Παρακλητικός Κανών εις τους Αγίους και Ενδόξους Μεγαλομάρτυρας Θεοδώρους Τήρωνα και Στρατηλάτη
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησιν μου ἒν τῇ άληθεία σου, εἰσάκουσον μου ἒν τῇ δικαιοσύνη σου. Καὶ μὴ εἰσέλθῃς εἳς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὗ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὃ ἐχθρὸς τὴν ψυχὴν μου ἐταπείνωσεν εἳς γῆν τὴν ζωὴν μου. Ἐκάθισε με ἒν σκοτεινοῖς, ὣς νεκροὺς αἰῶνος, καὶ ἡκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἒν ἐμοῖ ἐταράχθη ἢ καρδία μου. Ἐμνήσθην ήμερων ἀρχαίων, ἐμελέτησα ἒν πᾶσι τοῖς ἔργοις σου, ἒν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σε τὰς χεῖρας μου ἢ ψυχῇ μου ὣς γῆ ἄνυδρος σοι. Ταχὺ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπον σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἳς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ έλεός σου, ὅτι ἐπὶ σοι ἤλπισα. Γνώρισον μοι, Κύριε, ὀδὸν ἐν ἢ πορεύσομαι, ὅτι πρὸς σὲ ἤρα τὴν ψυχὴν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον δίδαξον με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἲ ὃ Θεὸς μου. Τὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἒν γῆ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἒν τῇ δικαιοσύνη σου, ἐξᾴξεις ἐκ θλίψεως τὴν ψυχὴν μου. Καὶ ἒν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθροὺς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχὴν μου, ὅτι ἐγὼ δοῦλος σοῦ εἰμί.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσαν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς ἀθλοφόρους τοῦ Χριστοῦ τοὺς γενναίους, ἀνευφημήσωμεν πιστοῖ θείοις ὕμνοις Θεόδωρον τὸν Τύρωνα καὶ μιγῶν ἀθλητὴν καὶ κλεινὸν Θεόδωρον Στρατηλάτην τὸν θεῖον, πρὸς αὑτοὺς κραυγάζοντες ἀπὸ πάσης ἀνάγκης καὶ ἐπηρείας ῥύσασθε ἐχθρῶν τοὺς πεφευγότας τῇ σκέπη ὑμῶν Ἅγιοι.
Δόξα. τὸ αὑτό. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς Ν´(50).
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημα μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιον Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπον Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σίων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριον Σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος.
Εἴς ἔκαστον τροπάριον λέγομεν·
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν,
τὰ δὺο τελευταία Δόξα. Και Νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄, Ἁρματηλάτην Φαραώ.
Πρὸς τὴν ἡμῶν νῦν κραταιὰν ἀντίληψιν, ἒν πεποίθησι ψυχῆς ἀθληταὶ Κυρίου, ἒν δεινοὺς ὑπάρχοντες, ταχὺ ὡς καταφεύγωμεν ὀλοψύχως βοῶντες. Ἅγιοι σπεύσατε Μάρτυρες καὶ ἡμᾶς ἐκ τούτων λυτρώσασθαι.
Πάσαις ἰδέαις θλιβερῶν κυκλούμενοι καὶ ἀντιπνοίας ἀεὶ τῶν κινδύνων βίου, ὑπὲρ νοῦν βαλλόμενοι, πρὸς τὴν ὑμῶν Θεόδωροι, ταπεινὴν προστασίαν, νῦν προσδραμόντες δεόμεθα, πάσης λυτρωθῆναι κακώσεως.
Τοὺς καθ’ ἡμῶν ἐγειρομένους κλύδωνας ἓξ ἀοράτων ἐχθρῶν καὶ ἐπαπειλοῦντας παντελῆ κατάκλυσιν, Θεόδωροι τρισμέγιστοι, τῇ ὑμῶν παντευχίᾳ ἐκδυσωποῦμεν πραΰνατε, μάρτυρες Χριστοὶ καρτερόψυχοι.
Θεοτοκίον.
Οὗ σιωπήσω τοὶ βοᾶν τρανώτατα τὰ μεγαλεία τὰ σά, εἲ μὴ γὰρ Σὺ κόρη πάντοτε προΐστασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα τῷ Υίῷ καὶ Θεῷ σου, τὶς ἐκ τοσούτου κλύδωνος καὶ δεινῶν κινδύνων ἐρρύσατο;
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐν κινδύνοις προστάται ὣς ἀληθῶς Ἅγιοι, τοῖς συνεχομένοις ἡμῖν πρὸς Θεοῦ ἐδόθητε, ἀφθονοπάροχον τῶν ἰαμάτων τὴν χάριν, παρ’ αὐτοὶ πανεύφημοι ὡς κομισάμενοι.
Τὶς δυνηθήσεται ὄντως, νῦν ἐξειπεῖν Ἅγιοι, τὰς θαυματουργίας τῷ κόσμῳ, κλεινοὶ Θεόδωροι, ἃς ἐκτελεῖτε ἀεί, ὑπὲρ ἡμῶν δυσωποῦντες, τὸν Φιλανθρωπότατον καὶ Πανοικτίρμονα.
Συνελθόντες ἒν πίστει ἡμῶν σήμερον, εἰς ἐπικουρίαν καλοῦμεν ὑμᾶς παμμέγιστοι, διὸ νῦν σπεύσατε καὶ τῆς ἐχθρῶν κακουργίας ὣς ἀκαταμάχητοι ἡμᾶς λυτρώσατε.
Θεοτοκίον.
Ἀληθῆ Θεοτόκον ὁμολογῶ Δέσποινα, σὲ τὴν τοῦ θανάτου τὸ κράτος ἐξαφανίσασα ὣς γὰρ φυσίζῳος, ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾌδου, πρὸς ζωὴν ἀνήγαγες εἰς γῆν μὲ ῥεύσαντα.
Διάσωσον, ἀπὸ κινδύνων ἡμᾶς ξυνωρὶς ἡ Ἅγια, Ἀθλοφόροι Χρίστου τοῦ Θεοῦ παμμακάριστοι, ὡς ἄγρυπνοι φρουροὶ ἁπάντων ἡμῶν.
Ἐπίβλεψον ἒν εὐμενίᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν Χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάται θερμοῖ καὶ πύργοι ἀδιάσειστοι, θαυμάτων πηγαί, τοῦ κόσμου ἀντιλήπτορες, ἐκτενῶς βοῶμεν ἡμῖν ἀθληταὶ Θεόδωροι προφθάσατε καὶ ἐκ κινδύνων λυτρώσατε ἡμᾶς, ταχέως οἳ πιστοὺς διασῴζοντες.
ᾨδὴ δ΄. Σὺ μου ἰσχὺς Κύριε.
Νῦν καταιγὶς ἐφ’ ἡμᾶς ἔπνευσεν, Ἅγιοι, ἀθυμίας καὶ καταστρωνύειν τε ἐπαπειλεῖν ἄρδην ἒν βυθῶ ἀπελπισίας, ἢν πὲρ ταῖς αὔραις δεήσεων ὑμῶν πρὸς τὸν Δεσπότην, σταθερὸν εἰς γαλήνην, διαμείβειν ήμάς ἱκετεύομεν.
Λύμης δεινὰ κύματα, φεῦ μὲ χειμάζουσι, καὶ μηκέτι φέρων τὴν ἀντίπνοιαν, τῶν ἐναντίων καὶ πονηρῶν, νῦν ἡμῖν προσφεύγω, τὴν σωτηρίαν αἰτούμενος πρεσβείας εὐπροσδέκτοις ὑμῶν πρὸς τὸν Σωτῆρα, ὑπὲρ οὗ προθύμως ἐνηθλήσατε.
Μεταβολαὶ χαλεπαὶ περιστάσεων, θείᾳ ψήφῳ, ἐφ’ ἡμᾶς συνέρρευσαν, ὣς μακρυνθέντες τοῦ θεϊκοῦ νόμου σωτηρίου, καὶ χοίρους οἶμοι ποιμένοντας, παθῶν παντοία πάθη, ἒν ἀβάτοις ἐρήμοις, ἓξ ὢν ἡμᾶς λυτρώσατε Ἅγιοι.
Θεοτοκίον.
Πῶς ἐξειπεῖν σοῦ κατ’ ἀξίαν δυνήσομαι τοὺς ἀμέτρου οἰκτιρμούς, ὦ Δέσποινα τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὣς ὕδωρ περιδροσίσαντας· ἀλλ’ ὦ τῆς Σὴς προνοίας καὶ τῆς εὐεργεσίας ᾖς ἀφθόνων, αὐτὸς παραπήλαυσα.
ᾨδὴ ε΄. Ἵνα τί μὲ ἀπώσω.
Ἰσχυροὺς θεμελίους, καὶ ἀραγεστάτους ὑμᾶς πύργους κέκτημαι κατ’ ἐχθρῶν ποικίλων, Ἀθλοφόροι Χριστοὶ ἀξιάγαστοι, ὅθεν με παντοίοις κλυδωνιζόμενον κινδύνοις σωτηρίας εἰς ὅρμον με ἰθύνατε.
Τῷ ναῶ ὑμῶν πίστει, νῦν προσπεφευγώς χαλεπῶς χειμαζόμενος, ἐν παντοίαις νόσοις, ἀθλοφόροι Θεόδωροι ἔνδοξοι ὑμῶν αἰτοῦμαι πρεσβευτικὴν τῶν ἰαμάτων ἀκεσώδυνον χάριν, θεόσοφοι.
Ὀμβροφόρους καθάπερ, καὶ χαριτοβρόχους νεφέλας πλουτίσαντες τῶν πιστῶν οἳ δῆμοι, προχεούσας βροχὴν τῶν ἰάσεων, ὑμᾶς εὐφημοῦμεν, τῶν πειρασμῶν τοὺς λαυροτάτους καταψῦξαι αἰτούμενοι καύσωνας.
Θεοτοκίον.
Τὶ σοὶ δῶρον προσάξω τῆς εὐεργεσίας, ἀνθ’ ὧνπερ ἀπήλαυσα, τῶν σῶν δωρημάτων καὶ τῆς σὴς ἀμετρήτου χρηστότητος; τοι γὰρ οὖν δοξάζω, ὑμνολογῶ καὶ μεγαλύνω, σοῦ τὴν ἄψαλτον πρὸς με συμπάθειαν.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεώ.
Ἐκύκλωσαν ὡσεί κύνες ἄγριοι, ἀντιπάλων νοητῶν ἡμᾶς στίφη, ἐκπολεμοῦντες καὶ θλίβοντες λίαν, καὶ εἰς κολάσεις ὠθοῦσι σφαδάζοντες· σὺ οὖν ὦ θεία ξυνωρὶς Θεοδώρων ὁρμὴν τούτων σύστειλον.
Οἱ μώλωπες τῶν παθῶν ὣς ἔοικεν, ἒν ἡμῖν σαφῶς προσώζεσαν, οἶμοι! παραχωρήσει διόπερ Κυρίου, συμπεριφέρονται ἄλγη πρὸς ἴασιν μοτώσει πρεσβειῶν ὑμῶν, θεραπεύσατε τάχος Θεόδωροι.
Ἐφρύαξαν ἀληθῶς οἱ μάταιοι κοσμοκράτορες, κινοῦντες τὰς γλώσσας καὶ τὰ πυρφόρα αὑτῶν τόξα καὶ βέλη νῦν καθ’ ἡμῶν οἳ ὠμοὶ επισείοντες· ὑμῶν τῷ ξίφει πρεσβειῶν, πρὸς Θεὸν μάρτυρες θείοι συγκόψατε.
Θεοτοκίον.
Ἐκύκλωσαν αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμὴν κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλη τῶν θλίψεων, ἀλλ’ εὕροιμι σε βοηθὸν καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.
Διάσωσον, ἀπὸ κινδύνων ἡμᾶς ξυνωρὶς ὦ ἁγία! ἀθλοφόροι Χριστοῦ γενναιότατοι, ὡς ἄγρυπνοι φρουροῖ πιστῶν ἁπάντων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀγληδόνων παντοίων ἡμᾶς ἀπαλλάξατε, μεσιτείαις ὑμῶν πρὸς Θεὸν παναοίδιμοι, ἐπικαμπτόμενοι οἰκτραῖς δεήσεσιν ἡμῶν, ἃς προσφέρωμεν καὶ νῦν ὑμῖν ἐν ταπεινώσει ψυχῆς ὁμοφώνως κραυγάζοντες· σπεύσατε εἰς πρεσβείαν καὶ ῥύσασθε τῶν κινδύνων, οἳ προστατεύοντες ἀεὶ τὴν τιμῶσαν ὑμᾶς ποίμνην Ἅγιοι.
Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἒν τοῖς ἁγίοις αὐτοί.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἒν τῇ γῆ αὐτοὶ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῖς μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὑτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φύλακας, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματος μου. Ἀποβήσεται δε ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἡ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἳ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων· καὶ θανατώσουσιν ἓξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομα μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὗ μὴ ἀπολεῖται. Ἒν τῇ ὑπομονὴ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τῶν ἀθλοφόρων πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πρσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Λύπη συνεχόμενοι ἀσθενειῶν ἀνείκαστον, καὶ ἐχθρῶν ἐφόδους μὴ αἰσθητῶν βαλλόμενοι, ἀοράτων τε καὶ πικραῖς θλίψεσι ἀλγηνοῖς τε ἅπασι, τοῖς τοῦ βίου οἳ ταλαίπωροι, ὑμῖν προσπίπτωμεν λύσιν τῶν κακῶν ἐξαιτούμενοι, Θεόδωροι θεόσοφοι, ταῖς ὑμῶν πρεσβείαις πρὸς Κύριον, ὅπως λυτρωθέντες πειρασμῶν, ὑμνῶμεν εὐχαρίστως ἐσαεὶ ὑμᾶς, πανεύφημοι μάρτυρες παμμακάριστοι.
Ὁ Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Σκότος ἐκύκλωσεν ἀμέτρων περιστάσεων, τῶν θλῖψιν προξενούντων καὶ εἰς Ἄδην ὑμᾶς ὡς τάχος άπωθούντων· ἓξ ὢν σοφοῖ λυτρώσατε τοὺς ὑμᾶς ἀνευφημοῦντας.
Ὥσπερ ἐρρύσῳ πιστοὺς πάλαι, κινδυνεύοντας μιάσμασιν χρανθῆναι, ὀξυτάτῃ τῇ σὴ σοφέ, ἐπιστασία, κινδύνων νῦν τε λύτρωσαι, ὦ Θεόδωρε, σοὺς δούλους.
Χείμαροι ὄντως ἀνομίας ἐξετάραξαν τὴν τάλαιναν ψυχὴν μου, ἀπωλείας βυθῶ καθέλκοντες βιαίως, ἐξ, ὢν με νῦν διάσωσον, Στρατηλάτα ὦ τρισμάκαρ.
Θεοτοκίον.
Βλέψον ίλέω ὄμματι σου καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἢν έχω· καὶ δεινῶν συμφορῶν καὶ βλάβης καὶ κινδύνων καὶ πειρασμῶν με λύτρωσαι, ἀμετρήτῳ σου έλέει.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Ἐν τῷ βάθει πεπτώκαμεν παντοίων συμφορῶν τε δεινῶν, καὶ θλίψεων τοΰ βίου, μεθ’ ἡμῶν μέμνησθε ἅγιοι πάντων εὐσεβῶν, κακῶν λύσιν, εὑρεῖν ἡμᾶς Θεόδωροι γενναῖοι.
Συνεσχέθην τῷ ζόφῳ τῶν πταισμάτων, καὶ ἒν ἀπωλείας κατήντησα βαράθροις διὸ ὑμῖν προσπίπτω νῦν ἒν δάκρυσιν χεῖρα βοηθείας, μάρτυρες Κυρίου, αἰτούμενος ὃ τάλας.
Συνήθεια ἡττώμενος τῇ φαύλη, ὀλισθαίνω οἶμοι! εἰς βάραθρα αἰσχύνης, διό, κακοῖς παντίοις περιπέπτωκα, θείᾳ συγχωρήσει, ὢν με ἀθλοφόροι λυτρώσατε εἰς τάχος.
Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε Κυρίου. Χαῖρε θείᾳ καὶ μανναδόχε στάμνε. Χαῖρε χρυσῇ λυχνία, λαμπὰς ἄσβεστε. Χαῖρε τῶν παρθένων δόξα, καὶ μητέρων ὡράισμα καὶ κλέος.
ᾨδὴ δ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Πυρὶ καταφλεγόμενοι πειρασμῶν καὶ ίώ λυπηρῶν δαπανώμενοι πρὸς τὴν πηγὴν τῶν ἰαμάτων, ὣς ἀληθῶς δεῦτε πιστοῖ συνδράμωμεν θείων Θεοδώρων τῶν ἀθλητῶν, ἀντλοῦντες ἀενάως ἀκεσώδυνα ῥεῖθρα ἰάσεων καὶ φλογμῶν ποικίλων σβεστήρια.
Πολλοὶ ἡμᾶς χειμάξουσι πειρασμοὶ προσβολαὶ τε καὶ θλίψεις καὶ μάστιγες καὶ ἀλγηνῶν, πέλαγος παντοίων ἐκδηματοῦν, σκάφους ψυχῆς κατάκλυσιν, σκήνους τε γαιώδους διαφθοράν, προφθάσατε οὖν τάχει, Θεόδωροι γενναῖοι καὶ τῶν κινδύνων διασώσατε.
Τὸν πόνον μου νῦν τοῦτον τὸν εὐτελῆ ἀθλοφόροι Κυρίου προσδέξασθε, ὂν περ ὑμῖν, πόθῳ ὣς κρατούμενος τῷ ὑμῶν, πίστει πολλὴ προσέφερον καὶ ἐν βίῳ, ἕσεσθε μοι παντὶ ἐπίκουροι, τὴν νίκην βραβεύοντες τελείαν κατὰ ἐχθρῶν τῶν πολεμούντων με.
Θεοτοκίον.
Τὴν δέησιν ὑμῶν δέξαι τὴν πενιχρῶν καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα καὶ στεναγμόν, ἀλλ’ ἀντιλαβοῦ ἡμῶν ὣς ἀγαθῇ, καὶ τὰς αἰτήσεις πλήρωσον, δύνασαι γὰρ πάντα ὣς πανσθενοΰς Δεσπότου Θεοῦ Μήτηρ, εἲ νεύσεις ἔτι μόνον πρὸς τὴν ἡμῶν οἰκτρὰν ταπείνωσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τυρῶν, Στρατηλάτα, Θεόδωροι, Μάρτυρες Κυρίου πανθαύμαστοι, ὣς κραταιοῖ φύλακες καὶ προστάται πάντων ἡμῶν. Δυὰς ἡ μακαρίᾳ Τριάδα τὴν ἁγίαν ὑπὲρ ἡμῶν καθικετεύσατε.
Ἄναρχε Θεότης τρισοφεγγής, τοὺς δύο φωστῆρας τοὺς τηλαυγεῖς, δέδωκας σοῖς δούλοις προστάτας ἐν κινδύνοις, καὶ πάσαις περιστάσεσιν ἀντιλήπτορας.
Τοὺς ἡμῶν προμάχους τε καὶ φρουροὺς, καὶ ἐν τοῖς κινδύνοις ἀντιλήπτορας ταπεινοὺς, τοὺς ἐν ἀθληφόροις Κυρίου Θεοδώρους, ὑμνήσωμεν συμφώνως ἐνθέοις ἄσμασι.
Δεῦρο ὦ μαρτύρων ἢ καλλονή, Θεοδώρων θεία θεοδόξαστος ξυνωρίς, στῆτε ήμών μέσῳ ὑμᾶς ἀνευφημούντων, βραβεύοντες εἰρήνην, δεινῶν τε λύτρωσιν.
Οἱ τῆς φερωνύμου μονῆς φρουροῖ καὶ τῶν ἐν κινδύνοις ἀπροσμάχητοι βοηθοῖ ταχέως λυτροῦνται τοῖς ἐπικαλουμένοις, Θεόδωροι οἳ θείοι μεγαλομάρτυρες.
Τοὺς στρατευσαμένους τῷ Ἰησοῦ, καὶ ήριστευτικότας, ἒν άγώσι τοῖς λογικοῖς, ὡς Θεοδωρήτους εἰς ἐκκλησίας βάσεις, τοὺς θείους Θεοδώρους ὕμνοις ὑμνήσωμεν.
Ἐκλελαμπρισμένοι μαρτυρικῶς, καὶ κατεστεμμένοι, ἀφθαρσίας ταῖς καλλοναῖς, ῥύσασθε κινδύνων ἡμᾶς καὶ συμπτωμάτων, Θεόδωροι ὁπλῖται τοῦ Παντοκράτορος.
Μνήμην τὴν Ἁγίαν ὑμῶν πιστῶς, τοὺς ἐπιτελοῦντας, ἐκ παντοίων φθοροποιῶν, σῴζητε κινδύνων, ὑμῶν πρὸς τὸν Σωτῆρα, πρεσβείαις εὐπροσδέκτους ἀξιοθαύμαστοι.
Δήμοις ἠριθμήθητε ἀθλητῶν, ἒν ἐπουρανίοις, παναοίδημοι τοῦ Χριστοῦ, ἔνδοξοι ὁπλῖται Θεόδωροι πρεσβείαν, ὑπὲρ παντὸς τοῦ κόσμου ὄντως ποιούμενοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Δῶρον Θεοῦ, ἁγίαν κλῆσιν λαβόντες, πρὸς εὐαρέστησιν αὑτοῦ πάντα πράξαντες, ὦ Στρατηλάτα ἔνδοξε καὶ Τηρῶν κλεινέ, Ἅγιοι Θεόδωροι ἁμιλλώμενοι ζήλῳ, άμψω ἠξιώθητε μαρτυρίου γενναίου· διὸ συνόντες νῦν ἐν οὐρανοῖς, ὑπὲρ ἡμῶν Κυρίῳ πρεσβεύετε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ἀνυμνήσωμεν πιστοὶ τῶν θαυματουργῶν τὴν δυάδα τοὺς ἀθλητὰς τοῦ Χριστοῦ Στρατηλάτην καὶ Τήρωνα ἡμῶν προστάτας θερμοὺς Ὑμῶν αἱμάτων τοῖς ῥεύμασιν Θεόδωροι θείοι βλύζετε ἰάματα μεγαλομάρτυρες ὅθεν τῇ ὑμῶν μεσιτείᾳ ῥύσασθε παντοίων κινδύνων πειρασμῶν ἡμᾶς καὶ περιστάσεων.
Πάντων προστατεύτε ἡμῶν, τῶν καταφευγόντων ἐν πίστει, τῇ ἀντιλήψει ἡμῶν, Ἅγιοι Θεόδωροι Χριστιανῶν ἀρωγοὶ, πρὸς Θεοῦ γὰρ ἐδόθητε, ἡμῖν τοῖς ἐν βίῳ, ἀεὶ κινδυνεύουσιν ὡς ἀσφαλοῖς ὁδηγοί, πάντας σωτηρίους πρὸς τρίβους, ὄντως διευθύνοντες θείοι, Μάρτυρες Χριστοῦ Θεομακάριστοι.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν έλέησον ἡμᾶς.
Ἀμήν.