Παρακλητικός Κανών εις τους Αγίους Ένδοξους Οσιομάρτυρας των εν τη Ιερά Μονή Χοζεβά Αναιρεθέντων

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζουν 9 Ιανουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς ἐν σπηλαίῳ, Ὁσιομάρτυρες Χριστοῦ Χοζεβῖται, ὑπερφυῶς εὑρέθησαν ὑμῶν τὰ σεπτὰ λείψανα ἐκβλύζοντα ὀχετοὺς ἰαμάτων, τοῖς πιστῶς θεόφρονες προσπελάζουσι ταῦτα, καὶ τοῖς ὑμῶν τιμῶσιν εὐλαβῶς, στεῤῥοὺς ἀγῶνας καὶ θεῖα παλαίσματα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χοζεβίται Πατέρες ῥύσασθε με θλίψεων. Χ.

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Χορείαν Πατέρων Χοζεβιτῶν, Ὁσιομαρτύρων, ἀνυμνήσωμεν ἐν χορῷ, ὡς ῥύστας ἐκ πόνων δυσφορήτων, καὶ ἐν κινδύνοις ταχεῖς ἀντιλήπτορας.

Ὁ πάντων Δεσπότης καὶ Ποιητής, κλεινοὶ Χοζεβῖται, τὴν λειψάνων ὑμῶν σορόν, ἐπλήρωσε θείας εὐωδίας, καὶ ἰαμάτων πηγὴν ταύτην ἔδειξε.

Ζηλώσαντες ἄθλους μαρτυρικούς, χερσὶ παρανόμων, ἀνηρέθητε ἀσκηταί, σεπτοὶ Χοζεβῖται καὶ πρὸς πόλον, ὑπὲρ ἡμῶν δυσωποῦντες ἀνήλθετε.

Θεοτοκίον.
Ἐλέησον πάντας τοὺς γηγενεῖς, τοὺς σὲ ἀνυμνοῦντας, Ἐλεοῦσα διηνεκῶς, καὶ τούτους γενέσθαι συμμετόχους, τῆς ἐν Χριστῷ κοινωνίας ἀξίωσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Βιοτῆς τῆς μονήρους ὡς ἀληθῆ πρότυπα, καὶ τοῦ μαρτυρίου κανόνας, πίστει δοξάζομεν, ὑμᾶς Πατέρες κλεινοί, καὶ ἐκβοῶμεν ἀπαύστως, τοὺς ὑμᾶς γεραίροντας, ἄχθους λυτρώσασθε.

Ἰατρεύετε πάντας τὰ τῶν ψυχῶν τραύματα, καὶ τὰς ζοφερὰς ἀλγηδόνας, Ὁσιομάρτυρες, οἱ ὑπ’ ἀνόμων Περσῶν, ἐν τῷ Χοῤῥὰθ τῷ χειμάῤῥῳ, τὸ ὑμῶν ἐκχύσαντες, αἵμα τὸ πάντιμον.

Τῶν ἀζύγων λαμπτῆρες, καὶ Χοζεβᾶ ἥλιοι, οἱ ἀσκήσει καὶ ἐναθλήσει, κόσμον αὐγάσαντες, τὰ τῶν ψυχῶν ἀρεταῖς, ἡμῶν πυρσεύσατε βάθη, σκότος διαλύοντες, τῆς ἀπογνώσεως.

Θεοτοκίον.
Ἄνευ Μῆτερ ὠδίνων τὸν Λυτρωτὴν ἔτεκες, ὅθεν τὰς δριμεῖας ὀδύνας, τὰς πιεζούσας με, Παρθενομῆτορ ἁγνή, ἐπισκοπῇ σου τῇ θείᾳ, δέομαί σου δίωξον, ἵνα δοξάζω σε.

Διάσωσον, Χοζεβιτῶν ἀθλοφόρων σεπτὴ χορεία, ἐκ παντοίων ἀνομιῶν καὶ πλάνης τοῦ ὄφεως, τοὺς σπεύδοντας τῇ ὑμῶν προστασίᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μονῆς Χοζεβᾶ Πατέρες Ὁσιόαθλοι, κοιλάδος Χοῤῥάθ, λυχνίαι τηλαυγέσταται, ταῖς ὑμῶν ἐντεύξεσι, δεινῶν συμφορῶν ἀπαλλάξατε, τοὺς ἀνυμνοῦντας ἄθλους τοὺς σεπτούς, ὑμεῖς οὖς καλῶς ἐπετελέσατε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἰατρείας ἑκάστοτε, τὸ ὑμῶν λειψάνων ἐκβλύζει σπήλαιον, Χοζεβῖται ὁσιόαθλοι, καὶ ἐκπλύνει νοσημάτων βόρβορον.

Πεπτωκὼς ὁ πολύστηνος, εἰς τὴν ἁμαρτίαν ἐσχάτην χάρυβδιν, πρὸς ὑμᾶς Ὁσιομάρτυρες, καταφεύγω ἵνα εὕρω ἔλεος.

Ἀλεξίκακον γένοιτο, ἡ ὑμῶν ἀέναος ἐπισκίασις, ἐν βιαίαις περιστάσεσι, Χοζεβῖται ἀθλοφόροι ἄτρωτον.

Θεοτοκίον.
Τετρωμένον τοῖς βέλεσιν, καὶ ῥιπαῖς Παρθένε τοῦ πολεμήτορος, ἀνακούφισον καὶ σῶσόν με, ἵνα μεγαλύνω σὰ θαυμάσια.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχων εἰς ὑμᾶς, ἐστραμμένην τὴν ἐλπίδα μου, καθ’ ἑκάστην ἀνατείνω πρὸς ὑμᾶς, Χοζεβῖται τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Ῥύσασθε δεινῶν, Χοζεβῖται ἱερώτατοι, τοὺς προσφεύγοντας ὑμῖν πανευλαβῶς, καὶ ὑμνοῦντας τὴν σεπτὴν ὑμῶν ἐνάθλησιν.

Ἐν καιρῷ λοιμοῦ, ἀντιλήπτορας κατέχομεν, Χοζεβῖται ὁσιόαθλοι ὑμᾶς, καὶ ἐν βίου περιστάσεσιν ἀκέστορας.

Θεοτοκίον.
Σὲ τὴν τοῦ Θεοῦ, Παναμώμητον λοχεύτριαν, ἀνυμνοῦντες οἱ ῥυσθέντες διὰ σοῦ, ἐκ τῆς πάλαι Ὑπερύμνητε κακώσεως.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥωννύμενος, ταῖς ὑμῶν Τρισχίλιοι, Χοζεβῖται ἱκεσίαις κραυγάζω, ἐμοῦ μεσῖται ταχεῖς καὶ προστάται, ἐν τῆς ζωῆς τρικυμίαις ὑπάρχετε, ἄμα τε ἄγρυπνοι φρουροί, θαυμαστοὶ ἐν Χοῤῥὰθ Ὁσιόαθλοι.

Ὑπέκυψα, ταῖς βολαῖς τοῦ δράκοντος, τοῦ δολίου οἴμοι ὁ πολυτλήμων, καὶ μακρυνθεὶς τῆς Χριστοῦ πολιτείας, καρποὺς πικροὺς ἁμαρτίας μου γεύομαι, ἀλλ’ ἐξ αὐτῶν ὡς συμπαθεῖς, θεοφόροι κἀμὲ ἀπαλλάξατε.

Στενώσεως, καὶ ναυτίας ῥύσασθε, Χοζεβῖται τοὺς ὑμᾶς εὐφημοῦντας, ὡς τὴν ἀζύγων πορείας τὸ σκάφος, ἐν τῷ λιμένι Χριστοῦ ὁδηγήσαντες, καὶ ὡς στεῤῥοὶ κυματωγοί, τὴν βιαίαν κυμάτωσιν θραύσαντες.

Θεοτοκίον.
Ἀνήροτε, Θεοτόκε Δέσποινα, ἡ τεκοῦσα τὴν ζωὴν τῶν ἁπάντων, πρὸς καινοτέραν ζωὴν τοὺς σοὺς δούλους, τοὺς ἐκτενῶς σὲ ὑμνοῦντας ὁδήγησον, καὶ μεγαλύνοντας ἀεί, μεγαλεῖα τὰ σὰ Θεονύμφευτε.

Διάσωσον, Χοζεβιτῶν ἀθλοφόρων σεπτὴ χορεία, ἐκ παντοίων ἀνομιῶν καὶ πλάνης τοῦ ὄφεως, τοὺς σπεύδοντας τῇ ὑμῶν προστασίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἡ τιμία ὑμῶν τῶν λειψάνων ἀνεύρεσις, ἐν ἐσχάτοις καιροῖς χαρμονῆς ἡμᾶς ἔπλησε, Χοζεβῖται Πατέρες ἐν σπηλαίῳ ἱερῷ· διὸ χαίροντες τὸν Λυτρωτήν, καὶ Ζωοδότην ἐκτενῶς, μεγαλύνομεν κράζοντες· δεῖξον ἡμῖν προστάτας, καὶ ῥύστας ἐν τοῖς κινδύνοις, τοὺς Χοζεβῖτας Ἰησοῦ, γεραροὺς Ὁσιομάρτυρας.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιβ΄ 8-12).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ, ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε, πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χοζεβῖται ἅγιοι, Ὁσιομάρτυρες θεῖοι, φοίνικες ὑψίκομοι, οἱ Χοῤῥὰθ τὴν φάραγγα ὡραΐσαντες, οἱ πιστοὶ σπεύδομεν, ταῖς ὑμῶν πρεσβείαις, καὶ ἐν πίστει ἀνακράζομεν· θλίψεως ῥύσασθε, μανίας τοῦ πλάνου ἀλάστορος, πάσης δεινῆς κακώσεως, λύμης ψυχοφθόρου αἱρετιζόντων, καὶ ἐξ ἑνεστώσης, ἀνάγκης ἐκλυτρώσασθε ταχύ, τοὺς τὴν ὑμῶν ἀναμέλποντας, πολιτείαν ἄμεμπτον.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σώσατε θεῖοι Χοζεβῖται, τοὺς ὑμᾶς εἰς τοὺς αἰῶνας εὐφημοῦντας, ὡς Χριστοῦ τοῦ Θεοῦ θεράποντας τιμίους, ἀζύγων τε ἀκρότητας, καὶ κειμήλια Μαρτύρων.

Θέλοντες εὐσεβῶς βιῶναι, ἐνῳκήσατε ἐν τῇ Χοῤῥὰθ κοιλάδι, καὶ μαρτυρίου ἄθλησιν, ὑπηνέγκατε εἰς τέλος.

Ἔμπλεον ὄντως ἰαμάτων, τὸ λείψανον ὑμῶν σπήλαιον ὑπάρχει, εὐρωστίαν ψυχῶν Πατέρες καὶ σωμάτων, παρέχον τοῖς πελάζουσι, πρὸς αὐτὸ μετ’ εὐλαβείας.

Θεοτοκίον.
Μῆτερ Θεοῦ ἠγλαϊσμένη, πρὸς τὸν εὔσπλαγχνον Υἱόν σου καὶ Δεσπότην, τὰς ἡμῶν προσευχὰς προσάγαγε καὶ νόσων, τῇ κραταιᾷ πρεσβείᾳ σου, ἐξελοῦ τοὺς σοὺς ἱκέτας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν τοῖς ἐσχάτοις, καιροῖς σοφοὶ ἐν σπηλαίῳ, τῶν λειψάνων ἡ σορὸς ὑμῶν εὑρέθη, τοὺς προσερχομένους, πληροῦσα εὐωδίας.

Θαυμάτων ξένων, ὦ Χοζεβῖται Πατέρες, τὸ ὑμῶν λειψάνων σπήλαιον ἐδείχθη, ἰαμάτων ῥεῖθρα, παντὶ πιστῷ προχέον.

Λόγχῃ τρωθέντες, ὑπὸ Περσῶν παρανόμων, πρὸς τὴν μέλλουσαν μετέστητε πατρίδα, δυσωποῦντες θεῖοι, ὑπὲρ ἡμῶν τὸν Κτίστην.

Ἰσχὺν καὶ ῥώμην, κατ’ ὀλεθρίων σφαλμάτων, Χοζεβῖται τὰς ὑμῶν θερμὰς πρεσβείας, ἔχομεν οἱ πόθῳ, ὑμᾶς ἀνευφημοῦντες.

Θεοτοκίον.
Ψαλμοῖς καὶ ὕμνοις, σὲ θεοδόξαστε Κόρη, μεγαλύνομεν οἱ γηγενεῖς ἀπαύστως, ὡς Θεοῦ Μητέρα, ὑπερευλογημένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐν Χοζεβᾷ τῇ Λαύρᾳ, ἠσκήσατε γενναίως, καὶ μαρτυρίου τὰς τρίβους διήλθετε, κλεινοὶ Πατέρες ἁπάντων φρουροὶ ἀνύστακτοι.

Ὡς τοῦ Χοῤῤὰθ χειμάῤῥου, μυροβόλα κρίνα, ὑμᾶς τιμῶντες Πατέρες δεόμεθα, εἰρήνην πᾶσιν ἐν βίῳ ἡμῖν δωρήσασθαι.

Νῦν τοὺς ἀσπαζομένους, περιχαρῶς Πατέρες, τὰ ἱερὰ ὑμῶν λείψανα ῥύσασθε, ἐξ ἀῤῥωστίας καὶ βλάβης ψυχῆς καὶ σώματος.

Θεοτοκίον.
Χαρίτωσον Παρθένε κεχαριτωμένη, χαρὰ παντὸς τοῦ λαοῦ ἀνεκλάλητε, τοὺς ἐκζητοῦντας ἀπαύστως τὴν μεσιτείαν σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Οὐ βαρβάρων ξίφος οὔτ’ ἀπειλή, τμήσεως αὐχένος, ἠδυνήθησαν ἀνελεῖν, τὰς ὑμῶν καρδίας, φωσφόροι Χοζεβῖται, τρισχίλιοι Ἀββάδες, Ὁσιομάρτυρες.

Εὐωδίαν ἄῤῥητον τὰ ὑμῶν, λείψανα Πατέρες, ἀναβλύζουσι καὶ πηγαί, ἰαμάτων ταῦτα, καθίστανται τοῖς πίστει, ὐμᾶς ἀνευφημοῦσιν, ὡς σκεύη χάριτος.

Χαίρετε Πατέρες θεοειδεῖς, χαίρετε ἀστέρες, τῆς ἐρήμου φωτοειδεῖς, χαίρετε Ὁσίων, καὶ ἀσκητῶν κρηπῖδες, Ἀββάδες Χοζεβῖται, ἄνθη μυρίπνοα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ὥσπερ φοίνικες, ἐν τῇ ὀάσει, ὡραΐσατε τὴν ἐν χειμάῤῥῳ, τοῦ Χοῤῥὰθ Ἀββάδες θεῖοι περίοικον, τοῦ Χοζεβᾶ μυρίπνοοι ἴασμοι, οἱ ταῖς αἱμάτων ῥοαῖς ἐξανθήσαντες· ὦ τρισχίλιοι, Πατέρες ὁσιομάρτυρες, Χριστῷ ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύετε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, με’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας, Ὁσιόαθλοι Χριστοῦ, τοὺς ἐν διαφόροις ἀνάγκαις, εὑρισκομένους πιστούς, σῴζετε δεόμεθα, ταὶς ἱκεσίαις ὑμῶν, Χοζεβῖται πανόσιοι, καὶ τῆς ψυχοφθόρου, ἀθυμίας ῥύσασθε, τοὺς μελῳδοῦντας ὑμᾶς, οἷα τιμαλφεῖς μυροθήκας, τῆς τῶν μοναζόντων χορείας, καὶ Μαρτύρων μάργαρα πολύτιμα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.