Παρακλητικός Κανών εις τους Αγίους Ενδόξους Ιερομάρτυρες της Ι. Μ. Καντάρας Κύπρου
Ποίημα Γεωργίου Γαλανοπούλου
†Εορτάζουν στις 19 Μαίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὦ Ἰωάννη καθηγούμενε θεῖε, μετὰ συναθλῶν τῆς Καντάρας χορείας, Κόνωνος Βαρνάβα Γενναδίου, Γερμανοῦ Γερασίμου Θεοκτίστου τε, Θεογνώστου καὶ Ἰωσήφ, Μαξίμου καὶ Κυρίλλου νῦν, Ἱερεμία Μάρκου, ἐκδυσωπήσατε λιταῖς Χριστόν, δοῦναι τοὺς ἄθλους, ὑμῶν ἐκμιμήσασθαι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὐ ἡ ἀκροστιχίς·
Ὁσίους Ἀθλητὰς Καντάρας, ἄσω. Γεωργίου.
ᾨδὴ α΄ . Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὀδμὴν εὐωδίας πνευματικῆς, πανεύφημοι δότε, ἀνυμνεῖσθαι ἆθλα ὑμῶν, καθαίροντες πάντας παθημάτων, Καντάρας μάνδρας τὰ ἐγκαλλωπίσματα.
Σαρκὸς ἀλγηδόνας καὶ ἐκτροπάς, νόος ὦ Πατέρες, σὺν τοῖς πάθεσι τῆς ψυχῆς, μακρύνατε τάχει ὑμετέραις, πρός τὸν Σωτῆρα λιταῖς ἐξαιτούμεθα.
Ἰσχὺν ἡμῖν δότε ἀεὶ σοφοί, ψυχαῖς ἳν’ ἀπᾴσας, διανοίας τὰς ἐκτροπάς, νοσήμασι ταύταις δ’ ὀλεθρίοις, ὑμῶν δυνάμει ἀντιπαρερχόμεθα.
Θεοτοκίον.
Ὀδύνην ψυχή μου τῇ ῥυπαρά, προξένησε Μῆτερ, διανοίας ἡ πρὸς ῥοπήν, κινοῦσα τὴν φύσιν ἁμαρτίαν, ἀλλ’ εἰς χαράν τὴν πικρίαν μετάτρεψον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑψηλόφρονος γνώμης παρ’ ὁ δεῖ λυτρώσασθε, καὶ φρονεῖν ἡμᾶς ἄνω ἔχειν, δότε πρὸς κρείττονα, ὡς ἐβιώσατε ὑμεῖς ἀσκητικῶς θεοφόροι, ἵνα δόξης Κύριος, δείξῃ οἰκήτορας.
Στρατιάς τῶν δαιμόνων ὅπλῳ Σταυροῦ Ἅγιοι, πάντες περιτετειχισμένοι ἀπεμακρύνατε, νηστείαις τε καὶ εὐχαῖς, εὐγρηγορούντες ἀπαύστως, ὅθεν πάντας ῥύσασθε, τούτων τοξεύμασι.
Ἀθληταί τῆς Καντάρας τοὺς ψαλμικώς ὄνομα, μέγιστον ᾀδόντων Δεσπότου, τούτους ἀπήμονας, τηρήσασθαι ἐκ δεινῶν, ὑμῶν τελούντων δε μνήμην, μνήσθητε δεόμεθα, ἐν ὤρα κρίσεως.
Θεοτοκίον.
Θεραπεύεις ἀνθρώπους ὡς συμπαθὴς Δέσποινα, πάντοτε ἐλαύνουσα νόσους, βαλσάμῳ χάριτος, Σαῖς μητρικαῖς πρὸς Υἱόν, εὐμενεστάτοις πρεσβείαις, τάχει ἀπονέμουσα, ἄμφω τὴν ἴασιν.
Λυτρώσασθε, ὦ θεηγόροι Πατέρες, παντὸς κινδύνους τοὺς λαμπρὰν μνήμην ἐν ψαλμοῖς ὑμῶν μεγαλύνοντας, δωρούμενοι ἡμῖν πᾶσι τὰ κρείττω.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πτωχῶν ἀρωγοὶ χορὸς τρεισκαιδεκάριθμος, πιστῶν στηριγμὸς ἐδείχθητε πανόλβιοι, καὶ στεῤῥῶς ἀθλήσαντες, ζῆν ἐξεμετρήσατε ψάλλοντες· δόξα Σοι Σῶτερ μέσῳ τοῦ πυρός, ᾦ νῦν παρεστῶτες ἱκετεύετε.
ᾨδὴ δ΄ . Εἰσακήκοα Κύριε.
Λατινόδοξα ἄθεσμα, τὰ περὶ ἀζύμου ἄρτου μὴ στέρξαντες, τῇ ὀρθὴ πίστει ἐμμείνατε, ἡ ἡμᾶς τηρεῖν πάντοτε εὔξασθε.
Ἡ Καντάρας πανένδοξος, Ὁσιομαρτύρων χορεία εὔσπλαγχνε, ἱκετεύει σε περίσῳζε, πάσης βλάβης ὕμνοις τοὺς σε μέλποντας.
Τὸ σωτήριον μήνυμα, τῇ ὑμῶν ἀθλήσει καθυπεδείξατε, Ὀρθοδόξων φρονεῖν πάντοτε, ὡς πιστοῖς ἐδίδαξεν ὁ Κύριος.
Θεοτοκίον.
Ἀειπάρθενε πρέσβευε, ἵνα πᾶσιν ἵλεως Λόγος γένηται, ἱκετεύομεν οἱ δούλοί σου, τοῦ φυγεῖν γεέννης πῦρ τὸ ἄσβεστον.
ᾨδὴ ε΄ . Φώτισον ἡμᾶς.
Σκέπε ἐχθρῶν, τοὺς ὑμᾶς ὑμνοῦντας ἔνδοξοι, καὶ ἐκ μηχανημάτων τοῦ πονηροῦ, τῇ ἀντιλήψει φρουροῦντες πιστοὺς ἀπήμονας.
Καύματι πυρός, πίστει ζῆν λιπόντες Ὅσιοι, ἡμᾶς ἐκρύσασθε ἀσβέστου πυρός, ὑμῶν πρεσβείαις Δεσπότην καθικετεύοντες.
Ἄρατε σεπτοί, ἀφ’ ἡμῶν πικρὰ νοσήματα, καὶ παθὼν παύσατε τὴν ζάλην εὐχαῖς, πρός τὸν Σωτῆρα γαλήνην θείαν βραβεύοντες.
Θεοτοκίον.
Νόσων χαλεπῶν, καὶ βελῶν τοῦ πολεμήτορος, τοὺς προστρέχοντας τῇ σκέπη σου ἁγνή, ἀεὶ ῥῦσαι συμπαθείᾳ τῇ ἀμέτρῳ σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὰ τραύματα, τῶν ψυχῶν ἰάσασθε, προσευχαῖς ὑμῶν Χριστῷ Ἀθλοφόροι, τὰς συμφορᾶς, ἐκδιώξατε πόῤῥω, καὶ εἰρηναίως βιοῦν ἡμᾶς πάντοτε, δωρήσασθε τοῖς ψαλμικώς, ἀρετὰς καὶ παλαίσματα ᾄδουσιν.
Ἀράθυμον, τὴν διάνοιαν ἔχειν, ἡμῶν δότε καὶ σατάν μεθοδείας, λιταῖς σοφοί, φυγαδεύσατε τάχει, ὑποδεικνύοντες βίου διόρθωσιν, ἀκατακρίτως δ’ ἐν Χριστοῦ, παρεστῶτας τῷ βήματι εὔξασθε.
Ῥωννύμενοι, οὐρανίου χάριτος, κακοδόξων κατῃσχύνατε θράση, ὅθεν ἡμῶν, ευθαρσόν παῤῥησίας, καὶ σταθηρόν περὶ πίστιν δωρήσασθε, ὁμολογοῦντες ὡς ὑμεῖς, ἀπτοήτως Πατέρες μακάριοι.
Θεοτοκίον.
Ἀμόλυντε, ἐκ παθὼν με νήστευσον, καὶ δυνάμει σου ἐνίσχυσον θεία, ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια, ἀεὶ δ’ ὑμνοῦμεν σε πιστῶς, προσκυνοῦντες Παρθένε τὸν Τόκον σου.
Λυτρώσασθε, ὦ θεηγόροι Πατέρες, παντὸς κινδύνου, τοὺς λαμπρὰν μνήμην ἐν ψαλμοῖς ὑμῶν μεγαλύνοντας, δωρούμενοι ἡμῖν πᾶσι τὰ κρείττω.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησιν καὶ τὸ Κοντάκιον.
Ἦχος β’ . Προστασία τῶν Χριστιανῶν.
Τῆς ἐν Κύπρῳ Καντάρας Μονῆς Θεομήτορος, μοναζόντων ἀπαρχὴ οἰκιστῶν ἠξιώθητε, τοῦ γενέσθαι Ἰωάννη, σὺν Κόνωνι σεπτῷ· διὸ καὶ ἕνδεκα μεθ’ ὑμῶν, ἀκολουθήσαντες πιστῶς, ἐνηθλήσατε σκάμματι, δόντες ἐν παῤῥησίᾳ, ἀγάπης ὁμολογίαν, ὑπέρ τῆς πίστεως Χριστοῦ, ὀρθοδόξως ἄχρις αἵματος.
Προκείμενον
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὑτοῦ θελήσει σφόδρα.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὑτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιβ΄. 8-12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ, ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε, πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα.
Ταῖς τῶν Οσιάθλων πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ῥύσασθε ἐκ θλίψεως, ἡμᾶς καὶ ἐκ τρικυμίας, καὶ παθών τὴν ζόφωσιν, πόῤῥω ἀπελάσατε τρισμακάριοι, Ὅσιοι σκέπετε, τοὺς πίστει σπεύδοντας, ἐν Μονῇ τῆς Θεομήτορος, τούτους φρουροῦντες ἐν βίῳ, δεινῶν ἀπολυτρώσασθε, ἀνάγκης περιστάσεων, καὶ τῶν χαλεπῶν συμφορῶν καὶ νόσων, ἳν’ ὑμνολογοῦμεν, ἀπᾴσας ἀρετὰς ὑμῶν σοφοί, καὶ μεγαλύνωμεν ἄσμασι, μνήμην ἀεισέβαστον.
Σῶσον ὁ Θεὸς ταόν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σκηναῖς τοῦ Παραδείσου αὐλιζόμενοι πάντες ἐκδυσωπεῖτε Χριστῷ, ἀδάμαντοι Πατέρες, κολάσεως ῥυσθῆναι, τοὺς βοῶντας θεσπέσιοι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς προσκυνητὸς εἶ.
Αἱρέσεων προκλήσεις ἐχθρῶν ἐπαναστάσεις καὶ τοῦ βελίαρ ὀφρύν, ἐλάσατε Πατέρες, πρεσβείαις πρὸς Σωτῆρα, ἵνα χαίροντες ᾄδωμεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς προσκυνητὸς εἶ.
Σωφρόνως καὶ δικαίως πολιτεύεσθαι πάντας δίχα κακίας θυμοῦ, καὶ ηδονοθηρίας, φαυλότητος καὶ μέθης, ἀξιώσασθε πάντοτε, τοὺς εὐφημοῦντας ὑμῶν, Πατέρες θεία ἆθλα.
Θεοτοκίον.
Ὦ Μῆτερ Θεοτόκε καθορώμέν σε ὄντως ὥσπερ κατεῖδε Μώσης, ἐν τῷ Σιναίω Βάτον, φλογὶ παραδοθεῖσαν, ἀλλὰ δ’ ἄφλεκτον μείνασαν, ὅθεν τὴν φλόγα παθών, τῇ χάριτι σου σβέσον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γῆθεν εἰς δόξαν, ἄνω Σιών τὸν Νυμφίον, τοῦ ποθεῖν ὁρᾶν ἤχθητε πάντες, ὅθεν ὑμῶν πόθον, καμίν δότε Πατέρες.
Ἐλέους θείου, καὶ δωρεῶν ἀθανάτων, τὸν λαὸν ἐμπλήσατε Πατέρες, τῶν ὑμῶν ᾀδόντων, τὴν ἄθλησιν καὶ μνήμην.
Ὦ Πανοικτίρμον, τῶν Ἀθλητῶν εὐχαῖς σῶσον, τοὺς πιστῶς ἀπαύστως σε ὑμνοῦντας, καὶ δοξολογούντας, σὸν κράτος εἰς αἰῶνας.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ Ἁγίων ἡ ἁγιωτέρα, Μῆτερ σε τιμῶντας, καὶ σκέπε πάσης βλάβης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνην δότε βίον, πίστεως ἀρότρῳ, θεοσεβείᾳ καὶ πόθῳ Θεοῦ ὦ σεπτοί, ἡμῶν καρδίας καὶ φρένας, καλλιεργούμενοι.
Ἱκέσιον πρεσβείαν, δότ’ ἵν’ ἐξαλείψῃ, ἡμῶν ἐγκλήματα βίβλου ὁ Δημιουργός, ὦ θεοφόροι Καντάρας, μάνδρας σεβάσματα.
Ὀρδὰς ἐχθρῶν ἀπίστων, στίφη κακοδόξων, ἐπαπειλούντων Ἑλλάδος καὶ Κύπρου λαόν, καταδιώξατε τάχει, Πατέρες Ὅσιοι.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ, διὸ δυσώπει Υἱόν σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον, ὁμολογοῦντας σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις καλλινίκων πρωταθλητῶν, συνασπισμὸς θεῖος, τῆς Καντάρας σεπτῆς Μονῆς, ἀνδρὼν Ὀσιάθλων, Πατέρων θεοφόρων, ὁμολογίας βάθρον, ἀπαρασάλευτον.
Δότε θείαν χάριν τὴν δαψιλή, ἡμῖν ἢν ἀξίως, εἰληφότες παρὰ Χριστοῦ, τῇ ὁμολογία, καὶ αἵματος ἐκχύσει, οἱ Κύπρῳ ἐναθλήσαντες, ὑπὲρ πίστεως.
Δόξης ἀριδήλου συγκοινωνοί, Θεοῦ ἐν ὑψίστοις, νῦν γεγένησθε ἀληθῶς, μάνδρας τῆς Καντάρας, ἀείφωτοι Πατέρες, πυρσεύοντες ὡς ἄστρα, πιστῶν τὸ πλήρωμα.
Νόσους ἀπελάσατε χαλεπάς, πειρασμοὺς καὶ πάθη, ἀδοκήτους τε συμφορᾶς, θλίψεις καὶ κινδύνους, Πατέρες θεοφόροι, ἐκ πάντων τῶν τιμώντων, ὑμῶν τὴν ἄθλησιν.
Δέξασθε παράκλησιν τὴν ἡμῶν, καὶ εὔμολπα μέλη, ὦ Πατέρες μάνδρας σεπτῆς, καὶ ὁμολογίας, ὑμῶν δότε μιμεῖσθαι, Χριστοῦ ὄνομα θεῖον, ὑπερδοξάζοντες.
Ἐκ τῶν τοξευμάτων σατάν ἐχθροῦ, ἐκ πειρατηρίων, ἐμφυλίου τε σπαραγμοῦ, καὶ αἰωνιζούσης, καμίνου τῆς γεέννης, λυτρώσασθε τοὺς πόθῳ, ὑμᾶς δοξάζοντας.
Ῥύσασθε αἱρέσεως ἀπειλῆς, ἡμᾶς νῦν Πατέρες, καὶ ἁλώσεως ἐξ ἐχθρῶν, τῶν ὀρεγομένων, ἁρπάξαι γῆν Κυπρίων, καὶ πάντας τούτων δούλους, καθυποτάξασθαι.
Θείαις ὑμῶν Ὅσιοι προσευχαῖς, βιοῦν ἐλευθέρως, ἐν ἀνέσει τε καὶ Χριστῷ, δότε τοῖς ὑμνοῦσι, τὴν φωτοφόρον μνήμην, καί τοὺς ἐχθρούς τῆς Κύπρου, διασκορπίσατε.
Τὴν ἐλευθερίαν Σῶτερ Χριστέ, λιταῖς τῶν Πατέρων, τῆς Καντάρας σεπτῆς Μονῆς, μεθ’ ἀπᾴσῃς νήσου, παράσχου ἳν’ ἀπαύστως, δοξάζομεν σε πάντες, εὐκάρπους δείξατε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ᾽ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, εὐφημήσωμεν πιστοί, νῦν τοὺς Οσιάθλους Πατέρας, ἄσμασιν ὕμνοις τ’ ᾠδαῖς, χαίρετε φθεγγόμενοι, μακάριοι καὶ σοφοί, οὐρανόφρονες ἄνθρωποι, Μονήν τῆς Καντάρας, βίου μεγαλύναντες, ὑμῶν αἱμάτων ῥοαῖς, πίστεως Χριστοῦ Ὀρθοδόξου, ᾖς θεματοφύλακες ὄντες, ταύτην ἐφυλάξατε ἀνόθευτον.
Πέλετε ὑπέρμαχοι πιστῶν, τεῖχος ἀῤῥαγὲς μοναζόντων, καὶ τῶν πτωχῶν ἀρωγοί, Ὅσιοι πανεύφημοι, τῆς Ἐκκλησίας Χριστοῦ, καταπλήττοντες τέρασι, τοῖς πίστει δραμοῦσι, καὶ ὑμῶν ἀντίληψιν, ἐπιζητοῦσι θερμῶς, ὅθεν, ἡμῖν δότε τὰ κρείττω, ῥύσασθε φθορὰς νοσημάτων, καὶ εἰρήνην ἄνωθεν βραβεύσατε.
Δέξασθε Πατέρες εὐκλεεῖς, ὕμνον ἱερὸν ἄσμα θεῖον, πρὸς ὑμᾶς περιχαρώς, ῥόδα μύρα δάκρυα, ἐν μετανοίᾳ θερμή, κατανύξει καὶ πόθῳ τε, πιστῶς τὴν Εἰκόνα, κατασπαζομένων νῦν, καὶ ἐκβοώντων τρανώς· σκέπετε ἀπαύστως ὁλκάδα, ἐκ τῶν πειρασμῶν καὶ κινδύνων, τοὺς πιστοὺς ἀτρώτους διασῴζοντες.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.