Παρακλητικός Κανών εις τους Οσίους Αυταδέλφους Θεοχάρην και Απόστολο τους εν Άρτη Οσίως Διαλάψαντας
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζουν 3 ημέρες μετά το Άγιο Πάσχα
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς αἰώνίου ἀπολαύοντες δόξης, τῶν αὐταδέλφων ξυνὼρὶς ἡ ὁσία, ὁ Θεοχάρης ἅμα καὶ Ἀπόστολος, πάσης ἡμᾶς ῥύσασθε, συνοχῆς καὶ ἀνάγκης, ταῖς ὑμῶν δεήσεσι, πρὸς Χριστὸν τὸν Σωτῆρα, καὶ τῶν πταισμάτων ἄφεσιν ἡμῖν, ἀεὶ αἰτεῖσθε, δεόμεθα Ἅγιοι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δυὰς Ὁσίων παθῶν με σώζοις. Γερασίμου.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Δυὰς αὐταδέλφων ἡ ἐκλεκτὴ, Θεόχαρες μάκαρ, καὶ Ἀπόστολε ἱερέ, Τριάδα τὴν θείαν δυσωπεῖτε, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν.
Ὑπέρτιμον ζήσαντες βιοτήν, αὐτάδελφοι θεῖοι, ὡς θεράποντες τοῦ Χριστοῦ, ἡμῶν κατευθύνατε τὸν βίον, πρὸς ἀρετῶν ἐπιδόσεις δεόμεθα.
Ἀγγέλων συνόντες θείοις χοροῖς, Θεόχαρες μάκαρ, καὶ Ἀπόστολε ἱερέ, Χριστὸν, σὺν αὐτοῖς ἐκδυσωπεῖτε, ῥύεσθε πάσης ἡμᾶς περιστάσεως.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι ἐκ τῶν σῶν, αἱμάτων ὁ Λόγος, ὁ συνάναρχος τῷ Πατρί, ἐτέχθη καὶ ἔσωσε Παρθένε, ἐκ τῆς ἀρχαίας ἡμᾶς κατακρίσεως.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Οὑρανῶν τὰς σκηνώσεις, τὰς φωταυγεῖς Ἅγιοι, ἤδη κατοικοῦντες καὶ δόξης, θείας πληρούμενοι, ἡμῶν προσδέξασθε, σὺν Θεοχάρει τῷ θείῳ, Ὅσιε Ἀπόστολε, ταύτην τὴν δέησιν.
Σὑντονίᾳ τῇ θείᾳ, τῶν ἀρετῶν λάμψαντες, σὺν τῷ ἱερῷ Θεοχάρει, μάκαρ Ἀπόστολε, ἡμᾶς συνάψατε, ἐν ὁμονοίᾳ, καὶ πίστει, ἐκπληροῦν τὸ θέλημα, τοῦ Παντοκράτορος.
Ἰλασμὸν ἐξαιτεῖσθε, παρὰ Χριστοῦ Ἅγιοι, καὶ πειρατηρίων παντοίων, τὴν ἀπολύτρωσιν, ἡμῖν δεόμεθα, σὺν τῷ κλεινῷ Θεοχάρει, Ὅσιε Ἀπόστολε, Θεοῦ θεράποντες.
Θεοτοκίον.
Ὡς πυρίμορφος θρόνος, καί λογικός Ἄχραντε, φέρεις ταῖς ἀχράντοις χερσί σου, καθάπερ νήπιον, τὸν πάντων Κύριον, ὃν ἐκτενῶς ἐκδυσώπε, τῆς χειρός με ῥύσασθαι, τοῦ πολεμήτορος.
Διάσωσον, τῶν αὐταδελφῶν Ὁσίων δυὰς ἁγία, πάσης βλάβης τοῦ χαλεποῦ πολεμήτορος, ὑμῶν πρεσβείαις τοὺς πόθῳ ὑμᾶς τιμῶντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Δυὰς ἡ σεπτή, τῶν αὐταδέλφων πρέσβευε, Χριστῷ τῷ Θεῷ, λυτροῦσθαι πάσης θλίψεως, Θεόχαρες μακάριε, καὶ Ἀπόστολε τοὺς καταφεύγοντας, τῇ ἀντιλήψει ὑμῶν καὶ Χριστοῦ, αἰτοῦντες τὸ ἔλεος ἑκάστοτε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων λυτρώσασθε, Ὅσιε Θεόχαρες καὶ Ἀπόστολε, τοὺς ἐν πίστει μακαρίζοντας, τῆς ὑμῶν ζωῆς τὰ προτερήματα.
Πλήρεις χάριτος πέλοντες, Ὅσιε Ἀπόστολε καί Θεόχαρες, τὴν ψυχὴν μου χαριτώσατε, ἐναρέτων ἔργων ἐπιδόσεσιν.
Ἁρεταῖς διαπρέψαντες, Ὅσιοι αὐτάδελφοι βίῳ κρείττονι, πληρωτὰς τελείους δείξατε, ἐντολῶν ἡμᾶς τοῦ Παντοκράτορος.
Θεοτοκίον.
Θεοτόκε Πανύμνητε, ἡ τὸν Θεὸν Λόγον ἀφθόρως τέξασα, ἐκ φθορᾶς παθῶν καὶ θλίψεων, λύτρωσαι τοὺς πίστει σὲ δοξάζοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὢφθητε ἐν γῇ, βίον θεῖον βιοτεύοντες, οὗπερ θείους ἐραστὰς καὶ μιμητάς, ἀναδείξατε ἡμᾶς θεῖοι αὐτάδελφοι.
Νὁμῷ τοῦ Θεοῦ, νουνεχῶς πολιτευσάμενοι, ἀνομίας πάσῆς ῥύσασθε ἡμᾶς, ὦ Θεόχαρες καὶ Ὅσιε Ἀπόστολε.
Μόνον τοῦ Χριστοῦ, τὴν ἀγάπην προτιμήσαντες, ἐδοξάσθητε αὐτάδελφοι λαμπρῶς, ἱκετεύοντες σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Ἒργοις σκοτεινοῖς, τὴν ψυχὴν μοὺ ἀπημαύρωσα· ἀλλά συ ὥσπερ ἐλέους θησαυρός, Θεοτόκε τοῦ ἀλάστορός με λύτρωσαι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Συνόμιλοι, τῶν Ἀγίων Ἀγγέλων, ἐν τῇ ἄνω χρηματίζοντες πόλει, σὺν Θεοχάρει Ἀπόστολε μάκαρ, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς ἱκετεύσατε, τὸν ἐλεήμονα Χριστόν, ἡμῖν δοῦναι πταισμάτων συγχώρησιν.
Ὡς σύμψυχοι, ἐν ἀγῶσιν ἁγίοις, παναοίδιμοι αὐτάδελφοι θεῖοι, σὺν Ἀποστόλῳ Θεόχαρες μάκαρ, ἐν ὁμονοίᾳ ἡμᾶς συντηρήσατε, καὶ ἐν ἀγάπῃ ἀληθεῖ, τῇ παρούσῃ ζωῇ πολιτεύεσθαι.
Ζεούσῃ, ἐν εὐλαβείᾳ τὸν βίον, διελθόντες καὶ ἐν φόβῳ Κυρίου, τῆς οὐρανίου ζωῆς κληρονόμοι, μετὰ τὸ ἅγιον τέλος γεγόνατε· ἧς καὶ ἡμᾶς ἀπολαβεῖν, ἱκεσίαις ὑμῶν ἀξιώσατε.
Θεοτοκίον.
Ὁ θρόνος, τοῦ Βασιλέως τῆς δόξης, ἡ πυρίμορφος Κυρίου καθέδρα, Εὐλογημένη παρθένε Μαρία, τὴν ταπεινήν μου καρδίαν ἀνάδειξον, δοχεῖον θείων ἐννοιῶν, διὰ βίου σεμνοῦ ἱκετεύω σε.
Διάσωσον, τῶν αὐταδέλφων Ὁσίων δυὰς ἁγία, πάσης βλάβης τοῦ χαλεποῦ πολεμήτορος, ὑμῶν πρεσβείαις τοὺς πόθῳ ὑμᾶς τιμῶντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Ἐν ὁσιότητι βίου βιώσαντες, σὺν Θεοχάρει παμμάκαρ Ἀπόστολε, τῆς ἄνω ζωῆς ἠξιώθητε, καὶ τῶν Ἀγίων τοῖς δήμοις συνήφθητε, αἰτούμενοι πᾶσι θείαν ἄφεσιν.
Προκείμενον.
Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στίχος. Μακάριοι οἱ ἄμωμοι….
Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Ματθαῖον
(Κεφ. ια΄. 27 – 30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τῶν σῶν Ὁσίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον ἐνθεώτατον, ἐν ψυχικῇ συμφωνίᾳ, νουνεχῶς διήλθετε, Ὅσιε Θεόχαρες καὶ Ἀπόστολε, καὶ χαρᾶς μέτοχοι, τῆς ἐπουρανίου, μετὰ τέλος ἀνεδείχθητε, διὸ δεόμεθα, πάσης ἡμᾶς λύπης καὶ θλίψεως, καὶ πειρασμῶν λυτρώσασθε, καὶ ἀσθενημάτων μακάριοι, ταῖς ὑμῶν πρεσβείαις, τοὺς πόθῳ μακαρίζοντας ὑμᾶς, καὶ ἐξαιτοῦντας ἑκάστοτε, τὴν ὑμῶν ἀντίληψιν.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσχὺν θείαν λαβόντες, τοῦ βελίαρ καθείλετε τὰ σοφίσματα, ἐξ ὧν ἡμᾶς ἀτρώτους, αὐτάδελφοι τηρεῖτε, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σῦν ἀΰλοις Ἀγγέλοις, καθορῶντες τὸ κάλλος Χριστοῦ τὸ ἄχραντον, Θεόχαρες θεόφρον, ὁμοῦ σὺν Ἀποστόλῳ, ἀμορφίας λυτρώσασθε, τῆς τῶν παθῶν τὰς ψυχάς, ἡμῶν ἐκδυσωποῦμεν.
Γνωμικῇ διαθέσει, ὃν πολλῇ ταπεινώσει Χριστῷ δουλεύσαντες, αὐτῷ ἡμᾶς δουλεύειν, ἐν πάσῃ εὐσεβείᾳ ἐνισχύσατε Ἅγιοι, ἵνα τῆς ἄνω ζωῆς, ὀφθῶμεν κληρονόμοι.
Θεοτοκίον.
Ἐξ ἀγνῶν σοὺ αἱμάτων, σαρκωθεὶς ὑπὲρ φύσιν ὁ Ὕπερούσιος, τὴν βρότειον οὐσίαν, ἐκάθηρε Παρθένε, καὶ ἀνύψωσε ψάλλουσαν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν αἰτεῖσθε, κατὰ ψυχήν τε καὶ σῶμα, ὦ Θεόχαρες ὁμοῦ σὺν Ἀποστόλῳ, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἄρτα γεραίρει, ὑμῶν τὴν μνήμην τιμῶσα, ὦ Ἀπόστολε ὁμοῦ σὺν Θεοχάρει, ἧπερ ἐξαιτεῖτε, τοὺς οἰκτιρμοὺς τοὺς θείους.
Σύντριψον τάχος, ὦ ξυνωρὶς αὐταδέλφων, τὰ βουλεύματα τὰ καθ᾽ ἡμῶν τοῦ πλάνου, ταῖς πρὸς τὸν Δεσπότην, ὑμῶν ἱκετηρίαις.
Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχὴν μου, πολλοῖς πάθεσιν ἐχθροῦ τῇ ἐπηρείᾳ, καί ἀνόρθωσόν με, πρὸς γνῶσιν μετανοίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μονᾶς τὰς οὐρανίους, ἤδη κατοικοῦντες, σὺν Θεοχάρει θεόφρον Ἀπόστολε, ὑπὲρ ἡμῶν δυσωπεῖτε τὸν μόνον εὔσπλαγχνον.
Ὀμόνοιαν αἰτεῖσθε, ἡμῖν καὶ σωτηρίαν, τῶν αὐταδέλφων δυὰς ἡ ὑπέρτιμος, καὶ πειρασμῶν πολυτρόπων τὴν ἀπολύτρωσιν.
Ὑψώσατε τὸν νοῦν μου, εκ τῶν χαμαιζήλων, πρὸς τὴν ἀγάπην τὴν θείαν τοῦ Κτίσαντος, σὺν Θεοχάρει τῷ θείῳ μάκαρ Ἀπόστολε.
Θεοτοκίον.
Ὑδάτων ἀπωλείας ῥῦσαί με Παρθένε, καὶ πότισόν με ζωῆς θείας ὕδατι, ἵνα ὑμνῷ καὶ δοξάζω τὰ μεγαλεῖά σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖροις αὐταδέλφων ἡ ξυνωρίς, Θεόχαρες μάκαρ, καὶ Ἀπόστολε ἱερέ· βίῳ γὰρ ἀμέμπτῳ, ἐν γῇ πολιτευθέντες, τῆς αἰωνίου δόξης, κατηξιώθητε.
Ὅλην τὴν διάνοιαν πρὸς Χριστόν, γνώμης συμφωνίᾳ, ἀνατείναντες ἐκ παιδός, πάντων τῶν ἐν κόσμῳ, παρείδετε τὴν σχέσιν, αὐτάδελφοι καὶ βίον, θεῖον ἠνύσατε.
Πάσῃ ἐγκρατείᾳ καὶ προσευχῇ, καὶ ἐν ἡσυχίᾳ, διανύοντὲς τὴν ζωήν, Θεόχαρες μάκαρ, ὁμοῦ σὺν Ἀποστόλῳ, Κυρίῳ θεοφρόνως, εὐηρεστήσατε.
Ἔργοις ἐναρέτοις πόθῳ θερμῷ, αὐτάδελφοι θεῖοι, ἐφεπόμενοι τῷ Χριστῷ, θείας ἐνεργείας, ἐδέξασθε τὰς δόσεις, καὶ τοῦ ἐχθροῦ τὸ θράσος, κατηδαφίσατε.
Ὁσίων μιμούμενοι τὴν ζωήν, Θεόχαρες μάκαρ, καὶ Ἀπόστολε ἱερέ, θείων χαρισμάτων, ἐδείχθητε δοχεῖα και τῆς ἁγιωσύνης σκεύη πολύτιμα.
Δὀξης οὐρανίου καί θαυμαστῆς, ἐν σκηναῖς ἁγίαις, ἀπολαύοντες νοερῶς, Θεόχαρες μάκαρ, ὁμοῦ σὺν Ἀποστόλῳ, ἡμῶν τὰς ἱκεσίας, πληροῦτε πάντοτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δήμοις καὶ χορείαις ἱεραῖς, πάντων τῶν Ἁγίων συνόντες, καὶ ἀγαλλόμενοι, ἅγιε Θεόχαρες σὺν Ἀποστόλῳ ὁμοῦ, θεοφόροι αὐτάδελφοι, ἀεὶ δυσωπεῖτε, χάριν τε καὶ ἔλεος, δίδοσθαι πάντοτε, πᾶσι τοῖς ὑμῖν προσιοῦσι, καὶ πειρατηρίων ποικίλων, λύτρωσιν δεόμεθα μακάριοι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Διστιχον·
Θεόχαρες δέξασθε σὺν Ἀποστόλῳ
Τὴν παροῦσαν δέησιν τοῦ Γερασίμου.
Ακολουθία των Οσίων Αυταδέλφων Θεοχάρην και Απόστολο τους εν Άρτη Οσίως Διαλάψαντας
Χαιρετισμοί εις τους Οσίους Αυταδέλφους Θεοχάρην και Απόστολο τους εν Άρτη Οσίως Διαλάψαντας
Ευχαριστώ Θερμά τον εν Χριστό Αδερφό Ευθύμιο
που μου απέστειλε την Παράκληση των Αγίων