Παρακλητικός Κανών εις τους Δεκατετράριθμους Αγίους Προστάτας της Νήσου Λήμνου
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὸ τροπάριον·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
῾Ως κεκτημένοι ἁγιότητος στέφος, τὴν Λῆμνον σκέπετε εὐχαῖς ὑμῶν θείαις, ὁμοῦ δεκατετράριθμοι πρεσβεύοντες Χριστῷ, νόσους ἐκδιώκοντες, καὶ κινδύνους παντοίους, ἵνα εἰρηνεύοντες, προσκυνῶμεν Τριάδα, ἥτις ὑμᾶς ἐδόξασε τρανῶς, καὶ παραδείσου, μετόχους ἀνέδειξε.
Δόξα, Καὶ νῦν, ὅμοιον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ψάλλεται ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Δέξαι, Κύριε, παράκλησιν ῾Αγίων Λήμνου. ᾿Α(θανάσιος).
᾿ῼδὴ α΄. ῏Ηχος πλ.δ΄. ῾Υγρὰν διοδεύσας.
Δεήσεις προσάξατε τῷ Θεῷ, οἱ ῞Αγιοι Λήμνου, ὑπὲρ πάντων τῶν εὐλαβῶς, πρεσβείας ὑμῶν ἐξαιτουμένων, καὶ προστασίαν ἐν νόσοις καὶ θλίψεσι.
᾿Ετέθης ὡς λύχνος χριστοειδής, ἐν Λήμνου καθέδρᾳ, ὦ Στρατήγιε ἱερέ, διὸ τὸν Δεσπότην ἐξιλέου, ὑπὲρ τῆς ποίμνης σου ταύτης ἀείποτε.
Ξεσθέν σου τὸ σῶμα τὸ καθαρόν, σεμνὴ Γλυκερία, ἐν βασάνοις διὰ Χριστόν, ἐδόθη τῆς Λήμνου ᾿Εκκλησίᾳ, καταφυγὴ ἐν δειναῖς περιστάσεσιν.
Θεοτοκίον
᾿Αφθόρως κυήσασα τὸν Χριστόν, ῾Αγνὴ Θεοτόκε, διαφύλαττε τῆς φθορᾶς, Λημνίους αἰτοῦντας σὴν πρεσβείαν, καὶ τοῦ Κυρίου ναοὺς τούτους ποίησον.
᾿ῼδὴ γ΄. Οὐρανίας ἁψῖδος.
῾Ιερεῖον καθάπερ, τῷ ᾿Ιησοῦ τέθυσαι, ὦ πανευκλεὴς Εὐφημία, τοῖς μαρτυρίοις σου· ὅθεν τὸ σκῆνός σου, δεξιωθεῖσα ἡ Λήμνος, πρὸς Χριστὸν ἐπλούτησε, πρέσβιν σε ἄμαχον.
Κομισθὲν ἐν τῇ Λήμνῳ, ὡς θησαυρὸς πάντιμος, ὦ Μελιτηνὴ σκήνωμά σου, πηγὰς ἀνέβλυσε, θείων ἰάσεων, τοῖς εὐλαβέσι Λημνίοις, οὕς περ διαφύλαττε, Χριστῷ πρσβεύουσα.
῾Υπὲρ θείων δογμάτων, ἐξορισθεὶς Πόλεως, τῆς Βασιλευούσης καὶ Λῆμνον, πάτερ Θεόδωρε, ποτὲ κατείληφας, ἣν περιφρούρει κινδύνων, πατρικαῖς πρεσβείαις σου, πρὸς τὸν Φιλάνθρωπον.
Θεοτοκίον
῾Ρᾶνον θείας ψεκάδας, ἐν πειρασμοῖς, Δέσποινα, καὶ τῶν θλιβερῶν τὴν πικρίαν, τάχει διάλυσον, καθικετεύουσα, τὸν τοῦ ἐλέους Δεσπότην, ῝Ον ἡμῖν ἱλέωσαι, τοῖς ἁμαρτάνουσι.
Διάσωσον, δεκατετράριθμον στῖφος ῾Αγίων Λήμνου, τοὺς ἐν πίστει εἰλικρινεῖ σοι προσπίπτοντας, ἀπὸ κινδύνου παντός, ταῖς πρεσβείας σου πρὸς Δεσπότην.
᾿Επίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Προστάται θερμοί, Λημνίοις ἐχαρίσθητε, καὶ τούτους ἀεί, φυλάττετε ἀείποτε, ἐκ κινδύνων ῞Αγιοι, τῷ Κυρίῳ ρεσβεύοντες, ὅπως Παράδεισον γλυκύν, σὺν ὑμῖν κατοικήσωμεν.
᾿ῼδὴ δ΄. Εἰσακήκοα, Κύριε.
῞Ινα πόθῳ τιμῶμέν σε, πάτερ ᾿Αθανάσιε, ῎Αθω καύχημα, χεῖρας ἔκτεινον πρὸς Κύριον, ὑπὲρ χριστωνύμων Λήμνου πάντοτε.
᾿Επηρείας τοῦ δράκοντος, καὶ τὰ ποικιλότροπα μηχανήματα, τούτου, Σάββα, ἐξαφάνισον, κατὰ τῶν Λημνίων ἐγειρόμενα.
Πρὸς Κυρίου ἀγάπησιν, πάτερ Διονύσιε, ἡμᾶς ἴθυνον, ἀφανίζων ἅπαν πρόσκομμα, τοῦ ἀντικειμένου ὥσπερ ἄθυρμα.
Θεοτοκίον
᾿Αναξίοις σε στόμασι, πάντες, Θεοτόκε, οἱ χριστοσήμαντοι, μεγαλύνομεν καὶ κράζομεν· τῶ Θεῷ μὴ παύσῃ ἱκετεύουσα.
᾿ῼδὴ ε΄. Φώτισον ἡμᾶς.
῾Ρῦσαι πονηροῦ, τῶν παγίδων τοὺς τιμῶντάς σε, ὦ Κωνσταντῖνε νεομάρτυς τοῦ Χριστοῦ, καὶ ἐν τῇ πίστει, ἀκλινεῖς ἡμᾶς στερέωσον.
Ἂρον ἀφ᾿ ἡμῶν, ᾿Αθανάσιε, πᾶν πρόσκομμα, τὸ ἐμποδίζον τὴν ἐπίγνωσιν Θεοῦ, καὶ τὴν Λῆμνον, ἐν εἰρήνῃ διατήρησον.
Κύριον ἀεί, ὦ Γρηγόριε, δυσώπησον, ὑπὲρ τῆς Λήμνου ἣν ἐποίμανας, καὶ ἐνέδρας, παλαμναίου ἐχθροῦ σύντριψον.
Θεοτοκίον
Λεύκανον ψυχάς, πισσωθείσας ἁμαρτήμασιν, ταῖς ἱκεσίαις σου Πανάχραντε, καὶ μετανοίᾳ, ἀληθεῖ ἡμᾶς περίφραξον.
᾿ῼδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
῾Ημάρτομεν, πολλαχῶς οἱ ἄθλιοι, θεῖε Μᾶρκε ἱεράρχα ᾿Εφέσου, διὸ πρὸς σέ, καταφεύγομεν πίστει, καὶ ὡς μεσίτην Χριστῷ προβαλλόμεθα, αἰτοῦντες ἄφεσιν δεινῶν, καὶ λαβεῖν κατὰ χάριν συγχώρησιν.
Συρόμεθα, ὡς ἐχθροῦ αἰχμάλωτοι, τῶν παθῶν ὑπεζευχθέντες τὴν ζεύγλην, καὶ τῷ Θεῷ, μὴ δυνάμενοι στῆναι, δεόμεθά σου, παμμάκαρ Εὐθύμιε, ὡς Λήμνῳ ὑπερορισθείς, ἐλευθέρωσον τάχει τοὺς δούλους σου.
῾Ικέτευε, ᾿Ιωσὴφ πανάριστε, ὑπὲρ νήσου σε τεκούσης Δεσπότην, ὅπως ἀεί, ἐν εἰρήνῃ ἀσείστῳ, καὶ φιλοθέως τὸν βίον πορεύηται, ἐν τέλει δὲ τοῦ οὐρανοῦ, Βασιλείαν οἱ Λήμνιοι εὕρωσι.
Θεοτοκίον
Νενέκρωμαι, ἐκ πολλῶν πταισμάτων μου, Θεοτόκε Παναγία Παρθένε, ὅθεν πρὸς σέ, καταφεύγω τὴν ὄντως, τὸν ᾿Αρχηγὸν τῆς ζωῆς ἀποτέξασαν, αἰτούμενος τὴν ἰσχυράν, προστασίαν σου, Μῆτερ Πανάχραντε.
Διάσωσον, δεκατετράριθμον στῖφος ῾Αγίων Λήμνου, τοὺς ἐν πίστει εἰλικρινεῖ σοι προσπίπτοντας, ἀπὸ κινδύνου παντός, ταῖς πρεσβείας σου πρὸς Δεσπότην.
῎Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.
᾿Εκ πολλῶν συνεχόμενοι θλίψεων καὶ τοῦ βίου δεινοῖς πιεζόμενοι πρὸς τὰς εὐχὰς προσφεύγομεν ὑμῶν, θερμῶς, λύσιν τῶν κακῶν, καὶ εὐλογίαν τοῦ Θεοῦ, ἐξαιτούμενοι, ῞Αγιοι· ὅθεν ὡς παῤῥησίαν, ἔχοντες πρὸς Δεσπότην, σκέπετε Λῆμνον εὐσεβῆ, τὴν ὑμᾶς τιμῶσαν πάντοτε.
Προκείμενον·
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις αὐτοῦ.
Στίχος· Τοῖς ῾Αγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ευαγγέλιον. ᾿Εκ τοῦ κατὰ Ματθαῖον (Κέφ ε΄14 – 19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. Οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν Νόμον ἢ τοὺς Προφήτας. Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. ᾿Αμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ Νόμου, ἕως ἂν πάντα γένηται. ῝Ος ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν. ῝Ος δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.
Δόξα.
Ταῖς τῶν σῶν ῾Αγίων, πρεσβείαις, ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. ᾿Ελεῆμον, ἐλέησόν με ὁ Θεός…
καὶ τὸ προσόμοιον.
῏Ηχος πλ.β΄. ῞Ολην ἀποθέμενοι.
Μέγα διαπλέοντες, πέλαγος βίου παρόντος, καὶ κλυδωνιζόμενοι, τοῖς ἀγρίοις κύμασιν ὡς ἀνίσχυροι, τὴν ὑμῶν, ῞Αγιοι, ἀρωγὴν αἰτοῦμεν, τὸν λιμένα ὅπως φθάσωμεν, τῆς ἄνω Πόλεως, σῷοι πειρασμῶν τοῦ ἀλάστορος· καὶ εὕρωμεν κατάπαυσιν, τὴν εἰρηνικὴν καὶ χριστόδωρον, καὶ ἀνευφημῶμεν, ὑμᾶς, τῆς Λήμνου θεῖοι πρεσβευταί, ἣν προστατεύετε πάντοτε, ἀπὸ πάσης θλίψεως.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου κλπ.
᾿ῼδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Ἀληθὴς ποιμενάρχης, νήσου Λήμνου, Στρατήγιε, ἀναδέδειξαι, τὸν τοῦ Εὐαγγελίου, διδάξας θεῖον νόμον, ὃν τηρεῖν τὴν σὴν ποίμνην ἱκέτευε, ὅπως τὸ ὄρος Κυρίου, κληρονομήσωμεν.
Γρηγορίου πρεσβείας, Παλαμᾶ τοῦ μεγάλου δέξαι, ιλάνθρωπε, ποιμάναντος τὴν Λῆμνον, καὶ πληθὺν θαυμάτων, ἐπιτελέσαντος ὧδε δυνάμει σου, νῦν δὲ τὰς χεῖρας ἀπαύστως, ὑπερεκτείνοντος.
᾿Ιωσήφ, σὴν πατρίδα, τῶν εὐχῶν τῇ ἀσπίδι ἀεὶ προστάτευε, ἐκ πάσης ἀσθενείας, καὶ ἐχθροῦ ἐφόδων, ἀποδιδοὺς ἀντιδώρως τὰ θρέπτρα σου, τὸν ᾿Ιησοῦν ἐκμειλίσσων, τὸν Πολυεύσπλαγχνον.
Θεοτοκίον
῾Ως Δεσπότην τεκοῦσα, καὶ πλουτοῦσα πρεσβείαν ἀκαταμάχητον, ἱκέτευε Παρθένε, ὅπως λυτρωθῶμεν, τοῦ πονηροῦ τῶν παγίδων οἱ δοῦλοί σου, καὶ εὐγνωμόνως τιμῶμεν, τὴν θείαν δόξαν σου.
᾿ῼδὴ η΄. Τὸν Βασιλέα.
Νίκην παράσχου, κατὰ παθῶν ψυχοφθόρων, ὦ Εὐθύμιε θεῖε ἱεράρχα, πᾶσι τοῖς Λημνίοις, τιμῶσί σε ἐκ πόθου.
Λέοντος μύλας, ᾿Ορθοδοξίας ὁ λέων, πάτερ Μᾶρκε, τοῦ νοητοῦ συντρίψαις, κατὰ τῶν Λημνίων, πικρῶς ὀρυωμένου.
῝Ην ἐπεσκέψω, σωματικῶς πάλαι Λῆμνον, ᾿Αθανάσιε, καὶ νῦν ἐπισκέπτου, τῷ Χριστῷ πρεσβεύων, ἀπαύστως ὑπὲρ ταύτης.
Θεοτοκίον
Μεμολυσμένους, ταῖς ἁμαρτίαις Παρθένε, ἀποκάθαρον θείᾳ μετανοίᾳ, ὅπως τοῦ Υἱοῦ σου, τύχωμεν Βασιλείας.
᾿ῼδὴ θ΄. Κυρίως Θεοτόκον.
Νεομαρτύρων δέξαι, τῆς σεπτῆς δυάδος, τὰς ἱκεσίας, Φιλάνθρωπε Δέσποτα, ὑπὲρ τῆς Λήμνου καὶ δίδου, ταύτῃ πᾶν δώρημα.
῾Ο Πνεύματος τὴν χάριν, δοὺς πλουσιοδώρως, τῇ τῶν Παρθένων τριάδι, Φιλάνθρωπε, καὶ τοῖς Λημνίοις παράσχου, τὴν εὐλογίαν σου.
῾Υπὲρ τῆς νήσου Λήμνου, τοῦ χοροῦ ῾Οσίων, σεπτὰς δεήσεις ἐπάκουσον, Κύριε, καὶ ἐν εἰρήνῃ ἀσείστῳ, ταύτην συντήρησον.
Θεοτοκίον
᾿Αξίωσον, Παρθένε, τοὺς σὲ ἀνυμνοῦντας, ἰδεῖν Κυρίου τὸ πάμφωτον Πρόσωπον, καὶ Παραδείσου οἰκῆσαι, θεῖα σκηνώματα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
῾Ο δεκατετράστερος οὐρανός, τῶν ῾Αγίων Λήμνου, καταφώτισον τὰς ψυχάς, τῶν πιστῶς ὑμνούντων, βίους σεπτοὺς καὶ ἆθλα, καὶ πέμπε οὐρανόθεν χάριν τοῦ Πνεύματος.
Δέξαι, ὦ Φιλάνθρωπε ᾿Ιησοῦ, τῶν ῾Αγίων Λήμνου, παρακλήσεις ὑπὲρ ἡμῶν, καὶ παράσχου πᾶσιν, ὑγείαν καὶ εἰρήνην, ὅπως πιστῶς ὑμνῶμεν, τὴν σὴν θεότητα.
Τῆς ζωῆς τὸ ξύλον δότε ἡμῖν, ῞Αγιοι τῆς Λήμνου, καὶ αἰώνιον χαρμονήν, μέλλοντος αἰῶνος, οὗ νῦν ὑμεῖς τρυφᾶτε, ὁρῶντες τοῦ Κυρίου, τὸ θεῖον πρόσωπον.
Πᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων ἡ δωδεκάς, οἱ ῞Αγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.
Δεῦτε, τῶν Λημνίων οἱ χοροί, τοὺς ἡμῶν ἐνθέους προστάτας καὶ ἀντιλήπτορας, πόθῳ εὐφημήσωμεν καὶ εὐλαβῶς τὰς εὐχάς,
αἰτησώμεθα ἅπαντες, ὅπως λυτρωθέντες, πειρασμῶν καὶ θλίψεων καὶ τῶν τοῦ βίου δεινῶν, δῶμεν τῷ Κυρίῳ τὴν δόξαν, τῷ αὐτοὺς ἀξίως τῷ στέφει, τῆς ἀθανασίας καταστέψαντι.
Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Στίχοι·
Λιμένα δότε χριστωνύμοις Λημνίοις,
Οἱ ἐν Λήμνῳ ἅγιοι, Σιὼν τῆς ἄνω.