Παρακλητικός Κανών εις τους Οσίους Θεοφάνη και Πανσέμνης
†Εορτάζονται στις 10 Ιουνίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸ τῶν Ὁσίων ἱερώτατον ζεῦγος, τὸν Θεοφάνην τὸν κλεινὸν καὶ Πανσέμνην, ἀξίως εὐφημήσωμεν ᾀσμάτων ᾠδαῖς, στέφοντες τὴν ἱερὰν αὐτῶν, ἐτησίαν πανήγυριν, καὶ πιστῶς προσπέσωμεν ἐξαιτοῦντες κινδύνων, καὶ ψυχικῶν δεινῶν ἀπαλλαγήν, τούτων πρεσβείαις, θερμαῖς πρὸς τὸν Κύριον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὁσίων δυὰς ἡ πανευκλεής, νοός μου τὸ σκότος καταφώτισον καὶ ψυχῆς, πάρεσιν διάλυσον εὐχαῖς σου, πρὸς τὸν Σωτῆρα τοῦ κόσμου καὶ Κύριον.
Ἡδύπνοον ῥόδον τοῦ νοητοῦ, Πάτερ παραδείσου ὦ Θεόφανες τῶν ἐμῶν, παθῶν τὴν δυσώδη ὕλην πᾶσαν, ἀποδιώξας ὀσμῆς σου ἀξίωσον.
Πανσέμνη ἡ λύρα ἡ ἐμμελής, τῆς μεταμελείας μετανοίας μοι λογισμόν, ἔμπνευσον καὶ φόβον τοῦ Δεσπότου, τὸν σωστικὸν τῇ καρδίᾳ μου κράτυνον.
Θεοτοκίον.
Χριστὸν παρθενίας τὸν φυτουργόν, κυήσασα Κόρη καὶ Παρθένος ὥσπερ τὸ πρίν, φανεῖσα Παρθένε Θεοτόκε, ἐν παρθενίᾳ ἡμᾶς διαφύλαξον.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Βοηθὸς ἐν τῷ βίῳ δυὰς σεπτὴ φάνηθι, Ὅσιε Θεόφανες μάκαρ, Πανσέμνη ἔνδοξε, καὶ παναλκὴς ἀρωγός, διασκεδάζουσα πᾶσαν, σκευωρίαν δράκοντος τοῦ πολεμοῦντός με.
Ὦ Θεόφανες Πάτερ τῶν ἀσκητῶν καύχημα, καὶ κατοικητήριον θεῖον, Ἁγίου Πνεύματος, τούτου τὴν χάριν ἡμᾶς, ἐφελκύσαι δυσώπει, ἐντολὰς φυλάξαντας τοῦ Παντοκράτορος.
Μετανοίας ῥομφαίᾳ Μῆτερ στεῤῥᾶς ἔτεμες, πάντα τοῦ προτέρου σου βίου, ἡδονῆς σύνδεσμον, καὶ τῷ Νυμφίῳ Χριστῷ, συναρμοσθεῖσα ὁσίως, πρὸς Αὐτόν μου ἴθυνον, τὰ διαβήματα.
Θεοτοκίον.
Μαργαρίτην τὸν θεῖον ἁγνοπρεπῶς Δέσποινα, ἔνδον ἐν κοιλίᾳ Σου Κόρη κυοφορήσασα, εἰς κόσμου σύναψιν, πρὸς τὸν Θεὸν καὶ εἰρήνην, Τοῦτον ἀπεκύησας, Χριστὸν τὸν Κύριον.
Διάσωσον, δυὰς Ἁγία Θεόφανες καὶ Πανσέμνη, ἀπὸ παντοίων πειρασμῶν τοὺς σοὶ καταφεύγοντας, καὶ θείας ἀξίωσον κληρουχίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου το ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Δυὰς ἱερὰ Ὁσίων καὶ ὁμότιμος, Ἀγγέλων χοροῖς ἀεὶ ἀγαλλόμενοι, ἐκτενῶς πρεσβεύσατε, τοὺς τὴν μνήμην ὑμῶν γεραίροντας, ζωῆς τῆς αἰωνίου μετασχεῖν, ἐν τῇ ἀγήρῳ μακαριότητι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Διαφύλαξον ἄτρωτον, ξυνωρὶς ἡ ἁγία τὸν σοὶ προστρέχοντα, τῶν βελῶν τοῦ πολεμήτορος, τούτου τὴν καρδίαν καταπλήξασα.
Μυστικῶς Πάτερ ἔτυχες, τῆς θεοφανείας ἐν τῇ καρδίᾳ σου, ἐξ ἧς λάμψον φῶς ἐν σκότει μου, πικρᾶς καθημένῳ ἀπογνώσεως.
Ἀθετοῦντος ἀείποτε, τοῦ Χριστοῦ Πανσέμνη θεῖα ἐντάλματα, μὴ παρίδης τοὺς οἰκέτας σου, ἀλλὰ πρὸς μετάνοιαν ὁδήγησον.
Θεοτοκίον.
Καταπλήττει μου Δέσποινα, τῆς κυοφορίας Σου τὸ μυστήριον, λογισμὸν καὶ τὴν διάνοιαν, πῶς Παρθένος οὔσα Θεὸν ἔτεκες.
ᾨδη ε΄. Φώτισον ἡμᾶς.
Ἄρδευσον ἡμῶν, τὰς καρδίας θείοις νάμασι, παρακλήσεων σεπτῶν θεία δυάς, ὦ Θεόφανες καὶ Πανσέμνη τρισμακάριστοι.
Ῥῦσαι χαλεπῶν, παθημάτων παναοίδιμε, ὡς πλουτήσας ἐκ Θεοῦ τὴν δωρεάν, τοῦ ἰατρεύειν ἀσθενούντων τὰ νοσήματα.
Ἔρως τοῦ Θεοῦ, τὴν καρδίαν καταφλέξας σου, ἀπεμάρανε σαρκὸς τὰς ἡδονάς, ὧν με ῥῦσαι ἐπηρείας πανσεβάσμιε.
Θεοτοκίον.
Μύρον νοητόν, ἀπεκύησας πανάσπιλε, καὶ ἐπλήρωσας ὀσμῆς θεουργικῆς, πᾶσαν τὴν κτίσιν ἀειπάρθενε Μητρόθεε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀσώματον, ἐν τῷ σώματι ὄντες, καταισχύνατε ἐχθρὸν θεηγόροι, διηνεκῇ, προσευχῇ καὶ νηστείᾳ, καὶ ταπεινώσει ἀμέτρῳ κοσμούμενοι, ὧν ἱκετεύσατε κἀμέ, νικητήριον δύναμιν κτήσασθαι.
Τὸν ἄφθαρτον, ἐκ Κυρίου στέφανον, σῇ ὁσίᾳ κεφαλῇ ἐκομίσω, ἀνθ’ ὧν τερπνῶς ἀπηρνήθης τὴν σχέσιν, καὶ ἀντὶ κόπων ἀμέτρων ὧν ἤνεγκας, Θεόφανες διὸ Αὐτόν, ἐκδυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὡς πάνσοφος, ἁμαρτίας τὸν ῥύπον, τῷ βαπτίσματι καὶ ῥείθρῳ τῶν δακρύων, ἀποκαθάρας Πανσέμνη Ὁσία, πάλλευκον κρῖνον ὡράθης καὶ ἄσπιλον, καὶ γέγονας πᾶσι πιστοῖς, μετανοίας πολύτιμον δώρημα.
Θεοτοκίον.
Δυσίατα, τῆς ψυχῆς μου Δέσποινα, πάθη ἴασαι ὡς μόνη τεκοῦσα, τὸν ἰατρὸν τῶν ψυχῶν καὶ σωμάτων, δραστικοτάτῃ ῥοπῇ τῆς πρεσβείας Σου, καὶ τήρησόν με ἀσινῆ, Σὸν ἱκέτην Μαρία Πανάχραντε.
Διάσωσον, δυὰς Ἁγία Θεόφανες καὶ Πανσέμνη, ἀπὸ παντοίων πειρασμῶν τοὺς σοὶ καταφεύγοντας, καὶ θείας ἀξίωσον κληρουχίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ εσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἀγγέλων χοροῖς ἀεὶ ἐπιποθήσαντες, συνεῖναι σοφοὶ ἀγγελικὴν διήλθετε, πολιτείαν ἔχοντες πρὸς Θεόν, τὸν νουν δι’ ἀσκήσεως, καὶ ἀεννάου προσευχῆς, Πανσέμνη Ὁσία καὶ Θεόφανες.
Προκείμενον
Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατᾶ Ματθαίου
(Κεφ. ια΄, 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τὶς ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, ἄρατε τὸν ζυγόν μου ἐφ’ ἡμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, ὁ γαρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.
Δόξα.
Ταῖς τῶν σῶν Ὁσίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σπείραντες μακάριοι, ἐν ἀμετρήτῳ ἀσκήσει, ἀρετῶν τὰ σπέρματα, σταλαγμοῖς δακρύων τε καταρδεύσαντες, στάχυν μυρίπνοον, καρπὸν νεόδρεπτον, τῷ Θεῷ ἑκατοστεύσατε, Πάτερ Θεόφανες, ὁμοῦ σὺν τῇ Πανσέμνῃ πανόσιοι. Διὸ Κριτὴς ὁ δίκαιος, τοὺς κόπους καθορῶν καὶ παλαίσματα, ὑμᾶς κληρονόμους, ἀφθάρτων ἀγαθῶν καταξιοῖ, καὶ Παραδείσου τὴν οἴκησιν, δωρεῖται ὡς εὔσπλαγχνος.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐφημίας ἐπαίνων ὑπερέκεινα ὄντως ὑμῶν τὰ παλαίσματα, Θεόφανες Ὁσίων, ὁ μέγας θεοδρόμος καὶ Πανσέμνη στερέωμα, ἐπιστρεφόντων Θεῷ, διὰ τῆς μετανοίας.
Ἐκμαγεῖον ἁπάσης ἀρετῆς θεοφόρε Θεόφανες γέγονας, καὶ φῶς τοῖς ἐν τῷ σκότει, ἁμαρτίας κειμένοις, καὶ λαμπρὰ καθοδήγησις, καὶ ἀρωγὴ κραταιά, καὶ μέγας ἀντιλήπτωρ.
Ὁλοκάρπωσις Μῆτερ τῷ Χριστῷ ἀνετέθης ἀναβοῶσα θερμῶς, τοὺς χρόνους τῆς ἁγνοίας, παρορῶν πανοικτίρμων, ἁμαρτίας νεότητος, συγχώρησον ὡς Θεός, ἀεὶ εὐλογήμενος.
Θεοτοκίον.
Καταπράϋνον Κόρη τῆς ψυχῆς τρικυμίας τῇ ἐπινεύσει τῆς Σῆς, γαλήνης Θεοτόκε, καὶ σῶσον μελωδοῦντα τῷ Υἱῷ Σου πανάμωμε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Δοξολογοῦντες, τὴν Παναγίαν Τριάδα, ὑπὲρ πάντων ἡμῶν θεοφόροι, ποιήσατε πρεσβείαν, ὅπως ἐλεηθῶμεν.
Τοῦ Παρακλήτου, εἰσδεδεγμένος τὴν χάριν, ὅλος γέγονας Πάτερ πυρίπνους, Κύριον δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
Μῆτερ Πανσέμνη, σεμνεῖον θείας ἀγάπης, τὴν ψυχὴν ἀπειργάσω σεμνοῖς σου, ἤθεσιν Ὁσία, Θεὸν ἱλασκομένη.
Θεοτοκίον.
Κυοφορίᾳ, ὑπὲρ φύσιν Παρθένε, στρατιὰς ἐξέπληξας Ἀγγέλων, ἀνυμνολογούντων, Σὲ Κόρη εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁμότιμοι τῇ δόξῃ, σύνθρονοι Ὁσίων, δυὰς Ἁγία δειχθέντες συμμόρφους ἡμᾶς, Χριστοῦ γενέσθαι τῆς δόξης καθικετεύσατε.
Θεόφανες ὁ φοῖνιξ, τῆς ἀθανασίας, τῆς ἀθανάτου ζωῆς καταξίωσον, τοὺς εὐφημούντας ἀξίως τὴν πολιτείαν σου.
Πανσέμνη ἡ σεμνότης, γυναικῶν Ὁσίων, σέμνυνον πάσας αἰσθήσεις ψυχῆς καὶ τοῦ σώματος, τῶν ἐξαιτούντων τὴν θείαν ἐπικουρίαν σου.
Θεοτοκίον.
Διάνοιξον τὰ σπλάγχνα, τῆς φιλανθρωπίας, τοῦ Σοῦ Υἱοῦ Θεοτόκε πρεσβείᾳ θερμῇ, ὅπως ἐλέους τυχόντες Σὲ μεγαλύνομεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις θεοσύναπτε ξυνωρίς, Θεόφανες Πάτερ καὶ Πανσέμνη θεοκλεής, χαίρετε προστάται, τῶν πόθῳ ἐκτελούντων, ὑμῶν τὴν θείαν μνήμην, θεομακάριστοι.
Χαίρετε δυὰς ἡ περικαλλής, ἀμάραντα ἄνθη Βασιλείας τῶν οὐρανῶν, Πανσέμνη Ὁσία, Θεόφανες παμμάκαρ, πιστῶν ἀδολεσχία, ἀκατασίγαστος.
Ἀκρογωνιαίῳ λίθῳ Χριστῷ, οἰκοδομηθέντες, πειρασμῶν ταῖς ἐπιφοραῖς, ἀκλινεῖς ὡς πύργοι, ἐμείνατε ἀθλοῦντες, Ὅσιοι ἀναιμάκτως, ἐπαγαλλόμενοι.
Φρόνημα νεκρώσαντες τῆς σαρκός, ἀΰλων Ἀγγέλων ὁμοιώθητε τοῖς χοροῖς, Θεόφανες Πάτερ, Πανσέμνη μακαρία, ἀσκητικῶν καμάτων, ῥόδα μυρίπνοα.
Διέγερσις Μῆτερ ἁμαρτωλῶν, ἀπὸ τῆς κακίας ὁ σὸς βίος ὁ θαυμαστός, πρόκειται Πανσέμνη, Θεοῦ τὴν εὐσπλαγχνίαν, τοῖς πέρασιν τρανώσας, καὶ τὴν συγχώρησιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαις εἰς Τὸν σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκον. Τῆς Ὁσίας. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἱλασμοῦ τῶν πταισμάτων τυχοῦσα πάνσεμνε, τῷ φέγγει τῆς μετανοίας καταυγασθεῖσα τὸν νοῦν, τῆς ἀσκήσεως ἐφάνης θεῖον σέμνωμα, ὅθεν θαυμάτων δωρεᾶς, σὲ ἠξίωσε Χριστός, Πανσέμνη Ὁσία Μῆτερ, Ὃν δυσώπει τοῦ οἰκτηρῆσαι, ἡμᾶς τοὺς πίστει εὐφημοῦντάς σε.
Ἕτερον. Τῶν Ὁσίων. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως βιώσαντες ἐπὶ τῆς γῆς τὴν ἰσχύν, ἐχθροῦ ἐταπείνωσαν ὁ Θεοφάνης ὁμοῦ, Πανσέμνη ἡ πάνσεμνος, ὅθεν τῆς οὐρανίου, βασιλείας τυχόντες, ἄπαυστον ἱκεσίαν τῷ Θεῷ ἐκτελοῦσι, ὑπὲρ τῶν ἐπιτελούντων αὐτῶν, μνήμην τὴν εὔσημον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς γεραίροντας ὑμῶν, τὴν ἀξιοτίμητον μνήμην, ἀπὸ παντοίων κακῶν, ῥύσασθε δεόμεθα καὶ πάσης θλίψεως, σὺν Πανσέμνῃ Θεόφανες, σύγκληροι Ὁσίων, ἄνθρωποι οὐράνιοι, βλαστοὶ θεόφυτοι, βέλη, τοῦ ἐχθροῦ τὴν καρδίαν, πᾶσαν κατατρώσαντες οὗπερ, τῶν παγιδῶν ἡμᾶς ῥύσασθε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.