Παρακλητικός Κανών εις τους Ενδόξους Οσιομάρτυρας Αγίων Σαββαιτών Αναιρεθέντων Πατέρων εν τη Ιερά Μονή του Αγίου Σάββα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζουν στις 20 Μαρτίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ εξής·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τοὺς ἐν τῇ Λαύρᾳ τοῦ θεόφρονος Σάββα, ἀναιρεθέντας ὑπ’ ἐχθρῶν παρανόμων, Πατέρας ὕμνοις μέλψωμεν πιστοὶ ἐκτενῶς, κράζοντες· παγγέραστοι Ὁσιόαθλοι βλάβης, καὶ πικροῦ τεχνάσματος τοὺς ὑμᾶς εὐφημοῦντας, τοῦ παμβεβήλου ῥύσασθε ταχύ, καὶ ἐκ κινδύνων ἡμᾶς ἀπαλλάξατε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημα μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιον Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπον Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σίων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριον Σου μόσχους.
Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
ΟΣΙΟΜΑΡΤΥΡΩΝ ΔΗΜΗ, ΦΡΟΥΡΕΙ ΧΑΡΑΛΑΜΠΗ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὁσιομάρτυρων τὸν ὁρμαθόν, εὐσχημόσιν ὕμνοις, μελῳδήσωμεν οἱ πιστοί, καὶ κράξωμεν· θεῖοι Σαββαΐται, τοὺς ἀνυμνοῦντας ὑμᾶς διασῴζοιτε.
Στυγνῶς ἀνηρέθητε ἀσκηταί, σεπτοὶ Σαββαΐται, ὑπ’ ἀνόμων διὰ Χριστοῦ, τὴν πίστιν εἰς ἥν τοὺς προσιόντας, μετ’ εὐλαβείας ὑμᾶς δυναμώσατε.
Ἰάσεων ὤφθητε ποταμοί, Μαρτύρων φωστῆρες, καὶ ἀζύγων ὑπογραμμοί, οἱ αἵμασιν ἅμα καὶ ἱδρῶσι, τὴν τῆς ψυχῆς ὑμῶν χλαῖναν κοσμήσαντες.
Θεοτοκίον.
Ὁμόνοιαν δώρησαι τοῖς πιστοῖς, ὦ Μῆτερ Ἁγία, τοῦ ταθέντος ἐπὶ Σταυροῦ, Χριστοῦ τοῦ Σωτῆρος καὶ Υἱοῦ σου, τὰ διεστῶτα τοῦ κόσμου ἑνώσαντος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μετανοίας ταῖς τρίβοις, καὶ βιοτῆς κρείττονος, ὡς μοναδικῆς πολιτείας, θεῖα κειμήλια, ἰθύνατέ με ταχύ, Ὁσιομάρτυρες θεῖοι, καὶ ψυχῆς ἀνάπαυσιν, δότε μοι δέομαι.
Ἀληθοῦς ἐγκρατείας, καὶ προσευχῆς ὤφθητε, Σαββαΐται θεῖοι ἀστέρες, κόσμον πυρσεύοντες, καὶ ἀρετῶν τῷ φωτί, καταλαμπρύνετε πάντας, τοὺς ἐν σκότει στένοντας, τῆς ἀπογνώσεως.
Ῥυπαρότητα βίου, καὶ ἡδονὴν πρόσκαιρον, οὐκ ἐνστερνίσθητε ὄντως, Ὁσιομάρτυρες. Διὸ καὶ χαίρετε νῦν, ὐπὲρ ἡμῶν τὸν Δεσπότην, τῶν παθῶν λιτόμενοι, σβέσασθαι τάραχον.
Θεοτοκίον.
Τὸν τοῦ νόμου Δεσπότην, καὶ Ποιητὴν ἄχραντε, τὸν χερσὶ κρατοῦντα τὸν κόσμον, ἐκυοφόρησας. Διὸ πιστῶν οἱ χοροί, δοξολογοῦντες ἀπαύστως, σὲ ἀεὶ προστρέχουσι, τῇ μεσιτείᾳ σου.
Διάσωσον, ἀπὸ κινδύνων χορὲ Ὁσιομαρτύρων, καὶ ἐκ πάσης ἐπιβουλῆς δολίας τοῦ δράκοντος, τοὺς μέλποντας τὰς ὑμῶν ἀριστείας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πατέρες κλεινοί, σεπτοὶ Ὁσιομάρτυρες, πυρσοὶ τηλαυγεῖς, ἐρήμου λύχνοι ἄσβεστοι, τὰ ὑμῶν παλαίσματα, Σαββαΐται ᾄδοντες κράζομεν· ἐξ ἀῤῥωστίας πόνων ὀχληρῶν, ἀτρώτους ἡμᾶς διατηρήσατε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑμνῳδίαις εὐσχήμοσι, τοὺς Ὁσιομάρτυρας εὐφημήσωμεν, Σαββαΐται ἀνακράζοντες, νοσημάτων βόρβορον ἐκπλύνατε.
Ῥύσασθέ με θεόφρονες, ἐκ ῥαδιουργίας τοῦ πολεμήτορος, οἱ σωφρόνως ἐνασκήσαντες, καὶ αὐτοῦ τὰ βέλη ἀντικρούσαντες.
Ὡς τὸν Κτίστην ποθήσαντες, ἐκ ψυχῆς φωσφόροι Ὁσιομάρτυρες, τῶν παθῶν ἡμῶν τὰ κύματα, ταῖς ὑμῶν λιταῖς καταπραΰνατε.
Θεοτοκίον.
Νοσημάτων παράσχου μοι, καὶ πλημμελημάτων Παρθένε ἴασιν, ἡ τεκοῦσα τὸν φιλάνθρωπον, ἰατρὸν καὶ ῥύστην μόνον Κύριον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δεῦτε εὐλαβῶς, ἀνυμνήσωμεν τοὺς Μάρτυρας, Σαββαΐτας θείους κράζοντες αὐτοῖς· καταῤῥίψατε αἱρέσεως προπύργια.
Ἤμβλυνας ἐχθροῦ, τὴν ἰσχὺν σεπτὴ ὁμήγυρι, τοῦ Παντάνακτος τῷ σθένει διὸ νῦν, τῆς αὐτοῦ ἡμᾶς καθαίρεις μιαρότητος.
Μάστιξι δειναῖς, χειμαζόμενος ὁ δείλαιος, ταῖς ὑμῶν Ὁσιομάρτυρες Χριστοῦ, ἱκεσίαις καταφεύγων διασώζομαι.
Θεοτοκίον.
Ἐκ τῆς σῆς γαστρός, τῆς δικαιοσύνης Ἥλιος, ἐξανέτειλε τῷ κόσμῳ καὶ αὐτοῦ, ταῖς αὐγαῖς ἀχλὺν θανάτου διεσκόρπισεν.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Φιλάγαθοι, Σαββαΐται ἔρημον, ἐνοικήσαντες συντόνῳ ἀσκήσει, καὶ μαρτυρίῳ πρὸς ἄληκτον δόξαν, εἰς οὐρανίους μονὰς ἐπορεύθητε, πρεσβεύοντες διηνεκῶς, δωρηθῆναι ἡμῖν θεῖον ἔλεος.
Ῥυσθῆναί με, προσβολῶν τοῦ δράκοντος, ἱκετεύσατε κλεινοὶ Σαββαΐται, οἱ προσβολὰς τοῦ δολίου Βελίαρ, τῇ τοῦ Χριστοῦ ἐκδιώξαντες χάριτι, καὶ στέφος ἄφθαρτον διπλοῦν, ἐκλαβόντες ὡς Ὁσιομάρτυρες.
Οἰκτίρατε, τοὺς ἡμᾶς γεραίροντας, ἀθλοφόρων καὶ ἀζύγων ταμεῖα, οἱ βιοτῇ ἐναρέτῳ τῷ Κτίστῃ, εὐαρεστήσαντες καὶ πορφυρώσαντες, αἱμάτων ταῖς ὑμῶν ῥοαῖς, τῆς κοιλάδος τῶν Κέδρων τὸ ἔδαφος.
Θεοτοκίον.
Ὑπάρχουσα, θησαυρὸς τῆς χάριτος, προφητῶν τε καὶ πατέρων τὸ κλέος, τῶν ἀθλητῶν καὶ Ὁσίων ἡ δόξα, πανυπερύμνητε Μῆτερ προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Λυτρωτῇ, τὰς ἀόκνους δεήσεις τῶν δούλων σου.
Διάσωσον, ἀπὸ κινδύνων χορὲ Ὁσιομαρτύρων, καὶ ἐκ πάσης ἐπιβουλῆς δολίας τοῦ δράκοντος, τοὺς μέλποντας τὰς ὑμῶν ἀριστείας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταχὺ προκατάλαβε.
Ἀσκηταὶ θεοφόροι ἐρήμου καυχήματα, Σαββαΐται σεμνοὶ καὶ Μαρτύρων κλεΐσματα, ταῖς πρεσβείαις ὑμῶν ἀεὶ προστρέχομεν πιστῶς, ἀναβοῶντες γοερῶς, οἱ δεινῶς χειμαζόμενοι· βίον διάγειν πάντας, ἡσύχιον ἐν συνέσει, καὶ ὁμονοίᾳ ἀγαστῇ, θεοφόροι ἀξιώσατε.
Προκείμενον
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ…
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη…
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. ιβ΄ 8-12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ, ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ῞Αγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε, πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα.
Ταῖς τῶν Σῶν Ἁγίων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅσιοι καὶ Μάρτυρες, Σαββαϊτῶν τὰ πυξία, τῇ ὑμῶν προστρέχομεν, ἀρωγῇ αἰτούμενοι, θεῖον ἔλεος. Φοίνικες πάγκαρποι, ὕδωρ γλυκύτατον, τὸ ἀρδεῦον χθόνα ἔρημον, καὶ εἰς γεώργιον, μεταβάλλον ταύτην πανεύφορον, ὤφθητε ὅθεν μέλεσιν, ἁρμονίοις ᾄδομεν γηθοσύνως, τοὺς ὑμῶν καμάτους, καὶ κράζομεν· Πατέρες παμφαεῖς, δεινῶν παθῶν τὴν κατάσβεσιν, ἅπασι δωρήσασθαι.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥυπτικαῖς μεσιτείαις, ταῖς ὑμῶν Σαββαΐται οὐλὰς καὶ τραύματα, ψυχῶν τε καὶ σωμάτων, ὑμῶν σαφῶς ἰᾶσθε, οἱ ἀσκήσει καὶ αἵμασι, λαβόντες παρὰ Θεοῦ, τὴν ἰαμάτων χάριν.
Εὐσεβείας καμάτοις, χαμευνίᾳ νηστείᾳ καὶ ῥείθροις αἵματος, πατέρες Σαββαΐται, ἀνήλθετε εἰς πόλον, δυσωποῦντες τὸν Κύριον, ἐκ λοιμικῆς συμφορᾶς, ἡμᾶς ῥυσθῆναι πάντας.
Ἱκετεύσατε θεῖοι, Σαββαΐται πατέρες Χριστὸν τὸν Κύριον, ἀποσοβῆσαι τάχος, ἀσθένειαν καὶ θλίψιν, ἐξ ἡμῶν τῶν ἐν ᾄσμασιν, ἀνευφημούντων ὑμᾶς, ὡς τῆς ἐρήμου κρίνα.
Θεοτοκίον.
Χαριτόβρυτε Κόρη, ἀγαθὴ Θεοτόκε ἐλέους ἄβυσσε, φιλανθρωπίας κρήνη, καὶ ἴαμα νοσούντων, ἐκτενῶς καθικέτευε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, ὑπὲρ τῶν σὲ ὑμνούντων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμπλακημάτων, τὸν παντεπόπτην αἰτεῖσθε, παρασχεῖν θεῖοι πατέρες Σαββαΐται, λύσιν τοῖς ὑμνοῦσιν, ὑμᾶς εἰς τοὺς αἰῶνας.
Ῥῶσίν μοι δότε, τῷ ἀνιάτως νοσοῦντι, ἐκ κακίας μισοθέου Σαββαΐται, ὡς τῆς τοῦ Σωτῆρος, ἀγάπης ὑπηρέται.
Ἀνδρειοφρόνως, τὰς τοῦ ἐχθροῦ ἐπιθέσεις, ἀπεκρούσατε ὁπλῖται τῆς ἐρήμου, βοηθοῖ δειχθέντες, τῶν ὑπ’ ἐχθρῶν τρωθέντων.
Θεοτοκίον.
Λιμὴν γενοῦ μοι, τῷ ἐν πελάγει τοῦ βίου, Κοσμοσώτειρα δεινῶς χειμαζομένῳ, ἵνα ἀνυμνῶ σε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀναιρεθέντες ξίφει, πλάνων Σαββαΐται, πρὸς τὴν ἀγήρω πατρίδα μετέστητε, ὑπὲρ ἡμῶν δυσωποῦντες Χριστὸν τὸν Κύριον.
Μὴ παύσητε τὸν Κτίστην, Μάρτυρες αἰτοῦντες, ὑπὲρ ἡμῶν ἵνα βίον διάγωμεν, ἐν ἡσυχίᾳ οἱ πόθῳ ὑμᾶς γεραίροντες.
Πατέρες Σαββαΐται, Ὁσιομαρτύρων, σεπτὴ καὶ σῶφρον ὁμήγυρις ἴθυνον, ἡμᾶς πρὸς ὅρμον ἀγάπης τε καὶ χρηστότητος.
Θεοτοκίον.
Ἡ Πάναγνος ὑπάρχεις, Μήτηρ τοῦ Ὑψίστου, καὶ παρθενίας Πανάχραντε τέμενος. Διὸ ἀπαύστως σὴν χάριν ἐπικαλούμεθα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίρει ἡ τοῦ Σάββα σεπτὴ μονή, ἔχουσα ἐν κόλποις, τὴν λειψάνων ὑμῶν σορόν, ὥσπερ ἰατρεῖον, ἀδάπανον τοῖς πᾶσι, Πατέρες θεοφόροι, Ὁσιομάρτυρες.
Τοὺς ἀναιρεθέντας ἀνηλεῶς, ἐκ χειρῶν ἀνόμων, μονοτρόπους διὰ Χριστόν, ᾄσωμεν ἐν πίστει, βοῶντες· Σαββαΐται, ἡμᾶς παντοίας βλάβης, τάχος λυτρώσασθε.
Τοὺς Ὁσιομάρτυρας τῆς μονῆς, τοῦ Ὁσίου Σάββα, ἀναμέλψωμεν οἱ πιστοί, τοὺς σφαγιασθέντας, ὑπὸ χειρῶν Ἀράβων, ὡς ἄρνας πανασπίλους, τοῦ Παντοκράτορος.
Ὁσιομαρτύρων σεπτὴν σειράν, τὴν συγκροτηθεῖσαν, ἐκ Πατέρων Σαββαϊτῶν, καὶ ὑπὸ Βλεμμύων, στυγνῶς ἀναιρεθεῖσαν, ἐν ὕμνοις ἐγκωμίων, ἀνευφημήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀγάπη τοῦ Κτίσαντος πυρποληθέντες σοφοί, Πατέρες θεόφρονες πρὸς ἀρετῶν τὰς ὁδούς, ταχὺ ἐχωρήσατε, ὅθεν καὶ τὴν τῶν Ἀράβων, ὐπεμείνατε σπάθην, ἐν τῇ περιωνύμῳ, λαύρᾳ τοῦ θείου Σάββα. Εὐχαῖς δὲ ὑμῶν ἀόκνοις, νόσους ἐλαύνετε.
Ἦχος γ΄. Θείας πίστεως.
Θείου Πνεύματος, τῇ συνεργείᾳ, κατεβάλετε, τοῦ ἀοράτου, δυσμενοῦς ἡμῶν ἐχθροῦ τὰ φρυάγματα, καὶ ταῖς Βλεμμύων ὀρδαῖς ἀντετάχθητε, Ὁσιομάρτυρες θεῖοι γηθόμενοι, ὅθεν ἅπαντες, τὴν μνήμην ὑμῶν δοξάζοντες, πρεσβείας τὰς ὑμῶν ἐπικαλούμεθα.
Ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς:
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, οἱ τρυχόμενοι πικρῶς, ἐξ ἀῤῥωστημάτων παντοίων, καὶ πόνων ὀδυνηρῶν, τῇ ὑμῶν προστρεχούσι, Πατέρες χάριτι, καὶ λαμβάνουσιν ἴασιν, ψυχῶν καὶ σωμάτων, ὅθεν ἀνακράζουσιν, πάντων ὑπάρχετε, ῥῦσται Σαββαΐται φωσφόροι, καὶ κρουνοὶ κιρνῶντες ἀφθόνως, τοῖς ὑμᾶς γεραίρουσιν ἰάματα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἠμᾶς.
Ἀμήν.