Παρακλητικός Κανών εις τους Προστάτας Αγίους της Λευκάδος

Ποίημα Διάκονου Ιωάννου Ζαμπέλη

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α . Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄ . Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Ἡ ἱερά τῶν Λευκαδίων κοινότης, μετ’ εὐφροσύνης εἰς ᾠδήν συνελθοῦσα, ἁγιολέκτων σύλλογον τιμᾷ σεμνοπρεπῶς· τούτοις ἐγκαυχᾶται γάρ, ὡς πρός θείοις ἐφόροις, ὡς ἀπολαμβάνουσα ἐκ δεινῶν προστασίαν· οἷς ἀφορῶσα σπεύδει εὐσεβῶς, προσορμισθῆναι, πρός ὅρμον σωτήριον.

Δόξα. Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Λευκαδίων ὁ δῆμος ὁ χριστεπώνυμος, ᾠδαῖς καί ὕμνοις συντόνοις καί ἐγκωμίοις τερπνοῖς, προστατῶν αὐτοῦ γεραίρει τήν ὁμήγυριν· οἵ καί ὡς τεῖχος ἀῤῥαγές, ἀπό παντοίων προσβολῶν, ἄτρωτον ταύτην τήν νῆσον, διατηροῦσιν ἀπαύστως, τῷ Πανοικτίρμονι πρεσβεύοντες.

Καί νῦν. Θεοτοκίον. Ἦχος δ΄ . Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἁγίοις αἴνεσιν Λευκάς ἀντιδωρεῖται. Ἰ(ωάννου).

Ἦχος πλ. δ΄. ᾨδή α΄. Ὑγράν διοδεύσας.
Ἀνοίγων τό στόμα ἀδυνατεῖ, ἐπάξιον λόγον, βροτός ἅπας ἐξενεγκεῖν, Ἁγίους βουλόμενος ὑμνῆσαι, μή ἐκζητήσας τήν τούτων ἐνίσχυσιν.

Γηθόμενος σύμπας ὁ εὐσεβής, Λευκαδίων δῆμος, τούς προστάτας αὐτοῦ πιστῶς, συνήχθη σύν πόθῳ ἀνυμνῆσαι· ὅθεν τήν τούτων αἰτεῖται ἐπίῤῥωσιν.

Ἱλάσθητι Σῶτερ ἀναβοᾷ, ἡ Ἁγία Μαύρα, συγκαλοῦσα ἀδελφικῶς, Ἑπτάνησον πᾶσαν Ἤπειρόν τε, καί Στερεάν εἰς ᾠδήν ἱκετήριον.

Θεοτοκίον.
Οὐδόλως ἡττᾶται ὁ εὐσεβής, τήν σήν συμμαχίαν, κεκτημένος νικοποιόν· διό καί Λευκάς ἐν σοί θαῤῥοῦσα, Φανερωμένη οὐδέπω ἀπήλπισται.

ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Ἱλασμός σωτηρίας, ἡ τοῦ Χριστοῦ δέδεικται, Μήτηρ καί τῆς νήσου Λευκάδος, τεῖχος ἀπόρθητον, ἀπό πασῶν προσβολῶν, παντοειδῶν πολεμίων· ὅθεν οἱ Λευκάδιοι, ταύτην γεραίρουσιν.

Σαγηνεύει ἰχθύας, χάρις Θεοῦ ἔμφρονας· Παῦλος ἀλιεύς γάρ ἐδείχθη, ὅτε ἐφήπλωσεν, ἐπί τῆς νήσου ἡμῶν, σωτηριώδη σαγήνην, μαθητάς κηρύξοντας, πέμψας θεόφρονας.

Ἀναγγέλλων Ἀκύλας, τήν τοῦ Θεοῦ ἔνδοξον, μέσον τῶν βροτῶν παρουσίαν, σύν ζήλῳ ἔδραμε, πρός Λευκαδίων τήν γῆν, τόν θεῖον λόγον ἐνσπείρων, ἀσεβῆ ζιζάνια, ἐκβάλλων πάραυτα.

Θεοτοκίον.
Ἱεράν ὑμνωδίαν, χρεωστικήν πρόσδεξαι, πρό τῆς Σῆς εἰκόνος Παρθένε, ἥν Σοί Λευκάδιοι, ἀντιδωροῦνται πιστῶς, πρός εὐεργέτην τάς δόσεις, Μῆτερ ἀποδίδοντες τῇ ἐξυμνήσει Σου.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τά ἄνω ζητῶν.
Καρδίαις θερμαῖς, τῇ πίστει προσδεόμενοι, Λευκάδιοι ἀεί, προσδέχονται ἐκλύτρωσιν, ἀλγηδόνων Ἅγιοι καί δεινῆς περιστάσεως πάντοτε· οὕς ἐκ βυθοῦ μή παύσητέ ποτε, ἀνάγειν εἰς τόπους ἀναψύξεως.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ναῦς τό φῶς μετενήνοχεν, τῇ ἐσκοτισμένῃ Λευκάδι ἔχουσα, ἐπ’ αὐτῆς ποτ’ ἐπιβαίνοντα, τόν εἰδωλομάχον Ἡρωδίωνα.

Ἐπισκόπῳ Σωσίωνι, υἱϊκόν ἐγκώμιον ἀπονείμωμεν, τῆς Λευκάδος οἱ οἰκήτορες, τῷ θεοφιλῶς ἡμᾶς ποιμάναντι.

Συμβουλεύει εὐσέβειαν, τούς κατά Λευκάδα πιστούς Ἀγάθαρχος, κἄν Συνόδῳ διεκήρυξεν, Ποιητήν οὐ κτῖσμα, τόν Θεάνθρωπον.

Θεοτοκίον.
Ἰατρός Κόρη πέλουσα, τῶν καταφευγόντων Σοι μετά πίστεως, ταχινῶς ἀντιλαβοῦ ἡμῶν, ταῖς ψυχαῖς νοσούντων καί τοῖς σώμασιν.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Νᾶμα ζωηρόν, ἐκ τοῦ τάφου ἀνεπήγασεν, ἰατρείας τοῖς πιστοῖς παντοδαπάς, τῶν Πατέρων παρεχόμενον τῇ χάριτι.

Λάμπει παμφεγγῶς, τῶν Πατέρων ἡ πεντάριθμος, καί πανάρετος λυχνία σκοτισμόν, τῶν παθῶν εἰς τά στοιχεῖα διαλύουσα.

Ἔλαμψεν ἡμῖν, τῶν δογμάτων ἡ ἀλήθεια, τῶν Συνόδων τοῖς σαφέσιν ὁρισμοῖς, ὧν μετέσχον Ζαχαρίας καί Πελάγιος.

Θεοτοκίον.
Ὕψος νοητόν, ἀνελθεῖν οὐκ ἐξικνούμεθα, τῆς ἁγνείας Σου καί δώρων ἐκ Θεοῦ, Μαριάμ Φανερωμένη, οἷς κεκόσμησαι.

ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Κρυφίως, τῶν Ἑνετῶν οἱ ἄρχοντες, κατασκόποις τόν Κοσμᾶν ἀκολουθοῦσι, ὥστε πιστοῖς, βουληθέντα κηρῦξαι, ἐν τῇ Λευκάδι ἀπείργειν δυνήσεσθαι· ἀλλά ἡ Χάρις τοῦ Θεοῦ, μετ’ αὐτοῦ ὁμιλῆσαι ἡμᾶς ἠξίωσεν.

Ἀρπάγων, τῇ νήσῳ ταύτῃ ἐλθόντων, πόθεν ἤλπισας Λευκάς συμβεῖν σοι τοῦτο; Ἐπί σοί γάρ, ὥσπερ λάφυρον ἤχθη, τό μυροβλῦζον καί πάντιμον λείψανον, τοῦ ἐν πλωτῆρσιν ἀῤῥωγοῦ, ἱεροῦ Νικολάου τοῦ μάκαρος.

Σωρεία, τοῖς θαυμασίοις σου μάκαρ, τῆς τοῦ δράκοντος ἐνέδρας διεσώθη· ὅθεν ἡμᾶς, Ἱεράρχα Δονάτε, τούς ἀσπασθέντας τό θεῖον σου λείψανον, τοῦ πολεμίου σαῖς εὐχαῖς, τῶν παγίδων συντόμως ἐκλύτρωσαι.

Θεοτοκίον.
Ἀῤῥώστοις, τήν εὐρωστίαν προσδίδει, τῶν παθῶν ἀποσβεννύει τάς φλογώσεις, καί σεισμικάς ἐκμειοῖ ἀπωλείας, πρός τούς πιστούς οὖς εὐήκοον τείνουσα, ἡ τῶν Ἀγγέλων χαρμονή, καί βροτῶν τό ἀκλόνητον ἕρεισμα.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς εὐφορίαν καί πλατυσμόν ἐν ταῖς θλίψεσιν, ἀναψυχήν τε καί δρόσον ἐν καύσωνι, ὑμᾶς οἱ Λευκάδιοι ἔγνωσαν· ὅθεν πιστῶς ἐκβοῶσιν ἑκάστοτε· ὑπέρ ἡμῶν πρεσβεύσατε Ἅγιοι.

Προκείμενον.
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ιε΄. 17 – ιστ΄ 2).
Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα.
Ταῖς τῶν Θεοφόρων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στ. Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενοι, πρός οὐρανούς τήν ἐλπίδα, ὅ ἐπόθουν ἔλαβον, ταῖς ἡμῶν πρεσβείαις, πάντες Λευκάδιοι. Νόσων ἀπηλλάγησαν, σεισμικοῦ κινδύνου, ἀνομβρίας τε ἐρύσθησαν, καί οὐκ ἐνόθευσαν, πίστιν τήν ὀρθήν καί σωτήριον. Διό καί νῦν εὐγνώμονες, σπεύδουσιν ὑμᾶς ἐπαινέσασθαι, καί θερμῶς αἰτοῦνται, Χριστῷ ὑμᾶς πρεσβεύειν ἐκτενῶς, ὅπως δωρῆται ὡς εὔσπλαγχνος, θεῖον Αὐτοῦ ἔλεος.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νηστευτής ἐγκρατεύων, ἀγρυπνῶν τῷ Δεσπότῃ σου εὐηρέστησας· τό λείψανόν σου ὅθεν, τρανῶς ἐχαριτώθη, προσπηγᾶζον ἰάματα, τοῖς προσιοῦσιν αὐτῷ, Λουκᾶ ὅσιε Πάτερ.

Τριανδρία θεόφρων, ἐν σταδίῳ τήν πλάνην ὡς καταπτύσασα, μαρτυρικοῖς στεφάνοις, κοσμεῖται αἰωνίως, δωρημάτων πηγάζουσα, τρίκρουνος ὥσπερ πηγή, τοῖς εὐσεβέσι νᾶμα.

Ἰσοβίως Κυρίῳ, σεαυτόν Βησσαρίων Πάτερ ἀνέθηκας· διό καί παῤῥησίαν, Αὐτοῦ ἔμπροσθεν ἔσχες καί ἐκβλύζει τό ἴαμα, κατά πανώλους δεινῆς, ἡ ἱερά σου κάρα.

Θεοτοκίον.
Δρακοντείου κρανίου, συντριβή τῷ τόκῳ Σου Μῆτερ γέγονας, βελίαρ· ἀβλαβῆ δέ, τηρεῖς καί τήν Λευκάδα, τήν πιστῶς σοι κραυγάζουσαν· χαῖρε ἡ σκέπη ἡμῶν, ἁγνή Φανερωμένη.

ᾨδή η΄. Τόν Βασιλέα.
Ὡς ἐλυτρώσω, τῆς τοῦ σεισμοῦ ἀπειλῆς με, Διονύσιε Λευκάς ἀναβοᾷ σοι, ἐκ παντός κινδύνου ἀπήμονα συντήρει.

Ῥῦσαι Βαρβάρα, τήν ὑμνῳδούσαν σοι πόλιν, ἐκ παντοίας περιστάσεως ὡς πάλαι, τῇ σῇ ἐπεμβάσει τῆς εὐλογιᾶς ἐρύσω.

Ἐπιποθοῦσα, ἡ μεγαλώνυμος Μαύρα, τῆς Χριστοῦ τυχεῖν ἀφθάρτου Βασιλείας, ἐν σταυρῷ ὑψοῦται, τῷ ὁμοζύγῳ ἄμα.

Θεοτοκίον.
Ἵλαθι Κόρη, τοῖς ταπεινοῖς Σου ἱκέταις, εὐκατάνυκτον ᾠδήν Σοι προσιοῦσιν, τήν ἐμφάνειάν Σου, ἐν λύπαις τ’ αἰτουμένοις.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Τῇ θείᾳ σου εἰκόνι, ἡ κώμη σου καυχᾶται, ἱεροφάντα Νικήτα πανόλβιε, ὡς θησαυρόν πολυτίμητον ταύτην φέρουσα.

Ἀθέους καταισχύνει, ἡ ἄθλησίς σου Μάρτυς, Κυριακή καί πιστούς προσκαλεῖται νῦν, εἰς εὐλογίαν Κυρίου, τοῦ σέ δοξάσαντος.

Ἰόνων αἱ χορεῖαι, τοῖς Λευκαδίοις αὖθις, συνενωθεῖσαι ὑμνοῦσι Θεόδωρον, ἐλευθερίας γενόμενον τούτοις πρόξενον.

Θεοτοκίον.
Ἰσόβια τά γέρα, προσφέρει ὁ λαός Σου, ὡς ἰσοβίως γινώσκων προστάτιν Σε, Φανερωμένη Λευκάδος ἄμαχε πρόμαχε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Στέφος ἁγιόπλοκον ἡ Λευκάς, ἐπί κάρας φέρει, καί καυχᾶται σεμνοπρεπῶς· ὅθεν συνελθόντες, Λευκάδιοι τιμῶσιν, τήν μνήμην τῶν Ἁγίων, πανηγυρίζοντες.

Πρέσβεις κεκτημένη ἐν οὐρανοῖς, Μάρτυρας, Πατέρας, Ἀποστόλους καί Ἀσκητάς, τήν τε Θεοτόκον, Λευκάς ἐγκαυχωμένη, αὐτῶν νῦν ἐγκωμίοις, τιμᾷ τήν σύναξιν.

Νόσοι ἀπελαύνονται καί σεισμοῦ, παύονται δονήσεις, ἀλλοφύλων ἐπιδρομαί, βλήματα ἐχθροῦ τε, οὐ ψαύονται Λευκάδος· προστάται γάρ ὑψόθεν, ταύτην φυλάττουσιν.

Δεῦτε τῆς Λευκάδος οἱ οἰκισταί, ὕμνους καί ἐπαίνους, μελῳδήσωμεν ἐν χαρᾷ, καί εὐγνωμοσύνῃ, εὑρίσκοντες προστάτας, Ἁγίους τρισμεγίστους, ἐν δείναις πάντοτε.

Χαίρει εὐφροσύνως Ἁμαξική, σύν τῇ νήσῳ πάσῃ, λυτρωθεῖσα φθοροποιῶν, νόσων καί ἀνάγκης, καί ἀπειλῆς παντοίας, Ἁγίων δεχομένη, ἄμυναν ἄνωθεν.

Κάλλος ὑπέρ ἔννοιαν γηγενῶν, Πεφανερωμένη, ἡ εἰκών Σου φεγγοβολεῖ· ὅθεν Λευκαδίων, οἱ ἐν φθορᾶς σκοτίᾳ, πεσόντες μετ’ ἐλπίδος, Σοί καταφεύγουσιν.

Μαύρα ἀμαυρώσασα τοῦ ἐχθροῦ, φάλαγγας δυσώδεις, πρός εὐώδη καλεῖται νῦν, τούς τήν νῆσον ταύτην, οἰκοῦντας φιλαγίους, τούς πόθῳ τῇ εἰκόνι, αὐτῆς προστρέχοντας.

Παῦλος ὁ διδάσκαλος τῶν ἐθνῶν, ἐπί Λευκαδίαν, πεπλησμένην ἐξ ἐθνικῶν, πέμπει ξυνωρίδα, ἐνθέων Ἀποστόλων, Θεοῦ εὐαγγελίσασθαι, τό σωτήριον.

Κόρινθος ἀγάλλεται ἐπί σοί, συγγηθοῦσα Πόντῳ, γενετείρᾳ σου ἱερᾷ, καί Λευκάς συγχαίρει, Ἀκύλα ἀσπασθεῖσα, τήν θείαν διδαχήν σου, καί μεγαλύνει σέ.

Εἴδωλον ἐθραύσθη περιφανῶς, Ἡρωδίων μάκαρ, τῇ ἐνθέρμῳ σου προσευχῇ· ὅθεν Λευκαδίων, τά πλήθη ἐπιγνόντα, τόν ἐνισχύσαντά σε, Τούτῳ ἐλάτρευσαν.

Πρῶτον Ἀρχιποίμενα τῶν πιστῶν, μάκαρ Λευκαδίων, ὁ Παράκλητος ἐμφανῶς, ἔδειξε Σωσίων· δι’ ὅπερ μή ἐλλίπῃς, Κυρίῳ παρεδρεύειν, ὑπέρ τῆς ποίμνης σου.

Τῶν Ἀρχιερέων τήν καλλονήν, καί τῶν Λευκαδίων, Ποιμενάρχην καί ἀῤῥωγόν, τῶν αἱρετιζόντων στηλιτευτήν τόν μέγαν, Ἀγάθαρχον συμφώνως, νῦν ἐπαινέσωμεν.

Δόγματα Ἀρείου τά δυσεβῆ, πατάξαντες πάλαι, μεγαλόφθογγοι τοῦ Θεοῦ, ῥήτορες Πατέρες, ἐδείχθητε· δι’ ὅπερ, σύν Ὀρθοδόξοις πᾶσι, Λευκάς τιμᾷ ὑμᾶς.

Ἄνθρωπον παντέλειον καί Θεόν, ἕνα τῆς Τριάδος, ὡμολόγησαν τόν Χριστόν, μέσον τῶν Συνόδων, ἡμῶν οἱ Ποιμενάρχαι, ὁ θεῖος Ζαχαρίας καί ὁ Πελάγιος.

Χαίρει Αἰτωλία ἡ σή πατρίς, Ἤπειρός τε αἷμα, δεξαμένη σου τό σεπτόν, καί Λευκάς συγχαίρει, ἐφ’ ἧς οἱ ἱεροί σου, Κοσμᾶ Ὁσιομάρτυς, πόδες ἐβάδισαν.

Πελαγοδρομοῦντες διηνεκῶς, Νικόλαε Πάτερ, καί ποντούμενοι πειρασμοῖς, τῷ σεπτῷ σου σκήνει, προσπίπτομεν αἰτοῦντες, ὅπως ἡμῖν συμπλεύσῃς, καί ῥύσῃς ἅπαντας.

Δώρησαι Δονάτε θαυματουργέ, τοῖς ὑμνολογοῦσι, τήν ἁγίαν σου βιοτήν, ἀρετήν εἰρήνην, μετάνοιαν ὑγείαν, καί πρός γαλήνης ὅρμον, τούτους κατεύθυνον.

Δέδεκται ἱδρῶτα ἀσκητικόν, τοῦ Λουκᾶ καί σκῆνος, ὡς πολύτιμον δωρεάν, φέρει Βοιωτία, ὅπερ καί Λευκαδῖται, τῆς νήσου διερχόμενον, κατησπάσθησαν.

Βικέντιος, Βίκτωρ καί ὁ Μηνᾶς, ἄνωθεν ῥωσθέντες, κατενίκησαν τόν ἐχθρόν, καί χαριτωθέντες, Ἁγίας Μαύρας πόλιν, σεισμοῦ τῆς ἐπηρείας, ἄφθορον ἔδειξαν.

Ῥῦσαι τούς προστρέχοντας εὐλαβῶς, τῇ σεπτῇ σου κάρᾳ, Βησσαρίων θαυματουργέ, ὥσπερ καί Λευκάδα, ἀπήλλαξας πανώλους, ὑγείαν τήν κατ’ ἄμφω, δούς δαψιλέστατα.

Δεῦτε ἡσυχίας τόν ἐραστήν, ἀνεξικακίας, καί συγγνώμης ὑπογραμμόν, ἐκ σεισμοῦ σωτῆρα, Λευκάδιοι πολῖται, Αἰγίνης Διονύσιον, ἀνυμνήσατε.

Ἄφθαρτα προτίσασα γεηρῶν, χάριν ἀπειλήφεις, ἀπαλάττειν ἐκ τῆς φθορᾶς, νύμφη τοῦ Σωτῆρος, Βαρβάρα καλλιμάρτυς· διό καί Λευκαδίους, νόσου διέσωσας.

Χαλκηδόνος Πρόεδρον εὐλαβῶς, τόν καί νικηφόρον, ἐν ἀγῶνι πνευματικῷ, μέλψωμεν προθύμως, τήν ἱεράν εἰκόνα, Νικήτα Ἱεράρχου οἱ ἀσπαζόμενοι.

Οὐδέν ἱκανώθη Κυριακήν, τῆς Χριστοῦ ἀγάπης, ἀποστήσασθαι μηδαμῶς, τό Χριστῷ συνεῖναι, πρό τῆς σεπτῆς εἰκόνος, τῆς Μάρτυρος οὖν πάντες, αὐτῆς αἰτήσασθε.

Τῆς Ῥωσίας βλάστημα θαυμαστόν, καί τῶν Λευκαδίων ἀντιλήπτορα ἐν δεινοῖς, Θεόδωρον πάντες, ὑμνήσωμεν ἐκθύμως· ἰσάγγελον γάρ βίον, ἔσχεν ὁ πάντιμος.

Τεῖχος ἀναδέδειξαι τῶν πιστῶν, κατ’ ἐχθρῶν παντοίων, ἀοράτων καὶ ὁρατῶν, Γεράσιμε Πάτερ· ὅθεν Ἀλῆν διώκεις, σῴους καὶ ἐλευθέρους ἀεὶ τηρῶν ἡμᾶς.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Λευκαδίων ὁ δῆμος ὁ χριστεπώνυμος, ᾠδαῖς καί ὕμνοις συντόνοις καί ἐγκωμίοις τερπνοῖς, προστατῶν αὐτοῦ γεραίρει τήν ὁμήγυριν· οἵ καί ὡς τεῖχος ἀῤῥαγές, ἀπό παντοίων προσβολῶν, ἄτρωτον ταύτην τήν νῆσον, διατηροῦσιν ἀπαύστως, τῷ Πανοικτίρμονι πρεσβεύοντες.

Ἔκτενῆς καὶ Ἀπόλυσις, μεθ᾽ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε Λευκαδίων ἡ πληθύς, βέλεσιν ἐβάλλετο πάλαι, τοῦ πολεμήτορος, τότε οἱ φιλάγιοι πόθῳ ἐδέοντο, θεοφόρου συνάξεως, Ὁσίων Μαρτύρων, κλεινῶν Ἀποστόλων τε, Ἱεραρχῶν ἱερῶν, καί τῆς Παναχράντου Μαρίας, ἥν Φανερωμένην καλοῦσιν, ὧν ταῖς ἐνεργείαις διεσώθησαν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.