Παρακλητικός Kανών εις τους Αγίους Ενδόξους Οσιομάρτυρες Ραφαήλ Νικόλαο και Ειρήνη την Παρθενομάρτυρα

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Πατήστε το Play για να ακούσετε την Παράκληση

†Εορτάζουν 2 ημέρες μετά το Άγιο Πάσχα.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·  

῏Ηχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ τῶν Μαρτύρων θαυμαστῇ προστασία, τῶν ἐν Θερμῇ ἡμῖν ἀρτίως φανέντων, ἀπὸ ψυχῆς προσπέσωμεν κραυγάζοντες· Ραφαήλ μακάριε, καὶ Νικόλαε θεῖε, καὶ Εἰρήνη πάνσεμνε, πάσης ῥύσασθε βλάβης, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς, τοὺς τῇ πρεσβείᾳ ὑμῶν καταφεύγοντας.

Δόξα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι· ὅθεν ὑμᾶς τιμῶμεν, Ραφαήλ θεοφόρε, ἅμα σὺν Νικολάῳ καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καὶ πρέσβεις πρὸς Κύριον.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὐ ἡ ἀκροστιχίς·
Σκέπη ἡμῶν ἔστε Ἀθλοφόροι. Γερασίμου.

ᾨδὴ α΄. Ἠχὸς πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνόντες Μαρτύρων θείοις χοροῖς, Ραφαήλ παμμάκαρ, καὶ Νικόλαε ἱερέ, ἄμα σὺν Εἰρήνη δυσωπεῖτε, πολυειδῶν ἡμᾶς ῥύεσθαι θλίψεων.

Κευθμώνων ὡς ὤφθη ἀπό τῆς γῆς, τὸ θεῖον σου σκῆνος, ἁγιάζει τοὺς εὐσεβεῖς ἀλλ’ ὦ Ραφαήλ θαυματοφόρε, ἁγιασμὸν ἡμῖν δίδου καὶ λύτρωσιν.

Ἐφάνησαν ἄνθη ὡς νοητά, ὑμῶν τὰ ὀστέα ὧν ἡ χάρις ἡ μυστική, Νικόλαε ἄμα καὶ Εἰρήνη, τὴν δυσωδίαν διώκει τῶν θλίψεων.

Θεοτοκίον.
Πηγῇ εὐσπλαγχνίας τῆς θεϊκῆς, βλῦσόν μοι Παρθένε, σωτηρίας τὸν γλυκασμόν, καὶ λῦσον πικρίαν τῆς ψυχῆς μου, ἥν τῶν παθῶν μου τὸ πλῆθος ἐνέσταξε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ πλουσία σου χάρις, παρὰ Θεοῦ Ἅγιε, πᾶσι θαυμαστώς ἐνεργοῦσα, νέμει τὰ κρείττονα· διὸ τοῖς σπεύδουσιν, ὦ Ῥαφαήλ τῇ σῇ σκέπη, δίδου τὰ ἰάματα, ψυχῆς καὶ σώματος.

Ἠθληκότες νομίμως, ὑπὲρ Χριστοῦ Μάρτυρες, πάσης ἀνομίας καὶ βλάβης, τοῦ πολεμήτορος, ἡμᾶς λυτρώσασθε, σὺν Νικολάῳ Εἰρήνη, ταῖς πρὸς τὸν Οἰκτίρμονα, ὑμῶν δεήσεσι.

Μυστηρίων ἐνθέων, ὡς ἀληθῶς ἔκβασις, γέγονεν ἡμῶν ἐν τῷ κόσμῳ, ἡ ἀποκάλυψις, ὦ Ραφαήλ ἱερέ, σὺν Νικολάῳ Εἰρήνη· ὅθεν ἡμῖν νείματε, φόβον τὸν ἔνθεον.

Θεοτοκίον.
Ὡς περίδοξος θρόνος, καὶ φωταυγές σκήνωμα, τοῦ παμβασιλέως τῆς δόξης, καὶ Παντοκράτορος, κόρη πανάμωμε, σκεῦος φωτὸς ἁγνοῦ βίου, τὴν ψυχήν μου ποίησον, ὡς ἄν σωθήσωμαι.

Διάσωσον, ὦ Ραφαήλ καὶ Νικόλαε καὶ Εἰρήνη, τοὺς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιοι, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμῇ.
Προστάται ἡμῶν, ἀρτίως ἀνεδείχθητε, καὶ πᾶσι πιστοῖς, φαινόμενοι παρέχετε, παραδόξοις ὄψεσι, τὰ αἰτήματα Ἅγιοι πάντοτε· διὰ τοῦτο ὑμνοῦμεν ὑμᾶς, σοφὲ Ραφαήλ τε καὶ Νικόλαε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, πάτερ Ραφαήλ καὶ πάσης κακώσεως, ἀοράτῳ ἐπισκέψει σου, τοὺς τὸ σὸν φωνοῦντας μέγα ὄνομα.

Ἐκλυτρούμενοι φάνητε, τῆς τοῦ ἀοράτου ἐχθροῦ ἐπιθέσεως, ὦ Εἰρήνη καὶ Νικόλαε, τοὺς εἰλικρινῶς ὑμῖν προστρέχοντας.

Σωτηρίαν αἰτήσασθε, τὴν κατὰ ψυχὴν καὶ σῶμα τοῖς σπεύδουσι, Ραφαήλ τε καὶ Νικόλαε, καὶ Εἰρήνη πᾶσιν ὑμῖν Ἅγιοι.

Θεοτοκίον.
Τῆς ψυχῆς μου τὰ τραύματα, ἴασαι Παρθένε τῇ σῇ χρηστότητι, καὶ ὑγείαν τὴν κατ’ ἄμφω μοι, καὶ πταισμάτων αἰτεῖ τὴν συγχώρησιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Εἶδόν σε πολλοί, καὶ χαρὰς πολλῆς ἐπλήσθησαν· χαροποίησον οὖν Πάτερ καὶ ἡμῶν, τὴν ζωὴν λελυπημένην πικραῖς θλίψεσι.

Ἄκουσον ἡμῶν, τῆς φωνῆς θεῖε Νικόλαε, καὶ παράσχου ὦ Εἰρήνη θαυμαστή, τῇ ζωῇ ἡμῶν εἰρήνην ἀστασίαστον.

Θείοι Ἀθληταί, Ραφαήλ τε καὶ Νικόλαε, καὶ Εἰρήνη τῶν Λεσβίων ἡ χαρά, λυπηρῶν ἡμᾶς, λυτροῦσθε περιστάσεων.

Θεοτοκίον.
Λύτρωσαι ἡμᾶς, Θεοτόκε Ἀειπάρθενε, μανιώδους τοῦ ἐχθροῦ ἐπιφορᾶς, καθ’ ἡμῶν ἀεὶ ὡς λέοντος σφαδᾴζοντος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁράσεσι, καὶ πολλαῖς θεωρίαις, τοῖς πιστοῖς ἐμφανιζόμενος μάκαρ, τῶν κεκρυμμένων τὴν γνῶσιν ἐκφαίνεις, ἄλλα καὶ νῦν μυστικῶς ἐπιφάνηθι, Ὁσιομάρτυς Ραφαήλ, καὶ παράσχου ἡμῖν τὰ αἰτήματα.

Φανέντες, ὡς ἐξ ἀδύτων τῷ κόσμῳ, ὑπὸ γῆν χρόνοις πολλοῖς κεκρυμμένοι, τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας τὸν πλοῦτον, πρεσβευτικώς τοῖς ἀνθρώποις παρέχετε, Νικόλαε μάρτυς στεῤῥέ, καὶ Εἰρήνη σεμνὴ καλλιπάρθενε.

Οἱ νέοι, τῆς Ἐκκλησίας φωστῆρες, οἱ ἀθλήσει ἀριστεύσαντες πάλαι, ὁ Ραφαήλ ὁ σοφὸς θεηγόρος, καὶ σὴν Εἰρήνη ὁ θεῖος Νικόλαος, ἐπιστασίαις ταῖς ὑμῶν, τῶν ἐν βίῳ δεινῶν ἡμᾶς ῥύσασθε.

Θεοτοκίον.
Ῥυσθῆναί με, τῶν παθῶν τῆς κακίας, καὶ ἀπᾴσῃς τοῦ ἐχθροῦ κακουργίας, τῇ σῇ εὐδόκησον Κόρη πρεσβεία, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου καὶ Κύριον, καὶ δίδου μοι ὡς ἀγαθῇ, μετανοίας σωτήριον δάκρυον.

Διάσωσον, ὦ Ραφαήλ καὶ Νικόλαε καὶ Εἰρήνη, τοὺς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιοι, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀντιλήπτορες πάντων θερμότατοι, ὦ Ραφαήλ καὶ θεόφρον Νικόλαε, ἀεὶ βοηθεῖτε τοῖς πάσχουσι, καὶ τῶν παθῶν τὰς ὀδυνᾷς κουφίζετε, ὑμῶν ταχιναῖς ἀντιλήψεσι.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἔν τῇ γῇ..,.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κέφ. κα΄ 12-19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματος μου. Ἀποβήσεται δε ὑμῖν εἰς μαρτύρων. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἡ οὗ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ ἀδελφῶν, καὶ συγγενῶν, καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διά τὸ ὄνομα μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὗ μὴ ἀπόληται. Ἔν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄστρα ὡς νεόφωτα, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐκ τῆς Λέσβου λάμψαντες, πάντας καταυγάζετε ἐν τοῖς θαύμασι, Ραφαήλ μέγιστε, σὺν τῷ Νικολάῳ, καὶ Εἰρήνη καλλιπάρθενε, καὶ διαλύετε, τὴν τῶν παθημάτων σκοτόμαιναν, πιστοῖς ἐπιφαινόμενοι, πλήρεις συμπαθείας καὶ χάριτος· ὅθεν ἐκβοῷμεν· ἐν πάσῃ τῇ ζωὴ ἡμῶν σοφοί, μὴ διαλίπητε σκέποντες, πάσης περιστάσεως.

Σῶσον ὁ Θεός τὸν λαόν σου

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ τὴν σὴν κατιδόντες, Ραφαήλ θεοφόρε θέαν οὐράνιον, ἐδέξαντο ἐκ ταύτης, φῶς θείας εὐφροσύνης· δὸς κἀμοί οὖν μακάριε, τῆς βοηθείας τῆς σῆς, τὰς σωτηρίους δόσεις.

Ἰατρεύειν τὰ πάθη, τῶν ψυχῶν καὶ σωμάτων ἡμῶν μὴ παύσησθε, Νικόλαε τρισμάκαρ, καὶ πάνσεμνε Εἰρήνη, καὶ διδόναι ἑκάστοτε, ἀπαλλαγήν τῶν δεινῶν, καὶ ἀναγκῶν τὴν λύσιν.

Γνωρισθέντες τῷ κόσμῳ, ὡς γνωστοὶ τῷ Κυρίῳ πάλαι τυγχάνοντες, λαμπρῶς θαυματουργεῖτε, προφθάνοντες ταχέως, Ραφαήλ καὶ Νικόλαε, τοὺς προσιόντας θερμῶς, ὑμῶν τῇ προστασία.

Θεοτοκίον.
Ἐξ ἀχράντου γαστρός σου, προελθὼν ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος, μορφῇ τῇ ανθρώπινη, προστάτιν σε δεικνύει, παντὸς κόσμου Πανάμωμε· ὅθεν ἐκ πάσης ἡμᾶς, ἀπάλλαξον ἀνάγκης.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παράσχου, καί τὴν κατ’ ἄμφω ὑγείαν, τοῖς προστρέχουσι τοῖς θείοις σου λειψάνοις, Ραφαήλ παμμάκαρ, καὶ σὲ ὑμνολογοῦσι.

Ἄλυπον βίον, ἐν ἀληθεῖ εὐπραγίᾳ, καταξίωσον ἡμᾶς πιστῶς ἀνύειν, ταῖς σαῖς ἱκεσίαις, Νικόλαε θεόφρον.

Σθένος μοι δίδου, ἐν ταῖς τοῦ βίου ἀνάγκαις, καὶ παράκλησιν ἐν πάσαις ἀθυμίαις, ὦ τριὰς ἁγία, νεοφανῶν Μαρτύρων.

Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν θλιβομένην ψυχήν μου, καὶ θεράπευσον τοῦ σώματος τὸ ἄλγος, τῇ συμπαθεστάτῃ, προνοίᾳ σου Παρθένε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγάλων χαρισμάτων, κατηξιωμένος, παρὰ Χριστοῦ Ραφαήλ ἱερώτατε, μέγας προστάτης ἐδείχθης ἡμῶν καὶ στήριγμα.

Οἱ Μάρτυρες Κυρίου, οἱ δεδοξασμένοι, σὺν Νικολάῳ Εἰρήνη θεόνυμφε, τῆς τῶν παθῶν ἀδοξίας ὑμᾶς λυτρώσασθε.

Ὑψόθεν ἀοράτως, σκέπετε ἀπαύστως, ὦ Ραφαήλ ἱερὲ καὶ Νικόλαε, σὺν τῇ Εἰρήνη τοὺς πίστει ὑμᾶς γεραίροντας.

Θεοτοκίον.
Ὑμνοῦμεν σου τὴν χάριν, Κεχαριτωμένη· ὅτι ἡμᾶς διασῴζεις ἑκάστοτε, καὶ ἀσφαλῶς κατευθύνεις πρὸς θεῖον θέλημα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Ἰθάκης θεῖος βλαστός, Ῥαφαήλ τρισμάκαρ, καὶ τῆς Λέσβου ὁ ἀρωγός· χαίροις διακόνων, Νικόλαε λαμπρότης· χαῖρε σεμνὴ Εἰρήνη, Χριστοῦ ὀσφράδιον.

Πάλαι ἐναθλήσαντες καρτερῶς, καὶ ἄρτι γνωσθέντες, ἐν τῇ Λέσβῳ περιφανῶς, λάμπετε ἐν κόσμῳ, θαυμάτων ἐνεργείαις, εἰς δόξαν τοῦ Κυρίου Ἅγιοι Μάρτυρες.

Δόξῃ λαμπρυνόμενοι θεϊκῇ, ὁράσεσι πλείσταις, ἐκκαλύπτετε τοῖς πιστοῖς, ἀγνώστων πραγμάτων, σαφέστατα τὴν γνῶσιν, ὡς θείοι τοῦ Σωτῆρος, Ὁσιομάρτυρες.

Χαίρετε τῆς Λέσβου κλέος καινόν, Θερμῆς πολιοῦχοι, καί τοῦ λόφου τῶν Καρυῶν, Ῥαφαήλ παμμάκαρ, ὁμοῦ σὺν Νικολάῳ, καὶ τῇ σεμνῇ Εἰρήνη, πυρσοὶ θεόφωτοι.

Χαίρει κεκτημένη ὡς θησαυρούς, πλουτίζοντας πάντας, ἰαμάτων ταῖς δωρεαῖς, Ραφαήλ θεόφρον, σὺν θείῳ Νικολάῳ, ἡ Λέσβος τὰ πανέντιμα ὑμῶν λείψανα.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, ὑμῶν ἡ πρεσβεία, πάσης ῥύσασθε συμφορᾶς, Ραφαήλ Εἰρήνη, ὁμοῦ σὺν Νικολάῳ, τὴν τῶν πταισμάτων λύσιν ὑμῖν αἰτούμενοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τῷ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι· ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαήλ θεοφόρε, ἅμα σὺν Νικολάῳ καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καὶ πρέσβεις πρὸς Κύριον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς ἐν πίστει ἀκλινεῖ, τοῖς ὑμῶν ἁγίοις λειψάνοις, φοιτῶντας ἅγιοι, καὶ πρὸς τὴν ἀντίληψιν, τὴν ὀξυτάτην ὑμῶν, ἀφορῶντας ἑκάστοτε, Ραφαήλ τρισμάκαρ, καὶ θεῖε Νικόλαε, θαυματουργοῖ θαυμαστοῖ, πάσης ἐπηρείας καὶ βλάβης, λύπης καὶ πικρῶν νοσημάτων, ῥύσασθε ὑμῶν τῇ θείᾳ χάριτι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ῥαφαήλ, Νικόλαε σὺν τῇ Εἰρήνη,
Γερασίμου δέξασθε νῦν τὰς δεήσεις.

Χαιρετισμοί εις τους Αγίους Ενδόξους Οσιομάρτυρες Ραφαήλ Νικόλαο και Ειρήνη την Παρθενομάρτυρα