Παρακλητικός Κανών εις τους Αγίους Κυπριανόν και Ιουστίνης

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζoνται στις 2 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς Ἱεράρχης καὶ στεῤῥὸς Ἀθλοφόρος, Κυπριανὲ ἱερομάρτυς Κυρίου, καὶ Ἰουστίνα μάρτυς Καλλιπάρθενε, πάσης ἡμᾶς ῥύσασθε, συμφορᾶς καὶ ἀνάγκης, καὶ ἐξ ἐπιθέσεων, τοῦ δολίου βελίαρ, καὶ βοηθεῖτε πᾶσι συμπαθῶς, τοῖς τρυχομένοις, κακία τοῦ ὄφεως.

Δόξα.
Ἦχος γ΄. Θείας πίστεως.
Θείου πνεύματος, τῇ χορηγίᾳ, φῶς προσέλαβες, θεογνωσίας, Κυπριανὲ καταισχύνας τὸν δράκοντα, καὶ μαρτυρίου τὸν δρόμον διήνυσας, σὺν Ἰουστίνη ὁμοῦ τῇ θεόφρονι, μεθ’ ᾖς πρέσβευε, Τριάδι τῇ Πανοικτίρμονι, δωρήσασθαι τὸ μέγα ἔλεος.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δυὰς σῴζεις ἡμᾶς τῶν Ἁγίων. Γερασίμου.

ᾨδὴ α΄ Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυὰς τῶν Ἁγίων πανευκλεής, Τριάδα τὴν θείαν, δυσωπήσατε ἐκτενῶς, ὢ Κυπριανὲ σὺν Ἰουστίνη, ἐκλυτρωθῆναι ἡμᾶς πάσης θλίψεως.

Ὑψόθεν βραβεύσατε ἐκ Θεοῦ, τοῖς περισχεθείσι, τῇ κακία τοῦ δυσμενοῦς, ὧ Κυπριανὲ σὺν Ἰουστίνη, ἀπαλλαγὴν καὶ ταχεῖαν ἐκλύτρωσαι.

Ἀθλήσει δοξάσαντες τὸν Χριστόν, παθῶν ἀδοξίας, καὶ κηλίδων τῶν τῆς ψυχῆς, ὧ Κυπριανὲ σὺν Ἰουστίνη, τοὺς προσιόντας ὑμῖν ἐκκαθάρατε.

Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι ὑπὲρ νοῦν, τεκοῦσα Παρθένε, τὸν Σωτῆρα καὶ Ποιητήν, αὐτὸν ἐκδυσώπει Θεοτόκε, πάντας σωθῆναι τοὺς σὲ μεγαλύνοντας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίας λιμένα, τὸν σὸν ναὸν ἔχοντες, πάσης τρικυμίας καὶ ζάλης, βίου ῥυόμεθα, Κυπριανὲ ἱερέ, τούτῳ προστρέχοντες πίστει, καὶ τὴν σὴν ἀντίληψιν, ἐπικαλούμενοι.

Ὡς λαβόντες τὴν χάριν, παρὰ Θεοῦ Ἅγιοι, λύειν μηχανάς τοῦ βελίαρ, ὑμῶν δεήσεσι, Κυπριανὲ ἱερέ, καὶ Ἰουστίνα θεόφρον, ἐκ τῆς τούτου ῥύσασθε, ἡμᾶς κακώσεως.

Ζηλωτὰς καλῶν ἔργων, βίῳ σεμνῷ δείξατε, τοὺς εἰλικρινῶς προσιόντας, ἡμῶν τῇ χάριτι, Κυπριανὲ ἱερέ, καὶ Ἰουστίνα θεόφρον, ἱλασμὸν αἰτούμενοι, ἡμῖν καὶ ἔλεος.

Θεοτοκίον.
Ὁ περίδοξος θρόνος, τὸ τοῦ Θεοῦ σκήνωμα, Κεχαριτωμένη παρθένε, σκεῦός με ἔργασαι, δι’ ἐναρέτου ζωῆς, τῆς θεϊκῆς χορηγίας, τὸν θερμῶς προστρέχοντα, ὑπὸ τὴν σκέπην σου.

Διάσωσον Κυπριανέ θεοφάντορ σὺν Ἰουστίνη, πάσης βλάβης καὶ ἐπηρείας τοῦ ὄφεως, τοὺς καταφεύγοντας πόθῳ ὑμῶν τῇ σκέπη.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καί τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβείαις ὑμῶν, ἀπαύστως τειχιζόμενοι, ἐχθροῦ πονηροῦ, τὰς μηχανὰς ἐκτρέπομεν, Κυπριανὲ μακάριε, Ἰουστίνα τε νύμφη τοῦ Κτίσαντος καὶ διὰ τοῦτο τὴν χάριν ὑμῶν, εὐσήμῳ ἐν στόματι κηρύττομεν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱλασμὸν τε καὶ ἴασιν, καὶ μαγγανειῶν παντοίων ἐκλύτρωσιν, ἐξαιτήσασθε μακάριοι, τοῖς ὑπὸ τὴν σκέπην ὑμῶν σπεύδουσι.

Συντριβέντες ταῖς θλίψεσι, καὶ ταῖς ἐπηρείαις τοῦ πολεμήτορος, τῇ πρεσβείᾳ ὑμῶν σπεύδομεν, ὡς ἂν συνοχῆς πικρᾶς ῥυσθείημεν.

Ἡ Μονὴ ὑμῶν Ἅγιοι, ὤφθη ἰατρεῖον πάσης κακώσεως, τοὺς ἐν ταύτῃ γὰρ προστρέχοντας, συμφορῶν καὶ πόνων ἀπαλάσσετε.

Θεοτοκίον.
Μαριὰμ ὑπεράμωμε, τὴν μεμολυσμένην ψυχήν μου πάθεσιν, ἀποκάθαρον σῇ χάριτι, καὶ φωτὸς τοῦ θείου με ἀξίωσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμᾶς, ἐποπτεύοντες μὴ παύσησθε, Ἰουστίνα καὶ σοφὲ Κυπριανέ, τοὺς τῇ σκέπῃ ὑμῶν πίστει καταφεύγοντας.

Σύντριψον ὀφρύν, τοῦ δολίου πολεμήτορος, τοῦ ζητοῦντος τὴν ἀπώλειαν ἡμῶν, ὧ δυὰς κλεινῶν Ἁγίων θεοδόξαστε.

Ταύτην τὴν Μονήν, ἀεὶ σκέπετε δεόμεθα, Ἰουστίνα καὶ σοφὲ Κυπριανέ, καυχωμένην τῇ πλουσίᾳ ἡμῶν χάριτι.

Θεοτοκίον.
Ὤφθης τοῦ Θεοῦ, ναὸς θεῖος καὶ ὑπέρφωτος, Θεοτόκε σωματώσασα αὐτόν, διὸ λῦσον τῶν παθῶν μου τὴν σκοτόμαιναν.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ναμάτων, τῶν μυστικῶν πεπλησμένοι, ὡς δοξάσαντες Χριστὸν ἐν ἀθλήσει, Κυπριανὲ καὶ σεμνὴ Ἰουστίνα, τοὺς τῶν παθῶν ἡμῶν ἄνθρακας σβέσατε, καὶ ἀναβλύσατε ἡμῖν, παρακλήσεως ὕδωρ σωτήριον.

Ἀφράστως, τῷ εὐσεβεῖ ὁραθέντες, ἐκδηλώσατε αὐτῷ παραδόξως, Κυπριανὲ καὶ σεμνὴ Ἰουστίνα, τὴν εὐδοκίαν Θεοῦ τὴν σωτήριον, περὶ τῆς Μάνδρας τῆς ὑμῶν, ἣν φρουρεῖτε ὑμῶν παρακλήσεσι.

Γαλήνην, καὶ ψυχικὴν σωτηρίαν, καὶ σωμάτων ταχινὴν θεραπείαν, Κυπριανὲ καὶ σεμνὴ Ἰουστίνα, καὶ μαγειῶν χαλεπῶν ἀπολύτρωσιν, αἰτήσασθε τοῖς εὐλαβῶς, τῇ πρεσβείᾳ ὑμῶν καταφεύγουσι.

Θεοτοκίον.
Ἰλύος, φθοροποιῶν παθημάτων, οἰκτιρμῶν σου Θεοτόκε τοῖς ῥείθροις, τὴν ῥυπωθείσαν μου πλῦνον καρδίαν, καὶ καθαρόν με παράστησον δέομαι, ἐν ὥρα δίκης τῆς φρικτῆς, τοῦ Υἱοῦ σου τῷ βήματι Ἄχραντε.

Διάσωσον, Κυπριανὲ θεοφάντορ σὺν Ἰουστίνη, πάσης βλάβης καὶ ἐπηρείας τοῦ ὄφεως, τοὺς καταφεύγοντας πόθῳ ὑμῶν τῇ σκέπη.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς βοηθοὶ καὶ θερμοὶ ἀντιλήπτορες, τῶν προσιόντων ὑμῖν μετὰ πίστεως, παθῶν ἀκαθάρτων λυτρώσασθε, Κυπριανὲ Ἰουστίνα τε ἔνδοξοι, ἡμᾶς τῇ τοῦ Πνεύματος χάριτι.

Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ (δίς).
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 5 – 8).
Τῷ καιρῶ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. πορεύεσθε δὲ μάλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δῶτε.

Δόξα.
Ταῖς τῶν σῶν Μαρτύρων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄμβροις θείου Πνεύματος, Κυπριανὲ ἱεράρχα, Ἰουστίνα πάνσεμνε, τὰς ψυχὰς δροσίσατε ἡμῶν ἄνωθεν, καὶ παθῶν παύσατε, τὴν ἄσπετον φλόγα, τὴν πικρῶς ἡμᾶς ἐκτήκουσαν, καὶ ἅπαν τέχνασμα, καθ’ ἡμῶν δολίως κινούμενον, μαγγανειῶν συντρίψατε, ταῖς ὑμῶν θερμαῖς ἀντιλήψεσιν, εἰρήνην βαθεῖαν, αἰτούμενοι ἡμῖν παρὰ Χριστοῦ, ὡς ἡμῶν πρέσβεις πρὸς Κύριον, καὶ πταισμάτων ἄφεσιν.

Σῶσον ὁ Θεός τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς ἐῤῥύσω τὸ πάλαι, τὴν γυναῖκα παμμάκαρ ἐκ πικρᾶς μάστιγος, οὕτως ἐκ πάσης βλάβης, καὶ χαλεπῆς μαγείας, ἀνωτέρους διάσῳζε, Κυπριανὲ ἱερέ, τοὺς σὲ ὑμνολογοῦντας.

Νοσημάτων παντοίων, καὶ κινδύνων ἐν βίῳ καὶ περιστάσεων, σκανδάλων ὀλεθρίων, μαγγανειῶν καὶ πόνων, ἀσινεῖς διασώσατε, Κυπριανὲ ἱερέ, ἡμᾶς σὺν Ἰουστίνη.

Γεωργεῖν θεῖον φόβον, καὶ κατάνυξιν θείαν καὶ βίον κρείττονα, ἡμᾶς τοὺς ἐνοικοῦντας, ὑμῶν τῇ θεία Μάνδρα, ἐνισχύσατε Ἅγιοι, Κυπριανὲ ἱερέ, καὶ μάρτυς Ἰουστίνα.

Θεοτοκίον.
Ἐξ ἀχράντου γαστρός σου, ὁ Ὑπέρθεος Λόγος σάρκα προσείληφε, καὶ ἔσωσε τὸν κόσμον, τῆς πάλαι ἁμαρτίας, Θεοτόκε δ’ ἔλεος, ὅθεν σωθῆναι κἀμέ, αὐτὸν ἀεὶ δυσώπει.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥυσθεὶς ὁ νέος, τῆς τοῦ ἐχθροῦ μαγγανείας, ὡς προσέφυγεν ὑμῶν τῇ προστασίᾳ, πιστῶς τὴν θείαν χάριν, ὑμῶν ἀνακηρύττει.

Αἶνον προσᾴδει, ὡς δι’ ὑμῶν ἰαθεῖσα, ὑμῖν Ἅγιοι γυνὴ ἄλλη ἐν πίστει, πᾶσι γὰρ δωρεῖσθε, ἰάματα ποικίλα.

Σωματικῶν με, καὶ ψυχικῶν νοσημάτων, θεραπεύσατε ὑμῶν τῇ ἀντιλήψει, Κυπριανὲ πάτερ, ὁμοῦ σὺν Ἰουστίνη.

Θεοτοκίον.
Ἰσχύν μοι δίδου, καταπατεῖν Θεοτόκε, τοῦ ἀλάστορος τὴν κατ’ ἐμοῦ μανίαν, ἵνα σὲ δοξάζω τὴν Κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαγείας ἀκαθάρτου, ἀσινεῖς τηρεῖτε, καὶ μαγγανείας ἁπάσης μακάριοι, τοὺς ἀδιστάκτῳ καρδία ὑμῖν προσφεύγοντας.

Οἱ φύλακες καὶ ῥύσται, ταύτης ὑμῶν τῆς ποίμνης, Κυπριανὲ Ἰουστίνα τε ἔνδοξοι, αὐτὴν λυτροῦσθε σκανδάλων τοῦ πολεμήτορος.

Ὑψίστου νῦν τῷ θρόνῳ, ἐν δόξῃ ἑστῶτες, Κυπριανὲ Ἰουστίνα τε ἔνδοξοι, τὰς ἐκ καρδίας δεήσεις ἡμῶν προσδέξασθε.

Θεοτοκίον.
Ὑδάτων ἀπωλείας, ῥῦσαί με Παρθένε, καὶ πρὸς πηγὴν ἀπαθείας με ἴθυνον, ἵνα ζωῆς αἰωνίου γένωμαι μέτοχος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις θεηγόρε Κυπριανέ, ὁ στεῤῥῶς ἀθλήσας, καὶ αἰσχύνας τὸν δυσμενῆ, χαίροις καλλιμάρτυς, Κυρίου Ἰουστίνα, ἀστέρες εὐσεβείας, ἀειλαμπέστατοι.

Πλάνης καταπτύσας σκότος δεινόν, τῷ φωτὶ προσῆλθες, τῆς Τριάδος Κυπριανέ, διὰ τῆς καλλίστης, παρθένου Ἰουστίνης, μεθ’ ᾖς καὶ τὸν ἀγῶνα, τὸν θεῖον ἤνυσας.

Χαίρετε προστάται τῶν εὐσεβῶν, Κυπριανὲ πάτερ, Ἰουστίνα τε θαυμαστή, χαίρετε μεσῖται, ἡμῶν πρὸς τὸν Δεσπότην, καὶ ταύτης τῆς ἁγίας Μονῆς οἱ ἔφοροι.

Φρίττει τῶν δαιμόνων ἅπας ἑσμός, Κυπριανὲ μάκαρ, Ἰουστίνα τε εὐκλεής, ὑμῖν τὴν δοθεῖσαν, παρὰ Κυρίου χάριν, καὶ πόῤῥω ἐξ ἀνθρώπων, ἀποδιώκονται.

Ῥύσασθε μαγείας τῆς χαλεπῆς, Κυπριανὲ μάκαρ, Ἰουστίνα ἡ εὐκλεής, τοὺς τῇ μοχθηρίᾳ, αὐτῆς συνεχομένους, ψυχῶν τὲ καὶ σωμάτων, πάθη ἰώμενοι.

Ταύτην τὴν ἁγίαν ὑμῶν Μονήν, σκέπετε ἀπαύστως, ἀπὸ πάσης ἐπιβουλῆς, Κυπριανὲ πάτερ, ὁμοῦ σὺν Ἰουστίνη, αὐτὴν ἐπευλογοῦντες, ὑμῶν τῇ χάριτι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείου Πνεύματος, τῇ χορηγίᾳ, φῶς προσέλαβες, θεογνωσίας, Κυπριανὲ καταισχύνας τὸν δράκοντα, καὶ μαρτυρίου τὸν δρόμον διήνυσας, σὺν Ἰουστίνη ὁμοῦ τῇ θεοφρονι, μεθ’ ἧς πρέσβευε, Τριάδι τῇ πανοικτίρμονι, δωρήσασθε ἡμῖν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, ὑμῶν τῇ Ἁγία εἰκόνι, Κυπριανὲ ἱερέ, Ἰουστίνα πάνσεμνε, νύμφη Χριστοῦ τοῦ Θεοῦ, πάσης βλάβης λυτρώσασθαι, καὶ τῶν σοφισμάτων, τοῦ δολίου δράκοντος, καὶ μαγειῶν χαλεπῶν, πᾶσι δὲ αἰτεῖσθαι θεόθεν, ἄλυπον ζωὴν ἐν εἰρήνη, καὶ πταισμάτων ἄφεσιν δεόμεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Κυπριανέ ῥύσασθε σὺν ̓Ιουστίνῃ,
Γεράσιμον μάστιγος τῆς τῶν δαιμόνων.

Χαιρετισμοί εις τους Αγίους Κυπριανόν και Ιουστίνης