Παρακλητικός Κανών εις τους Οσίους και Θεοφόρους Πατέρας ημών Διονύσιον τον Ρήτορα και Μητροφάνην τον Πνευματικόν

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζουν στις 9 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Kαὶ τὰ ἐξῇς τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς μετὰ πίστεως θερμῆς προσιόντας, ἐν τῷ σεπτῷ ὑμῶν ναῷ Θεοφόροι, ὦ Διονύσιε παμμάκαρ καὶ Μητρόφανες, πάσης ἀπαλλάξατε, δυσμενοῦς ἐπηρείας, χάριν δε βραβεύσατε, καὶ ὑγιείαν κατ’ ἄμφω, καὶ τῶν πταισμάτων ἄφεσιν ἡμῖν, ταῖς πρὸς Θεὸν
ὑμῶν θείαις δεήσεσι.

Δόξα.
Ὅμοιον.
Ἐπιστασία ἀοράτῳ Πατέρες, ἐπιφανέντες τὰς ἡμῶν ἱκεσίας, ἐν πατρικῇ χρηστότητι προσδέξασθε· πίστει γὰρ προσπίπτομεν, τῇ σεπτῇ ὑμῶν σκέπη, καὶ θερμοῖς ἐν δάκρυσιν, ὁλοψύχως βοῶμεν· τῆς συνεχούσης θλίψεως ἡμᾶς, καὶ πάσης ἄλλης, ἀνάγκης λυτρώσασθε.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Σκέπη ἡμῶν ἐστὲ Θεοφόροι. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνόντες τοῖς ἄνω θείοις χοροῖς, Ὅσιοι πατέρες, ἐπισκέψασθε νοερῶς, τὸν ἅγιον τόνδε ὑμῶν χῶρον, καὶ πᾶσι δότε τὴν χάριν τὴν ἔνθεον.

Κακίας ἀπᾴσῃς τοῦ δυσμενοῦς, ὑμῶν τῇ πρεσβεία, Διονύσιε ἱερέ, καὶ θεῖε Μητρόφανες λυτροῦσθε, τοὺς τῷ ἁγίῳ ναῷ ὑμῶν σπεύδοντας.

Ἐπίφανον Πάτερ ὡς συμπαθής, ἡμῖν τοῖς σοῖς τέκνοις, τὸ σὸν πρόσωπον τὸ σεπτόν, ὡς ἂν Διονύσιε πλησθῶμεν, τῆς πατρικῆς σου χαρᾶς καὶ χρηστότητος.

Θεοτοκίον.
Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, εὔσπλάγχνως τὴν δέησιν προσδέχου, τῶν πρὸς τὴν σὴν ἀφορώντων ἀντίληψιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ δυὰς ἡ ἁγία, ἡ τῷ φωτὶ λάμψασα, τῆς Ὑπερουσίου Τριάδος, παθῶν ζοφώσεως, ἡμᾶς λυτρώσασθε, ὦ Διονύσιε πάτερ, καὶ θεῖε Μητρόφανες, ὑμῶν δεήσεσι.

Ἡ σεπτὴ ὑμῶν χάρις, ἡ ἐκ Θεοῦ Ἅγιοι, οἵα νοητὴ εὐωδία, ἀρωματίζουσα, εὐφραίνει πάντοτε, καὶ ἁγιάζει καὶ τέρπει, τοὺς ἐν τῷ ναῷ ὑμῶν, πιστῶς προστρέχοντας.

Μυστικαῖς ἐποπτείαις, ὡς ἀληθῶς Ὅσιε, ἐν τῷ ἱερῷ σου τεμένει, ἐποπτανόμενος, πληροῖς ἑκάστοτε, τῆς παρὰ σοί εὐφροσύνης, Πάτερ Διονύσιε, τοὺς καθορῶντάς σε.

Θεοτοκίον.
Ὡς περίδοξος θρόνος, καὶ λογικὸς Ἄχραντε, τοῦ Παμβασιλέως τῆς δόξης, καὶ Παντοκράτορος, παθῶν με ἔγειρον, ἀπὸ κοπρίας καὶ δίδου, σωστικὴν κατάνυξιν, ἐν τῇ καρδίᾳ μου.

Διάσωσον, ἡ τῶν Ὁσίων Πατέρων δυὰς ἁγία, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς αἰτουμένους τὴν θείαν ὑμῶν πρεσβείαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καί τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν θερμῶς, Θεῷ τῷ Πανοικτίρμονι, διδόναι ἀεί, μὴ παύσησθε μακάριοι, εἰρήνην τε καὶ ἴασιν, τοὺς τῇ σκέπῃ ὑμῶν καταφεύγοντας, Διονύσιε ὅσιε, καὶ πάτερ Μητρόφανες δεόμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεανίαν ὡς ἔπλησας, χάριτος ἁγίας καὶ κατανύξεως, οὕτω πλῆσον Διονύσιε, θείας εὐφροσύνης τὰς ψυχὰς ἡμῶν.

Ἐπομβρήσατε ἄνωθεν, ἔλεος καὶ χάριν ὡς δρόσον ἄυλον, τοῖς προστρέχουσιν ἑκάστοτε, τῷ ναῷ ὑμῶν Πατέρες Ὅσιοι.

Σωτηρίαν αἰτήσασθε, τὴν κατὰ ψυχὴν καὶ σῶμα τοῖς σπεύδουσι, Διονύσιε μακάριε, σὺν τῷ Μητροφάνει ὑμῖν πάντοτε.

Θεοτοκίον.
Τῇ θερμῇ προστασία σου, Κεχαριτωμένη στεῤῥῶς ἐλπίζοντες, πάσης βλάβης ἐκλυτρούμεθα, καὶ ἐπινοιῶν τῶν τοῦ ἀλάστορος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχοντες ὑμᾶς, βοηθοὺς καὶ ἀντιλήπτορας, μὴ ἐκπέσωμεν τῆς χάριτος ὑμῶν, Διονύσιε παμμάκαρ καὶ Μητρόφανες.

Θείας δωρεᾶς, πατρικῇ χειρὶ παράσχετε, τοῖς αἰτοῦσι τὴν ἀντίληψιν ὑμῶν, Διονύσιε θεόφρον καὶ Μητρόφανες.

Ἔδειξας ποτέ, τὴν σὴν χάριν ἐπιλάμπουσαν, τῷ ναῷ σου Διονύσιε ὡς φῶς, δι’ ᾖς λάμπρυνον ἡμᾶς τοὺς σε γεραίροντας.

Θεοτοκίον.
Ὄρος τοῦ Θεοῦ, ἐμφανὲς καὶ προφητόφθεγκτον, τὸ σὸν Ὄρος τὸ ἀπόλεκτον Ἁγνή, διαφύλαττε ἐκ πάσης περιστάσεως.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Φανέντες, ἔμπλεοι δόξης ἁγίας, ἐν ὁράματι ὡς φίλοι Κυρίου, τὴν πρὸς ἡμᾶς ὑμῶν εὔνοιαν θείαν, ὡς ἀληθῶς ἐδηλώσατε Ὅσιοι, ᾖς ἀεὶ δίδοσθε ἡμῖν, τὰς πλουσίας ἐκφάνσεις καὶ χάριτας.

Ὀσμὴν μέν, μυρεψικὴν ἀποπνέει, τῆς ἀσκήσεως ὑμῶν ἡ παλαίστρα, χαρὰν δὲ θείαν ἀεὶ πρυτανεύει, τοῖς τῷ Σπηλαίῳ ὑμῶν πίστει σπεύδουσιν, άλλ’ ὦ Πατέρες θαυμαστοί, τὴν αὐτῶν ἡμῖν δότε ἐνέργειαν.

Ῥημάτων σου, τὰς ἁγίας συνθήκας, ὥσπερ κλῆρον πατρικὸν κεκτημένοι, πρὸς τὴν σὴν σκέπην ἀεὶ ἀφορῶμεν, ὦ Διονύσιε ῥῆτορ μακάριε· διὸ μὴ παύσῃ ὁδηγῶν, ἀσφαλῶς ἡμᾶς Πάτερ πρὸς Κύριον.

Θεοτοκίον.
Ὁλόφωτε, τοῦ Δεσπότου καθέδρα, χρυσοστόλιστε παστὰς θείας δόξης, εὐλογημένη παρθένε Μαρία, τὴν σκοτισθείσαν ψυχήν μου τοῖς πάθεσι, καταύγασον τῷ φωτισμῷ, τῆς ἐν σοι ἀποῤῥήτου ἐλλάμψεως.

Διάσωσον, ἡ τῶν Ὁσίων Πατέρων δυὰς ἁγία, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς αἰτουμένους τὴν θείαν ὑμῶν πρεσβείαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀρωγοὶ καὶ θερμοὶ ἀντιλήπτορες, καὶ πρεσβευταὶ πρὸς Χριστὸν ἡμῶν μέγιστοι, σοφὲ Διονύσιε ὅσιε, σὺν Μητροφάνει τῷ θείω θεράποντι, ἡμῶν πάσῃ ὤρα προΐστασθε.

Προκείμενον.
Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὑτῶν.
Στίχος. ᾌσατε τῷ Κυρίῳ ἄσμα καινόν· ἡ αἴνεσις αὑτοῦ ἐν ἐκκλησία Ὁσίων.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαίου
(Κεφ. ια΄. 27.30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τῶν σῶν Ὁσίων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πίστει καταφεύγοντες, πάσῃ ἀνάγκη καὶ θλίψει, ἔνδον τοῦ ναοῦ ὑμῶν, πάτερ Διονύσιε καὶ Μητρόφανες, τῆς ὑμῶν χάριτος, δαψιλῶς τρυφῶμεν, καί τὴν λύσιν κομιζόμεθα, ὑμῶν δεήσεσι, τῶν βιοτικῶν περιστάσεων, καὶ χαλεπῶν κακώσεων, καὶ ἐπηρειῶν τῶν τοῦ όφεως, ὅθεν ἐκβοῶμεν· μὴ παύσητε παρέχειν μυστικῶς, ἐνὶ ἑκάστῳ τὰ πρόσφορα, οἵα συμπαθέστατοι.

Σῶσον ὁ Θεός τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰδοὺ πίστει τελεία, τῷ ἁγίῳ τεμένει ὑμῶν προσήλθομεν, καὶ ἔλεος καὶ χάριν, καὶ φῶς καὶ σωτηρίαν, ἐξαιτοῦμεν δωρήσασθαι, τοῖς τῇ Εἰκόνι ὑμῶν, προσπίπτουσι Πατέρες.

Γέρας ἄνωθεν θεῖον, καὶ ψυχῶν σωτηρίαν καὶ βίον ἄλυπον, αἰτεῖσθε θεοφόροι, τοῖς πίστει καὶ ἀγάπη, θεολήπτῳ δομήσασιν, ἐν τῷ Σπηλαίῳ ὑμῶν, τὸν θεῖον ὑμῶν οἶκον.

Ἐν τῇ σῇ ἐκφανθείσῃ, πολλαχῶς προστασία Πάτερ καυχώμεθα, ἣν δίδου πάσῃ ὤρα, ὡς οἶδας τοῖς σοῖς τέκνοις, Διονύσιε ὅσιε, καὶ τῶν ποικίλων ἡμᾶς, σκανδάλων ἀεὶ ῥύου.

Θεοτοκίον.
Ῥώμην δίδου μοι Κόρη, τοῦ πατεῖν τοῦ δολίου τὰ μηχανήματα, καὶ ἴθυνον τὸν νοῦν μου, πρὸς γνῶσίν τε καὶ κτῆσιν, ἀληθοῦς μεταγνώσεως, ἵνα τῆς ἄνω ζωῆς, μετὰ τὸ τέλος τύχω.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἄνωθεν δότε, ἐν πατρικῇ συμπαθείᾳ, Διονύσιε ὁμοῦ σὺν Μητροφάνει, τῆς ὑμῶν πρεσβείας, ἡμῖν τὰς θείας δόσεις.

Συντρέχει ἅπας, πιστὸς ὑμῶν τῷ τεμένει, καὶ κομίζεται ὢν ηὔξατο τὴν κτήσιν· ὅθεν καὶ κηρύττει, ὑμῶν τὴν θείαν χάριν.

Ἵλεων ὄμμα, καὶ οὓς εὐήκοον τεῖνον, Διονύσιε ἐν ἀοράτῳ ὄψει, τοῖς ἐπιζητοῦσι, τὴν σὴν ἐπιστασίαν.

Θεοτοκίον.
Μῆτερ Κυρίου, καὶ Ἀειπάρθενε Κόρη, τῆς καρδίας μου ἀνύψωσον τὸν πόθον, πρὸς τὰς ἀπολαύσεις, τῆς ἄνω βασιλείας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οἱ λύχνοι οἱ φωσφόροι, ἀρετῶν ὁσίων, σὺν Μητροφάνει σοφὲ Διονύσιε, τῆς ἐν Χριστῷ φωταυγείας ἡμᾶς πληρώσατε.

Ὑψόθεν ἐφαπλοῦντες, νοερῶς Πατέρες, τῆς προστασίας ὑμῶν μὴ ἐλλίπητε, τοῖς ἐνοικοῦσιν ἐνταῦθα χάριν τὴν ἄφθονον.

Μὴ παύσησθε Πατέρες, ἐκ τῶν πολυπλόκων, ἐπηρειῶν καὶ σκανδάλων τοῦ ὄφεως, ἡμᾶς λυτροῦσθαι τοὺς πόθῳ ὑμῖν προστρέχοντας.

Θεοτοκίον.
Μαρία Θεοτόκε, Κεχαριτωμένη, χαρίτωσον μου ψυχῆς τὴν κατάστασιν, καὶ τοῦ Υἱοῦ σου τῆς θείας με δόξης πλήρωσον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χαίρετε Πατέρες θεοειδεῖς, ἐναρέτου βίου, ὑποτύπωσις ἀληθής, σὺν τῷ Διονυσίῳ, Μητρόφανες παμμάκαρ, Ἀγγέλων συμπολῖται καὶ ἰσοστάσιοι.

Χάριν ἀναβλύζει πνευματικήν, οἵα εὐωδίαν, οὐρανίαν καὶ μυστικήν, ὁ ἐν τῷ Σπηλαίῳ, ὑμῶν ἅγιος οἶκος, Πατέρες καὶ εὐφραίνει, ἡμᾶς ἑκάστοτε.

Ὤφθης ἐν ὁράματι μυστικῶς, ἐπαλλήλως Πάτερ, τὴν σὴν χάριν ἡμῖν δηλῶν, ᾖς ἀεὶ τρυφῶντες, πολλοῖς ἐν τεκμηρίοις, προστρέχομεν σοι πόθῳ ὦ Διονύσιε.

Ὥσπερ Πάτερ εὔφρανας νοερῶς, ἐν τῇ χάριτι σου, νεανίαν τὸν εὐλαβῆ, οὕτω τὰς καρδίας, ἡμῶν τῶν σε φιλούντων, εὔφρανον ἀοράτως, ὦ Διονύσιε.

Τοὺς προσερχομένους πίστει θερμῇ, ὑμῶν ἐν τῷ οἴκῳ, Διονύσιε ἱερέ, σὺν τῷ Μητροφάνει, πάσης ἐν βίῳ ζάλης, καὶ πειρασμῶν καὶ νόσων, πικρῶν λυτρώσασθε.

Ῥῶσιν καὶ ὑγιείαν διηνεκῆ, πταισμάτων τὴν λύσιν, καὶ κινδύνων ἀπαλλαγήν, καὶ χαρὰν ἐν βίῳ, καὶ σταθηράν εἰρήνην, ἡμῖν ἀεὶ αἰτεῖσθε, Πατέρες ὅσιοι.

Τοὺς ἐν τῷ ἁγίῳ ὑμῶν ναῷ, ἔνδον τοῦ Σπηλαίου, Διονύσιε ἱερέ, σὺν τῷ Μητροφάνει, πιστῶς ἀθροιζομένους, φωτὸς ἐπουρανίου, καταξιώσατε.

Ὤρα τοῦ θανάτου τῇ φοβερά, ἀρωγοὶ Πατέρες, φάνητέ μοι καὶ βοηθοί, καὶ ἡνίκα μέλλω, Κυρίῳ παραστῆναι, δικαίας καταδίκης, με ἐκλυτρώσασθε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἄνωθεν ἐλθόντες νοερῶς, δέξασθε ἡμῶν τὰς δεήσεις, καὶ δότε ἅπασι, πατρικῇ χειρὶ ὑμῶν, θεία δωρήματα, Διονύσιε ὅσιε, σὺν τῷ Μητροφάνει, τοῖς ἐν τῷ ναῶ ὑμῶν, θερμῶς προστρέχουσι, λύοντες παθῶν τὰς ἐφόδους, καὶ χαρᾶς πληροῦντες ἀύλου, τὰς ψυχὰς ἡμῶν ὡς Θεοδόξαστοι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς,
Ἀμήν.

Δίστιχον·
Διονύσιε ὁμοῦ σὺν Μητροφάνει
Γερασίμῳ νείματε ἔνθεον χάριν.