Παρακλητικός Κανών εις τους Αγίους Ισαποστόλους Κύριλλος και Μεθόδιος Φωτιστές και Διδάσκαλοι των Σλάβων

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζονται στις 11 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάριαν.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν αὐταδέλφων ξυνωρὶς ἡ Ἁγία, Κύριλλε Πάτερ καὶ Μεθόδιε θεῖε, οἱ φωτισταὶ τῶν Σλάβων καὶ Ἀπόστολοι, τοὺς ἐν τῷ ναῷ ὑμῶν, εὐλαβῶς προσιόντας, πάσης ἐκλυτρώσασθε, ἐπηρείας καὶ βλάβης, καὶ εἰρηναίαν δίδοσθε ζωήν, τοῖς τῇ πρεσβείᾳ, ὑμῶν καταφεύγουσι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δυὰς αὐταδέλφων, ἡμᾶς σκέπε. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυὰς αὐταδέλφων ἡ ἱερά, Κύριλλε τρισμάκαρ, καὶ Μεθόδιε ἱερέ, Τριάδος τὴν θεῖαν δυσωπεῖτε, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.

Ὑπάρχοντες πλήρεις θείου φωτός, Μεθόδιε Πάτερ, σὺν Κυρίλλῳ τῷ ἱερῷ, παθῶν σκοτασμοῦ ἡμᾶς λυτροῦσθε, ταῖς φωτοφόροις ἡμῶν παρακλήσεσι.

Ἁγίων συνόντες θείοις χοροῖς, τοῖς πίστει καὶ πόθῳ, τῷ ἁγίῳ ὑμῶν ναῷ, αὐτάδελφοι θεῖοι προσιοῦσιν, ἁγιασμὸν οὐρανόθεν βραβεύσατε.

Θεοτοκίον.
Σωτῆρα τεκοῦσα καὶ Λυτρωτήν, λύτρωσαί με Κόρη, τῆς ἀπάτης τοῦ δυσμενοῦς, καὶ δίδου μετάνοιαν γνησίαν, τῇ ταπεινῇ μου ψυχῇ παναμώμητε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀποστόλων τὸν ζῆλον ἐν τῇ ψυχῇ φέροντες, πλήσατε ἡμᾶς θείου πόθου, ζηλοῦν τὰ κρείττονα, Κύριλλε πάνσοφε, σὺν Μεθοδίῳ τῷ θείῳ, καὶ πληροῦν τὰ ῥήματα, Χριστοῦ ἑκάστοτε.

Ὑποφῆται τῆς θείας ὡς ἀληθῶς χάριτος, σὺν τῷ Μεθοδίῳ τῷ θείῳ, Κύριλλε Ὅσιε, χάριν καὶ ἔλεος, παρὰ Θεοῦ ἐξαιτεῖσθε, τοῖς ἐν τῷ ναῷ ὑμῶν, πιστῶς προστρέχουσι.

Τῶν παθῶν τὰς ἐφόδους τὰς καθ’ ἡμῶν παύσατε, καὶ πειρατηρίων παντοίων, ἡμᾶς λυτρώσασθε, θεῖοι αὐτάδελφοι, τοὺς εὐλαβῶς ἐκζητοῦντας, ὑμῶν τὴν ἀντίληψιν, καὶ τὴν βοήθειαν.

Θεοτοκίον.
Ἀποῤῥήτως τεκοῦσα τὸν τῆς ζωῆς αἴτιον, νέκρωσον τὰ πάθη μου Κόρη, τὰ τυραννοῦντά με, καὶ πρὸς ἐνάρετον, ζωὴν καὶ θείαν Παρθένε, διὰ καθαρότητος, τὸν νοῦν μου ἴθυνον.

Διάσωσον, ὦ ξυνωρὶς αὐταδέλφων ἱερωτάτη, σὺν τῷ Κυρίλλῳ Πάτερ Μεθόδιε ἅπαντας, πάσης ἀνάγκης τοὺς πόθῳ ὑμᾶς τιμῶντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Δυὰς ἐκλεκτὴ τῆς Τριλαμποῦς Θεότητος, δοχεῖα φωτός, καὶ θεῖοι Ἰσαπόστολοι, Κύριλλε καὶ Μεθόδιε, ὡς προστάται ἡμῶν καὶ ὑπέρμαχοι, ἐκδυσωπεῖτε Χριστὸν ἐκτενῶς, διδόναι ἡμῖν τὸ θεῖον ἔλεος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Διανοίας εὐρύτητι, τὴν ζωὴν ἀνύειν καὶ θείαις πράξεσιν, Ἰσαπόστολοι μακάριοι, ἡμᾶς ἐνισχύσατε δεόμεθα.

Ἐν τῷ θείῳ ναῷ ὑμῶν, ἐν πάσῃ ἀνάγκῃ θερμῶς προστρέχομεν, Ἰσαπόστολοι μακάριοι, καὶ δυσχερειῶν ἀπαλλαττόμεθα.

Λύσιν πάσης κακώσεως, σὺν τῷ Μεθοδίῳ Κύριλλε ἔνδοξε, ταῖς λιταῖς ὑμῶν βραβεύσατε, τοῖς εἰλικρινῶς ὑμᾶς γεραίρουσι.

Θεοτοκίον.
Φόβῳ θείῳ κυβέρνησον, Κόρη τῆς καρδίας μου τὰ κινήματα, καὶ φωτί Σου θείῳ λάμπρυνον, τὴν ἐσκοτισμένην μου διάνοιαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ ἱεροί, τοῦ Σωτῆρος Ἰσαπόστολοι, θείῳ λόγῳ οδηγήσατε ἡμᾶς, εἰς θελήματος τοῦ θείου τὴν ἐκπλήρωσιν.

Νέκρωσον ἡμῶν, τῆς σαρκὸς ἅπαν τὸ φρόνημα, ἐνεργείᾳ Πάτερ Κύριλλε σοφέ, τοῦ ἁγίου σου λειψάνου δυσωποῦμέν σε.

Ἤνυσας καλῶς, τὸν σὸν δρόμον ὦ Μεθόδιε· διὸ δίδου καὶ ἡμῖν θείαν ἰσχύν, τοῦ ἀνύειν τὴν ὁδὸν τὴν ἄνω φέρουσαν.

Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, τῆς δεινῆς ἐπιφορᾶς με τοῦ ἐχθροῦ, ἀπολύτρωσαι δυνάμει τῆς Σῆς χάριτος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀπόστολοι, καὶ φωτισταὶ θεηγόροι, ὦ Μεθόδιε καὶ Κύριλλε Πάτερ, τῶν ἐν σκότει τῆς πλάνης κειμένων, τῷ φωτισμῷ τῆς ὑμῶν ἀντιλήψεως, παθῶν ὁμίχλην ἀφ’ ἡμῶν, καὶ σκοτίαν δεινὴν ἀπελάσετε.

Σαρκός μου, τὴν χαλεπὴν ἀῤῥώστιαν, καὶ ψυχῆς μου τῆς νοσούσης τὸ πάθος, τῇ ἀοράτῳ ὑμῶν ἐπισκέψει, Κύριλλε Πάτερ καὶ θεῖε Μεθόδιε, ἰάσασθε καὶ συνοχῆς, πονηρᾶς τὴν ζωήν μου λυτρώσασθε.

Συντρέχει, τῷ ἱερῷ ὑμῶν οἴκῳ, εὐσεβούντων ἡ χορεία καὶ κράζει· πάσης ἀνάγκης καὶ βλάβης καὶ πόνου, καὶ δυσπραγίας ἡμᾶς ἀπαλλάξατε, Ἰσαποστόλων ἡ δυάς, ὡς προστάται ἡμῶν ἑτοιμότατοι.

Θεοτοκίον.
Κυμάτων, τῶν ἐν τῷ βίῳ ἡ ζάλη, κατακλύζει τὴν ψυχήν μου Παρθένε· ἀλλ’ ὡς τεκοῦσα δι’ ἔλεος μέγα, τὸν κυβερνήτην ἁπάντων καὶ Κύριον, ὁδήγησόν με ἀσφαλῶς, πρὸς λιμένα τοῦ θείου θελήματος.

Διάσωσον, ὦ ξυνωρὶς αὐταδέλφων ἱερωτάτη, σὺν τῷ Κυρίλλῳ Πάτερ Μεθόδιε ἅπαντας, πάσης ἀνάγκης τοὺς πόθῳ ὑμᾶς τιμῶντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Εὐαγγελίου τὸν λόγον κηρύξαντες, Κύριλλε Πάτερ καὶ θεῖε Μεθόδιε, ἀμέμπτως ἡμᾶς πολιτεύεσθαι, τῇ προστασίᾳ ὑμῶν ἀξιώσατε, ὡς ἂν θείας δόξης μετάσχωμεν.

Προκείμενον
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. θ΄, 1-6).

Τῷ καιρῷ ἐκείνῳ, συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ράβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. Καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾿ αὐτούς. Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

Δόξα.
Ταῖς τῶν Διδασκάλων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ζεῦγος ἱερώτατον, μύσται Χριστοῦ θεοφόροι, Κύριλλε θεσπέσιε, καὶ θεῖε Μεθόδιε οἱ αὐτάδελφοι, πειρασμῶν παύσατε, τὰς ἐπαναστάσεις, καὶ κινδύνων τε καὶ θλίψεων, καὶ περιστάσεων, τὰς ἐπιφορὰς ἀποτρέψατε, εἰρήνην τε καὶ ἴασιν, καὶ τὴν ψυχικὴν ἀγαλλίασιν, ἡμῖν ἐξαιτοῦντες, τοῖς πόθῳ προσιοῦσιν εὐλαβῶς, τῇ ἐκ Θεοῦ θείᾳ χάριτι, δι’ ἣς ἐδοξάσθητε.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν ταῖς χώραις τῶν Σλάβων ὡς ἀστέρες πολύφωτοι ἀνελάμψατε· καὶ νῦν ἡμᾶς παγίδων, τοῦ ἄρχοντος τοῦ σκότους, ἀπαλλάξατε Ἅγιοι, σὺν Μεθοδίῶ κλεινῷ, Κύριλλε θεοφόρε.

Πλήρης χάριτος πέλει, ὁ σεπτὸς ὑμῶν οἶκος ᾧ προσερχόμενοι, χαρᾶς καὶ εὐφροσύνης, πληρούμεθα ἁγίας, ταῖς ὑμῶν προσφοιτήσεσι, Μεθόδιε ἱερέ, καὶ Κύριλλε παμμάκαρ.

Ἐξ ἐχθρῶν ἀοράτων, καὶ κακίας ἁπάσης καὶ ἐνοχλήσεως, ἀνθρώπων κακοτρόπων, τηρήσατε ἀτρώτους, Ἰσαπόστολοι ἔνδοξοι, τοὺς κεκτημένους ὑμᾶς, πρέσβεις πρὸς τὸν Σωτῆρα.

Θεοτοκίον.
Γεηρῶν φρονημάτων, καὶ παθῶν ἀκαθάρτων τὸν νοῦν μου κάθαρον, Παρθένε Θεοτόκε, τῇ σῇ ἐπιστασίᾳ, καὶ βοῶντά με οἴκτειρον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐνδεδυμένοι, τοῦ Παρακλήτου τὴν χάριν, Ἰσαπόστολοι στολὴν ὁσίων ἔργων, νῦν τὴν γυμνωθεῖσαν, ἐνδύσατε ψυχήν μου.

Ῥῶσιν παρέχει, ὑμῶν εἰκὼν ἡ ἁγία, Πάτερ Κύριλλε ὁμοῦ σὺν Μεθοδίῳ, τοῖς προσερχομένοις, αὐτῇ μετ’ εὐλαβείας.

Ἅπας προστρέχων, τῷ ἱερῷ ὑμῶν οἴκῳ, Ἰσαπόστολοι τὸ πλήρωμα λαμβάνει, ὧν ὑμῖν αἰτεῖται, ὑμῶν τῇ προστασίᾳ.

Θεοτοκίον.
Σῶσόν με Κόρη, τῆς τοῦ ἐχθροῦ δυναστείας· δι’ ἧς σπεύδει με ὀλέσαι δι’ ἀπάτης, καὶ πρὸς μετανοίας, ἀνθέλκυσόν με τρίβον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν καὶ σωτηρίαν, εἰκὼν ἡ ἁγία, ὑμῶν παρέχει αὐτάδελφοι Ἅγιοι, τοῖς ἀνυμνοῦσιν ἐκ πόθου ὑμῶν τὰ σκάμματα.

Μεγίστων χαρισμάτων, κατηξιωμένοι, ὡς Ἰσαπόστολοι θεῖοι αὐτάδελφοι, μεγάλων πόνων καὶ θλίψεων ἡμᾶς ῥύσασθε.

Οἱ πάμφωτοι φωστῆρες, τοῦ Εὐαγγελίου, Κύριλλε Πάτερ καὶ θεῖε Μεθόδιε, φωτὸς τοῦ θείου ἀκτῖνα κἀμοὶ αἰτήσασθε.

Θεοτοκίον.
Ὑφέρπων μοι δολίως, ὁ ἐχθρὸς πλανᾷ με, καὶ καθ’ ἑκάστην μολύνει με πάναγνε, ἀλλὰ τὴν τούτου μανίαν εἰς τέλος σύντριψον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε αὐτάδελφοι ἱεροί, Κύριλλε θεόφρον, καὶ Μεθόδιε ἱερέ, τῆς Θεσσαλονίκης, τὰ πανευώδη ἄνθη, καὶ φωτισταὶ τῶν Σλάβων, θεοειδέστατοι.

Πνεύματος τὴν χάριν ἐν τῇ ψυχῇ, πλουσίως λαβόντες, Ἀποστόλων ὡς ζηλωταί, χερσὶ τοῦ Φωτίου, ἐστάλητε πρὸς ἔθνη, λαοὺς τοῦ ἐπιστρέψαι, πρὸς πίστιν ἔνθεον.

Χαίροις τῆς σοφίας σκεῦος λαμπρόν, Κύριλλε θεόφρον, καὶ τῆς χάριτος θησαυρός· χαίροις εὐσεβείας, Μεθόδιε κιθάρα, ἀγγέλλουσα τὴν γνῶσιν, πᾶσιν τὴν ἔνθεον.

Ὡς λιμὴν ἀχείμαστος ἀληθῶς, πρόκειται τοῖς πᾶσι, ὁ ναὸς ὑμῶν ὁ σεπτός, ἐν ᾧ προσιόντες, τρικυμιῶν τοῦ βίου, λυτρούμεθα ταχέως, ὦ Ἰσαπόστολοι.

Ἀπὸ τοῦ λειψάνου σου τοῦ σεπτοῦ, πολλοστόν τι μέρος, κεκτημένοι πανευλαβῶς, Κύριλλε παμμάκαρ, λαμβάνομεν ἐκ τούτου, χαρὰν καὶ εὐφροσύνην, ἐν θείῳ Πνεύματι.

Πάντας τοὺς προσπίπτοντας εὐλαβῶς, ὑμῶν τῇ πρεσβείᾳ, Πάτερ Κύριλλε ἱερέ, σὺν τῷ Μεθοδίῳ, ἀτρώτους πάσης βλάβης, καὶ πάσης ἐπηρείας, τηρεῖτε πάντοτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θείων αὐταδέλφων ξυνωρίς, μύσται τῆς Ἁγίας Τριάδος, καὶ θεῖοι κήρυκες, Κύριλλε θεσπέσιε, σὺν Μεθοδίῳ ὁμοῦ, Ἀποστόλων ὁμότροποι, καὶ φυλλῶν τῶν Σλάβων, ἅγιοι διδάσκαλοι, καὶ φωτισταὶ θαυμαστοί, δέξασθε ἡμῶν τὰς δεήσεις, καὶ πάσης ἀνάγκης καὶ βλάβης, ἀσινεῖς ἡμᾶς διαφυλάξατε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.