Παρακλητικός Κανών εις τους Αγίους Μάρτυρες Χρύσανθο και Δαρεία η Φιλόθεος

†Εορτάζονται στις 19 Μαρτίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς στρατιώτην τοῦ Χριστοῦ γενναιότατον, καὶ νικηφόρον οἱ πιστοὶ ἐννομώτατον, σὲ εὐφημοῦμεν ἅπαντες Μαρτύρων καλλονή, Χρύσανθε μακάριε, σὺν τῇ θείᾳ Δαρείᾳ· ὅθεν μακαρίζεσθε, εἰς αἰῶνας αἰώνων· μὴ διαλείπετε Μάρτυρες Χριστοῦ, Αὐτῷ πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα.
Ὅμοιον.
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ ἱκετεύσωμεν, καὶ τῇ θερμῇ αὐτῶν πρεσβείᾳ αἰτήσωμεν, κράζοντες καὶ λέγοντες ἐκ βάθους ψυχῆς· Χρύσανθε μακάριε καὶ θεόφρον Δαρεία, πάσης βλάβης ῥύσασθε, πειρασμῶν καὶ κινδύνων, καὶ πάσης ἄλλης ἀπειλῆς, ὅπως ἀπαύστως, ὑμᾶς μακαρίζομεν.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δεινῆς ἀσθενείας κυριευθείς, Κύριε τῆς δόξης, ἐπουράνιε Βασιλεῦ, ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, τὸν σὸν ἱκέτην οἰκτήρισον, Εὔσπλαγχνε.

Οὐρανῶν Βασιλείας σὺ ἐραστής, ἐγένου, παμμάκαρ, δυσωπῶ σε νῦν ἐκτενῶς· παθῶν καὶ κινδύνων λύτρωσαί με, καὶ θείου ἔρωτος ἔμπλησον δέομαι.

Πρόσχες οὐρανόθεν τὰς ἐκτενεῖς, πάντων ἡμῶν δεήσεις, καὶ ἐνώτισε Ἀθλητά, φωνὰς τῶν ἐν πίστει προσιόντων, Χρύσανθε Μάρτυς, καὶ δὸς τὰ αἰτήματα.

Θεοτοκίον.
Ἐλπίδα σὲ ἔχοντες πρὸς Θεόν, ἄχραντε Παρθένε, διαφυλάττε τῶν δεινῶν, καὶ οἴκτειρον, Κόρη, τοὺς σοὺς δούλους, ἡ τὸν Θεὸν ἐν γαστρί σου χωρήσασα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Θεαρέστως βιώσας, καὶ πρὸς τὸ μαρτύριον ἅπαντα, φόβον ἀποῤῥίψας χαίρων, προσεχώρησας, σὺν τῇ συνάθλῳ τῇ σῇ νῦν δὲ αὐτῇ συναγάλλει, καὶ τῆς αἰωνίου χαρᾶς ἀπολαύετε.

Ἔχοντές σε προστάτην, πρὸς τὸν Θεὸν, Χρύσανθε, πᾶσιν ἐδείχθης ἀντιλήπτωρ, τῇ μεσιτείᾳ σου, σὺν τῇ Δαρείᾳ, σοφέ, τῶν Ἀθλοφόρων τὸ κλέος, παθῶν καὶ νόσων ἀπάλλαττε πάντοτε.

Πατρικῆς ἀσεβείας, καταφρονῶν ἤθλησας, καὶ τῆς ἀληθείας ἐδείχθης, στῦλος ἀκλόνητος, ἐν τῇ ἰσχύῃ Χριστοῦ, καὶ τὴν Δαρείαν ἑλκύσας, αἰωνίως τέρπεσθε εἰς τὸν Παράδεισον.

Θεοτοκίον.
Παναγία Παρθένε, τὸν Λυτρωτὴν τέξασα, λύτρωσον παθῶν καὶ κινδύνων, τοὺς σοὶ προστρέχοντας καὶ ἀνυμνοῦντας θερμῶς, θεοκυήτωρ Μαρία, τῶν πιστῶν τὸ στήριγμα, μόνη Πανύμνητε.

Διάσωσον, ἡ τῶν σεπτῶν Ἀθλοφόρων δυὰς ἁγία, ἐκ παντοίων ἀσθενειῶν τε καὶ θλίψεων, τοὺς εὐλαβῶς ἀνυμνοῦντας σὰς ἀριστείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ΄. Τὰ ἄνω ζητῶν.
Δοθεῖσαν σοφὲ Δαρείαν εἰς τὸ πεῖσαί σε, σὺ ἔπεισας αὐτὴν, τὸ ψεῦδος ἀποῤῥίψασθαι, ἐκτενῶς οὖν βοῶμεν ὑμῖν· Μάρτυρες πανόλβιοι προφθάσατε, καὶ ἐκ κινδύνων ῥύσασθε ἡμᾶς, τοὺς πόθῳ ὑμῶν τὴν μνήμην ἑορτάζοντας.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ὡς ἀστέρες πολύφωτοι, ὤφθητε ἐν μέσῳ σταδίου ἔνδοξοι, καὶ ἡμᾶς νῦν καταλάμπετε, Μάρτυρες Κυρίου ἀξιάγαστοι.

Ταῖς τῶν θείων ῥημάτων σου, ἴθυνας πρὸς τρίβον, μάκαρ, ἀθλήσεως, τὴν σὴν σύναθλον, πολύαθλε· ὅθεν ἐπαξίως ἐπαγάλλεσθε.

Ἡ σορὸς τῶν λειψάνων σου, βρύει ἰαμάτων τὴν χάριν, ἔνδοξε, καὶ ψυχῶν παύει τὰ κύματα, ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος.

Θεοτοκίον.
Φοβεροῖς ἁμαρτήμασι, τὴν ψυχὴν μολύνας οἴμοι ὁ δείλαιος, τῇ σῇ σκέπῃ Παναμώμητε, καταφεύγω λύσιν ἐξαιτούμενος.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Δίωξον πληθύν, τῶν δαιμόνων, ὑπερθαύμαστε, τὴν ἀθλίως ἀπειλοῦσάν μου ψυχήν, τῇ θερμῇ σου προστασίᾳ καταφεύγοντα.

Χρύσανθε σεπτέ, σὺν Δαρείᾳ τῇ θεόφρονι, τοῖς αἰτοῦσιν ὑμῖν θείαν ἀρωγήν, εἰς τὸν Κύριον μὴ παύσητε πρεσβεύοντες.

Ἔμπλησον ἡμᾶς, φωτισμοῦ καὶ θείας χάριτος, τῶν Μαρτύρων ἡ ἁγία ξυνωρίς, τοὺς αἰτοῦντας τὴν θερμὴν ὑμῶν ἀντίληψιν.

Θεοτοκίον.
Πάναγνε ἡμᾶς, ταῖς πρεσβείαις σου διάσωσον, τῶν πταισμάτων ἀπαλλάτουσα ἡμᾶς, καὶ πρὸς ὅρμον γαληνὸν ἐλιμενίζουσα.

ᾨδὴ στ΄. Τὴν δέησιν, ἐκχεῶ.
Ἐφρύαξεν, ἐπ᾿ ἐμὲ ὁ δόλιος, καὶ ἀρχέκακος σατᾶν ὁ πανοῦργος, καὶ τὰ πυρφόρα αὐτοῦ τόξα καὶ βέλη, νῦν κατ᾿ ἐμοῦ μανικῶς ἐξετόξευσε· ὑμῶν τῷ ξίφει πρεσβειῶν, κατατροπώσατε ἅγιοι Μάρτυρες.

Ἐκύκλωσαν, ἀντιπάλων τὰ στίφη, ὥσπερ ἄγρια θηρία καὶ τρέμω, νυχθημερὸν πολεμοῦντές με λύσσῃ, ἀνιλεῶς κατεσθίεια με θέλουσι· πρόφθασον θείᾳ ξυνωρίς, καὶ ἐκ τούτων ἁπάντων διάσωσον.

Καταιγὶς νῦν, ἐφ᾿ ἡμᾶς κατέπνευσεν, ἀθυμίας πικροτάτης καὶ ζάλης, παραχωρήσῃ θεία Κυρίου, κατατιτρώσκουσα ἄλγη δισίατα, τὴν ταπεινὴν ἡμῶν ψυχήν, θεραπεύσατε τάχος ὡς Μάρτυρες.

Θεοτοκίον.
Ἁγίων, ἁγιωτέρα ἐδείχθης, Ὑπερύμνητε ἁγία Παρθένε, τῷ Βασιλεῖ δὲ τῶν αἰώνων πρεσβεύεις, ἵνα ἁγίως τὸν βίον διέλθωμεν, ὅπως παράσχῃ καὶ ἡμῖν, ὁ Σωτὴρ καὶ ὁ Υἱός σου τὴν ἄφεσιν.

Διάσωσον, ἡ τῶν σεπτῶν Ἀθλοφόρων δυὰς ἁγία, ἐκ παντοίων ἀσθενειῶν τε καὶ θλίψεων, τοὺς εὐλαβῶς ἀνυμνοῦντας σὰς ἀριστείας.

Ἄχραντε, ἡ διὰ λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´.
Προστάται θερμοὶ ἐδείχθητε μακάριοι, παῤῥησίαν πρὸς τὸν Λυτρωτὴν ἡμῶν Χριστὸν ἔχοντες, ὅτι γενναίως ἀγωνισάμενοι, ἐγκρατεία καὶ πίστει, στεφάνους τοῦ μαρτυρίου ἐλάβετε, Χρύσανθε καὶ Δαρεία ἀοίδιμοι· πρεσβεύσατε ὅθεν τῷ Χριστῷ, σωθῆναι τοὺς πίστει ὑμᾶς ἑορτάζοντας.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-20).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φύλακας, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσετε δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἡ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χρύσανθε μακάριε, δεδουλωμένον με ὄντα, δεινοῖς ἀτοπήμασι, πρὸς τὴν ὑπερθαύμαστον προστασίαν σου, καὶ θερμὴν δέησιν, ἀοίδιμε μάκαρ, πρὸς σὲ σπεύδω ὁ ἀνάξιος· κακῶν με λύτρωσαι, τῶν ἁμαρτημάτων καὶ θλίψεων καὶ σῶσόν με πρεσβείαις σου, τῶν δαιμονικῶν ἐπιδράσεων· ἵνα σὲ γεραίρω καὶ πίστει ἑορτάζω καὶ τιμῶ, τὴν παναγίαν σου ἄθλησιν, μετὰ τῆς συνάθλου σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Δαρεία ἡ θεόφρον, σὺν τῷ θείῳ Χρυσάνθῳ κατηγωνίσαντο, ἔναντι τῶν τυράννων, καὶ ἔλαβον τῆς νίκης, τὰ ἄφθαρτα στέφανα, ὑπὲρ ἡμῶν νῦν ἐκτενῶς, ἀεὶ ἐκδυσωποῦσι.

Τίς δύναται ἐξείπει, μαρτυρίου τοὺς ἄθλους καὶ τὰ παλαίσματα; Ὦ Μάρτυρες Κυρίου, Χρύσανθε καὶ Δαρεία, ἃ ἀνδρείως ἐκτελέσατε, ἐν τῇ δυνάμῃ Χριστοῦ, πίστιν ἡμῶν φρουροῦντες.

Τῆς φύσεως λαθόντες, τῇ Χριστοῦ ἀγαπήσῃ, προετιμήσατε, συνεδεθῆναι μᾶλλον, καὶ λάκκου καταχώσῃ, οὐκ ἐπτοήθητε Ἅγιοι, εἰς οὐρανίους μονάς, ἀγάλλεσθ᾿ αἰωνίως.

Θεοτοκίον.
Χρωτός μου ἀσθενείας, καὶ ψυχῆς ἀῤῥώστιας, Θεοχαρίτωτε, τὸν πίστει προσελθόντα, τῇ σκέπῃ σου ἐκ πόθου, ὑγιαίνειν ἀξίωσον, μόνη βοήθεια ἡμῶν, τῶν σ᾿ ἐπικαλουμένων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Χρύσανθε Μάρτυς, τὸν ἀρχέκακον ὄφιν, ἐταπείνωσας εἰς γῆν καὶ ἐδείχθης, ἀήττητος τῶν τούτου, δεινῶν ἐφευρημάτων.

Μὴ παραβλέψῃς, τῷ ἱκέτῃ σου Μάρτυς, ἀλλὰ δέξαι τὰς θερμὰς παρακλήσεις καὶ τῷ σῷ Δεσπότῃ, προσάγαγε αἰτῶ σε.

Ἴασαι πάντας, τῇ σορῷ σῶν λειψάνων, καταφεύγοντας πιστούς σου ἱκέτας καὶ παρακαλοῦντας, Ἅγιε μὴ παρίδῃς.

Θεοτοκίον.
Δεινῶς πληγέντα, ταῖς προσβολαῖς ἀλλοτρίου, μὴ ἐάσῃς με Κόρη σὸν δοῦλον, ἀλλὰ πρόστηθί μοι, τῇ κραταιᾷ σου σκέπῃ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δαρεία σὺν Χρυσάνθῳ, ἄνθη τὰ εὐώδη, νοητῆς εὐωδίας πληρώσατε, καὶ πάσης χάριτος ἄλλης, ἧς νῦν κατέχετε.

Ταπείνωσιν παράσχου, καὶ κρουνοὺς δακρύων, ἵν’ ἀποπλύνω τὸν ῥύπον μου δέομαι, τὸν τῆς ψυχῆς μου, Μάρτυς πολύαθλε Χρύσανθε.

Μὴ παύσητε πρεσβεύειν, Μάρτυρες θεηγόροι, ὅπως ῥυσθῶμεν παθῶν τε καὶ θλίψεων, ἵνα ἀπαύστως ἐν ὕμνοις ὑμᾶς γεραίρομεν.

Θεοτοκίον.
Παρθένε μὴ παρίδῃς, δεήσεις τῶν σῶν δούλων καὶ κατακρίσεως ῥῦσαι, Πανάμωμε, καὶ σεσωσμένων χορείαις εὐχαῖς σου σύνταξον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σύζυγοι ὁμόφρονες Ἀθληταί, οἱ Χριστοῦ τῇ πίστει, συζευχθέντες περιχαρῶς, ἀγάλλεσθε δικαίως, Χρύσανθε καὶ Δαρεία, τῆς ἀληθοῦς ἁγνείας, δοχεῖα πάντερπνα.

Τηρητὴς τῶν θείων σὺ ἐντολῶν, Μάρτυς ἀθλοφόρε, ἐκομίσω ἐν οὐρανῷ, τὸν στέφανον τῆς δόξης καὶ ἐν τῇ Βασιλείᾳ, νῦν πᾶσαν ἀπολαύεις, χάριν ἀθάνατον.

Πλήρης γενομένη ἁγιασμοῦ, Δαρεία θεόφρον, ἐνυμφεύθης σὺ τὸν Χριστόν, διὰ χρυσέων λόγων, Χρυσάνθου σοῦ συνάθλου, κατήσχυνας δὲ Κόρη, τὸν πολυμήχανον.

Χρύσανθον τὸν θεῖον σὺν τῇ σεμνῇ, Δαρείαν παρθένον, τοὺς προστάτας πάντων ἡμῶν, καὶ ἀκλονήτους βάσεις τῆς εὐσεβοῦς θρησκείας, προθύμως κατ᾿ ἀξίαν, ἀνευφημήσωμεν.

Ἴασιν παρέχετε τοῖς πιστοῖς, τοῖς προσερχομένοις μετὰ πόθου καὶ συντριβῆς, τὴν πάνσεπτον εἰκόνα ὑμῶν καταφιλοῦντες, δεόμενοι αἰτοῦντας, πταισμάτων ἄφεσιν.

Τίς τῶν παλαισμάτων ὑμῶν πληθύν, ἐξείπει ἀξίως καὶ βασάνων τὸ καρτερόν; Χρύσανθε παμμάκαρ, σὺν τῇ σεπτῇ Δαρείᾳ, ὡς ἄσαρκοι νεκρώσατε, τὸν ἀλάστορα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μαρτύρων ἀγλάισμα, Αἰγύπτου θεῖος καρπός, Χριστὸν ὁμολόγησας, ἐν παῤῥησίᾳ πολλῇ, Χρύσανθε ἔνδοξε· πάντα καταφρονήσας, τὰ τοῦ κόσμου ἡδέα, νόσους ἀποδιώκεις, καὶ πληροῖς τὰς αἰτήσεις· διὸ σὺν τῇ Δαρείᾳ Χριστῷ συναγάλλεσθε.

Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τὴν σύμπνουν ξυνωρίδα τῶν Μαρτύρων τιμήσωμεν, Χρύσανθον ἁγνείας τὸ ἄνθος, καὶ Δαρείαν τὴν πάνσεμνον· τῇ πίστει ἑνωθέντες γὰρ σεπτῶς, ἐδείχθησαν τοῦ Λόγου κοινωνοῖ, ἐναθλήσαντες νομίμως ὑπὲρ Αὐτοῦ, καὶ σώζουσι τοὺς ψάλλοντας· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι᾿ ὑμῶν, πᾶσιν ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, τῶν Μαρτύρων καλλονή, καὶ Χριστιανῶν ὁ προστάτης, Αἰγύπτου θεῖος καρπός, Χρύσανθε μακάριε καὶ πρεσβευτὰ πρὸς Θεόν, ἐκ κινδύνων ἀπάλλαξον, τῇ σῇ μεσιτείᾳ, τοὺς σοὶ καταφεύγοντας, ἐν κατανύξει ψυχῆς· Μάρτυς τοῦ Θεοῦ ἀθλοφόρε, πάσης περιστάσεως ῥῦσαι, πάντας τοὺς τιμῶντας τὴν σὴν ἄθλησιν.

Ὅμοιον.
Μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ, πάντας ἐλεεῖς σαῖς πρεσβείαις, τοὺς προσδραμόντας εἰς σέ, Χρύσανθε μακάριε καὶ εὐσυμπάθητε· διὸ οἴκτειρον Ἅγιε καὶ νῦν τοὺς σοὺς δούλους, τάχιστα ῥυόμενος ἀπροσδοκήτων δεινῶν, θλίψεων καὶ νόσων παντοίων, ἵνα σου τὴν μνήμην τιμῶμεν, μετὰ τῆς Δαρείας τῆς συνάθλου σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.