Παρακλητικός Κανών εις τους Αγίους Νεομάρτυρες
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζονται την β΄ Κυριακή μετά των Αγίων Πάντων, δηλαδή η γ΄ Ματθαίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νεομαρτύρων ὁ ὑπέρτιμος δῆμος, τῆς Ἐκκλησίας τὰ νεόφωτα ἄστρα, τῷ φωτισμῷ τῶν θείων πρεσβειῶν ὑμῶν, πάντας ἡμᾶς ῥύσασθε, σκοτασμοῦ ἁμαρτίας, καὶ παθῶν καὶ θλίψεων, καὶ ποικίλων κινδύνων, τοὺς προσιόντας πίστει ἀκλινεῖ, τῇ προστασίᾳ ὑμῶν παμμακάριστοι.
Δόξα.
Ὅμοιον.
Οἱ καταισχύναντες τῆς Ἄγαρ τὴν πλάνην, Ἀρχιερεῖς καὶ Ἱερεῖς θεοφόροι, καὶ Μονασταὶ καὶ πάντες οἱ ἀθλήσαντες, διαφόροις ἔτεσι, Νεομάρτυρες θεῖοι, ἐκτενῶς πρεσβεύετε, τῷ Σωτῆρι τῶν ὅλων, ἵνα ρυσθῶμεν νόσων χαλεπῶν, καὶ τῶν πταισμάτῶν, συγχώρησιν λάβωμεν.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν οὐ ἡ ἀκροστιχίς·
Βοῃθεῖτέ μοι Μάρτυρες νέοι. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βραβείων τυχόντες ἀθλητικῶν, νέοι Ἀθλοφόροι, ὡς ἀθλήσαντες ἱερῶς, βραβεύειν πρεσβεύσατε Κυρίῳ, ἡμῖν τὸν πλούτον τῆς θείας χρηστότητος.
Οἱ νέοι ὁπλῖται τοῦ Ἰησοῦ, οἱ τῆς Ἐκκλησίας, προμαχῶνες νεοπαγεῖς, θεμέλιῳ τῆς πίστεως τῆς θείας, τὰς διανοίας ἡμῶν ἑδραιώσατε.
Ἠλίου τῆς δόξης τοῦ νοητοῦ, νεόφωτα ἄστρα, Νεομάρτυρες θαυμαστοί, γνωστοὶ καὶ ἀνώνυμοι τὸν ζόφον, τῶν παθημάτῶν ἡμῶν διαλύσατε.
Θεοτοκίον.
Θεὸν σωματώσασα ὑπὲρ νοῦν, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, ψυχῆς μου θεράπευσον τὸ ἄλγος, καὶ τὰς ὀδύνας τοῦ σώματος ἴασαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐν ὑστέροις τοῖς χρόνοις, περιφανῶς ἤθλησαν, ἔρωτι τῷ σῷ Ζωῳοδότα, Ἅγιοι Μάρτυρες· ὧν ταῖς δεήσεσιν, ἁγιασμὸν καὶ εἰρήνην, καὶ πταισμάτων ἄφεσιν, δίδου τοῖς δούλοις σου.
Ἱερεῖς θεοφόροι, καὶ μονασταὶ Ὅσιοι, καὶ πληθὺς πιστῶν μακαρία, οἱ συγκροτήσαντες, Νεομαρτύρων στεῤῥῶν, τὸν πολυάριθμον δῆμον, πάντοτε προΐστασθε, ἡμῶν δεόμεθα.
Τοῦ ἐχθροῦ τὴν μανίαν, τὴν καθ᾽ ἡμῶν σύντριψον, τῶν Νεομαρτύρων ὁ δῆμος, ὁ πολυάριθμος, καὶ ἐξαιτήσασθε, ἡμῖν εἰρήνην θεόθεν, καὶ τὸ θεῖον ἔλεος, ὑμῶν δεήσεσι.
Θεοτοκίον.
Ἐξ ἀχράντου γαστρός σου, ὁ τοῦ παντὸς αἴτιος, σάρκα προσλαβόμενος Κόρη, ὑπὲρ κατάληψιν, κόσμον διέσωσεν, ἐκ τῆς ἀρχαίας κατάρας, ὃν δυσώπει σῴζεσθαι, τοὺς σὲ δοξάζοντας.
Διάσωσον, Νεομαρτύρων ὁμήγυρις μακαρία, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς αἰτουμένους τὴν θείαν ὑμῶν πρεσβείαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται ἡμῶν, καὶ φύλακες καὶ ἔφοροι, καὶ πρέσβεις θερμοί, πρὸς Κύριον ὑπάρχοντες, ἐκτενῶς πρεσβεύσατε, τοῦ τυχεῖν ἱλασμοῦ τε καὶ χάριτος, Ἀθλοφόροι Χριστοῦ νεοφανεῖς, τοὺς πόθῳ τοὺς ἄθλους ὑμῶν μέλποντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μαρτυρίου ταῖς χάρισι, νέοι Ἀθλοφόροι λαμπρῶς ἐμπρέποντες, πρὸς ὁδὸν χειραγωγήσατε, θείων μαρτυρίων τὰς ψυχὰς ἡμῶν.
Οἱ κλεινοὶ Νεομάρτυρες, οἱ γνωστοὶ καὶ ἅπαντες οἱ ἀνώνυμοι, συνοχῆς πικρᾶς λυτρώσασθε, τοὺς ἐν τῷ ναῷ ὑμῶν προστρέχοντας.
Ἰλασμόν τε καὶ ἄφεσιν, καὶ πάσης ἀνάγκης τὴν ἀπολύτρῶσιν, Νεομάρτυρες μακάριοι, παρὰ τοῦ Χριστοῦ ἡμῖν αἰτήσασθε.
Θεοτοκίον.
Μαριὰμ θεοχώρητε, ἡ τὸν Θεὸν Λόγον γαστρί χωρήσασα, τὴν ψυχήν μου δεῖξον σκήνωμα, ἐννοιῶν ἁγίων βίῳ κρείττονι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγιος χορός, Νεομάρτυρες ὡράθητε, διὸ πίστει καὶ ἀγάπη ἀληθεῖ, Ὀρθοδόξων τὰ πληρώματα συνάψατε.
Ῥῶσιν ψυχικήν, καὶ σωμάτων πᾶσαν ἴασιν, Νεομάρτυρες κομίζονται πιστῶς, οἱ τῇ θείᾳ ἀντιλήψει ὑμῶν σπεύδοντες.
Τοῖς πανευλαβῶς, τῇ Εἰκόνι τῇ σεπτῇ ὑμῶν, παρεστῶσι Νεομάρτυρες Χριστοῦ, γλυκασμὸν τὸν ἐπουράνιον παράσχετε.
Θεοτοκίον.
Ὑψώσας ἡμᾶς, τῆς ἀρχαίας Ἀγνὴ πτώσεως, τὸν πανύψιστον κυήσασα Θεόν, καὶ νῦν ὕψωσον ἡμᾶς πρὸς θεῖον ἔρωτα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥωσθέντες, τοῦ Παρακλήτου τῇ ρώμῃ, κατεβάλετε τῆς πλάνης τὸ κράτος, Νεομαρτύρων πληθὺς μακαρία, καὶ νῦν ἡμᾶς ἐπιῤῥώσατε Ἅγιοι, καταπατεῖν τοῦ πονηροῦ, τὴν ἰσχὺν τὴν πικρὰν καὶ ὀλέθριον.
Ἐσχάτοις, ἀνδραγαθήσαντες χρόνοις, διαφόρων ἐκ χωρῶν ὡρμημένοι, νεοφανεῖς τοῦ Σωτῆρος ὁπλῖται, κατὰ ποικίλων μεθόδων τοῦ ὄφεως, ὠρυομένου καθ᾽ ἡμῶν, τῶν πιστῶν τὰς καρδίας ὁπλίσατε.
Σωμάτων, ὑπεριδόντες τοὺς πόνους, πρὸς τὴν ἄπονον μετέστητε λῆξιν, Νεομαρτύρων πληθὺς μακαρία, καὶ πάντα πόνον καὶ ἄλγος κουφίζετε, τῶν προσιόντων εὐλαβῶς, τῇ πρεσβείᾳ ὑμῶν καὶ τῇ χάριτι.
Θεοτοκίον.
Νἀμάτων, ζωοποιῶν ψυχοτρόφων, ἀνεξάντλητος καλλίῤῥοος κρήνη, ὡς ἁληθῶς, ἀνεδείχθης Παρθένε, ὑπερφυῶς τὸν Θεὸν σωματώσασα, διὸ διψῶντα χαλεπῶς, πότισόν με ἀρδείαις τῆς χάριτος.
Διάσωσον, Νεομαρτύρων ὁμήγυρις μακαρία, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς αἰτουμένους τὴν θείαν ὑμῶν πρεσβείαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοις των αιμάτων σου.
Νεομαρτύρων χορὸς θεοσύλλεκτος, νεοπαγεῖς Ἐκκλησίας θεμέλιοι, ἀεὶ τὸν Χριστὸν ἱκετεύετε, πειρατηρίων λυτροῦσθαι ἑκάστοτε, τοὺς πίστει ὑμᾶς μακαρίζοντας.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄. 12–19 )
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τῶν Ἀϑλοφόρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δῆμε πολυάριθμε, Νεομαρτύρων Ἁγίων, ἱερεῖα ἄμωμα, ἄρνες οἱ νεόθυτοι τοῦ Παντάνακτος, ὡς φωτὸς ἔμπλεοι, τοῦ ἐπουρανίου, σὺν τοῖς πάλαι θείοις Μάρτυσιν, ὡς τούτων σύσκηνοι, τῷ ἀγωνοθέτῃ πρεσβεύσατε, πταισμάτων δοῦναι ἄφεσιν, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν, τοῖς ἐν εὐλαβείᾳ, τιμῶσι τὰ παλαίσματα ὑμῶν, δι᾽ ὧν εἰς τέλος καθείλετε, τὸν τοῦ σκότους ἄρχοντα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐντολῶν τῶν ἁγίων, διανύειν τὴν τρίβον ἐν φόβῳ κρείττονι, καὶ πράξεσιν ἐνθέοις, εὐαρεστεῖν Κυρίῳ, Νεομάρτυρες Ἅγιοι, σθενῶσατε τοὺς πιστούς, ὑμῶν ταῖς προστασίαις.
Οἱ Χριστοῦ στρατιῶται, οἱ ἀρτίως τὴν πλάνην καταπατήσαντες, ὁμόνοιαν εἰρήνην, καὶ βίου εὐπραγίαν, τοῖς πιστοῖς ἐξαιτήσασθε, τοῖς προσιοῦσι θερμῶς, ὑμῶν ταῖς προστασίαις.
Ἱεράρχαι Κυρίου, Μονασταὶ θεοφόροι καὶ εὐσεβῶν ὁ χορός, οἱ ἄθλοις μαρτυρίου, ἀγαρηνῶν τὴν πλάνην, ἀνδρικῶς καταισχύναντες, τῆς αἰωνίου ἡμᾶς, λυτρώσασθε αἰσχύνης.
Θεοτοκίον.
Γεὠργὸν τῶν ἁπάντων, καὶ Σωτῆρα τῶν ὅλων Θεὸν καὶ Κύριον, κυήσασα ἀφράστος, δι᾽ ἄκραν εὐσπλαγχνίαν, γεωργεῖν με ἐνίσχυσον, παρθενομῆτορ Ἁγνή, καρποὺς τῆς μετανοίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐνηθληκότες, κατὰ καιροὺς διαφόρους, Νεομάρτυρες ἐν χρόνοις τῆς δουλείας, τῶν κακουχουμένων, σκεδάσατε τὰς θλίψεις.
Ῥείθροις ἀύλοις, ὑμῶν τῶν θείων χαρίτων, Νεομάρτυρες τοὺς ἄνθρακας τῶν νόσων, σβέσατε ὑψόθεν, ὑμᾶς ἐκδυσωποῦμεν.
Ἁγίων δήμοις, ἐν τοῖς ὑψίστοις συνόντες, Νεομάρτυρες Χριστοῦ ἠγλαϊσμένοι, σὺν αὐτοῖς τὸν πάντων, Δεσπότην ἱλεοῦσθε.
Θεοτοκίον.
Σκέπη ὑπάρχεις, καὶ προστασία γλυκεῖα, Ἀειπάρθενε ἡμῶν τῶν σὲ ὑμνούντων, ὅθεν σου τὴν χάριν, κηρύττομεν εὐσήμως.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν καὶ θεῖον σθένος, ὑμῶν τῇ πρεσβείᾳ, ὦ Νεομάρτυρες πάντες λαμβάνομεν, οἱ τῇ θερμῇ ἀντιλήψει ὑμῶν προστρέχοντες.
Μαρτύρων νέων νέφος, νῦν τὴν Ἐκκλησίαν, ἐπισκιάσει ἀύλῳ καλύψατε, ἐκ πυριφλέκτων βελέμνων τοῦ πολεμήτορος.
Οἰκοῦντες σὺν Ἀγγέλοις, ἐν ἐπουρανίοις, Νεομαρτύρων χοροὶ θεοδόξαστοι, αἰτεῖσθε πᾶσιν εἰρήνην και ζωὴν κρείττονα.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἁποῤῥήτως κυήσασα, φθοροποιῶν παθημάτων ἡμᾶς ἁπάλλαξον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῶν Νεομαρτύρων νῦν τὴν πληθύν, ὕμνοις ἐγκωμίων, εὐφημήσωμεν οἱ πιστοί, τοὺς μετὰ τὴν πτῶσιν, πόλεως ἀνασσούσης, γνωστοὺς καὶ ἀνωνύμους, στεῤῥῶς ἀθλήσαντας.
Ἰχνεσιν ἑπόμενοι ἀκλινῶς, τῶν πάλαι Μαρτύρων, ἠγωνίσασθε ἀνδρικῶς, καὶ τῆς εὐσεβείας κρατύναντες τὴν δόξαν, λαμπρῶς ἐμεγαλύνθητε, νέοι Μάρτυρες.
Νομίμως ἀθλοῦντες ὑπὲρ Χριστοῦ, οἱ μὲν δι᾿ ἀγχόνης, οἱ δὲ ξίφει καὶ τῷ πυρί, καὶ ποικίλοις ἄλλοις, θανατωθέντες τρόποις, Μαρτύρων Ἐκκλησίας, νέοι ὡράθητε.
Τῶν Ἀρχιερέων χαῖρε χορός, καὶ τῶν μοναζόντων, χαῖρε σύστημὰ ἱερόν, καὶ τῶν εὐσεβούντων, ὁμήγυρις ἡ θεία, οἱ ἄθλοις μαρτυρίου, πάντες ἐκλάμψαντες.
Ὤφθητε ἀστέρες νεοφανεῖς, ἐν ἐσχάτοις χρόνοις, ἐναθλήσαντες ἀνδρικῶς, καὶ τῶν δυσσεβούντων, αἰσχύναντες τὸ κράτος, ἰσχύι οὐρανίῳ, ὦ Νεομάρτυρες.
Τῷ Χριστῷ πρεσβεύετε ἐκτενῶς, νέοι Ἀθλοφόροι, ὑπὲρ πάντῶν τῶν εὐλαβῶς, ὑμᾶς εὐφημούντων, καὶ πίστει προσιόντων, ὑμῶν τῇ προστασίᾳ, ὡς ἡμῶν ἔφοροι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχόντας πιστῶς, ὑμῶν τῇ θερμῇ ἀντιλήψει, πάσης λυτρώσασθε, βλάβης τοῦ ἀλάστορος, καὶ χαλεπῶν συμφορῶν, Νεομάρτυρες ἔνδοξοι, πᾶσι χορηγοῦντες, ταῖς ὑμῶν δεήσεσι, χάριν καὶ ἔλεος, ἅμα καὶ εὐστάθειαν βίου, καὶ πταισμάτων λύσιν καὶ πᾶσαν, δόσιν θεοδώρητον δεόμεθα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Δέξαι νεοσύλλεκτε Μαρτύρων δῆμε
Ἣν σοι Γεράσιμος δέησιν προσφέρει.