Παρακλητικός Κανών εις τους εν τη Ιερά Μητρόπολη Δημητριάδος Διαλάψαντα Αγίους

Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου

†Εορτάζουν 28 ημέρες μετά το Άγιο Πάσχα

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὸ Τροπάριον·

Ἦχος δ΄.  Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τῇ δωδεκάτῃ προσεγγίζοντες ὥρα, τήν δωδεκάριθμον αἰτοῦμεν χορείαν, Μαγνησιεῖς χριστόνυμοι καί πόθῳ ψυχῆς, κράζομεν αἰτήματα ἡμῶν τάχει πληροῦτε, Ἅγιοι μακάριοι, οἱ ἐνταῦθα τό στέφος, τῆς ἁγιότητος λαβόντες ἐκ Χριστοῦ, ὅπως τιμῶμεν ὑμᾶς θείοις ἄσμασι.

Δόξα. Τό αυτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δημητριάδος Ἅγιοι πρεσβεύετε Κυρίω. Ἀθανάσιος.

ᾨδή α΄. Ἦχος πλ.δ΄ . Ἁρματηλάτην Φαραώ.
Δημητριάδος ὁ χορός ὁ ἅγιος, οἱ πρός Θεόν πρεσβευταί, τῶν Μαγνησιέων, οὖς ἡμῖν εὐήκοον, τείνατε καί αἰτήματα, καρδιῶν ἡμῶν πάντα, πρός τό συμφέρον πληρώσατε, ὅπως ὑμᾶς πίστει γεραίρωμεν.

Ἡ ξυνωρίς τῶν ἰατρῶν ἡ πάντομος, ἡ Ζηναΐς ἡ κλεινή, σύν τῆ Φιλονίλλη, πάθη ἰατρεύσατε, τά ψυχοφθόρα Ἅγιαι, καί φωτί τοῦ Δεσπότου, τά ψυχικά ἡμῶν ὄματα, θείαις ἱκεσίαις αὐγάσατε.

Μακαριότητος τρυφῶν τρισόλβιε, μή ἐπιλάθου ἡμῶν, θεῖε Βησσαρίων, ποιμενάρχα ἄριστε· καί γάρ δεσμούς τοῦ Πνεύματος, ἡ τοῦ χρόνου μακρότης, καί ἡ τῶν τόπων διάστασις, λῦσαι ἤ κινῆσαι δεδύνηνται.

Θεοτοκίον.
Ἡ τήν χαράν τῶν θλιβομένων τέξασα, κόσμου παντός ἡ χαρά, ἄρον ἅπαν νέφος, ἐκ ψυχῶν σκοτόμορφον, καί εὐφροσύνης πλήρωσον, Ξενιώτισσα Κόρη, ὅπως Χριστοῦ τά προστάγματα, χαίροντες τηρῶμεν οἱ δοῦλοι σου.

ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Τῷ Θεῷ ἡσυχία, συναρμοσθείς Ὅσιε, σύναψον Λαυρέντιε θεῖε, πάντας ἱκέτας σου, ἵνα σχολάζοντες, γνῶμεν Αὐτοῦ μυστηρίων, βάθη καί θεώσεως, τύχωμεν χαίροντες.

Ῥητορεύεις ἀγλώττως, σῇ βιοτῇ ἅπασι, Συμεών τρισόλβιε πάτερ, ἀρκεῖσθαι πάντοτε, οἷς Θεός δίδωσι, καί μή μερίμνῃ ἀκαίρω, ἄγχεσθαι ὡς ἄπιστοι, ᾗς ῥῦσαι τέκνα σου.

Ἱλεώσαις Δεσπότην, τόν ἀγαθόν Ὅσιε, ὅτι καθʼ ἑκάστην ἡμέραν, πολλάκις πταίομεν, ᾦ Διονύσιε, καί μετανοίας τήν τρίβον, σκότει ἀπολώαμεν, ὡς ἐθελότυφλοι.

Θεοτοκίον.
Ἄνω νοῦν καί καρδίαν, Σῶν ἱκετῶν ἔπαρον, τῷ πυρί τῆς θείας ἀγάπης, ᾦ  Ξενιώτισσα, ἵνα ἐν σώματι, τά ἀσωμάτων φρονῶμεν, καί περιπολεύωμεν, ὡς οὐρανόφρονες.

Διάσωσον, ἀπό κινδύνων σούς δούλους πληθύς Ἁγίων, ὅτι σέ μετά Θεόν ἡμεῖς πεπλουτήκαμεν, ἀσάλευτον σκέπην καί προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις και το Κάθισμα..
Ἦχος β΄. Πρεσβεία θερμή.

Προσδέχου Χριστέ, φωνήν δωδεκάγιον, καί χάριν Σου δός, τοῖς τούτους προβάλλουσι, πρεσβευτάς πρός Σέ ὡς πηγήν πάσης δόσεως, ἵνα ὑμνῶμεν φαιδρῶς, τήν δύναμίν Σου, Κύριε Φιλάνθρωπε.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Διασώσαις Γεράσιμε, ἐκ τοῦ διαβόλου μυλῶν τούς δούλους σου, γέρα θεῖα χαριζόμενος, τῆς ὀρθοπραξίας ταῖς πρεσβείαις σου.

Ὁ δαμάσας τῇ χάριτι, πάθη καί ἀθλήσει στέφος δεξάμενος, πλάνην Ἄγαρ πνίγειν Ὅσιε, ᾦ Δαμιανέ ἡμᾶς ἀξίωσον.

Στῆσον στίφη ἐχθρώνυμα, ὡς Μαδιανίτας ποτέ ἀπώλεσε, Γεδεών ὁ σοί ὁμώνυμος, τά κατά τῶν δούλων σου ἐρχόμενα.

Θεοτοκίον.
Ἀγαπῆσαι τόν Κύριον, πάντας καταξίωσον Ξενιώτισσα, καί ποιεῖν τό Τούτου θέλημα, ὅπως σύν Αὐτῷ ἀεί γενώμεθα.

ᾨδή  ε΄. Φώτισον ἡμᾶς.
Γίνου τοῖς πιστῶς, τό μαρτύριόν σου σέβουσι, ἐν πάσῃ βίου περιστάσει φρουρός, Νεομάρτυς, ἔνδοξε Ἀπόστολε.

Ἴθυνον ἡμᾶς, πρός Κυρίου τήν ἀγάπησιν, καί πάθη στῆσον τῇ πρεσβεία σου, Δημητριάδος, κλέος ἔνδοξε Σταμάτιε.

Ὅλῃ σου ψυχῇ, ὡς Δεσπότῃ συνεσταύρωσαι, ᾦ Τριαντάφυλλε ἀξίωσον ἡμᾶς, συσταυροῦσθαι, ὅπως ζήσωμεν αἰώνια.

Θεοτοκίον.
Ἴδοις τῶν ψυχῶν, ἡμῶν ἕλκη Ξενιώτισσα, καί ἱκετεύσαις Σαμαρείτην τόν καλόν, θεραπεῦσαι, ταῦτα πάντα ὡς φιλάνθρωπος.

ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Πρεσβεύσατε, τῷ Κυρίω Ἅγιαι, ἰατροί καί ἰσαπόστολοι θεῖαι, ἡ Ζηναΐς, καί σεμνή Φιλινίλλα, ὑπέρ πιστῶν ἐκζητούντων τό πρόσωπον, Αὐτοῦ Ὅς πέλει κόσμου φῶς, καί ψυχῶν ἡ ζωή ἡ αἰώνιος.

Ῥυπώσαντες, τό ψυχῆς ἀξίωμα, Βησσαρίων σέ αἰτούμεθα πρέσβυν, Μαγνησιεῖς, ὅπως ὄμβρους δακρύων, ἐξ οὐρανοῦ ἀποστείλῃ ὁ Κύριος, καί κάλλει τῷ πρωτογενεῖ, ἀμφιάσῃ ἡμᾶς ὡς τόν ἄσωτον.

Ἐπάκουσον, ἱκεσίας τέκνων σου, Διονύσιε Πηλίου τό κλέος, καί καρδιῶν, τάς αἰτήσεις Δεσπότῃ, μεταβιβάζων μή παύσῃ ἀείποτε, δοχεία Πνεύματος Αὐτοῦ, ἀναδεῖξαι ἡμᾶς φωτεινότατα.

Θεοτοκίον.
Στερέωσον, κλονουμένους δούλους Σου, Ξενιώτισσα ποικίλαις ἀνάγκαις, καί τῷ Χριστῷ ἀνατίθεσθαι πίστει, ἡμῶν ζωήν τήν παροῦσαν ἀξίωσον, μελλούσης δέ τήν μετοχήν, ἐν ἐλπίσι χρησταῖς Κόρη δώρησαι.

Διάσωσον, από κινδύνων σούς δούλους πληθύς Ἁγίων, ὅτι σε μετά Θεόν ἡμεῖς πεπλουτήκαμεν, ἀσάλευτον σκέπην καί προστασίαν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις και το Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Δωδεκάς ἁγιώνυμε πρόσδεξε, τάς φωνάς καί δεήσεις τῶν δούλων σου, καί χορήγει, τῶν αἰτημάτων πλήρωσιν ἡμῖν, εὐχαῖς θείαις πρός Χριστόν τόν Ἐλεήμονα Θεόν, ἵνα πόθω κραυγάζωμεν· πάντων Μαγνησιέων, πρέσβεις οἱ χριστοφόροι, μή ἀπορρίψητε ἡμῶν, τήν ἱκέσιον παράκλησιν.

Προκείμενον.
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὑτοῦ.
Στίχος. Ἄσατε τῶ Κυρίω ἆσμα καινόν.

Εὐαγγέλιον, ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. ε΄ 14 – 17).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ὑμεῖς ἐστε τό φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη, οὐδέ καίουσι λύχνον καί τιθέασιν αὐτόν ὑπό τόν μόδιον, ἀλλ’ ἐπί τήν λυχνίαν καί λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τό φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τά καλά ἔργα καί δοξάσωσι τόν Πατέρα ὑμῶν τόν ἐν τοῖς οὐρανοῖς. Μή νομίσητε ὅτι ᾖλθον καταλῦσαι τόν νόμον καί τούς προφῆτας. Οὐκ ᾖλθον καταλῦσαι, αλλά πληρῶσαι. Ἀμήν γάρ λέγω ὑμῖν, ἕως ἄν παρέλθη ὁ οὐρανός καί ἡ γῆ, ἰῶτα ἕν ἤ μία κεραία οὐ μή παρέλθη ἀπό τοῦ νόμου, ἕως ἄν πάντα γένηται. Ὅς ἐάν λύση μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καί διδάξη οὕτω τούς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῆ βασιλεία τῶν οὐρανῶν. Ὅς δ’ ἄν ποιήση καί διδάξη, οὗτος μέγας κληθήσεται ἐν τῆ βασιλεία τῶν οὐρανῶν.

Δόξα.
Ταῖς τῶν Σῶν Ἁγίων πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὀ Θεός….
Και το προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Πᾶσαν ἁγιάσαντες, περιοχήν Μαγνησίας, καί νῦν παριστάμενοι, τῷ Χριστῷ μακάριοι ἱκετεύσατε, ἀσθενείας σώματος καί ψυχῆς τραύματα, ἰατρεῦσαι ὡς φιλάνθρωπος, χάριν δέ  Πνεύματος δοῦναι ἡμῖν πόθῳ προσπίπτουσιν, ὅπως Αὐτοῦ δοξάσωμεν, τό πανυπερύμνητον Ὄνομα, καί τῆς ἀθανάτου, ζωῆς καί παραδείσου τῆς χαρᾶς, ἐπιτευξώμεθα Ἅγιοι, πρέσβεις ἡμῶν τίμιοι.

Σῶσον ὀ Θεός τόν λαόν σου…

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βεβλημένους εἰς λαύραν, παιρασμῶν ἀκουσίων καί  ἑκουσίων τε, Λαυρέντιε θεόφρον, ἐξάγαγε σούς δούλους, δρόσον θείαν δωρούμενος, ὅπως ὑμνῶμεν Χριστόν, εἰς πάντας τούς  αἰῶνας.

Ἐπερίσσευσε πάτερ, Συμεών μονοχῖτον κακή προαίρεσις καἰ τοῦ καλοῦ Δεσπότου, προστάγματα τά θεῖα, οὐ ποιοῦμεν οἱ τάλανες· ὅθεν ὀλίσθου κακοῦ, ἐξάρπασον εὐχαῖς σου.

Ὑλικῶν προσπαθείας, ὡς ἀνώτερος πάτερ φανείς Γεράσιμε, ἀξίωσον σούς δούλους, τοῦ Πνεύματος δυνάμει, ἐκζητεῖν τά αἰώνια, ἵνα Χριστόν τόν  Θεόν, ὑμνῶμεν εὐγνωμόνως.

Θεοτοκίον.
Ἔχοντές Σε Παρθένε, καταφύγιον σκέπην καί  πύργον ἄσειστον, μορφῆς Σου θεῖον τύπον, ἐν πόθῳ προσκυνοῦμεν, ἀγαθή Ξενιώτισσα, ὅπως φανῆς ἀρωγός, ἐν ὥρᾳ τῆς ἀνάγκης.

ᾨδή η΄. Τόν  Βασιλέα.
Τέλη παράσχου, χριστιανά σοῖς ἱκέταις, ὡς Δεσπότην Δαμιανέ δοξάσας, θεία σου ἀσκήσει, καί  ἄθλοις μαρτυρίου.

Ἐσκοτισμένους, ἐξ ἀμελείας τρισμάκαρ, Γεδεών φωτίσαις σαῖς πρεσβείαις, ὅπως πορευθῶμεν, ὁδόν τήν τοῦ Κυρίου.

Κρῖνον εὐῶδες, τοῦ Παραδείσου ὤν Μάρτυς, ἁμαρτίας τήν  κακοσμίαν πόρρῳ, δίωξον σῶν δούλων, Ἀπόστολε τρισμάκαρ.

Θεοτοκίον.
Ὕψωσον χεῖρας, ᾦ Ξενιώτισσα Κόρη, πρός Δεσπότην καί Τούτῳ ἅρμοσόν με, οὗπερ ἀνοήτως, τῇ πράξει ἐξενώθην.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ῥῦσαι σούς συντοπίτας, Νεομάρτυς θεῖε, ἐξ ἐπηρείας ἐχθροῦ καί κακώσεως, τήν ἄθλησίν σου τιμῶντας, ᾦ Τριαντάφυλλε.

Ἰδού προβάλλομέν σε, σύν λοιποῖς Ἁγίοις, Δημητριάδος Ἁγίων παράκλησιν, καί σοῦ ἐλέους τήν χάριν, ἡμῖν κατάπεμψον.

Θεοτοκίον.
Ἀρχή καί τέλος πέλεις, πάσης ὑμνωδίας, Μαγνησιέων Ἁγνή Ξενιώτισσα, οὕς ταῖς εὐχαῖς Σου ἐμπλήσαις, τῆς θείας χάριτος.  

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῶν Ἁγίων πάντων τόν ὀρμανθόν, τήν Δημητριάδα, ἁγιάζοντα δαψιλῶς, δεῦτε μετά πόθου, πιστοί καί χαρμοσύνης, Χριστόν δοξολογοῦντες, ἐγκωμιάσωμεν.

Χαίροις αὐταδέλφων δυάς σεπτή, καί κλεινῶν παρθένων, Φιλονίλλα καί Ζηναΐς, Παύλου κορυφαίου, αἱ συγγενεῖς τήν σάρκα, καί τῆς Δημητριάδος, αἱ ἰσαπόστολοι.

Ἀρχιερωσύνης βύσσον λαμπρῶς, θεῖε Βησσαρίων, ένεδύθης παρά Θεού, καί Δημητριάδος, τήν ποίμνην ὁδηγήσας, πρός  μίμησιν Κυρίου, νῦν χαίρεις ἄληκτα.

Χαίρετε Πηλίου οἱ ἀσκηταί, σύν τῷ Λαυρεντίῳ, Διονύσιε θαυμαστέ, Συμεών ὁ θεῖος, Γεράσιμε παμμάκαρ, τήν Μαγνησίαν πᾶσαν, οἱ ἁγιάζοντες.

Ὦ Νεομαρτύρων πεντάς κλεινή, ὁ Δαμιανός τε, καί φιλόθεε Γεδεών, ἅμα Σταματίῳ, καί θείῳ Ἀποστόλῳ, ὁ Τριαντάφυλλός τε, πάντοτε χαίρετε.

Ταῖς πρεσβείες Κύριε Σῆς Μητρός, τῆς Ξενιωτίσσης, καί Ἁγίων πάντων χοροῦ, τῶν Δημητριάδα, ἐνθέως φωτιζόντων, φυλάττοις τόν λαόν Σου, ἐκ πάσης θλίψεως.

Πᾶσαι  τῶν  Ἀγγέλων  αἱ  στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων  ἡ  δωδεκάς, οἱ  Ἅγιοι  Πάντες  μετά  τῆς  Θεοτόκου, ποιήσατε  πρεσβείαν  εἰς  τό  σωθῆναι  ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς· 

Ἦχος β΄. Ὅτε  ἐκ  τοῦ  ξύλου.
Ὦ  Ἁγίων θεία δωδεκάς, τῶν Μαγνησιέων τό κλέος, καί πρός Χριστόν πρεσβευταί, Τοῦτον ἱλεώσατε ἡμῖν τιμίαις εὐχαῖς, ὅπως πλῆθος τό ἄμετρον, πταισμάτων παρίδη, κατασφαλιζόμενος ἀπό ὁρμῆς τοῦ ἐχθροῦ, πάντας δ’ ἀξιώση σωθῆναι, καί κατατρυφῆσαι τῆς δόξης, τῆς ἐπουρανίου ὡς φιλάνθρωπος.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Στίχοι·
Μητρός πρωτοτόκων Σιών ἐστέ τέκνα,
ἥν καί ἡμᾶς εὔχεσθε, Ἅγιοι, φθάσαι.

 

Πηγή