Παρακλητικός Κανών εις τους Οσιομάρτυρες και Οσίους Πατέρες Ιεράς Μονής Παναγίας Καλυβιανής Κρήτης

Ποίημα Χρυσοστόμου Ιερομονάχου Παπαδάκη

†Εορτάζονται στις 28 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἐν ἀσκήσει καὶ αἱμάτων τοῖς ῥείθροις, εὐαρεστήσαντες Χριστῷ τῷ Σωτῆρι, νοΐ ἀΰλῳ λάμποντες Θεοῦ τῷ φωτί, Ὅσιοι αὐγάζετε, τὰς ἐν σκότει καρδίας, ταύτας κατευθύνοντες, εἰς τὰς τρίβους Κυρίου, ποδηγετοῦντες πάντοτε ἡμᾶς, ὡς παῤῥησίαν, πλουτοῦντες ἀνέκλειπτον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἰσάγγελοι Πατέρων ὑμῶν, Μονὴν σκέπετε.

Εἴς ἔκαστον τροπάριον λέγομεν· Όσιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν,
τα δύο τελευταία  Δόξα και Νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἱδρώτων τῶν θείων ὑμῶν κρουνούς, τιμῶμεν Πατέρες, καὶ τὰς λάρνακας τὰς σεπτάς, λειψάνων Ἁγίων προσκυνοῦμεν, ἄφθονον χάριν ἀντλοῦντες πανεύφημοι.

Σοφίᾳ κοσμούμενοι ἀληθεῖ, ὤφθητε τῆς ποίμνης, νήσου Κρήτης οἱ ἀπλανεῖς, πρὸς τὴν σωτηρίαν ὁδοδεῖκται, αἱρετικῶν μηχανὰς καταργήσαντες.

Ἀκοίμητον ἔχοντες τῆς ψυχῆς, τὸ ὄμμα Πατέρες, ἀπεκρούσατε τὰς δεινάς, τοῦ δολίου δράκοντος παγίδας, καὶ νικηφόροι Χριστῷ νῦν παρίστασθε.

Θεοτοκίον.
Γηΐνου φρονήματος ἀγαθή, ἀπάλλαξον πάντας, μεσιτείαις Σου πρὸς Θεόν, τοὺς ὡς Θεοτόκον Σε ὑμνοῦντας, καὶ τῇ Σῇ σκέπῃ Παρθένε προστρέχοντας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γαληνῶς τοῦ ἀνῦσαι, βίου ἡμῶν δίαυλον, πάντας ἀξιώσατε θείαις, λιταῖς πρὸς Κύριον, ὑμῶν μακάριοι, οἱ τεκμηρίοις ὀφθέντες, καὶ τὴν Κρήτην ἅπασαν, καταγλαΐσαντες.

Ἐπομβρίαν χαρίτων, ὑμῶν σεπτὰ λείψανα, βλύζουσι ἐκ γῆς τὰ φανέντα, ὡς ῥόδα πάντερπνα, καὶ δαψιλῶς τοῖς πιστοῖς, παντοδαπὰς τὰς ἰάσεις, νέμοντα ὡς Πνεύματος, κατοικητήρια.

Λυμεῶνος ἐνέδρας, τὰς καθ’ ἡμῶν λύσατε, καὶ Καλυβιανῆς θείαν μάνδραν, περιφρουρήσατε, ἐν ᾗ τὸ πάλαι κλεινοί, ἀγωνισθέντες ἀσκήσει, καὶ αἱμάτων χύσεσι, Χριστῷ ἐζήσατε.

Θεοτοκίον.
Ὀμβροφόρον νεφέλη, κόσμου παντὸς γέγονας, ψυχὰς ὑετίζουσα Κόρη, Θεογεννήτρια, ὡς Μήτηρ οὖσα Θεοῦ, τοῦ δι’ ἡμᾶς σαρκωθέντος, καὶ ἐλπὶς τῶν δούλων Σου, ἡ ἀκαταίσχυντος.

Περίσῳζε, Μονὴν ἡμῶν καὶ ἀγάπης αὐτῆς τὸ ἔργον, θείων Πατέρων θεόλεκτον σύναγμα, καὶ λύτρωσαι πειρασμῶν ἀδοκήτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν νῆσον Κρήτην, ἀφθόνως ἡγιάσατε, εὑρέσει τερπνῇ, ὑμῶν λειψάνων Ἅγιοι, καὶ ὁράσεσι πλείσταις, καθ’ ὕπαρ καὶ ὄναρ μακάριοι, ὀφθέντες καὶ θαυμάτων αὐτουργοί, γεγονότες, πίστιν ἐστηρίξατε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰσουργοὶ ἀνεδείχθητε, καὶ ἰσοκλεεῖς Ὁσίων ἀθροίσματος, καὶ Μαρτύρων ἰσοστάσιοι, τοῖς ὑμῶν ἀγῶσιν ἱερώτατοι.

Παμποθήτως δοξάζομεν, τὸν ὑμᾶς δοξάσαντα δόξης Κύριον, καὶ Αὐτοῦ Μητέρα μέλπομεν, τῆς ἡμῶν Μονῆς ἁγίαν ἔφορον.

Ἀναιρέταις αἱρέσεων, ἐν τοῖς δυσχειμέροις καιροῖς ἐδείχθητε, καὶ τὴν πίστιν τετηρήκατε, ἄχρι μαρτυρίου ἀπαράθραυστον.

Θεοτοκίον.
Ταχινὴ ὡς βοήθεια, φάνηθι Παρθένε ἐν ὥραις θλίψεων, Σὺ γὰρ πέλεις τὸ κραταίωμα, καὶ Μονῆς Σου ταύτης τὸ προσφύγιον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Εὔδρομον ἡμῶν, τὸν ἀγῶνα θείας κλήσεως, τῶν Πατέρων ἁγιόλεκτε χορέ, καταξίωσον τελέσαι ταῖς πρεσβείαις σου.

Ῥώμῃ θεϊκῇ, δι’ ἀσκήσεως καὶ αἵματος, ἀνεφάνητε φωστῆρες τηλαυγεῖς, καὶ Κρητῶν τῆς Ἐκκλησίας νέα θέμεθλα.

Ἔχοντες ὑμῶν, μυριπνόους θείας λάναρκας, ὡς ἀτίμητον Πατέρες θησαυρόν, προσκυνοῦντες τὰς ἰάσεις ἀρυόμεθα.

Θεοτοκίον.
Σβέσον πονηροῦ, φλογοτρόφου βέλη ἔμπυρα, τὰ κινούμενα δολίως καθ’ ἡμῶν, τῇ πρεσβείᾳ τῶν Πατέρων παντευλόγητε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑγίωσιν, τῆς ψυχῆς καὶ σώματος, παρεχόμενοι προσψαύσει λειψάνων, ἡμῶν Πατέρες Μονῆς ταύτης κλέος, καὶ πρὸς Σωτῆρα πρεσβείαν ποιήσατε, ὅπως Αὐτοῦ τοῖς οἰκτιρμοῖς, συγκληρίας ὑμῶν πάντες τύχοιμεν.

Μυρίπνοα, Κρήτης ἄνθη Ὅσιοι, ὡς ὑπάρχοντες Χριστοῦ εὐωδία, τῶν προσιόντων ὑμῶν τοῖς λειψάνοις, ἀνεκλαλήτως ψυχὰς κατευφραίνετε, καὶ δυσωδίας τῶν παθῶν, τῶν ἀτίμων ἀεὶ ἀπαλλάσσετε.

Ὡράϊσμα, ὡς Μονῆς καὶ καύχημα, ἀνυμνοῦμέν σε χορεία Πατέρων, νεοφανῶν ἡ σημείοις μεγίστοις, καὶ θαυμαστοῖς θεαυγῶς ἀνατείλασι, καὶ Φιλανθρώπου εὐλαβῶς, προσκυνοῦμεν τὴν ἄφατον πρόνοιαν.

Θεοτοκίον.
Νηδύος Σου, ὁ καρπὸς Παντάνασσα, ἀπειργάσατο βροτῶν σωτηρίαν· οὗτός ἐστι καὶ ἡμᾶς ὁ καλέσας, εἰς τῶν Ἀγγέλων τὸ θεῖον πολίτευμα, ἐν μάνδρᾳ Σου Καλυβιανή, ἐν ᾗ σκέπην Σε ἔχομεν πάναγνε.

Περίσῳζε, Μονὴν ἡμῶν καὶ ἀγάπης αὐτῆς τὸ ἔργον, θείων Πατέρων θεόλεκτον σύναγμα, καὶ λύτρωσαι πειρασμῶν ἀδοκήτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς προστάται τῆς Μονῆς ἡμῶν ἑτοιμότατοι, καὶ πρέσβεις πρὸς Χριστὸν ὑπάρχοντες μακάριοι, ἱκεσίους προσδέξασθε Πατέρες νῦν ᾠδάς, ἐνισχύοντες πάντας ἡμᾶς, ζυγὸν βαστάζειν τοῦ Χριστοῦ, ἄχρι τέλους συγχαίροντας· πᾶσι δὲ τοῖς τροφίμοις, τῶν ᾧδε καθιδρυμάτων, προσεπινέμετε ἀεί, προστασίαν καὶ βοήθειαν.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄, 17-21)

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τῶν Σῶν Ὁσίων πρεσβείαις Ελεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πρσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἀστέρες νεόφωτοι, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ὤφθητε ἀοίδιμοι, κόσμου καταλάμποντες πάντα πέρατα· καὶ γὰρ ἡ εὕρεσις, τῶν σεπτῶν λειψάνων, ἐν ὁράσεσι καὶ θαύμασι, πίστιν ἐτράνωσεν, ὅτι ἐν ἐσχάτοις τοῖς ἔτεσιν, ὁ Κύριος ἐδόξασε, Κρήτην καὶ Μονὴν Θεομήτορος, καὶ Αὐτοῦ ἀφάτῳ, ἐλέει καὶ τῷ πλήθει οἰκτιρμῶν, θείαν ἡμῖν ἐχαρίσατο, Πατέρες παράκλησιν.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μυστιπόλοι τῶν ἄνω, διὰ παλαισμάτων πολλῶν γεγόνατε, καὶ τῇ ὁμολογίᾳ, τῆς πίστεως καὶ ῥείθροις, τῶν αἱμάτων ὁμόσκηνοι, ἐν Παραδείσῳ τρυφῆς, Ὁσίων καὶ Μαρτύρων.

Ὁραθέντες καθ’ ὕπαρ, ἀλλὰ καὶ κατ’ ὄναρ Πατέρες Ἅγιοι, καὶ θαύματα τελοῦντες, παράδοξα καὶ ξένα, παρακλήτορας ἔγνωμεν, ἐν αὐχμηρίας καιρῷ, καὶ πειρασμῶν ἀφύκτων.

Νηπιόφρονα γνώμην, καὶ τῆς ἀκηδίας ἀχλὺν διώκετε, ὑμῶν ταῖς πυριπνόοις, πρὸς Κύριον πρεσβείαις, καὶ βουλὰς τοῦ ἀλάστορος, τὰς κατὰ μάνδρας ἡμῶν, σκεδάζετε Πατέρες.

Θεοτοκίον.
Ἠπειγμένως Παρθένε, οἰμωγὰς τὰς χρονίους ἡμῶν ἐπάκουσον, καὶ ἐκ χειρῶν βεβήλων, εἰκόνα Σου ἁγίαν, ἐπανάγαγε Δέσποινα, τῇ Σῇ Μονῇ χαρμονήν, ἄφατον δωρουμένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νοτὶς ὑψόθεν, δρόσον ψυχαῖς ταῖς ἐν καύσῳ, ἡ λειψάνων πέφηνε χάρις, Ὁσιομαρτύρων, καὶ τῶν Ὁσίων δῆμος.

Σωμάτων ἄλγη, καὶ τῶν ψυχῶν ἀσθενείας, θεραπεύετε θεῖοι Πατέρες, καὶ τοῦ παλαμναίου, ἀπεμπολεῖτε θράση.

Κρήτης ὑμνοῦμεν, νεοφανέντας Ἁγίους, καὶ Μονῆς ἡμῶν κλέος καὶ κόσμον, καὶ πιστῶν ἁπάντων, προσφύγια τὰ νέα.

Θεοτοκίον.
Ἐπὶ Σοὶ χαίρει, θεοχαρίτωτε Κόρη, τῶν Ὁσίων Σου δῆμος φωτοφόρος, οὗ χθόνα ἁγίαν, ἐλέει παροικοῦμεν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πιστῶς τοὺς προσιόντας, πάντας θείαις θήκαις, ὑμῶν λειψάνων Πατέρες θεόσοφοι, παθῶν ποικίλων καὶ νόσων, τάχει λυτρώσασθε.

Ἑδραίους ἐν τῇ πίστει, καὶ τοῖς τοῦ Σωτῆρος, στεῤῥᾷ βουλῇ πειθαρχεῖν τοῖς προστάγμασι, καταξιώσατε πάντας, ἡμᾶς πανένδοξοι.

Τὸν ὁρμαθὸν Πατέρων, τὸν ἡγιασμένον, χρεωστικῶς ἀνυμνοῦντες οὐ παύομεν, τὰς ἱερὰς ἀντιδόσεις, ἀπεκδεχόμενοι.

Θεοτοκίον.
Εὐψύχους ἐν κινδύνοις, δεῖξον Θεοτόκε, ἡμᾶς καὶ σκέπῃ τῇ Σῇ περιτείχισον, τοῦ γὰρ σεμνείου Σου Κόρη, ὑπάρχεις πρόμαχος.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τὸ καλλώπισμα τὸ καινόν, Κρητῶν Ἐκκλησίας, καὶ ὀσφράδιον ἱερόν, χορὲ τῶν Πατέρων, ὁ ἐν ἐσχάτοις χρόνοις, ὁράσεσι ἐν πλείσταις, στηρίξας ἅπαντας.

Ἄνθη πανευώδη ὡς ἀληθῶς, ὤφθητε Πατέρες, δυσχειμέροις ἐν τοῖς καιροῖς, τὴν Ὀρθοδοξίαν, κρατύνοντες γενναίως, ἀσκήσει καὶ ἀθλήσει, θεομαρτύρητοι.

Χαρᾶς ἐπληρώσατε εὐκλεεῖς, ἡμῶν τὰς καρδίας, ὡς τῆς ποίμνης Καλυβιανῆς, οἰκισταὶ τυχόντες, τὸ πάλαι θεοφόροι, καὶ νῦν φανερωθέντες, ταύτην εὐφράνατε.

Χάριν ποριζόμεθα δαψιλῆ, χειλέων προσψαύσει, ἐκ λειψάνων ὑμῶν σοφοί, τῶν ἐκ γῆς κευθμώνων, ἀρτιφανῶς φανέντων, ἀῤῥήτοις θαυμασίοις, Πατέρες ἔνδοξοι.

Ἀκέστορες ὄντες θαυματουργοί, ἰάσεις παρέχειν, μὴ ἐλλείπητε τοῖς πιστῶς, προσιοῦσι τάφοις, καὶ τοῖς ὑμῶν λειψάνοις, νεοφανεῖς Πατέρες, Κρήτης τὸ σέμνωμα.

Κουφίζετε Ἅγιοι μυστικῶς, ἐκ πολλῶν καμάτων, κεκλιμένας τῶν ἀδελφῶν, ψυχὰς ἐν τῷ ἔργῳ, Μονῆς καὶ εὐποιΐας· διὸ καὶ γηθοσύνως, ὑμᾶς γεραίρομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, μοναζόντων οἱ χοροί, καὶ πιστῶν οἱ δῆμοι ταῖς θήκαις, ταῖς τῶν λειψάνων πολλῷ, πόθῳ τῶν Ὁσίων νῦν Χριστοῦ προσέλθωμεν, ἐν ᾠδαῖς καὶ ἐν ᾄσμασι, δοξάσωμεν πάντες, Κύριον τὸν δείξαντα τούτους ἐν χάριτι, πρέσβεις καὶ φρουροὺς ἐν κινδύνοις, καὶ ἐν δυσπραγίαις τοῦ βίου, ταχεῖς ἀρωγοὺς καὶ ἀντιλήπτορας.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

 

Πηγή και η Ακολουθία