Παρακλητικός Kανών εις τους Αγίους Πάντες

Ποίημα αρχιμ. Φιλοθέου Ζερβάκου

†Εορτάζονται την πρώτη Κυριακή μετά την Πεντηκοστή

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Τῇ Θεοτόκῳ.
Ἁγίων Πάντων τοὺς χοροὺς εὐφημήσωμεν, τῶν Ἀσωμάτων λειτουργῶν τὰ στρατεύματα, καὶ Ἀποστόλων θείων τε Μαρτύρων τοὺς χορούς, τοὺς πρὸ Νόμου ἅπαντας, καὶ ἐν Νόμῳ προφήτας, Ἱεράρχας ἄμα τε, καὶ Ὁσίων τὸν δῆμον, καὶ γυναικὼν Ἁγίων τὴν πληθύν, αξιοχρέως αὑτοὺς μακαρίζοντες.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ψάλλεται ὁ Κανών τῶν Ἁγίων Πάντων μεθ’ εὐλαβείας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τριᾶς ἁγία ἱεραῖς ἐντεύξεσιν, Ἁγίων Πάντων νυνί, σοὺς ἀχρείους δούλους, οἴκτειρον ἐλέησον, καὶ βασιλείας ποίησον, κληρονόμους σὺν τούτοις, ὡς ἂν σε πάντες δοξάζομεν, καὶ μὴ στερηθῶμεν τῆς δόξης σου.

Ὁ Μιχαὴλ καὶ Γαβριήλ οἱ πρόκριτοι, τῶν Ἀσωμάτων Νοῶν, αἱ νοεραὶ τάξεις, στρατιαὶ οὐράνιαι, μεθ’ ὦν καὶ σὺ πιστότατε, τῆς ἐμῆς ζωῆς φύλαξ, Χριστὸν ἀεὶ ὦ παρίστασθε, μέμνησθε πρεσβεύειν σωθῆναί με.

Πέτρε καὶ Παύλε Ἰωάννη πρόκριτε, θεολογίας πηγῇ, καὶ ὁ λοιπὸς ἅπας, Ἀποστόλων σύλλογος, Μαρτύρων καὶ Ὁσίων τε, καὶ Ἁγίων ἁπάντων, Χριστῷ πρεσβεύειν μὴ παύσητε, ὑπὲρ τῆς ἐμῆς συγχωρήσεως.

Θεοτοκίον.
Ἐκ στειρευούσης κυηθεῖσα Πάναγνε, σὺ παραδόξως γαστρός, τίκτεις Θεὸν Λόγον, ὑπὲρ λόγον ἄφθορος, καὶ μετὰ τόκον μείνασα, τοῦτον ἀεὶ δυσώπει, σὺν τοῖς σεπτοῖς σου γεννήτορσιν, δοῦναί μοι πταισμάτων συγχώρησιν.

ᾨδὴ γ΄ . Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἐν τῇ δευτέρα σου Χριστέ, καὶ φοβερᾷ παρουσίᾳ, σύνταξον με δεξιοῖς σου προβάτοις, τῆς εὐκταίας σου φωνῆς, καταξιῶν ὡς εὔσπλαγχνος, ταῖς τῶν Ἁγίων Πάντων, πανευπροσδέκτοις δεήσεσι.

Τῆς Θηβαΐδος ὁ βλαστός, ὁ Παύλος σὺν Ἀντωνίῳ, καὶ Εὐθύμιος συνάμα ὁ μέγας, Θεοδόσιος ὁμοῦ, Σάββας, Εφραίμ, Εὐθύμιος, καὶ Ἰωάσαφ πάντες, οἱ Ὅσιοι εὐφημείσθωσαν.

Ἐπιθυμίας βλαβεράς, θυμοῦ δεινὴς ἀκηδίας, καὶ παθῶν παντοδαπῶν ῥύσασθε με, ἱεράρχαι τοῦ Χριστοῦ, Βασίλειε, Γρηγόριε, καὶ ὁ χρυσοῦς τὴν γλῶτταν, καὶ πάντες θεῖοι διδάσκαλοι.

Θεοτοκίον.
Ἡ τετοκυίᾳ τὸν Χριστόν, αὐτὸν δυσώπει Παρθένε, σὺν Παρθένοις τε καὶ Μάρτυσιν ἄμα, καὶ Ὁσίαις γυναιξί, Ματρώνη, Θεοκτίστη τε, καὶ ταῖς λοιπαῖς ἀμνάσι, τοῦ οἰκτειρήσαι καὶ σῶσαί με.

Διάσωσον, ἀπὸ κινδύνων σοὺς δούλους, πληθῦς ἁγίων ἁπάντων, ὅτι τῇ θεῖα ὑμῶν σκέπη ἀεὶ προστρέχομεν, τοῦ ῥυσθῆναι παντοίας βλάβης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἁγίων πληθῦς, ἁπάντων ἡ πανένδοξος, ἡμᾶς τοὺς πιστῶς τῇ σκέπη ὑμῶν προστρέχοντας, ἐκ κινδύνων ῥυσᾶτε, καὶ πάσης δεινὴς κακώσεως, ὑμεῖς γὰρ ἀεὶ τὸ θεῖον εὐμενίζεται, τὴν λύτρωσιν βραβεύοντες.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Αἱ στρατιαί τῶν οὐρανίων Δυνάμεων, σὺν Προδρόμῳ, Προφῆται Ἀπόστολοι, καὶ Ἱεράρχαι πανευκλεείς, Μάρτυρες οἱ θείοι, Ὁσίων κλῖτος Δικαίων τε, καὶ Ἅγιοι Πάντες, πρεσβεύσατε Κυρίῳ, ὑπὲρ πάντων τῶν πίστει τιμώντων ὑμᾶς.

Τῆς ζοφερὰς ὄψεως ἐν τῇ ἐξόδῳ μου, τῶν δαιμόνων, ῥύσασθέ με δέομαι, οἱ τοῦ Χριστοῦ θείοι Ἀθληταί, Στέφανε ὁ πρῶτος, σὺν Θεοδώροις Γεώργιε, Δημήτριε, Ἀρέθα, καὶ οἱ ἐν Σεβαστείᾳ, σὺν αὐτοῖς δὲ καὶ Πάντες οἱ Ἅγιοι.

Ἔργοις κακοῖς γεγηρακὼς ὁ ἀσύνετος, παροργίζω σου τὴν ἀγαθότητα, καὶ πᾶσαν διηνεκῶς, λόγοις τε καὶ ἔργοις, παραπικραίνω Φιλάνθρωπε, ἀλλὰ ταῖς τῆς Μητρός σου καὶ Ἁγίων ἁπάντων, ἱκεσίαις μοι δὸς τὴν συγχώρησιν.

Θεοτοκίον.
Πλήν σου Ἁγνή, ἄλλην οὐκ ἔχω βοήθειαν, καὶ ἐκτός σου, σκέπην οὐκ ἐπίσταμαι, σὺ μου ἐλπίς, σὺ καταφυγῇ, σύ μου εὐεργέτις, σύ μου ἑτοίμη ἀντίληψις, καὶ σὲ ἐπικαλοῦμαι, ἀπὸ πάσης ἀνάγκης, ἐξελούμαι καὶ σῶσον πρεσβείαις σου.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Φοβερά σου ἡ κρίσις, λίαν καὶ ἀδέκαστος καὶ ἀπαραίτητος, ἀλλὰ καὶ δικαία, καὶ ὁ ταύτης οὐδεὶς ἐξαιρούμενος, μόνον σὺ ὁ μόνος, ἔχων Χριστὲ τὴν ἐξουσίαν, ταῖς εὐχαῖς τῶν Ἁγίων σου σῶσόν με.

Τοῦ Χριστοῦ Ἱεράρχαι, σοφὲ Ἀθανάσιε, Πάτερ Νικόλαε, Ἄνθιμε Σπυρίδων, καὶ Παρθένιε, Κύριλλε, Λέοντες, καὶ πᾶς ἄλλος μύστης, ὑπὲρ ἡμῶν τῶν ἀναξίων, ἱκετεύειν μὴ παύσητε Ἅγιοι.

Οἱ τοῦ Χριστοῦ τῆς ἁγίας κλῆσιν Ἀναστάσεως, φέρουσαι Μάρτυρες καὶ Αἰκατερίνα, σῦν αὐταῖς ἡ γενναία Κυριακῇ, Θέκλα τε, καὶ πᾶσαι, διὰ Χριστὸν θανατωθεῖσαι, τὴν νεκράν μου ψυχὴν ἀναστήσατε.

Θεοτοκίον.
Ἡ Κυρία τοῦ κόσμου, τὸν κυριευθέντα με τοῖς παραπτώμασι, δοῦλον τοῦ Υἱοῦ σου, καταξίωσον Κόρη γενέσθαι με, ὅνπερ ἐκδυσώπει, σὺν τῆς Ἁγίοις αὑτοῦ πᾶσιν, ἐξαλείψαι παθῶν μου τὸ πέλαγος.

ᾨδὴ ς΄ . Ἱλάσθητί μοι Σωτήρ.
Πεφωτισμένοι Χριστοῦ, φωτίσατε με Ἀπόστολοι, τὸν σκοτισθέντα δεινοῖς, κακοῖς καὶ γηράσαντα, αἰσχρῶς τε βιώσαντα, σὺν Ἁγίοις πᾶσι, τὸν Κριτὴν μοι εὐμενίσατε.

Σὺν Μιχαὴλ καὶ Γαβριήλ, οἱ τοῦ Θεοῦ Ἀρχιστράτηγοι, καὶ ὁ φρουρῶν με ἀεί, σωτήριος Ἄγγελος, καὶ πάντες Ἀσώματοι, πρὸ μετάνοιαν με, νῦν πρὸ τέλους ἐπιστρέψατε.

Προφῆται πανευκλεείς, καὶ θεηγόροι Ἀπόστολοι, τῶν Ἀθλοφόρων χορός, Ἱεράρχαι πάνσοφοι, Ὅσιοι καὶ Δίκαιοι, νῦν ἐκδυσωπεῖτε, λυτρωθῆναι με κολάσεως.

Τὴν σὴν Μητέρα Χριστέ, καὶ τοὺς Ἁγίους σου ἅπαντας, προσδέχου ὑπὲρ ἡμῶν, ἀεὶ δυσωποῦντας σὲ καὶ δώρησαι ἄφεσιν, τῶν πολλῶν πταισμάτων, καὶ κολάσεως με λύτρωσαι.

Διάσωσον, ἀπὸ κινδύνων δούλους ὑμῶν χορὸς Ἁγίων Πάντων, ὅτι τῇ σκέπη ὑμῶν ἀεὶ καταφεύγομεν, ὡς ἄγρυπνοι ὄντες βοηθοὶ ἐν ἀνάγκαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα Μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰατροί τῆς ψυχῆς καὶ τοῦ σώματος ἄμισθοι, τῶν ἐν ζάλη λιμένες γαληνοὶ καὶ ἀχείμαστοι, Ἅγιοι ἅπαντες, ἱκέτας ἡμᾶς σπεύσατε θεραπεύσαι ἀεί, τοὺς κατ’ ἄμφω ἀσθενεῖς, καὶ πρὸς ὑμᾶς καταφεύγοντας, στήσατε καταιγίδας, παύσατε τρικυμίας, τῶν ἐπερχομένων ἡμῖν, Κυρίου πιστοῖ θεράποντες.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὑτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγώ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὅστις ‘δ’ ἂν ἀρνήσηται με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτόν κἀγώ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπί τὴν γην˙ οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατά τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατά τῆς μητρὸς αὑτῆς καὶ νύμφην κατά τῆς πενθερὰς αυτής˙ καὶ ἐχθροί τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὑτοῦ. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου άξιος˙ καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου άξιος˙ καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Ὁ εὑρών τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντα με. Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. Καὶ ὃς ἐὰν ποτίσῃ ἔνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέω ὑμῖν, ουο μὴ ἀπολέσῃ τὸν μισθὸν αὑτοῦ.

Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων Πάντων ἱκεσίαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἡλίου φαιδρότερον, νῦν ἐξανέτειλεν ὄντως, ἡ φαιδρὰ πανήγυρις, τοῖς τοῦ κόσμου πέρασι πάντες Ἅγιοι, μυστικαῖς λάμψεσι, τοὺς πιστοὺς ἅπαντας, χαρμοσύνως καταλάμπουσα, καὶ ἀγλαΐζουσα, ἣν συναθροίσαντες γεραίρομεν, ἐνθέοις μελῳδήμασι, καὶ ψαλμοῖς καὶ ὕμνοις καὶ άσμασιν˙ πιστῶς δυσωποῦντες, πρεσβεύειν τῷ Χριστῷ ὑπὲρ ἡμῶν, Χριστοῦ θεράποντες Ἅγιοι, πάντες παμμακάριστοι.

Οὐδεὶς προστρέχων ἐπὶ σοι, κατησχυμένος ἀπό σου ἐκπορεύεται ἁγνὴ Παρθένε Θεοτόκε˙ ἀλλ’ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολῇ τῶν θλιβομένων ἀπαλλαγῇ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Σῶσον ὁ Θεός τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Παμμέγιστε Πρόδρομε, σὺν Ἱεράρχαις Ἁγίοις καὶ Ἀσκηταῖς, καὶ τοῖς Μάρτυσι πᾶσι, πρεσβεύσατε ἐπίσης Χριστῷ τῷ Θεῶ, ὅπως μοι χαρίσηται πταισμάτων συγχώρησιν, καὶ ἀξιώσῃ τυχεῖν τῆς Παραδείσου τρυφῆς.

Μαρτύρων ὁ ἔξαρχος, τροπαιοφόρε θεῖε Γεώργιε, καὶ Δημήτριε, Θέκλα Βαρβάρα, Αἰκατερίνα τε, ἄμα Μαρίνῃ σὺν πάσαις ταῖς Μάρτυσιν, ὑπὲρ ἡμῶν τὸν Χριστὸν καθικετεύσατε.

Ὁ Μέγας Ἀντώνιος, σὺν Παχωμίω ἀνευφημείσθωσαν, καὶ ὁ Σάββας ὁ θεῖος, Εὐθύμιος, Θεοδόσιος, σὺν Μακαρίοις Εφραίμ, Ἰσαὰκ ὁμοῦ, σὺν τοῖς λοιποῖς ἐπαξίως νῦν εὐφημείσθωσαν.

Θεοτοκίον.
Ψυχῆς μου κατάβαλε, Χριστὲ τὸν πόνον καὶ ταύτην οἴκτειρον, τῶν Ἱερομαρτύρων, Ἱεραρχῶν τε καὶ τῶν Ὁσίων σου, ταῖς μεσιτείαις καὶ τῆς τεκούσης σέ, καὶ δώρησαί μοι πταισμάτων τὴν ἄφεσιν.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Νοῦν ἐμπαθῆ καὶ ἄσεμνον, τὸν ἐμὸν ἁγιάσατε, πανηγιασμένοι τοῦ Χριστοῦ Ἀπόστολοι, ὦ Πέτρε, Ἰάκωβε, καὶ Ἰωάννη φίλε Χριστοῦ, Παύλε καὶ λοιποί, τῶν Μαθητῶν τοῦ Σωτῆρος, σῦν τῷ σεπτῷ Προδρόμῳ, καὶ πᾶσι τοῖς Ἁγίοις, Προφήταις καὶ Ὁσίοις καὶ Μάρτυσι Κυρίου.

Νῦν οἱ πρὸ Νόμου Ἅγιοι, καὶ ἐν Νόμῳ καὶ Χάριτι, Δέσποτα Χριστέ, ὑπὲρ ἐμοῦ σοι δέησιν, προσφέρουσιν ἅπαντες, καὶ σὺν αὐτοῖς ἡ θεῖα πληθύς, τῶν ὑπερκοσμίων, καὶ ἀΰλων ταγμάτων, ὦν ταῖς λιταῖς ἁπάντων, κατοικτείρησον σῶσον, ψυχὴν ἀπεγνωσμένην καὶ κατακεκριμμένην.

Χορὸς ἀζύγων πάντιμε, οἱ ἐν Ἄθω ἀσκήσαντες, Πέτρε Ἀθωνῖτα, θεῖε Ἀθανάσιε, Παύλε τε καὶ Ἰάκωβε, Νήφων, Σίμων, Ἀκάκιε, Νεῖλε, Κοσμά, Γρηγόριοι, σὺν τῷ Νήφωνι ἄλλῳ, καὶ τῷ Ἀθανασίῳ, Βυζαντίου Ποιμένες, πρεσβεύσατε σὺν πᾶσιν ἡμᾶς ἐλεηθῆναι.

Θεοτοκίον.
Ἰχνηλατεῖν με Πάναγνε, τους ὁσίως βιώσαντας, διὰ πολιτείας ἐναρέτου ποίησον, ἐχθροὺς καταράσσουσα, τοὺς ἀφειδῶς με θλίβοντας, καὶ πρὸς τῆς σαρκὸς κατολισθαίνειν τὰ πάθη, ἀπαύστως ἐνοχλοῦντας, ἵνα χαίρων κραυγάζω, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτο.
Ἁγίων ἅπας δῆμος Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Μαρτύρων τε, Ἱεραρχῶν, Ὁσίων ἀνδρὼν τε καὶ γυναικῶν, Χριστὸν ἐκδυσωπήσατε, παῤῥησίαν ἔχοντες πρὸς αὑτόν, τυχεῖν ἡμᾶς ἐλέους, τοὺς πόθῳ ἐκτελοῦντας, ὑμῶν τὴν μνήμην πανσεβάσμιοι.

Πληθῦς Ἁγίων Πάντων πανευκλεής, οἱ ἐπώνυμοι πάντες ἀνώνυμοι, οἱ πρὸ Χριστοῦ, καὶ ἐν τῇ χάριτι δαψιλῶς, χαρίσμασι τοῦ Πνεύματος, καταπλουτισθέντες παντοδαποῖς, μετὰ καὶ τῶν ἐν Ἄθω, πρεσβεύσατε Κυρίῳ, ὑπὲρ τῶν πόθῳ εὐφημούντων ὑμᾶς.

Ὀρθόδοξος ὑπάρχει χριστιανός, ὁ προσώποις τρισὶ ἔναν Κύριον, ἔναν Θεόν, καὶ ψυχῇ καὶ γλώσσῃ ὁμολογῶν, τοὺς οὕτω γοῦν πιστεύοντας, καὶ ὁμολογοῦντας χριστιανούς, Τριᾶς εὐλογημένη, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, τῆς βασιλείας σου ἀξίωσον.

Θεοτοκίον.
Πανύμνητε Παρθένε Μῆτερ Θεοῦ, τῶν Ἁγίων ἁπάντων δεήσεσι, πασῶν ὁμοῦ γυναικῶν Μαρτύρων μοναζουσῶν, ὁ ὕμνος οὗτος γένοιτο, τῷ Μονογενεῖ σου Υἱῶ καὶ σοι, εὐσπρόδεκτος καὶ τέλος, παράσχου δεξιῶν μοι, ὅπως σωθεὶς ἀεὶ δοξάζω σέ.

Ἄξιόν ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ Παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ κάτωθι Μεγαλυνάρια τῶν Ἁγίων Πάντων.
Τῶν Ἁγίων Πάντων θείαν πληθύν, τοῦ Εὐαγγελίου ἀμαράντους θείους καρπούς, δεῦτε ἐπαξίως, τιμήσωμεν ἐν ὕμνοις, ὡς τούτων ταῖς πρεσβείαις δεινῶν ῥυσθείημεν.

Ἄγγελοι, Ἀρχάγγελοι τοῦ Θεοῦ, Πατριάρχαι πάντες καὶ Προφῆται πανευκλεείς, Ἀπόστολοι θεῖοι, Μάρτυρες Ἱεράρχαι, σῦν πᾶσι τοῖς Ἁγίοις ἀνευφημείσθωσαν.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοῖ, τοὺς Ἁγίους Πάντας, τῆς Τριάδος τοὺς ἐραστάς, τοῦ Χριστοῦ τοὺς ἄκρους, θεράποντας καὶ φίλους, ἐν ἄσμασι τιμῶντες, τὴν μνήμην σήμερον.

Ἔχοντες ἐξάρχουσαν τὴν Ἁγνήν, Νόες σὺν προφήταις, Ἀποστόλων θείους χορούς, Ἱερομαρτύρων, Ἱεραρχῶν Ὁσίων, ὑπὲρ ἡμῶν τὸν Κτίστην καθικετεύσατε.

Τίς μὴ ἐκπλαγείη ἀκουτισθείς, τῶν Ἁγίων Πάντων, τοὺς ἀγῶνας καὶ ἀρετᾷς, σῶμα γὰρ παραδόντες, ὑπὲρ Χριστοῦ ἀγάπης, αὐτῷ συμβασιλεύειν κατηξιώθητε.

Ἔφρυξαν φρυάγματα ζοφερά, πονηρῶν πνευμάτων, τοὺς ἀγῶνας ὑμῶν σοφοῖ, σάρκα γὰρ φοροῦντες, ἀσάρκους πολεμίους, καθείλετε γενναίως, ἅπαντες Ἅγιοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Πάντων προστατεύεις.
Τάξεις τῶν Ἀγγέλων αἱ λαμπραί, ἔνδοξοι Ἀπόστολοι πάντες, γενναῖοι Μάρτυρες, Πάνσοφοι Διδάσκαλοι καὶ Ἱερόαθλοι, τῶν Ὁσίων ὁ σύλλογος, Προφητῶν, Δικαίων, Γύναια θεόλεκτα καὶ πᾶς Ἁγίων χορός, δέησιν πρὸς Κύριον ἄμα, ὑπὲρ τῶν ὑμᾶς εὐφημούντων, ὦ θεομακάριστοι ποιήσατε.

Ἅπαντες οἱ Ἅγιοι Χριστοῦ, τοὺς τὴν σεβασμίαν εἰκόνα, ἀσπαζομένους ὑμῶν, πάσης ἐκλυτρώσασθε βλάβης καὶ θλίψεως, ὁρατῶν ἀοράτων τε, ἐχθρῶν καὶ παντοίων, νοσημάτων Ἅγιοι ψυχῆς καὶ σώματος, ῥύσασθε δεόμεθα ὅπως, ὡς παντοδαποῦς εὐεργέτας, καὶ θερμοὺς προστάτας ὑμῶν σέβομεν.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Χαιρετισμοί εις Πάντας τους Αγίους