Παρακλητικός Κανών εις τους Αγίους Μεγαλομάρτυρας του Χριστού Φώτιον και Ανίκητον

Ποίημα Μοναχῆς Φιλαρέτης, Ἀδελφῆς τῆς Ἱ. Μ. Παναγίας Εἰκοσιφοινίσσης, δι’ εὐχῶν τῆς Καϑηγουμένης τῆς Ἱερᾶς Μονῆς Μοναχῆς Ἀλεξίας

†Εορτάζουν στις 12 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Kαὶ τὰ ἐξῇς τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Παντουργοῦ καὶ Παναγίας Τριάδος, τοὺς ἀθλοφόρους ἀληθῶς τοὺς γενναίους, Ἀνίκητον καὶ Φώτιον, τιμήσωμεν πιστοί· πόθῳ ἀνακράζοντες· ἐκ ψυχῆς κατωδύνου, ῥύσασθε λιταῖς ὑμῶν, φυχοφθόρων κινδύνων, καὶ πειρασμῶν ἐν βίῳ χαλεπῶν, τοὺς ἐκτελοῦντας, ὑμῶν μνήμην πάμφωτον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Χριστομάρτυρες ἡμᾶς σκέπετε.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστὸν δυσωπεῖτε τὸν Λυτρωτήν, κᾀμοὶ καταπέμψαι, θείαν χάριν καὶ φωτισμόν, ὡς ἂν ἀνυμνήσω γηθοσύνως, τὴν ἱερὰν καὶ σεπτὴν ὑμῶν ἄθλησιν.

Ῥυπώδης ὁ τάλας πέλω ἀεί, ἐξ ἁμαρτημάτων, καὶ παγίδων τοῦ πονηροῦ, διὸ νῦν προστρέχω ἵνα τύχω, τῶν δωρημάτων ὑμῶν, παμμακάριστοι.

Ἱλέωσαι πάντιμε ξυνωρίς, τῶν σοφῶν Μαρτύρων, τὸν Δεσπότην καὶ Ποιητήν, δωρήσασθαι ἄφεσιν πταισμάτων, τοῖς εὐφημοῦσιν ὑμῶν τὰ παλαίσματα.

Θεοτοκίον.
Φοβεῖ με ἡ κρίσις τοῦ σοῦ Υἱοῦ, Πάναγνε παρθένε, ὅτι βέβηλος ἀληθῶς, πέλω καὶ κατάκριτος ὁ τάλας, ἀλλὰ σὺ δίδου πταισμάτων μοι ἄφεσιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίαν αἰτεῖσθε ἡμῖν πανάριστοι Μάρτυρες, Φώτιε σὺν Ἀνικήτῳ, πᾶσι τοῖς μέλπουσιν, μνήμην τὴν ἔνδοξον, καὶ ἀληθῶς φωτοφόρον ὑμῶν τὴν βλυστάνουσαν, χάριν ἀέναον.

Τῶν τυράννων τὸ θράσος, ψυχῇ ἀνδρείᾳ καθείλετε, καὶ τῇ γενναιότητι ἄθλων, Μάρτυρες πάντιμοι, ὅθεν τοὺς μέλποντας, τὴν ἱερὰν ὑμῶν μνήμην, τῶν παθῶν λυτρώσασθε, καὶ τῆς κολάσεως.

Ὁλικῶς τῷ Δεσπότῃ, προσεκολλήθητε ἔνδοξοι, διὰ μαρτυρίου γενναίου, Φώτιε πάντιμε, σὺν Ἀνικήτῳ στεῤῥῷ, ὃν δυσωπεῖτε ἀπαύστως, τῆς γεέννης ῥύσασθαι, ἡμᾶς δεόμεθα.

Θεοτοκίον.
Ἱκετεύειν μὴ παύσῃ, Θεοχαρίτωτε Δέσποινα, ὑπέρ τῶν πιστῶν προσκυνούντων, τὸν ξένον Τόκον σου, δι᾽ οὗ ἐῤῥύσθημεν τῆς Προπατόρων κατάρας, πάντες καὶ ὑψώθημεν, πρὸς τὰ οὐράνια.

Διάσωσον, ὦ ξυνωρὶς θαυμαστή τῶν Μαρτύρων, τῶν ἐν τῷ βίῳ ποικίλων συμπτώσεων, τοὺς προσκυνοῦντας εἰκόνα σου τὴν ἁγίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Πρεσβεία θερμή.
Σωτῆρες Χριστοῦ, ὑπάρχοντες διάκονοι, σοφοὶ ἀθληταί, Φώτιε καὶ Ἀνίκητε, ὡς παρεστῶτες Θεῷ Παντοκράτορι, τῶν νοσημάτων λυτρώσασθε τάχιστα, κουφίζοντες πόνων χαλεπῶν τὴν δριμύτητα, θείαις λιταῖς ὑμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μὴ ἐλλίπητε ἔνδοξοι, ἱκετεύειν τὸν Ὑπεράγαθον, τοῦ λυτρώσασθαι ἐκ θλίψεων, πάντας τοὺς ὑμᾶς σεπτῶς γεραίροντας.

Ἀνενδότος ἠνύσατε, τρίβον τὴν ἀπάγουσαν πρὸς σκηνώματα, ὑπερκόσμια καὶ ἄῤῥητα, Μάρτυρες Κυρίου μεγαλώνυμοι.

Ῥείθροις καὶ ταῖς προσχύσεσι, τῶν ὑμῶν αἱμάτων ἐσβέσατε, τῶν εἰδώλων πῦρ τὸ βέβηλον, Φώτιε καὶ θαυμαστὲ Ἀνίκητε.

Θεοτοκίον.
Λύπην πᾶσαν ἀπέλασον, ἐκ τῆς ἀσθενούσης ψυχῆς μου Δέσποινα, δωρουμένη χάριν ἄφθονον, καὶ τῶν πειρασμῶν τὴν ἀπολύτρωσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῖχος κατ᾽ ἐχθρῶν, ὁρατῶν καὶ ἀοράτων τε, τὴν σεπτὴν ὑμῶν πρεσβείαν ἀληθῶς, οἱ πιστοὶ πάντες κεκτήμεθα πολύαθλοι.

Ὑπέρ τῶν πιστῶς, εὐφημούντων ὑμᾶς πάντοτε, δυσωπεῖτε τὸν φιλάνθρωπον Θεόν, θεῖε Φώτιε καὶ ἱερὲ Ἀνίκητε.

Ῥύσασθε ἡμᾶς, πειρασμῶν καὶ περιστάσεων, Ἀθλοφόροι τοῦ Κυρίου εὐκλεεῖς, τοὺς ἐν πίστει ἀνουμνοῦντας ὑμᾶς πάντοτε.

Θεοτοκίον.
Ἅπασαν ἀχλύν, διασκέδασον Πανύμνητε, ἐκ τῶν πόθῳ προσκυνούντων τὴν σεπτήν, καὶ Ἁγίαν σοῦ εἰκόνα τὴν πανθαύμαστον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐδόξασας, τὸν Κτίστην ἀμέτρως, ξυνωρίς τῶν θαυμαστῶν ἀθλοφόρων, τῇ ὑπὲρ φύσιν σου ὄντως ἀθλήσει, καὶ τῶν εἰδώλων τὴν πλάνην κατέβαλες, δυναμωθείς τῇ τοῦ Σταυροῦ, κραταιᾷ πανοπλίᾳ καὶ χάριτι.

Σωμάτων, τὰς χαλεπὰς ἀῤῥωστίας, καὶ ψυχῶν τὰ χαλεπώτατα πάθη, ὑμῶν λιταῖς θεραπεύσατε τάχει, Φώτιε μάρτυς Χριστοῦ παναοίδιμε, σὺν Ἀνικήτῳ τῷ στεῤῥῷ, ἵνα τὴν μνήμην ὑμῶν μεγαλύνωμεν.

Ἡλίου, φαεινοτέρα ἐδείχθη, τῇ Χριστοῦ Ἔκκλησίᾳ ἡ μνήμη, ὑμῶν ὁπλῖται Κυρίου γενναῖοι, ἀποδιώκουσα πᾶσαν σκοτόμαιναν, παθῶν καὶ νόσων χαλεπῶν, τοῖς τελοῦσιν αὐτὴν μετὰ πίστεως.

Θεοτοκίον.
Ῥυπώδης, καὶ πανάθλιος πέλω, ἐξ ἐμῶν ἁμαρτημάτων Παρθένε, καὶ τοῦ Υἱοῦ σου τὴν κρίσιν πτοοῦμαι, οὐκ ἔχων ἔργον χρηστὸν οὐδὲ τίμιον, διὸ μεσίτευσον Ἁγνή, καὶ μελλούσης με ῥῦσαι κολάσεως.

Διάσωσον, ὦ ξυνωρὶς θαυμαστή τῶν Μαρτύρων, τῶν ἐν τῷ βίῳ ποικίλων συμπτώσεων, τοὺς προσκυνοῦντας εἰκόνα σου τὴν ἁγίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆς Παναγίας Τριάδος τὴν ἔλλαμψιν, καταπλουτήσαντες μάρτυρες ἔνδοξοι, τὸν σκοτασμόν τῶν εἰδώλων τὸν βέβηλον, ἀπεμειώσατε Φώτιε πάντιμε, σὺν Ἀνικήτῳ τῷ σοφῷ, διὸ δόξης Χριστοῦ ἠξιώθητε.

Καὶ εὐθύς τὸ Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. κα΄ 12-19).
 Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Μάρτυρες πανθαύμαστοι, ῥόδα τερπνὰ τοῦ Δεσπότου, Ἐκκλησίας πρόμαχοι, βάσις καὶ ἑδραίωμα καὶ ἀγλάισμα, Ὀρθοδόξων στήριγμα, καταπονουμένων, ἀντιλήπτορες θερμότατοι, παθῶν τε ἰατροί, τῶν ψυχῶν ὁμοῦ καὶ σωμάτων τε, ὦ Φώτιε μακάριε, ἅμα καὶ Ἀνίκητε ἔνδοξε, ῥύσασθε κινδύνων, παθῶν φθοροποιῶν καὶ πειρασμῶν,
τοὺς προσιόντας τῇ χάριτι, ὑμῶν μετὰ πίστεως.

Σῶσον, ὁ Θεός, τὸν λαὸν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μὴ ἐλλίπητε πάσης, χαλεπῆς ἐν τῷ βίῳ δεινῆς συμπτώσεως, λυτροῦσθαι ἀοράτως, ὦ Μάρτυρες γενναῖοι, τοὺς βοῶντας ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, θεὸς εὐλογητὸς εἶ.

Ἀκεσώδυνον πέλει, ἰατρεῖον ὑμῶν ὁ ναὸς ἔνδοξοι, ἐν ᾧ οἱ προσφυγόντες, ῥυόμεθα κινδύνων, καὶ δεινῶν περιστάσεων, δοξολογοῦντες Χριστόν, εἰς πάντας τοὺς αἰῶνας.

Σωτηρίας τὴν τρίβον, τὴν στενὴν καὶ τραχεῖαν, ἐξομαλίσατε, ὑμῶν ταῖς ἱκεσίαις, Φώτιε ἀθλοφόρε, καὶ θεόφρον Ἀνίκητε, τοῖς εὐλογοῦσι Χριστόν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Εὐλογίας τεκοῦσα, τὴν πηγήν τὴν ζωήρυτον Παναμώμητε, Χριστόν τὸν Εὐεργέτην, τὸν σῴζοντα κατάρας, τοὺς πρὸς σὲ καταφεύγοντας, τῶν σῶν πολλῶν οἰκτιρμῶν, κατάπεμψον τὴν χάριν.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σκέπε ἀπαύστως, ὦ ξυνωρίς τῶν Μαρτύρων, τοὺς τιμῶντάς σε ἐπηρειῶν τοῦ πλάνου, σώζουσοι γεέννης, ἡμῖν ἀποκειμένης.

Κολαστηρίων, τῶν δυσσεβούντων τυράννων, ὑπεμείνατε τὴν ἔφοδον γενναίως, Φώτιε τρισμάκαρ, ὁμοῦ σὺν Ἀνικήτῳ.

Ἔχοντες χάριν, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, τοῦ ἰᾶσθαι χαλεπὰς ἀῤῥωστίας, καὶ νῦν ἐκ πάσης νόσου, ῥύσασθε ἡμᾶς πάντας.

Θεοτοκίον.
Τριάδος πέλεις, θεῖον σκήνωμα Κόρη, καὶ Παλάτιον ὡς ὄντως φωτοφόρον, τεκοῦσα ὑπὲρ φύσιν, Χριστόν τὸν Ζωοδότην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ποικίλας ἀῤῥωστίας, ψυχῶν τε καὶ σωμάτων, τάχος ἰάσασθε Φώτιε ἔνδοξε, σὺν Ἀνικήτῳ τοὺς πόθῳ, ὑμᾶς γεραίροντας.

Ἐλέους τὸν Δοτῆρα, ἀπαύστως δυσωπεῖτε, τοῦ λυτρωθῆναι μελλούσης κολάσεως, ὡς παῤῥησίαν μεγίστην ἔχοντες Ἅγιοι.

Τοὺς πίστει προσκυνοῦντας, τὴν πάντιμον εἰκόνα, ὑμῶν Χριστοῦ Ἀθληταὶ μεγαλώνυμοι, φωτὸς μετόχους ποιήσατε ἱκετεύομεν.

Ἐν δόξῃ ἀϊδίῳ, εἰς οὐρανοὺς ἀπαύστως, ἐπαγαλλόμενοι ἔνδοξοι Μάρτυρες, χαρᾶς πληροῦτε τοὺς πίστει ὑμᾶς δοξάζοντας.

Θεοτοκίον.
Ἡ Θεοτόκος κόρη, ἡ σκέπη καὶ προστάτις, ἡμῶν ἁπάντων τῶν πόθῳ ὑμνούντων σε, σῷζε παντοίων δεινῶν καὶ κακώσεων.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε Μαρτύρων ἡ ξυνωρίς, χαίρετε τοῦ Λόγου οἱ ὑπέρμαχοι ἀῤῥαγεῖς, χαίρετε ἀΰλου, φωτὸς ἔμψυχα σκεύη, Ἀνίκητε καὶ Φώτιε, ὑπερθαύμαστοι.

Χαίροις μάκαρ Φώτιε τοῦ Χριστοῦ, θεῖε στρατιῶτα, ὁ νικήσας τὸν δυσμενῆ, χαίροις ὁ τῆς νίκης, ἐπώνυμος ὑπάρχων, Ἀνίκητε τρισμάκαρ, ἡμῶν τὸ καύχημα.

Πρὸς δεινὰς βασάνους καὶ πειρασμούς, ἠνέγκατε πίστει, καὶ δυνάμει τοῦ Λυτρωτοῦ, αἰσχύναντες εἰδώλων, τὴν ἀντίθεον πλάνην, διὸ τῆς ἄνω δόἕης, κατηξιώθητε.

Σήμερον γεραίρομεν εὐλαβῶς, ὑμῶν τοὺς ἀγῶνας, καὶ τὸν θάνατον τὸν φρικτόν, Ἀνίνκητε μάκαρ, καὶ Φώτιε θεόφρον, Χριστὸν δοξολογοῦντες, τὸν Ὑπεράγαθον.

Χάριν καὶ εἰρήνην τὴν ἀληθῆ, θείαν εὐλογίαν, καὶ τῶν νόσων ἀπαλλαγήν, ἐξαιτεῖσθε πᾶσιν, ἡμῖν τοῖς ἀνυμνοῦσι, τοὺς ἱεροὺς ἀγῶνας ὑμῶν πολύαθλοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοὺς γενναίους ὁπλίτας, τῆς Χριστοῦ παρατάξεως, καὶ τῆς Ἐκκλησίας τοὺς στύλους, εὐφημήσωμεν ἅπαντες· τὸν Φώτιον φωτός τὸν κοινωνόν, ὁμοῦ καὶ τὸν Ἀνίκητον πιστῶς, ἐξαιτοῦντες τὴν εἰρήνην, καὶ τῶν κακῶν ἀπαλλαγήν, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ δι᾽ ὑμῶν, ἡμῖν τὰ κρείττονα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χάριν εἰληφότες ἐκ Θεοῦ, καὶ τοὺς ἀμαράντους στεφάνους, Μάρτυρες ἔνδοξοι, ὡς λαμπρῶς ἀθλήσαντες, ὑπὲρ τῆς δόξης αὐτοῦ, τοὺς τελοῦντας τὴν πάμφωτον, ὑμῶν θείαν μνήμην, Φώτιε πανθαύμαστε, σὺν Ἀνικήτῳ ὁμοῦ, σκότους πειρασμῶν ἀνηκέστων, καὶ τῶν χαλεπῶν συμπτωμάτων, ῥύσασθε δεόμεθα μακάριοι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Τὸν πενιχρὸν ὕμνον μου δέξασθε, θεῖοι,
καταπέμποντες ὀφλημάτων τὴν λύσιν.

 

Εγκώμια εις τους Αγίους Μεγαλομάρτυρας του Χριστού Φώτιον και Ανίκητον

υ