτι βλαστήματα, οἱ νεομάρτυρες, ἡμῶν ὑπάρχουσι θεῖοι, πάντοτε πρεσβεύοντες πρὸς τὸν Φιλάνθρωπον.
Θεοτοκίον.
Οὐρανίων ταγμάτων, ὡς ἀληθῶς πέφυκας, Κόρη ἀγαλλίαμα θεῖον καὶ περιήχημα, τούτων κυήσασα τὸν ποιητὴν καὶ Δεσπότην, ὃν ἡμῖν εὐίλατον δίδου Θεόνυμφε.
Διάσωσον Νεομαρτύρων τριὰς ἁγία, τοὺς τῇ ὑμῶν βοηθείᾳ προσφεύγοντας, Ἀργύριε, Κυράννα σὺν Ἀκυλίνῃ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πατρίδα ἡμῶν Μακεδονίαν Ἅγιοι, τηρεῖτε ἀεὶ ἐξ ἐπιβούλων ἄτρωτον, ὦ Τριὰς πανένδοξε, Ἀκυλίνα, Κυράννα, Ἀργύριε καὶ ἐκ μανίας τῶν αἱρετικῶν, φυλάττετε ποίμνιον ἀλώβητον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Οἱ τιμῶντες Κυράννα, σοῦ τὸ τίμιον σῶμα χάριν εὐρήκασι· ἐκπληρεῖ γὰρ τὰ αἰτήματα, τῶν Αὐτὸν τιμώντων ὁ φιλάνθρωπος.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀκυλίνα ἐπήκουσε, τῶν ἐπιποθούντων σου θεῖον σκήνωμα, τὰς εὐχὰς ὁ πολυεύσπλαγχνος, ὅστις θαυμαστῶς σὲ ἐφανέρωσεν.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥοῦν ψυχόλεθρον ξήρανον, Μάρτυς κατακλύζοντα τὰς ψυχὰς ἡμῶν, καὶ ἀνάβλυσον Ἀργύριε, ὕδωρ εὐφροσύνης τοῖς τιμῶσί σε.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀποστάζουσι ἔνδοξοι, μέλι καὶ κηρίον ὑμῶν τὰ λείψανα, καὶ ὀσμὴν ζωῆς παρέχουσι, τοῖς ἀσπαζομένοις μετὰ πίστεως.
Θεοτοκίον.
Συμφορῶν ὧν πεπτώκαμεν ῥῦσαι Παναγία ἡμᾶς καὶ δώρησαι, ἐν εἰρήνῃ διανύσαι τε βίον τὸν ἐπίλοιπον δεόμεθα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔρωτα σαρκός, ἀπεκρούσω θείῳ ἔρωτι, καὶ ἐπόθησας ἁγνείαν καὶ ἡμᾶς, ὦ Κυράννα σαρκικῶν παθῶν ἀπάλλαξον.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πλάνην μιαρὰν καταγγέλεις σοῦ τῷ αἵματι, Ἀκυλίνα καὶ λυτρώνεις πειρασμῶν τοὺς ἐπιποθοῦντας σὴν ἀντίληψιν.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔπειδε ἡμῖν, ἀθλητὰ Χριστοῦ Ἀργύριε, καὶ προσδέχου τὰ αἰτήματα ἡμῶν, παρεχόμενος ἑκάστῳ ὧνπερ δέεται.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Κλήματα Χριστοῦ, τῆς ἀμπέλου ἀνεδείχθητε, Νεομάρτυρες κλεινοί, θεῖον οἶνον Ἐκκλησίαν καταρδεύοντες.
Θεοτοκίον.
Ἰσχὺς κραταιά, ἡμῖν δίδου Μητροπάρθενε, ἐπιβαίνειν τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ τὰ τούτου ἐννοεῖν ἐπιβουλεύματα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κειμήλιον τῇ πατρίδι δέδωκας, σοῦ τὸ σκήνωμα Κυράννα ὡς τεῖχος, περιβαλλοῦσα τὴν Ὄσσαν εὐχαῖς σου, καὶ νοητῶν δυσμενῶν ἐκδιώκουσα,τὴν φάλαγγαν τὴν πονηράν, τὴν φθονοῦσαν ἁγία τὴν ποίμνην σου.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀκένωτος ὡς πηγὴ ὑπάρχουσα, Ἀκυλίνα θεϊκῶν δωρημάτων, τῶν ἐν τῷ βίῳ παθῶν μου τὴν λύσιν, καὶ πειρασμῶν κουφισμὸν σύ μοι δώρησαι, Νεομάρτυς τοῦ Χριστοῦ, ἐγκαλλώπισμα Ὄσσης καὶ καύχημα.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κινδύνων, καὶ δυσπραγίας ἁπάσης, ἀνωτέρους Νεομάρτυς συντήρει, τοὺς τῇ σεπτῇ σου προστρέχοντας σκέπῃ, καὶ τῶν πταισμάτων ἐξαίτει συγχώρησιν, καὶ εὐλογίαν θεϊκήν, τοῖς πιστοῖς συμπολίταις σου Ἅγιε.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡς θύματα νεοθαλῆ τῷ Δεσπότῃ, προσηνέχθητε τριὰς Νεομαρτύρων, μὴ δειλιάσαντες θράσος τυράννων καὶ ἀσινῆ τὴν ἁγνείαν τηρήσαντες, μεγίστην οὖν καὶ παρ Ἀὐτοῦ, τὴν ἰσχὺν τῶν θαυμάτων εἰλήφατε.
Θεοτοκίον.
Θησαύρισμα τῆς Καινῆς Διαθήκης, ὦ θεόπαις Μαριὰμ σὺ ἐγένου, καταλλαγὴ πρὸς Υἱὸν καὶ Θεόν σου, ὑπὲρ ἡμῶν τῶν πταιόντων ἑκάστοτε, τὴν παραδείσου γὰρ τρυφήν, διὰ σοῦ θαυμαστῶς ἀπελάβομεν.
Διάσωσον Νεομαρτύρων τριὰς ἁγία, τοὺς τῇ ὑμῶν βοηθείᾳ προσφεύγοντας, Ἀργύριε, Κυράννα σὺν Ἀκυλίνῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Τὰ τοῦ Χριστοῦ ἐν τῷ σώματι στίγματα, διὰ ἀθλήσεως Νεομάρτυρες φέρετε, Ἀκυλίνα καὶ Κυράννα σὺν Ἀργυρίῳ ἐπληρώθητε, χάριτος τῆς θεϊκῆς, ἀσθενείας ὀδυνηρὰς καὶ νόσους θεραπεύειν ἑκάστοτε, τῶν ἐπικαλουμένων ὑμᾶς ἐν πάσῃ θλίψει, καὶ ἀθυμίᾳ ψυχικῇ, ἀθληφόροι πανσεβάσμιοι.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κὲφ. κα΄, 12-16).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὐπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἐπὶ τὴν ταπείνωσιν ὑμῶν ἐπέβλεψεν ὄντως, καὶ ἰσχὺν ἐδώρησε, κατὰ τῶν ἐχθρῶν ὑμῶν ὁ φιλάνθρωπος, πίστιν ἐκράτεινε ἐν καιροῖς δουλείας καὶ σαρκὸς ἅπαν τὸ φρόνημα, καταφρονήσατε, καὶ ζωὴν τὴν πρόσκαιρον διὰ τὴν μέλλουσαν· Κυράννα Ἀκυλίνα τε σὺν τῷ Ἀργυρίῳ πολύαθλοι. Ὃν ἐκδυσωπεῖτε λυτρώσασθαι ἡμᾶς ἐκ συμφορῶν καὶ λυπηρῶν περιστάσεων ἐν τῷ βίῳ πάνσεμνοι.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Φῶς ἐπέλαμψε μέγα, ὅτε τοῦ Κυρίου εἰς χεῖρας παρέδωκας, Κυράννα τὴν ψυχήν σου, διὰ πολλῶν βασάνων, ὃν φωτίσαι ἱκέτευε, τὴν σκοτεινήν μου ψυχὴν παθῶν τῇ ἀμαυρώσει.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τοῦ ἐχθροῦ τῆς κακίας ῥῦσαι Ἀκυλίνα τοὺς καταφεύγοντας, τοῖς θείοις σου λειψάνοις, ἐξ ὧν τρυγῶμεν πάντες, τῶν θαυμάτων ἐνέργειαν, καὶ ἀνιάτων παθῶν τὴν ἴασιν συντόμως.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Παθημάτων ποικίλων, καὶ σκανδάλων παντοίων τοῦ πολεμήτορος, καὶ νόσων ὀλεθρίων, καὶ πόνων ἀφορήτων, Ἀργύριε ἀπάλλαξον, τοὺς προσιόντας πιστῶς,τῇ θείᾳ σου πρεσβείᾳ.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀπιστίας τὸν ζόφον, Μάρτυρες Κυρίου ἐξηφανίσατε, τῇ πίστει τῆς Τριάδος, τριὰς Ἁγίων κλέος, καὶ πιστῶν ἀνεδείχθητε, προπύργια ὀχυρὰ ἐν πειρασμῶν τῇ ζάλῃ.
Θεοτοκίον.
Αειπάρθενε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, θεράπευσαν τὸ ἄλγος, ψυχῆς μου τῆς ἀθλίας, καὶ φωτί με καταύγασον, τοῦ προελθόντος ἐκ σοῦ, βροτῶν εἰς σωτηρίαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν ξηρανθεῖσαν τῇ κακίᾳ ψυχήν μου, ζωοποίησον Κυράννα Νεομάρτυς, ὕδατι ἀφθάρτῳ, τῶν θείων πρεσβειῶν σου.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὀδύνας πάσας καὶ πικρὰς ἀσθενείας, ἐπικούφισον Ἀκυλίνα ἁγία, τῶν ὑμνολογούντων τὴν θείαν ἄθλησίν σου.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπαγχονήσας, τῇ σῇ ἀγχόνῃ τὸν ὄφιν, κατασύντριψον αὐτοῦ τὴν κακουργίαν, δι᾽ ἧς Νεομάρτυς, ἡμῶν κατεπεμβαίνει.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Στέφανος Γένους καὶ χαρὰ Ἐκκλησίας, Νεομάρτυρες ἐφάνητε ἐσχάτως, στήριγμα πιστῶν τε, ἐν κλύδωνι τοῦ βίου.
Θεοτοκίον.
Τῆς μετανοίας τὴν σωτήριον τρίβον, ὁδοποίησον Μαρία τῇ ψυχῇ μου, ἵνα ὑπαντήσω Κύριον τὸν Θεόν μου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐλπίδος καὶ ἀγάπης πίστεώς τε στήλη, μάρτυς Κυράννα ἐδείχθης πανεύφημε, φρούρει τους πόθῳ ὑμνοῦντας, σὰ κατορθώματα.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς κρῖνον σὺ ἐν μέσῳ ἀκανθῶν ἐφάνης, καὶ εὐωδίας σου θείας ἐνέπλησας, ὦ Ἀκυλίνα ψυχὰς τῶν σὲ ὑμνούντων.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μαρτύρων ἀγλαΐα,Μάρτυς διαλάμπων, ἐκ σκοτασμοῦ παθημάτων καὶ θλίψεων,ταῖς σαῖς πρεσβείαις Ἀργύριε λύτρωσαι.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τριὰς νεομαρτύρων, τὸν Χριστὸν δυσώπει, τοῦ λυτρωθῶμεν κινδύνων καὶ θλίψεων, καὶ τῆς ζωῆς τῆς μελλούσης, ἐπαπολαύσωμεν.
Θεοτοκίον.
Χρυσσοῖς κεκοσμημένη, κροσσωτοῖς Παρθένε, ὡς βασιλὶς οὐρανίων δυνάμεων,τὸν σὸν Υἱὸν ἐκδυσώπει, ὑπὲρ τῶν δούλων σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὄσσης βλάστημα Ἱερόν, Κυράννα θεόφρον, ἄμωμε νύμφη τοῦ Χριστοῦ, ὧ καὶ προσαχθεῖσα, ἀγῶσι μαρτυρίου, μαρτυρικῆς εὐκλείας, ὤφθης συμμέτοχος.
Ἕστης ἐν τῇ πέτρα τῇ ἀῤῥαγεῖ, ἀκλόνητος Μάρτυς, ἐν τῇ πνεύσει τῶν δυσχερῶν, τῆς ὁμολογίας, Χριστοῦ τῆς παναγίας, καὶ ἤθλησας Κυράννα στεῤῥῷ φρονήματι.
Ἤνεγκας ῥαβδίσματα χαλεπά, εἱρκτῆς τὰς κακώσεις, αἰωρήσεις τε τὰς πικράς, καὶ Χριστὸν ἐν ἄθλοις, δοξάσασα ἁγίοις, λαμπρῶς ἐμεγαλύνθης, Κυράννα ἔνδοξε.
Χαίροις νύμφη ἄμωμε τοῦ Χριστοῦ, Μάρτυς Ἀκυλίνα, χαίροις Ὄσσης ὁ θησαυρός, καὶ Ζαγκλιβερίου τὸ καύχημα καὶ κλέος, καὶ Ἐκκλησίας πάσης θεῖον κειμήλιον.
Βασάνους ὑπέστης καρτερικῶς, χειρὶ τῇ πατρῴᾳ, Ἀκυλίνα ὑπομονῆς, στήλη τε ἐδείχθης καὶ ἀνεξικακίας, τὰς ἐντολὰς τηροῦσα Χριστοῦ ἀοίδιμε.
Λόγοις τῆς μητρός σου ὡς πίων γῆ, σεμνὴ ἀρδευθεῖσα, ἐγεώργησας μυστικῶς, ἄθλοις μαρτυρίου, καρποὺς ἀθανασίας, θεόφρον Ἀκυλίνα, στεῤῥῶς ἀθλήσασα.
Νόσων καὶ παντοίων δυσχερειῶν, παθῶν ψυχοφθόρων, καὶ κινδύνων καὶ πειρασμῶν, ἀπάλλαττε θᾶττον, τῇ σῇ ἐπιστασίᾳ, τούς σὲ ὑμνολογοῦντας, μάρτυς Ἀργύριε.
Νέος ὢν τῷ σώματι Ἀθλητά, τὸν ἀρχαῖον ὄφιν, ἐτροπώσω μαρτυρικῶς· ὅθεν τοὺς πιστῶς σε, Ἀργύριε τιμῶντας, τῆς τούτου ἐπηρείας, ἀτρώτους φύλαττε.
Ἤνεγκας ἀνδρείως ὑπὲρ Χρίστου, τὸν θάνατον Μάρτυς, δι᾽ ἀγχόνης καὶ πρὸς ζωήν, ἀθάνατον ἤρθης, Ἀργύριε ἐν δόξῃ, ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν εὐφημούντων σε.
Κεχαριτωμένη παρθενική, τριὰς τῶν Μαρτύρων, τοῦ Σωτῆρος οἱ ἀθληταί, ψυχήν τε τῷ Δεσπότῃ, παρέθεσθε καὶ πλάστῃ, αἰτεῖται πταισμάτων λύσιν, καὶ θεῖον ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ α΄. Τὸν συνάναρχον Λόγον.
Χαίρετε εὔοσμα ἄνθη τῆς ἐπαρχίας ἡμῶν. Παρθενομάρτυς Κυράννα καὶ Ἀκυλίνα σεμνή, σὺν Ἀργυρίῳ τῷ κλεινῷ· οἱ ἀθλήσαντες στεῤῥῶς ὑπὲρ τῆς πίστεως. Νῦν δὲ ἀγάλλεσθε τερπνῶς· τῆς οὐρανίου γὰρ τρυφῆς, μέτοχοι ὄντες. Πρεσβεύετε δὲ ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν τιμώντων, καὶ ὑμνούντων τὴν ἄθλησιν.
Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν τριάδαν τὴν θείαν τῶν μαρτύρων τιμήσωμεν, Ἀκυλίναν Ζαγκλιβερίου, κρίνον τὸ εὐωδέστατον, Ἀργύριον βλαστὸν Ἐπανομῆς, Κυράνναν Ὄσσης ἄνθος τὸ τερπνόν, καὶ βοήσωμεν ὦ Ἅγιοι τῷ Χριστῷ, μὴ παύσητε τοῦ πρεσβεύειν· δόξα τῆς ἐπαρχίας ἡμῶν· δόξα Μακεδονίας· δόξα τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, νεοελλήνων στήριγμα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Προσόμοιον. Ἦχος β΄. Πάντων προστατεύεις.
Ῥόδα ὥσπερ εὔοσμα ἐκ γῆς, ὑμῖν ἐδωρήθησαν ὄντως τὰ θεῖα λείψανα, Κυράννης τῆς μάρτυρος καὶ Ἀκυλίνης ὁμοῦ, σὺν Ἀργυρίῳ θεόφρονι, σωμάτων τὴν ῥῶσιν, ψυχῶν τε παραμύθιον καὶ θεραπείαν παθῶν, οἷς περ καταφεύγοντες πίστει, δόξα σοι Χριστὲ ἐκβοῶμεν, Νεομαρτύρων τὸ στεφάνωμα.
Ἕτερον, ὅμοιον.
Χαίροις τῶν μαρτύρων ἡ τριάς, τῆς Μακεδονίας τὰ ἄστρα, ῥόδα πανεύοσμα,τὰ αἱματοπόρφυρα, μάκαρ Ἀργυριε, Ἀκυλίνα πανεύφημε, Κυράννα ἁγνείας, σκεῦος πνευματέμφορον, Χριστῷ πρεσβεύσατε, ὅπως λυτρωθῶμεν κινδύνων, καὶ πολυειδῶν ἀλγηδόνων, οἱ γεραίροντες ὑμῶν τὴν ἄθλησιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτῖρμον.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

