Παρακλητικός Κανών εις τους Αγίους Ενδόξους Οσιομάρτυρες Καρεώτας Πατέρες
Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτη
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τοὺς ὁσιάθλους Καρεώτας Πατέρας, οἱ ἐν τῷ Ἄθω μονασταὶ καὶ μιγάδες, ἱκετικῶς τιμήσωμεν αἰτούμενοι, λήψεσθαι τὴν ἄφεσιν τῶν πταισμάτων καὶ χάριν, τοῦ Ἁγίου Πνεύματος ἐνδυθῆναι ἐνθέως, καὶ δοξασθῆναι οὕτω τὸν Θεόν, τὸν παρασχόντα αὐτοῖς θεῖον στέφανον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Πρώτῳ τε συμμάρτυσιν ὁμολογηταῖς ᾄδω.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλὴν κεκτημένοι παρὰ Θεῷ, Πατέρες μου θεῖοι, παῤῥησίαν ἐκ τῶν σεπτῶν, ἱδρώτων αἱμάτων τε τὰς χεῖρας, ὑπὲρ ἡμῶν ἐκτενῶς Αὐτῷ ἄρατε.
Ῥευστῶν τὴν γεώδη παραφοράν, καὶ τῶν ἀθανάτων, ἀγαθῶν τὴν διαμονήν, συγκρίναντες Ὅσιοι Πατέρες, εἰς Ὅρος Ἄθω Χριστῷ ἐδουλώθητε.
Ὠνήσασθε πλοῦτον τοῦ οὐρανοῦ, ζυγῷ τοὺς αὐχένας, ὑποκλίναντες τοῖς ὑμῶν, Πατράσι μιμούμενοι ἐν πᾶσι, τὸν ὑπὲρ Οὗ τὰ φθαρτὰ κατελίπετε.
Θεοτοκίον.
Τρωθέντες τῷ θέλει τῷ γλυκερῷ, τοῦ Σοῦ παμποθήτου, Θεοτόκε Μῆτερ Υἱοῦ, Πατέρες προσῆλθον ὡς δορκάδες, ἐν τῷ Σῷ κήπῳ καὶ κλήρῳ ἀσκήσασθαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ὡραιώθη τοῦ Ἄθω, τὸ ἁγιόλλεκτον σύνταγμα, ὅτε ὡς μετόχους Πατέρες, ὑμᾶς ἐδέξατο, θεομακάριστοι, οὗπερ δεόμεθα πάντας, τεύξασθαι εὐχαῖς ὑμῶν, τοὺς μακαρίζοντας.
Τὸ μαρτύριον ὄντως, τῆς συνειδήσεως Ὅσιοι, εἴληφε προσέτι τὸ στέφος, ἐκ τῆς ἀθλήσεως, ὑπὲρ τῆς πίστεως, παρὰ τῶν Λατινοφρόνων, ὧν τῆς πλάνης ῥύσασθε, ἡμᾶς πανάριστοι.
Ἐχαρίσθη οὐ μόνον, ἡμῖν Πατέρες τὸ πείθεσθαι, ἀλλὰ καὶ τὸ πάσχειν Κυρίῳ, τῷ προσκαλέσαντι, εἰς τὰ οὐράνια, ἔνθαπερ εὔξασθε φθάσαι, καὶ ἡμᾶς τοὺς μέλποντας, ὑμῶν τὴν ἄθλησιν.
Σωτηρία οὐκ ἐστὶ, ἐκτὸς τῆς Μάνδρας Θεόνυμφε, ἥνπερ Σὸς Υἱὸς, θείῳ Αἵματι κατεπήξατο, καὶ ὅπερ ἧς Ἁγνή, οἱ ἀθλοφόροι Πατέρες, ὥσπερ ἀλλὰ σφάγια, ὡλοκαυτώθησαν.
Διάσωσον, πληθὺς Ὁσίων Πατέρων, τὰ σὰ τέκνα ὑμνοῦντα προφρόνως, ἄθλησιν τὴν θείαν, ἐκ πάσης δεινῆς πλάνης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ΄. Πρεσβεία θερμή.
Ὡς τεῖχος στεῤῥὸν, τῆς πίστεως κεκτήμεθα, καὶ πρέσβεις θερμοὺς, Πατέρων θεῖον σύνταγμα, οὓς πρεσβεύειν Κυρίῳ δεόμεθα, δωρήσασθαι ἡμῖν Ὀρθοδοξίας πλήρωμα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὕψη θεῖα σκηνώσαντες, διὸ μαρτυρίου Πατέρες Ἅγιοι, καὶ ἡμᾶς καθικετεύσατε, τῶν ῥεόντων τάχει ὑπεραίρεσθαι.
Μολυσμῷ τῆς αἱρέσεως, ὅλως κοινωνίαν μὴ ποιήσαντες, ὥσπερ δῶρον ἡμῖν ἄμωμον, τὴν Ὀρθοδοξίαν εὐχαῖς δίδοσθε.
Μανιώδη ὁρμήματα, ἐπιπαφλαζούσης δυτικῆς πλανήσεως, ὡς ἀφρώδη κατασπάσαντες, ἔχετε Πατέρες νῦν τὸ ἄσυλον.
Θεοτοκίον.
Ἀληθῆ τέκνα Πάναγνε, οἱ Ὁσιομάρτυρες κατεστάθησαν, τοῦ Υἱοῦ Σου Ὃν ἱκέτευε, λυτρωθῆναι ἡμᾶς πάσης θλίψεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥείθροις τῶν ὑμῶν, προχοῶν θεομακάριστοι, τὸν Χριστὸν ἐκδυσωπήσατε, δοθῆναι λύσιν, τῶν πολλῶν πλημμελημάτων μου.
Τεῖχος ἀῤῥαγὲς, καὶ προπύργιον Ὀρθόδοξον, ἀναδέδεικται θεόσοφοι, κατὰ Λατίνων, ἡ σεπτὴ ὑμῶν ἄθλησις.
Ὕδωρ τῆς ζωῆς, νῦν ἐκπίνοντες μακάριοι, τὸν διψασμόν μου καταπαύσατε, μικρὰν ῥανίδα, χορηγοῦντες ἵνα ἅλλωμαι.
Θεοτοκίον.
Σύ μου κραταιὰ, σκέπη Μῆτερ Θεονύμφευτε, καὶ γλυκασμός μου παγχαρμόσυνος, ὡς τῶν Πατέρων, προϋπῆρξας Παναμώμητε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἱκέτης, ταπεινὸς προσέρχομαι, τῷ κοινῷ ὑμῶν μνημείῳ Πατέρες, παρακαλῶν, ὅπως λάβω τὴν χάριν, καὶ ἐν τῇ πέτρᾳ τῆς πίστεως ἵσταμαι, ἀκλόνητος ἐκ προσβολῶν, καινοδόξων ῥευμάτων αἱρέσεως.
Νικήσας, νικηφόρον ἄθλησιν, πρῶτος ἔλαβες τῆς νίκης στεφάνους, ἀποπνιγείς, τῇ ἀγχόνη τρισμάκαρ, ἵνα ἀέρος καινοῦ τύχης Ὅσιε· αὐτόν τε Πάτερ καὶ ἡμῖν, ταῖς εὐχαῖς σου παράσχου ὡς δώρημα.
Οὐδόλως, πτοηθέντες Ὅσιοι, ἀπειλάς τε καὶ βασάνους τιάρας, ῥωμαϊκῆς, εἰς αὐλὰς τοῦ Κυρίου, διὰ ποικίλων σκυλμῶν κατεπαύσατε, ἐν αἷς σκηνῶσαι καὶ ἡμᾶς, ἱκετεύσατε πάντες δεόμεθα.
Θεοτοκίον.
Μαρία, Θεοτόκε καύχημα, μοναζόντων ἐν τῷ Ὅρει τοῦ Ἄθω, παρακαλῶ, σὺν Πατράσιν Ὁσίοις, κατασκηνῶσαι ἡμᾶς καταξίωσον, ἐν Ὄρει ἄνω τοῦ Θεοῦ, Ὅπερ πόθῳ πολλῷ ἐκδεχόμεθα.
Διάσωσον, πληθὺς Ὁσίων Πατέρων, τὰ σὰ τέκνα ὑμνοῦντα προφρόνως, ἄθλησιν τὴν θείαν, ἐκ πάσης δεινῆς πλάνης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μελισσῶν τῶν Πατέρων ὁ πάντιμος, οἱ Ὀρθόδοξον πίστιν συνομολογήσαντες, μὴ παρίδητε ἡμῶν ἱκέσιον φωνήν, ἀλλὰ δωρήσασθε πολὺν, τῶν χαρισμάτων ὁρμαθὸν, τοῖς ἐκ πόθου κραυγάζουσι· πάθη δεινὰ καὶ πλάνην, πόῤῥω ἡμῶν ποιεῖτε, οἱ τοῦ Κυρίου τὸν ζυγόν, ὁμολογία στέψαντες.
Προκείμενον.
Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καί εἰσήκουσεν τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ιβ΄ 8-12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τὶ ὀπολογήσησθε ἤ τὶ εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὤρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα.
Ταῖς τῶν Ὁσιάθλων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενοι, τὴν κοσμικὴν δυσπραγίαν, νοῦν τε καὶ διάνοιαν, καὶ ζωὴν ἅπασαν, ἐδουλώσατε, εἰς Χριστοῦ νόημα, Ὅσιοι Πατέρες, καὶ τὴν πίστιν τὴν Ὀρθόδοξον, ὁμολογήσαντες, σὺν Κοσμᾷ Θεόφρονι· οἱ μὲν ξίφεσι, ἕτεροι δὲ ἀγχόναις, πρὸς λιμένα ἄκλυστον κατεπαύσατε· ὅθεν τοῦ Κυρίου, δωρήσασθε ἡμῖν θεοπρεπῶς, ὁδὸν πορεύεσθαι Ἅγιοι, τοὺς Ὑμᾶς γεραίροντας.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ἐκ πάσης πατρίδος, ἀθροισθέντες Πατέρες ἐν Σκήτη τῶν Καρεῶν, ἀθλήσαντες προθύμως, νῦν ἄνω συνοικεῖτε, τῷ Κυρίῳ συμψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λίθος κράζει ἀγλώττως, καὶ κηρύττει ἀφώνως Πατέρες Ὅσιοι, ὑμῶν ὁμολογίαν, ἢν διὰ ψευδαδέλφων, ἐποιήσατε κράζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Οἱ ἀγχόνῃ Κυρίου, Βασιλείας γενόμενοι νῦν συμμέτοχοι, πρεσβεύσατε ἐνθέως, ὑπὲρ τῶν μελωδούντων ἐκ καρδίας θεόσοφοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γῆ Παρθένε ἐβάφη, περιβόλου Ναοῦ Σου τοῖς θείοις αἵμασιν, τῶν Σοί προσπεφευγότων, καὶ πόθῳ τὸν Υἱόν Σου, ἀνυμνούντων Πανάμωμε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑμεῖς Πατέρες, εὐχὰς ὑμῶν κεκτημένοι, τῷ Κυρίῳ προσπίπτομεν ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Τὴν κληρουχίαν, τὴν νυνὶ ἀσκουμένην, ἐν τῷ Ὄρει τοῦ Ἄθωνος Πατέρες, σύσκηνον ποιεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἅγιον Πνεῦμα, ὑπὲρ Οὗ οἱ Πατέρες, ἕκοντι ἀνηνέχθησαν θυσία, σκήνου ἡμῖν σκήνου, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἱερωμένους, σὺν μονάζουσι δέχου, Παναγία πρεσβεύοντας ἀπαύστως, τῷ Υἱῷ Σου ὅπως, ζήσωμεν εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στηρίξατε Πατέρες, εἰς Ὀρθοδοξίαν, τὰ ἐκβλαστήματα Ὄρους τοῦ Ἄθωνος, καὶ μιμητὸς ἡμᾶς δείξατε ἐν ταῖς πράξεσιν.
Ἀνοίξατε τὰς πύλας, τῆς ἐπουρανίου, σκηνῆς ἡμῖν ὥσπερ ταύτης συμμέτοχοι, ἀθλοστεφεῖς Καρεῶται Ὁσιομάρτυρες.
Δοξάσαντες Τριάδα, τῇ ὁμολογίᾳ, ταῖς πατρικαῖς παραδόσεσι μείναντες, εἰς ἂς καὶ ἵστασθαι πάντας, Αὐτῇ πρεσβεύσατε.
Θεοτοκίον.
Μῆτερ Θεοτόκε, ἡ Καθηγουμένη, Ἁγίου Ὄρους ἡμᾶς καταξίωσον, σὺν Ὁσιάθλοις σκηνῶσαι εἰς θεία δώματα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν· τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις Ὄρος Ἄθω πανευκλεῶς, ἑξαιρέτως χαῖρε, σὺ ἡ Λαύρα τῶν Καρεῶν, ἔχουσα ἐν κόλποις, λείψανα τῶν σῶν τέκνων, ἅπερ καταφιλοῦσα, Θεόν σου δόξαζε.
Τῆς Ὀρθοδοξίας τοὺς ὁδηγούς, καὶ τῶν μοναζόντων, λύχνους θείους καὶ φωταυγεῖς, τοὺς ἐπὶ τοῦ Βέκκου, ἀθλήσαντας Πατέρας, ἡμεῖς τὰ τούτων τέκνα, ὕμνοις δοξάζομεν.
Χαῖρε Πρῶτε Λαύρας τῶν Καρύων, Κοσμᾶ θεοφόρε, ὥσπερ ὄρχαμος κραταιός, πρῶτος ἐναθλήσας ὑπὲρ Ὀρθοδοξίας, διὸ καὶ πρῶτος εἴληφας, στέφος ἄφθαρτον.
Χαίρετε Πατέρες πύργοι στεῤῥοί, πίστεως ἁγίας, θεολόγοι οἱ πρακτικοί, οἱ τὸ θεῖον δόγμα, κηρύξαντες γενναίως, καὶ ὑπὲρ τούτου πάντες, συμμαρτυρήσαντες.
Ἔχεις τοῦ Πρωτάτου θεῖος Ναός, σὺν τῇ Θεοτόκῳ, ἐγκαυχήματα ἀγλαά, τοὺς σεπτοὺς Πατέρας, τοὺς αἵμασι θεμέθλους, ποτίσαντάς σου οὕσπερ, νῦν χαίρων ξένιζε.
Ἡ τῶν Ἀνωνύμων πλειὰς σεπτή, Ὁσίων Πατέρων, ἡ γνωστὴ δὲ πάντως Θεῷ, οἱ αἵματα δόντες, τοῖς ξίφεσι κοπέντες, ἡμῶν ποικίλα πάθη, πρόῤῥιζα τέμνετε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε μετὰ πόθου καὶ χαρᾶς, ὕμνοις εὐφημήσωμεν Πρῶτον, τῶν Καρεῶν καὶ κλεινούς, στεφηφόρους Μάρτυρας τοὺς συναθλήσαντας· ὑπὲρ πίστεως οὗτοι γάρ, γενναίως τὴν πλάνην, δυτικῆς σκοτώσεως συνεξελέγξαντες· νῦν δὲ τὸν Χριστὸν ἐξαιτοῦνται, ἄφεσιν ἡμῖν τῶν πταισμάτων, κλῆρον Βασιλείας τε αἰώνιον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Στίχοι.
Μάρτυρές τε ἱδρώτων καὶ αἱμάτων,
Φανῆναι μ’ ἀξιώσατε, μάρτυρα παθημάτων.