Παρακλητικός Κανών εις τους Αγίους Δέκα Μάρτυρες της Κρήτης

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζουν στις 23 Δεκεμβρίου

Άγιος Θεόδουλος από τη Γορτυνία της Κρήτης.
Άγιος Σατορνίνος από τη Γορτυνία της Κρήτης.
Άγιος Εύπορος από τη Γορτυνία της Κρήτης.
Άγιος Γελάσιος από τη Γορτυνία της Κρήτης.
Άγιος Ευνικιανός από τη Γορτυνία της Κρήτης.
Άγιος Ζωτικός από την Κνωσό.
Άγιος Αγαθόπους από το λιμένα Πανούρμου.
Άγιος Βασιλειάδης (ή Βασιλείδης) από την Κυδωνιά.
Άγιος Ευάρεστος από το Ηράκλειο.
Άγιος Μόβιος (ή Πόμπιος, ή Πόντιος) από το Ηράκλειο.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ εξής·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἐν τῇ Κρήτῃ παμφαέστατοι λύχνοι, τῆς φωταυγείας τοῦ Χριστοῦ οἱ ἀκτῖσι, πυρσεύοντες τὴν σύμπασαν ἀνδρείᾳ πολλῇ, Μάρτυρες Δεκάριθμοι, τῶν παθῶν τὴν ὁμίχλην, ἀφ’ ἡμῶν διώξατε, καὶ εἰρήνην κατ’ ἄμφω, τοῖς καταφεύγουσιν ὑμῶν ταῖς λιταῖς, σημειοφόροι, γενναῖοι βραβεύσατε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δέκα Μαρτύρων αἰτοῦμαι πρεσβείαις. Χ. Μ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖα τοῦ Πνεύματος διαυγῆ, φωστῆρες τῆς Κρήτης, Δέκα Μάρτυρες θαυμαστοί, ἡμῶν τὰς δεήσεις ὡς Κυρίῳ, νῦν παρεστῶτες ἐν πόλῳ προσδέξασθε.

Ἐξ ὕψους Δεκάριθμοι συμπαθῶς, Κυρίου ὁπλῖται, ἐπιβλέψατε καὶ ταχύ, παρέχετε πάντοτε εἰρήνην, ψυχῆς τοῖς πόθῳ ὑμῖν προσπελάζουσι.

Κοινοῖς μελῳδήμασιν τοὺς ὑμῶν, τιμῶντες καμάτους, Δέκα πάντιμοι Ἀθληταί, βοῶμεν· ὑμῶν ταῖς ἱκεσίαις, πιστοῖς κατ’ ἄμφω ὑγείαν δωρήσασθε.

Θεοτοκίον.
Ἀπείρανδρε Μῆτερ τοῦ Λυτρωτοῦ, δεινῶς συνεχούσης, ῥῦσαι θλίψεως τοὺς πιστῶς, ὡς οἶκον φωτόλαμπρον Κυρίου, Σὲ ἀνυμνοῦντας ἑκάστοτε Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν Εὔπορε, σὺν τῷ Βασιλείδῃ τῷ θείῳ, καὶ Ἀγαθόποδι, ὡς ἂν γεραίρω ἀεί, τὴν φωτοφόρον σου μνήμην, καὶ τὴν τῶν συνάθλων σου, ἄριστον ἔνστασιν.

Ἀθλητὰ Σατορνῖνε καὶ Ζωτικὲ πάνσοφε, σὺν τῷ Θεοδούλῳ τῷ θείῳ, καὶ τῷ παμμάκαρι, Πομπίῳ κάραν συνθλᾶν, τοῦ μαινομένου ὡς ταύρου, μισοκάλου δαίμονος, μὲ ἀξιώσατε.

Ῥῦσαι πάντας λιταῖς σου ταῖς σωστικαῖς Ἅγιε, Εὐνικιανὲ τοὺς τιμῶντας, σοῦ τὸ μαρτύριον, καὶ τῶν συνάθλων τῶν σῶν, ἀνευφημοῦντας τοὺς πόνους, ἐν ὀδύναις ἄνεσιν, τούτοις δωρούμενος.

Θεοτοκίον.
Τὸν Θεὸν καὶ Σωτῆρα Χριστιανῶν τέξασα, τὸν τὰς ἁμαρτίας τοῦ κόσμου, αἴροντα Δέσποινα, τὰς ἀλγηδόνας ἡμῶν, ταῖς πρὸς Υἱόν Σου πρεσβείαις, κούφισον ἰάτειρα, πάντων ἀνάργυρε.

Διάσωσον, Δεκὰς Μαρτύρων ἐν Κρήτῃ ἀνδρειοφρόνως, τῆς ἀθλήσεως ἀτραποὺς ἡ πίστει ὁδεύσασα, ἀπὸ κινδύνων καὶ βλάβης ἡμᾶς ταχέως.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείας ὑμῶν Εὐάρεσε Γελάσιε, Εὐνικιανὲ Θεόδουλε καὶ Πόμπιε, Ἀγαθόπους πάντοτε, Σατορνῖνε ἔνδοξε Εὔπορε, καὶ Βασιλείδῃ σὺν τῷ Ζωτικῷ, ἐν βίου τοῖς κλύδωσιν αἰτούμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὕδωρ ἄϋλον βλύσατε, εὐφροσύνης θείας σβεννῦον φλόγωσιν, τῶν παθῶν ἡμῶν Δεκάριθμοι, Ἀθληταὶ τῆς Κρήτης καλλωπίσματα.

Ῥείθροις μάκαρ Γελάσιε, καὶ γενναῖε Μάρτυς Χριστοῦ Εὐάρεστε, θεϊκῆς ἡμᾶς χρηστότητος, τοὺς ὑμῖν προσπίπτοντας δροσίσατε.

Ὡς λαμπτὴρ δεκαπύρσευτος, καὶ πλειὰς Δεκάριθμοι οὐρανόφωτος, Ἀθληταὶ πιστοὺς φωτίσατε, ἐν νυκτὶ ζοφώδει τοὺς καθεύδοντας.

Θεοτοκίον.
Νικητὰς ἐν τοῖς σκάμμασι, δεῖξον Θεοτόκε τοῦ βίου ἅπαντας, εὐλαβῶς Σε μακαρίζοντας, καὶ ἐπιζητοῦντας τὰς πρεσβείας Σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄθλους τοὺς ὑμῶν, οὕσπερ ἔτλητε γεραίροντες, κατ’ ἀπίστων Δέκα Μάρτυρες Χριστοῦ, τὰς θερμὰς ὑμῶν λιτὰς ἀπεκδεχόμεθα.

Ἵνα μυστικῶς, ἀνυμνῶ ὑμᾶς Θεόδουλε, Σατορνῖνε Ἀγαθόπους Ζωτικέ, καὶ Γελάσιε ἰσχύν μοι δότε ἄνωθεν.

Τόμῳ ἱερῷ, τῆς ζωῆς ἡμᾶς ἐγγράψατε, Βασιλείδῃ μάκαρ Εὐνικιανέ, καὶ Εὐάρεστε ὑμῖν ἀεὶ τοῖς σπεύδουσιν.

Θεοτοκίον.
Ὄμβρισον ἡμῖν, τοῦ Υἱοῦ Σου μέγα ἔλεος, ἵνα μέλπωμεν ᾠδαῖς Σὴν ἀρωγήν, συμπαθείας στηλογράφημα Παντάνασσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑφέρποντος, παμβεβήλου ὄφεως, τῆς κακίας ῥύσασθέ με φωστῆρες, τῆς Κρήτης θεῖοι Εὐάρεστε μάκαρ, θεόφρον Εὔπορε σῶφρον Γελάσιε, καὶ Πόμπιε ταῖς πρὸς Χριστόν, ἀσιγήτοις ὑμῶν παρακλήσεσι.

Μανίας με, ἀνεικάστου σώσατε, τοῦ ἀρχαίου πτερνιστοῦ Ἀγαθόπους, σὺν Ζωτικῷ, Βασιλείδῃ Πομπίῳ, καὶ Σατορνίνῳ Θεόδουλε Εὔπορε, σεπτὲ καὶ Εὐνικιανέ, ἵνα ὕμνοις ὑμᾶς στέφω πάντοτε.

Αἰτήσασθε, κόσμου ἀπολύτρωσιν, ἐκ δεσμῶν τῶν μεριμνῶν ἐν τῷ βίῳ, ὡς παῤῥησίαν κατέχοντες πλείστην, Χριστῷ Γελάσιε Πόμπιε Εὔποτε, ἀλκίφρον Εὐνικιανέ, Βασιλείδη κλεινὲ καὶ Θεόδουλε.

Θεοτοκίον.
Ἰάσεων, κολυμβήθραν ἔδειξε, Σὲ Χριστὸς ὁ Σὸς ὑπέρλαμπρος Τόκος, Θεοκυῆτορ ἁγνὴ καὶ χειμάῤῥουν, παντοειδῶν ἰαμάτων θεόνυμφε, εἰς ὃν λουόμενοι δεινῆς, ἀῤῥωστίας τὸν ῥύπον διώκομεν.

Διάσωσον, Δεκὰς Μαρτύρων ἐν Κρήτῃ ἀνδρειοφρόνως, τῆς ἀθλήσεως ἀτραποὺς ἡ πίστει ὁδεύσασα, ἀπὸ κινδύνων καὶ βλάβης ἡμᾶς ταχέως.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆς Κρήτης λύχνοι Δεκάριθμοι πάμφωτοι, οἱ μαρτυρίου βολίσιν ἐκλάμψαντες, ἡμῶν τὴν σκοτείαν διώξατε, ταῖς ὑμετέραις πρεσβείαις πρὸς Κύριον, δεόμεθα δῆμε ὑπέρτιμε.

Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. ια’ 12-19 ).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅμιλε Δεκάριθμε, τῶν ἐν τῇ Κρήτῃ Μαρτύρων, Ζωτικὲ Θεόδουλε, Ἀγαθόπους Εὔπορε παναοίδιμε, εὐσταλὲς Πόμπιε, Σατορνῖνε μάκαρ, Βασιλείδη θεοφόρητε, σεπτὲ Εὐάρεστε, Εὐνικιανὲ καὶ Γελάσιε, προστάται καὶ ἀκέστορες, πέλετε πιστῶν ἐν ταῖς θλίψεσιν· ὅθεν δυσωποῦμεν, ὑμᾶς· μὴ διαλίπητε ἡμῖν, Χριστῷ πρεσβεύοντες πάντοτε, χάριν πέμψαι ἄφθονον.

Σῶσον ὀ Θεὸς τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πληρωτὴν τῶν Ἁγίων ἐντολῶν καὶ ἐργάτην με ἀναδείξατε, ὡς ἂν τῆς Βασιλείας, τῆς ἄνω κληρονόμος, ὁ πολύτλας γενήσωμαι, τῆς Κρήτης πανευσθενεῖς, Χριστοῦ ὁπλῖται Δέκα.

Ῥώμην δίδοσθε θείαν κατ’ ἐχθρῶν ἀοράτων ἡμῖν Εὐάρεστε, θεόφρον Σατορνῖνε, Θεόδουλε φωσφόρε, Ζωτικέ τε Γελάσιε, καὶ Βασιλείδη στεῤῥέ, Κυρίου στρατιῶται.

Εὐσταλῶς Ἀθλοφόρων τῆς Δεκάδος Μαρτύρων τὰ κατορθώματα, γεραίρων ἀνακράζων· Κυρίου στρατηλάται, ταῖς ὑμῶν κατατάξατε, κἀμὲ ἁγίαις λιταῖς, εἰς οὐρανῶν στρατείαν.

Θεοτοκίον.
Συνοχῆς τῶν ἐφόδων τοῦ ἐχθροῦ Θεοτόκε ἡμᾶς ἐκλύτρωσαι, τοὺς πίστει ἐκζητοῦντας, τὰς θείας Σου πρεσβείας, πρὸς Ὃν ἔτεκες Κύριον, Θεὸν καὶ Πλάστην ἡμῶν, ὑπερευλογημένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Βυθοῦ ἁγνοίας, ἐκ ζοφερᾶς σοὺς ἱκέτας, ἐξαγάγετε Ἅγιοι Δέκα, τοὺς ὑμῶν αὐχένος, τομὴν ἀνευφημοῦντας.

Ἔργοις ἀμέμπτοις, εὐαρεστεῖν τῷ Κυρίῳ, ἐνισχύσατε Μάρτυρες Δέκα, τοὺς ἐκδεχομένους, ὑμῶν τὰς ἱκεσίας.

Ἰδοὺ προσπίπτω, ὑμῖν αἰτούμενος χάριν, τὴν ὑμῶν καλλιμάρτυρες Δέκα, Κρήτη θεοφόροι, σεμνοὶ καὶ στεφανῖται.

Θεοτοκίον.
Ἀγαλλιᾶται, τῶν εὐσεβῶν ἡ χορεία, Σὲ προστάτιν κατέχουσα θείαν, ἐν τοῦ βίου ζάλαις, ἁγνὴ Θεοκυῆτορ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σαρκίου ἀλγηδόνας, παύσατε πρεσβείαις, ὑμῶν Θεόδουλε Πόμπιε Εὔπορε, σὺν Ζωτικῷ Βασιλείδῃ καὶ Ἀγαθόποδι.

Χαρίτων πλήσατέ με, θείων Σατορνῖνε, σὺν Γελασίῳ Εὐάρεστε πάντιμε, καὶ τῆς Εὐνίκης ἐπώνυμε τρισμακάριστε.

Μὴ παύσασθε φρουροῦντες, τοὺς ὑμῶν τοὺς τάφους, ἀσπαζομένους Δεκάριθμοι Μάρτυρες, τοὺς ἐν Γορτύνῃ κειμένους θεοειδέστατοι.

Θεοτοκίον.
Μαρτύρων παναρίστων, κλέϊσμα Παρθένε, καὶ πανευῶδες τοῦ κόσμου θυμίαμα, μή με παρίδῃς ἐν ὥρᾳ φρικτῇ τῆς Κρίσεως.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε ἀλκίφρονες Ἀθληταί, οἱ τομὴν αὐχένος, ὑπομείναντες σθεναρῶς, ἐν τῇ νήσῳ Κρήτῃ, διὰ Χριστοῦ τὴν πίστιν, Δεκάριθμοι φωστῆρες, ἀειφεγγέστατοι.

Χαίρετε Γελάσιε Ζωτικέ, Σατορνῖνε μάκαρ, εὐσταλὲς Εὐνικιανέ, σὺν τῷ Βασιλείδῃ, Πομπίῳ Εὐαρέστῳ, Εὐπόρῳ Θεοδούλῳ, καὶ Ἀγαθόποδι.

Ῥύσασθε ἐκ λύμης τοῦ πονηροῦ, τοὺς ὑμᾶς τιμῶντας, πάσης βλάβης τε καὶ ὀργῆς, δῆμε Ἀθλοφόρων, Δεκάριθμε τῷ ὄντι, οἱ ἐν τῇ νήσῳ Κρήτῃ, στέφη δεξάμενοι.

Τοὺς ὑμῶν τοὺς τάφους πανευλαβῶς, προσκυνοῦντας Δέκα, παναοίδιμοι Ἀθληταί, ῥύσασθε κινδύνων, καὶ τῆς ζωῆς τῆς ἄνω, ὑμῶν ταῖς ἱκεσίαις, καταξιώσατε.

Χαίροις δῆμε πάντιμε καὶ σεπτέ, Ἀθλητῶν Κυρίου, δένδρα σύγκαρπα ἀρετῶν, καὶ ἀνδρείας πλείστης, Δεκάριθμοι ἀστέρες, οἰ φρυκτωροῦντες πάντας, θείοις πυρσεύμασι.

Στύλοι ἀδιάσειστοι τῆς Χριστοῦ, Ἐκκλησίας Δέκα, Ἀθλοφόροι τὰς κεφαλάς, σπάθαις παρανόμων, ἐκύψατε ἀσμένως, καὶ ὤφθητε Μαρτύρων, θείων ἀκρότητες.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δῆμε, παναρίστων Ἀθλητῶν, Μάρτυρες Δεκάριθμοι θεῖοι, οἱ ἐν τῇ Κρήτῃ λαμπρῶς, μαρτυρίου στέφανον, ἀναδησάμενοι, ἐκ χειρῶν τοῦ παντάνακτος, Χριστοῦ δυσωπεῖτε, πάντοτε δεόμεθα, λυτροῦσθαι θλίψεων, πόνων, καὶ παθῶν δυσφορήτων, τοὺς ἀνευφημοῦντας ἐκθύμως, ἄθλησιν ὑμῶν τὴν πανσεβάσμιον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.