Παρακλητικός Κανών εις τους Τρείς Αγίους Νεομάρτυρες Άγιος Σταμάτιος Άγιος Ιωάννης οι Αυτάδελφοι και ο Συνοδίτης αυτών Άγιος Νικόλαος εκ Σπετσών
Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη
†Εορτάζουν στις 3 Φεβρουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς Νεομάρτυρας Χριστοῦ συνελθόντες, ἐν ἐγκωμίοις καταστέψωμεν πόθῳ, μετ’ εὐφροσύνης λέγοντες Χριστῷ τῷ Θεῷ· κράτυνον ἐν τῇ δυνάμει Σου, τοὺς πιστοὺς ὑμνητὰς αὐτῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τοῦ διαβόλου· Σὺ γὰρ ὑπάρχεις πάντων τῶν πιστῶν, νίκη καὶ κράτος, καὶ δύναμις ἄμαχος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ προστασία τῶν πιστῶν Ὀρθοδόξων, καὶ θεία Σκέπη τῶν εἰς Σὲ προστρεχόντων, Παρθενομῆτορ φρούρησον τὴν πίστιν ἡμῶν, μάκρυνον ταῖς ἱκεσίαις Σου, ἀπειλὰς τὰς τοῦ σχίσματος, δίωξον Πανάχραντε, λυμεώνων τὰ στίφη, καὶ τὰς καρδίας στήριξον ἀεί, τῶν ἀνυμνούντων, τὸν Τόκον Σου Δέσποινα.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ᾨδὴν τοῖς Νεομάρτυσι μέλπω. Νικόδημος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
ᾨδὴν ἀναμέλψωμεν οἱ πιστοί, τῶν Νεομαρτύρων, ἀνυμνοῦντες τὰς ἀρετάς, τῶν ὑπὲρ Χριστοῦ θυσιασθέντων, Ὅν εὐσεβῶς ὡς Θεὸν ὁμολόγησαν.
Δυὰς αὐταδέλφων περιφανής, σὺν τῷ Νικολάῳ, τῷ ἐνδόξῳ συναθλητῇ, ῥυσθῆναι ἡμᾶς ἐκ τῶν κινδύνων, τὸν ἐν Τριάδι Θεὸν ἱκετεύσατε.
Ἡγήσαντο σκύβαλα τὰ φθαρτά, ἡδέα δὲ πάντα, τὰ οὐράνια ἀγαθά, οἱ τρεῖς Νεομάρτυρες βοῶντες· ὑπὲρ Χριστοῦ τὴν ζωὴν ἡμῶν θύομεν.
Θεοτοκίον.
Ναὸς ἀνεδείχθης ὑπερφυής, τοῦ ἐπουρανίου, Βασιλέως, ὦ Ἀγαθή· εἰρήνευσον Μῆτερ Ἐκκλησίαν, καὶ τῶν σχισμάτων τὴν λύμην φυγάδευσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ταπεινῶς μεγαλύνω, τοὺς ἀριστεῖς Μάρτυρας, τοὺς τὴν τῶν Σπετσῶν Ἐκκλησίαν, κατακοσμήσαντας, καὶ ἐν ἐσχάτοις καιροῖς, ὁμολογήσαντας πίστιν, εἰς Χριστὸν Θεάνθρωπον, κόσμον φωτίσαντα.
Ὁ τῶν ὅλων Δεσπότης, ἐν οὐρανοῖς κέκληκε, τοὺς πανευκλεεῖς ἀριστέας καὶ συνεδόξασεν, ἐν τῇ ἀγήρῳ ζωῇ, τῶν πρωτοτόκων Ἁγίων, ἔνθα μέλος ἄριστον, ᾄδουσιν Ἄγγελοι.
Ἱκετεύει ἐκ πόθου, τοὺς εὐκλεεῖς Μάρτυρας, σύμπας Ἐκκλησίας ὁ δῆμος, ὁ Θεοφρούρητος, ἵνα δωρῶνται ἡμῖν, τῆς σωτηρίας τὴν χάριν, καὶ τὸ φῶς τὸ ἄκτιστον, ὃ κατοπτεύουσιν.
Θεοτοκίον.
Στεφηφόρους ὁρῶντες, τοὺς Ἀθλητὰς, Δέσποινα, Σὲ τὴν ἀναδείξασαν τούτους, ἐγκωμιάζομεν· Σὺ γὰρ στηρίζεις ψυχάς, ἐφιεμένας τῶν ἄνω, ἐν οἷς πέλεις Ἄχραντε, κόσμου μεσίτρια.
Ἀλλοίωσον, ταῖς σαῖς πρεσβείαις τὸ φρόνημα τοῦ νοός μου, ὦ τριὰς τῶν Νεομαρτύρων θεοχαρίτωτε, ὡς ἔχουσα, πρὸς Θεὸν παῤῥησίαν.
Ἐκλάμπρυνον, ἐσκοτισμένας καρδίας Θεοκυῆτορ, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς τέξασα, τὸν Σωτῆρα τοῦ κόσμου.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ζωὴν τοῦ Θεοῦ, ἠγάπησαν οἱ Μάρτυρες, θυόμενοι δὲ, ἐν πίστει ἀνεκραύγαζον· τοῦ Χριστοῦ ἐσμεν καὶ ὑπὲρ Αὐτοῦ τὸ πάθος δεχόμεθα, ἵνα ἐν δόξῃ ἴδωμεν Αὐτόν, καὶ λάβωμεν στέφος ἀμαράντινον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νικητήρια ᾄσματα, νῦν τοῖς Νεομάρτυσιν προσενέγκωμεν· ἐθελόθυτα γὰρ θύματα, ἐν αὐλαῖς Ἁγίων συνδοξάζονται.
Ἐκκλησίας τὸ καύχημα, καὶ Ὀρθοδοξίας τὸ ἐγκαλλώπισμα, ἀνεδείχθης ὦ Νικόλαε, σὺν τοῖς αὐταδέλφοις καὶ συμμάρτυσιν.
Ὁμοφρόνως ἠθλήσατε, ἐν τῇ νήσῳ Χίῳ ἔνδοξοι Μάρτυρες, καὶ τὴν πίστιν ἐκρατύνατε· ὅθεν δόξαν ἄφθιτον ἐλάβετε.
Θεοτοκίον.
Μετανοίας ὑπάνοιξον, πύλας Θεοτόκε Θεοχαρίτωτε, καὶ σὺν Μάρτυσιν ἱκέτευε, ἄφεσιν δοθῆναι τοῖς ὑμνοῦσί Σε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνακτα Θεόν, ὡμολόγησαν οἱ Μάρτυρες, καὶ ἐνισχυθέντες τῇ χάριτι Αὐτοῦ, εὐσεβοφρόνως κατήσχυναν τὸν ἀλάστορα.
Ῥήμασι ζωῆς, τὰς καρδίας ἐνισχύοντες, σὺν τῷ Ἀχράντῳ Σώματι τοῦ Χριστοῦ, ἐνεκαρτέρουν οἱ ἔνδοξοι εἰς μαρτύρια.
Τεῖχος τῶν πιστῶν, αἱ πρεσβεῖαι ὑμῶν Ἅγιοι, καὶ ὑποτύπωσις ζωῆς ἀληθοῦς, ἡ μαρτυρία τοῦ αἵματος ὑμῶν ἔνδοξοι.
Θεοτοκίον.
Ὕψωσον ἡμᾶς, καθορᾶν Θεοῦ σκηνώματα, Θεογεννῆτορ Πάναγνε Μαριάμ· Σὺ γὰρ ἐχώρησας ἐν μήτρᾳ Σου τὸν Ἀχώρητον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Στηρίξατε,τῶν πιστῶν συστήματα, ἐν ἀπαύστοις πρὸς Θεὸν ἱκεσίας, ὅτι πολλοί λυμεῶνες εἰσῆλθον, καὶ ἐκριζῶσαι τὴν πίστιν διώκουσι, λυτρώσασθε πάντας ἡμᾶς, ἐκ βελῶν Ἀντιχρίστου πανάριστοι.
Ἱκέται, νῦν πρὸς ὑμᾶς προσπίπτομεν, Νεομάρτυρες πανόλβιοι θεῖοι, ἵνα ὑμῶν ἱκεσίαις σωθέντες, τοῦ Παραδείσου τὰς πύλας διέλθωμεν, ὑμνοῦντες σὺν ὑμῖν Χριστόν, εἰς αἰῶνας αἰώνων θεόληπτοι.
Μακάριοι, οἱ ζωὴν τὴν κρείττονα, καὶ τὴν ἄνω Βασιλείαν ποθοῦντες, ὡς ὁ Νικόλαος σὺν Σταματίῳ, καὶ τῷ κλεινῷ Ἰωάννῃ ἐπέτυχον· τιμήσωμεν αὐτοὺς πιστῶς, οὓς Θεὸς στεφηφόρους ἀνέδειξεν.
Θεοτοκίον.
Ἐβάστασας, ἐν ἀγκάλαις Δέσποινα, τὸν κρατοῦντα τὴν ὑφήλιον πᾶσαν, καὶ ἐτυγχάνεις Αὐτῷ Θεοδόχε, ὑπὲρ ἡμῶν τῶν βοώντων ἐκ πίστεως· κατάστειλον τὰς καθ’ ἡμῶν, ἐπιθέσεις ἀδίκους Πανάμωμε.
Ἀλλοίωσον, ταῖς σαῖς πρεσβείαις τὸ φρόνημα τοῦ νοός μου, ὦ τριὰς τῶν Νεομαρτύρων Θεοχαρίτωτε, ὡς ἔχουσα, πρὸς Θεὸν παῤῥησίαν.
Ἐκλάμπρυνον, ἐσκοτισμένας καρδίας Θεοκυῆτορ, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς τέξασα, τὸν Σωτῆρα τοῦ κόσμου.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Νεομάρτυρες τῶν Ὀρθοδόξων τὸ καύχημα, τῶν Σπετσῶν ἐδείχθητε σεπτὸν ἐγκαλλώπισμα, τῇ ἐκχύσει ὑπὲρ Χριστοῦ τοῦ αἵματος ὑμῶν, ἱκετεύσατε πανευκλεεῖς, ἐλεηθῆναι τὰς ψυχάς, τῶν βοώντων πιστῶς ὑμῖν· λύσατε ἀντιδίκου, πλεκτάνης κατὰ τῆς νήσου, οἱ θεοδόξαστοι βλαστοί, τῶν Σπετσῶν ἡμῶν δὲ φύλακες.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα΄ 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὐπὸ πάντων διὰ τὸ ὄνομά μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενοι, ἐν οὐρανοῖς τὴν ἐλπίδα, τοῦ Χριστοῦ οἱ Μάρτυρες, ἐν χαρᾷ ἐδέξαντο τὸ μαρτύριον, ἐν εἱρκτῇ ἔλαβον, ἄφεσιν πταισμάτων, καὶ τὸ Σῶμα τὸ ἀκήρατον, ᾧ δυναμούμενοι, Χριστὸν ὡμολόγουν οἱ ἄριστοι· Νικόλαος Σταμάτιος, καὶ ὁ Ἰωάννης οἱ ἔνδοξοι. Οὓς ἐν Ἐκκλησίαις, τιμήσωμεν ἐν πόθῳ ἀδελφοί, καὶ μεγαλύνομεν ἅπαντες, τὸν αὐτοὺς δοξάσαντα.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λυτρωτὴν ὁμολόγουν, τὸν Χριστὸν ἐν τῷ πάσχειν οἱ ἐκ Σπετσῶν Ἀθληταί, δι’ ὃ καταξιοῦνται, τιμῶν ἐπουρανίων, ὑπ’ Αὐτοῦ πρὸς Ὃν ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Παλαισταὶ τοῦ Σωτῆρος, κατησχύνατε τύραννον τῇ ἰσχύϊ Σταυροῦ, οὐδόλως πτοηθέντες, μανίαν τῶν δαιμόνων, ἀλλ’ ἐν πόθῳ ἐψάλλετε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὡπλισμένοι δυνάμει, τῇ τῆς χάριτος ἔνδοξοι τοῦ Χριστοῦ Ἀθληταί, ἠθλήσατε ἐν Χίῳ, Θεὸν ὁμολογοῦντες, καὶ βοῶντες ἐν ᾄσμασιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νεομάρτυρας θείους, ἀηττήτους ἀνέδειξας ταῖς λιταῖς Σου Ἁγνή, κραταίωσον καρδίας, ἡμῶν τῶν ἀνυμνούντων, καὶ βοώντων ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχὺν λαβόντες, παρὰ Κυρίου οἱ παῖδες, σὺν πρεσβύτῃ γενναίως ἀθλοῦσι, Ὅν ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Κληρονομεῖτε, τὴν οὐρανῶν Βασιλείαν, ἔνθα φῶς τὸ ἀπρόσιτον λάμπει, τὸν Χριστὸν ὁρῶντες, εἰς πάντας τοὺς αἰῶνας.
Ὁμοφρονοῦντες, οἱ Νεομάρτυρες πίστει, τοῦ τυράννου ἀνέτρεψαν δόλους, τὰς ψυχὰς τιθέντες, ὑπὲρ τοῦ Θεανθρώπου.
Θεοτοκίον.
Διαφυλάττεις, ἐκ τῶν ποικίλων κινδύνων, Σαῖς πρεσβείαις Μητρόθεε Κόρη, τοὺς ὑμνολογοῦντας, Μαρτύρων τὴν χορείαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡδέα ἀρνηθέντες, θεῖα προσδοκῶντες, οἱ Νεομάρτυρες ἔσπευδον πάθος λαβεῖν, μεταλαβόντες τὸ Σῶμα τὸ πανακήρατον.
Μιᾷ ψυχῇ ἀθλοῦντες, ἔλαβον στεφάνους, ἐν οὐρανῷ οἱ γενναῖοι Χριστοῦ ἐκ χειρός, καὶ συνδοξάζονται σύντρεις καὶ συνευφραίνονται.
Ὁμαίμονες οἱ δύο, ξίφει ἀναιροῦνται, σὺν Νικολάῳ ἐνδόξῳ αὐτῶν συγγενεῖ, συνδαιτυμόνες Χριστοῦ ἀεὶ καθιστάμενοι.
Θεοτοκίον.
Σεμνὴ Παρθενομῆτορ, πρέσβευε ἀπαύστως, σὺν Νεομάρτυσι θείοις Χριστοῦ μιμηταῖς, ἵνα ἐν φόβῳ τηρῶμεν θεῖα προστάγματα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς τρεῖς Ἀθλοφόρους, Νεομάρτυρας τοῦ Χριστοῦ, τοὺς ἀναιρεθέντας, ἐν τοῖς ἐσχάτοις χρόνοις, καὶ δόξῃ λαμπρυνθέντας, οὓς μιμησώμεθα.
Χαίρετε πανένδοξοι Ἀθληταί, οὐρανὸν οἰκοῦντες, καὶ εὐφραίνεσθε ἐς ἀεί, ὁρῶντες τὴν δόξαν, Τριάδος τῆς Ἁγίας, Ἣν πίστει ἀνυμνοῦμεν, καὶ μεγαλύνομεν.
Ἡ νῆσος ἀγάλλεται τῶν Σπετσῶν, τιμῶσα τὴν μνήμην, τῶν Μαρτύρων τῶν εὐκλεῶν, καὶ γάνυται τούτοις, ἐκ ταύτης προελθοῦσι, δοξάζουσα τὸ θεῖον, αὐτῶν μαρτύριον.
Νικόλαον ἔνδοξον Ἀθλητήν, σὺν τῷ Σταματίῳ, Ἰωάννῃ τε τοῖς σεπτοῖς, αἴροντες παγίδας, δεινὰς τοῦ βροτοκτόνου, δυνάμει τοῦ Σωτῆρος, καὶ Λυτρωτοῦ ἡμῶν.
Πολλοὶ λυμεῶνες καὶ ἀρνηταί, ἀντίχριστοι ὄντες, καὶ πολέμιοι τῶν πιστῶν, εἰσῆλθον ἀλλάξαι νεότητος τὰ ἤθη, ἐξ ὧν τὴν ποίμνην ταύτην, Μάρτυρες σώσατε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίρει, Ἐκκλησία τῶν Σπετσῶν, ᾄδουσα ἑόρτιον ὕμνον, τοῖς Νεομάρτυσι· γόνοι γὰρ ἐβλάστησαν, περικαλλεῖς ἐξ αὐτῆς, καὶ καλεῖ τὴν ὑφήλιον, αὐτοὺς μεγαλύνειν, τοὺς ὁμολογήσαντας, Χριστὸν τὸν πάντων Θεόν· ὅθεν καὶ ἡμεῖς συνελθόντες, τούτους μεγαλύνομεν πόθῳ, καὶ Χριστὸν δοξάσωμεν ἐκ πίστεως.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.