Παρακλητικός Κανών εις τους Αγίους Νεομάρτυρες Γαβριήλ και Κυρμηδόλη οι εν Αιγύπτω

†Εορτάζονται στις 18 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισον μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ τοῦ Κυρίου πυρωθέντες ἀγάπῃ, τοῦ μαρτυρίου ἠξιώθητε ἄμφω, σὺν Κυρμηδόλῃ θείῳ τε γενναῖε Γαβριήλ, πλάνην ἀπελέγξαντες, ἀνδρικῶς τὴν τῆς Ἄγαρ· ὅθεν ἀπειλήφατε, τῆς ἀθλήσεως στέφος, καὶ ὑπὲρ πάντων εὔχεσθε πιστῶν, ἐκδυσωποῦντες, Χριστὸν τὸν Φιλάνθρωπον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τῷ Δεσπότῃ εὔξασθε, Γαβριήλ, Κυρμηδόλη. Ἀ(θανάσιος)

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὴν πίστιν κηρύξαντες εὐθαρσῶς, Χριστοῦ Θεανθρώπου, Κυρμηδόλη καὶ Γαβριήλ, καὶ πλάνην ἐλέγξαντες τῆς Ἄγαρ, νῦν πρεσβευταὶ χριστωνύμων ὑπάρχετε.

Ὡς πρόβατα ἤχθητε πρὸ κριτῶν, συκοφαντηθέντες, Κυρμηδόλη καὶ Γαβριήλ, καὶ πλείστας βασάνους ὐποστάντες, τὴν παῤῥησίαν πλουτεῖτε πρὸς Κύριον.

Δυὰς φωτοφόρε μαρτυρική, ἡμῶν τὰς καρδίας, τοῦ Δεσπότου θείῳ φωτί, ἐλλάμπετε καὶ σκότη τῆς πλάνης, ταῖς ἱκεσίαις ὑμῶν διαλύετε.

Θεοτοκίον.
Ἐβλάστησας ἄμπελον τῆς Ζωῆς, ἁγνὴ Θεοτόκε, τὸν Θεάνθρωπον Ἰησοῦν, Ὃν πάντοτε αἴτει ὑπὲρ ὅσοι, τὰς μητρικὰς ἐκζητοῦμεν πρεσβείας Σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σταθεροὶ ἐν τῇ πίστει, πρὸ ἀσεβῶν ἔστητε, σὺν τῷ Γαβριὴλ Κυρμηδόλη, πλάνον ἐλέγξαντες, τὸν Ἄγαρ ἔκγονον, καὶ τὰς αὐτοῦ δοξασίας, καὶ πιστῶς γεγένησθε, θεῖα στηρίγματα.

Πονηροὺς συκοφάντας, ὁ πονηρὸς ὄργανα, καθ’ ὑμῶν χρησάμενος ἧτταν, ὑπέστη Ἅγιοι, οὗπερ συντρίψατε, τὰς ψυχολέθρους παγίδας, Ὀρθοδόξους ἅπαντας, διαφυλάττοντες.

Οὐρανῶν Βασιλείαν, τὴν ποθητὴν εὕρατε, διὰ μαρτυρίου λαβόντες, στέφος τὸ ἄφθαρτον, οὗ ἀξιώσατε, πάντας ὑμᾶς τοὺς τιμῶντας, θεῖοι Νεομάρτυρες, Χριστῷ πρεσβεύοντες.

Θεοτοκίον.
Τὸν Θεάνθρωπον Λόγον, μόνον Θεὸν ἄχραντε, τὸν ἐκ Σῆς γαστρὸς γεννηθέντα, ἀνακηρύξαντες, οἱ γενναιόφρονες, σὺν Γαβριὴλ Κυρμηδόλης, Ἐκκλησίας ὤφθησαν, πρέσβεις ἀκοίμητοι.

Διάσωσον, δυὰς ἐνδόξων Νεομαρτύρων, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως, τοὺς θείαν ἄθλησιν ὑμῶν, εὐφημοῦντας ἐν εὐλαβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις, καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὸν ἀληθῆ, Θεὸν ἀνακηρύξαντες, καὶ σκότος βαθύ, Ἀγαρηνῶν ἐλέγξαντες, τῶν Μαρτύρων σύναθλοι, Νεομάρτυρες ὤφθητε ἔνδοξοι }διὸ αἰτήματα πιστῶν, ταχέως πληροῦτε ὡς φιλάδελφοι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ἀγάπη ἣν ἔσχετε, πρὸς τὸν Ἰησοῦν Νεομάρτυρες, ἐνοικείτω καὶ ἡμῖν πολλή, ταῖς ὑμῶν πρὸς Τοῦτον παρακλήσεσιν.

Ἐν χαρᾷ ἀπεδέχθητε, τὰ ὑπὲρ τῆς πίστεως ἐναθλήματα· ὅθεν χάριν ἀπειλήφατε, ὑπὲρ τῶν τιμώντων ὑμᾶς εὔχεσθαι.

Ὑπὲρ πάντα τὸν Κύριον, Μάρτυρες ποθήσαντες ἠγωνίσασθε, ὑποδείγματα γενόμενοι, πᾶσι χριστωνύμοις θείου ἔρωτος.

Θεοτοκίον.
Ξύλῳ Εὔα παράδεισον, ἡ ἡμῶν προμήτωρ ἁγνὴ ἀπώλεσεν, οἱ δὲ Μάρτυρες εἰσήχθησαν, ἐν αὐτῷ σταυροῦ τὸ ξύλον ἄραντες.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄλλον πλὴν Χριστοῦ, οὐ λατρεύομεν ἐκήρυττον, οἱ γενναῖοι Ἀθληταὶ βασανισταῖς, ὅτι μόνος, Οὗτός ἐστιν ἡ ἀλήθεια.

Σώματα πιστῶν, ὡς ναοὺς Θεοῦ ἁγνίσατε, Νεομάρτυρες οἱ δοῦντες ἐν χαρᾷ, μαρτυρίοις, τῷ Χριστῷ ὑμῶν τὰ σώματα.

Θρόνοι ἀληθεῖς, θείου Πνεύματος γενόμενοι, Ἀθλοφόροι ἀναδείξατε ἡμᾶς, τούτου οἴκους, ἐν ἁγιασμῷ ψυχῆς καὶ σώματος.

Θεοτοκίον.
Εὔθυνον ὁδόν, Θεομῆτορ τῶν ὑμνούντων Σε, πρὸς Υἱόν Σου Ἰησοῦν ἀγαπητόν, Ὃς ὑπάρχει, ἐφετῶν ἁπάντων πλήρωμα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Γεγόνατε, Ἐκκλησίας στήριγμα, Ἀθλοφόροι τῇ ὑμῶν ἐναθλήσει, ὅτι πολλῶν, κλονουμένων καρδίας, διὰ πληθὺν ἀνηκέστων πιέσεων, ἀνενεώσατε σφοδρῶς, ὡς καὶ νῦν τοὺς πιστοὺς ἐνισχύοντες.

Ἀπείρους, δωρεὰς ἐφεύρατε, Νεομάρτυρες ἐκ μέρους Κυρίου· διὸ εὐχάς, τῶν ὑμᾶς δεομένων, πρὸς τὸ συμφέρον ψυχῶν ἐκπληρώσατε, ἐν πειρασμοῖς ὑπομονήν, φιλαδέλφως ἡμῖν χαριζόμενοι.

Βασάνους, ὡς τρυφὰς ἡγούμενοι, ὑπομείνατε σεπτοὶ Ἀθλοφόροι, τύποι ἡμῖν, τῆς ἀγάπης Κυρίου, καὶ ἀφειδίας τοῦ κόσμου γενόμενοι, τὰ μένοντα καὶ ἀληθῆ, ἀγαθὰ αἰωνίως προκρίναντες.

Θεοτοκίον.
Ῥυπώσαν, τὴν ψυχήν μου Δέσποινα, ἁμαρτίαις ἀποκάθαρον τάχει, καὶ τοῦ Χριστοῦ, οἰκητήριον δεῖξον, καὶ Παρακλήτου σεπτὸν εὐναστήριον, ὡς ἔχουσα πρὸς Σὸν Υἱόν, παῤῥησίαν μεγίστη πανάμωμε.

Διάσωσον, δυὰς ἐνδόξων Νεομαρτύρων, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως, τοὺς θείαν ἄθλησιν ὑμῶν, εὐφημοῦντας ἐν εὐλαβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις, καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῇ ἀγάπῃ Κυρίου φλεγόμενοι, οὐδαμῶς ἐφοβήθητε Ἅγιοι, πῦρ γεῶδες, ἀλλὰ ὡς πρόβατα εὐπρόσδεκτα ὁμοῦ, πυρὶ ἠναλώθητε σφοδρῷ, κατατροπώσαντες σοφῶς, τὴν τῆς Ἄγαρ δυσσέβειαν· ὅθεν ἐν παῤῤησίᾳ, χεῖρας πρὸς τὸν Δεσπότην, ὑπὲρ πιστῶν χρισταθληταί, τῶν τιμώντων ὑμᾶς αἴρετε.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. κα’, 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταἷς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. ᾿Ελεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ παρὸν Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ζήλῳ θείου ἔρωτος, ἐμπεπλησμένοι πανσόφως, πλάνην ἀπηλέγξατε, τὴν ψευδοψυχόλεθρον, καὶ ὑπέστητε, ἀπηνῶς μάστιγας, καὶ βασάνων πλῆθος, Νεομάρτυρες πανεύφημοι· διὸ ἐστέφθητε, καὶ τῷ Παραδείσῳ εἰσήλθετε, ἔνθα φαιδρῶς ἱστάμενοι, τῷ Χριστῷ ἀεὶ ἱκετεύετε, θεῖε Κυρμηδόλη, καὶ σύναθλε γενναῖε Γαβριήλ, ὑπὲρ τῶν ὅσοι γεραίρουσι, τὸ ὑμῶν μαρτύριον.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰατρεύσατε πάθη, τῶν παθῶν καὶ σωμάτων ὦ Νεομάρτυρες, τῶν ὅσοι ἐξαιτοῦνται, ὑμῶν τὴν μεσιτείαν, πρὸς Χριστὸν τὸν Φιλάνθρωπον, Ὃς ἰατρὸς ἁπασῶν, ἀσθενειῶν ὑπάρχει.

Ἠθληκότες γενναίως, καὶ νικήσαντες πλάνην τὴν ψυχολέτειραν, δυὰς Νεομαρτύρων, ἡμᾶς ἐν ἀληθείᾳ, τοῦ Χριστοῦ ἀξιώσατε, ὁδὸν βαδίζειν ἀεί, σωτηριωδεστάτην.

Λυτρωθῆναι πταισμάτων, χριστωνύμους τιμῶντας ὑμᾶς πρεσβεύσατε, θεόφρον Κυρμηδόλη, καὶ Γαβριὴλ τρισμάκαρ, ὅπως νόμον τηρήσαντες, τὸν τοῦ Κυρίου καλῶς, τύχωμεν παραδείσου.

Θεοτοκίον.
Κλῖνον οὖς Σου Παρθένε, καὶ αἰτήσεις προσδέχου τῶν προστρεχόντων Σοι, καὶ πρὸς ψυχῶν συμφέρον, αἰώνιον ἐκπλήρου, μητρικαῖς ἱκεσίαις Σου, πρὸς Ἰησοῦν τὸν γλυκύν, καὶ εὔσπλαγχνον Υἱόν Σου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὕλης ἁπάσης, καταφρονήσαντες ἄμφω, δι’ ἀγάπην Κυρίου σταυρωθέντος, δότε ἡμῖν Τοῦτον, Μάρτυρες προτιμάσθαι.

Ῥύσασθε ψεύδους, συκοφαντῶν τοὺς τιμῶντας, Νεομάρτυρες θείαν ὑμῶν μνήμην, ὅπως ἐν εἰρήνῃ, τελέσωμεν τὸν βίον.

Μαρτύρων δῆμοι, καὶ τῶν Ἀγγέλων χορεῖαι, ὑπεδέξαντο ἐν ἐπουρανίοις· μεθ’ ὧν στῆναι πάντας, ἡμᾶς Ἅγιοι δότε.

Θεοτοκίον.
Ἱκετηρίας, μὴ παύσῃ Μῆτερ προσφέρειν, ὑπὲρ ὅσοι Θεὸν ὁμολογοῦσιν, Ἰησοῦν Δεσπότην, καὶ πάσχουσι ἀδίκως.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δυὰς Νεομαρτύρων, τῶν παθῶν ἁλύσεις, τὰς δεσμευούσας ἡμᾶς διαῤῥήξατε, ὅπως ὁδὸν τοῦ Κυρίου, κούφως βαδίζομεν.

Ὡς ἐν τῷ Παραδείσῳ, πρὸ Χριστοῦ ἑστῶτες, Αὐτῷ πρεσβεύσατε Ἅγιοι Μάρτυρες, ὑπὲρ ἡμῶν τῶν τιμώντων, ὑμῶν τὴν ἄθλησιν.

Λαμπρᾶς ἀξιωθέντες, δόξης οὐρανίου, μὴ ἐπιλάθεσθε ὅσων αἰτούμεθα, ὑμῶν ἁγίας δεήσεις, πρὸς τὸν Φιλάνθρωπον.

Θεοτοκίον.
Ἡ τῆς Ἀλεξανδρέων, Ἐκκλησία θρέπτρα, ὑμῶν αἰτεῖται κλεινοὶ Νεομάρτυρες· ὅθεν ἀεὶ ὑπὲρ ταύτης, θερμῶς πρεσβεύετε.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε Μαρτύρων τῶν παλαιῶν, μιμηταὶ ἐν πᾶσιν, Κυρμηδόλη καὶ Γαβριήλ, οἱ γενναιοφρόνως, τὴν ἀντιθέων πλάνην, ἐλέγξαντες σωφρόνως, Χριστὸν κηρύξαντες.

Μόνην τὴν ἀλήθειαν τοῦ Χριστοῦ, πρὸ κριτῶν ἀδίκων, ἀποδείξαντες φανερῶς, τῇ τοῦ Παρακλήτου, σοφίᾳ καὶ δυνάμει, προθύμως μαρτυρίου, ἐκοινωνήσατε.

Θαυμαστὰ τὰ ἆθλα ὑπὲρ Χριστοῦ, ἃ ὑπενεγκόντες, Κυρμηδόλη καὶ Γαβριήλ, στέφος ἀφθαρσίας, παρὰ χειρὸς Κυρίου, καὶ δόξαν Παραδείσου, ἄμφω εἰλήφατε.

Γόνοι Ἐκκλησίας ὀνομαστοί, τῆς Ἀλεξανδρέων, Κυρμηδόλη καὶ Γαβριήλ, ὑπὲρ ταύτης χεῖρας, ὑψοῦτε πρὸς Δεσπότην, ὅπως ἀεὶ φυλάττῃ, ἀδιατάρακτον.

Πάντων τῶν τιμώντων ὑμᾶς πιστῶν, δέξασθε αἰτήσεις, Κυρμηδόλη καὶ Γαβριήλ, καὶ ἑνὶ ἑκάστῳ, εὐχαῖς πρὸς τὸν Δεσπότην, παράσχετε τὴν λύσιν, ὄντες φιλάδελφοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, τῶν γηΐνων καὶ φθαρτῶν, ἄμφω παριδόντες αὐχένας, καθυπεκλίνατε, εἰς σφαγὴν ὡς πρόβατα, ὑπὲρ ἀγάπης Χριστοῦ, Γαβριὴλ Κυρμηδόλη τε· διὸ παῤῥησίαν, ἐν εὐχαῖς πλουτίσαντες, μὴ ἐπιλάθεσθε, πάντων, τῶν πιστῶς προσπιπτόντων, καὶ πολλῷ τῷ πόθῳ τιμώντων, τὴν σεπτὴν ὑμῶν καὶ θείαν ἄθλησιν.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν.

Πηγή και η Ακολουθία των Αγίων