Παρακλητικός Κανών εις τους Αγίους Δώδεκα Αναργύρους

Κοσμάν και Δαμιανόν, Κύρον και Ιωάννην, Παντελεήμονα και Ερμόλαον, Σαμψών και Διομήδη, Μώκιον και Ανίκητον, Θαλλέλαιον και Τρύφωνα

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τάς χαμαιζήλους ἡδονάς συμπατοῦντες, καί ἀναργύρων τάς νόσους ἰώμενοι, Ἀνάργυροι πανεύφημοι καί θείοι Ἰατροί, πρός Χριστοῦ ἐστέφθητε, Οὐρανίοις στεφάνοις, ὅθεν ἱκετεύομεν σκοτασμοῦ ἁμαρτίας, καί νοσημάτων ῥύσασθαι ἡμᾶς, τόν ἐπί πάντων Θεόν ἱκετεύοντες.

Δόξα. Ἀπολυτικόν. Ἦχος πλ δ’
Ἅγιοι Ἀνάργυροι καί θαυματουργοῖ, ἐπισκέψασθε τάς ἀσθενείας ἡμῶν, δωρεάν ἐλάβετε, δωρεάν δότε ἡμῖν.

Καί νῦν Θεοτοκίον.
Τῆ Θεοτόκῳ μετά δέους ἐμφρόνως, πάντες προσδράμωμεν κραυγάζοντες πόθῳ, Ὑπεραγία Δέσποινα Πανύμνητε, ῥῦσαι τῷ ἐλέει σου, ἀδοκήτων κινδύνων, πάσης περιστάσεως καί κολάσεως τάχος, καί πάσης νόσων λύμης, Ἀγαθή , εὐλογημένη Μαρία Θεόνυμφε.

Ψαλμός Ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.

ᾨδῇ ἀ’ Ἦχος πλ δ’ Ὑγράν διοδεύσας.
Πολλοῖς συνεχόμενος ἀλγεινοῖς, πρός ὑμᾶς ἐνθέρμως καταφεύγων ἐκδυσωπῶ, ταῖς πρός τόν Θεόν ὑμῶν πρεσβείαις, τούτων με τάχος, Ἀνάργυροι ῥύσασθαι.

Παθῶν καταφλέγει μου φλόξ δεινή, Ανάργυροι θείοι,την καρδίαν και την ψυχήν, ταχέως ούν ταύτην ιετεύων ταις υμετέραις δεήσεσι σβέσατε.

Νοσῶν πλείστοις πάθεσι χαλεποῖς, πολλῶν ἐκ πταισμάτων, τῷ φαρμάκῳ τῶν δραστικῶν, ὑμῶν πρεσβειῶν πρός τόν Δεσπότην, ἐκλιπαρῶ ἰαθῆναι, Ἀνάργυροι.

Θεοτοκίον.
Συνέτισον τόν δοῦλον σου, Μαριάμ, άνοιξόν μοι πύλας μετανοίας, καί ἐκ πυλών, τῆς θανατηφόρου ἁμαρτίας, τῆ μεσιτεία σου ῥῦσαι με Δέσποινα.

ᾨδῇ γ ’ Οὐρανίας αψίδος.
Προστασίαις ταῖς θείαις ὑμῶν, Ἀνάργυροι ῥύσασθε, ἐμέ τόν ἐν ζάλη καί τρικυμίαις τοῦ βίου εγκυματούμενον, ὑμᾶς γάρ εὕρηκα, μετά Θεόν κυβερνήτας, πρός λιμέναν ἄσυλον καί ἀχείμαστον.

Ἱκετεύω ἐν πόθῳ τήν τῆς ψυχῆς κάκωσιν, καί τάς σαρκικάς ἀσθενείας μου ιατρεύσατε, ὑμεῖς γάρ Πάνσεπτοι, τόν τῶν ψυχῶν καί σωμάτων, ἰατρόν τόν Πάνσοφον ἐμιμήσασθε.

Χαλεπαῖς ἀρρωστίαις καί τακτικοῖς πάθεσιν, ὅλῳ καθ’ ἑκάστην, Ἀνάργυροι, τηκομένῳ μοι, ταῖς πρός τόν Κύριον, ὑμῶν ἐνθέρμους πρεσβείαις, φάρμακα δωρήσασθε ἀλεξίπονα.

Θεοτοκίον.
Ἐπί κλίνης ὀδύνης ὀδυνηρῶς κείμενος, σε ἐπικαλοῦμαι Παρθένε, κλῖνον τό οὕς σου ἐμοί, σπεῦσον τοῦ σώσαι με καί ἐξελέσθαι ἐν τάχει, πυρός ἀποσμήχοντος νῦν τήν καρδίαν μου.

ᾨδῇ δ’ Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τόν καύσωνα, καί τόν τῆς ἀθλίας ψυχῆς μου τάραχον, ταῖς εὐχαῖς ημ΄΄ων Ἀνάργυροι, σβέσατε ἐν τάχει καί κατευνάσατε.

Ἀπολαύοντες πάντοτε, τῶν ἐκ τῆς Εἰκόνας ὑμῶν, Ἀνάργυροι, χαρισμάτων ἀναμέλπομεν, τόν ὑμᾶς δοξάσαντα ὑπεράγαθον.

Ἐπί κλίνης με κείμενον, καί νόσον νοσοῦντα ψυχῆς καί σώματος, ὦ Ἀνάργυροι ἐγείρατε, ταῖς πρός τόν Σωτήραν ὑμῶν δεήσεσι.

Θεοτοκίον.
Ῥῶσιν δίδου μοι, Πάναγνε, ἐπικαμπτομένη οἰκτραῖς δεήσεσι, πᾶσαν νόσον καί ἐπάχθειαν, ἐπιοῦσαν ἄφνω ἀναστέλλουσα.

ᾨδῇ ἕ’ Φώτισον ημάς.
Ἔμπλησον ταχύ τήν ψυχήν μου θείας χάριτος, τῶν Ἀναργύρων ἡ σεπτῇ Δωδεκάς, τοῦ προσιόντος τῆ σκέπη καί τῆ εἰκόνι σου.

Λύτρωσαι με νῦν σαῖς πρός Κύριον ἐντεύξεσι, δεινῆς ἐκ νόσου καί πάσης θλίψεως, ὦ Δωδεκάς Ἰατρῶν ἀξιάγαστε.

ἴασαι ψυχῆς τά πολλά πάθη καί σώματος, ὦ Δωδεκάς Ἰατρῶν Παμμακάριστε, τῶν μετά πόθου προσκυνούντων τήν Εἰκόνα σου.

Θεοτοκίον.
Ἅπαντα ἐχθρόν δυσμενῶς ἐπιτιθέμενος, ἡμῖν τοῖς δούλοις σου, Πανάμωμε, θείω σου κράτει, συμπατοῦσα ἐξαφάνισον.

ᾨδῇ στ’ Τήν δέησιν, ἐκχεῶ.
Θανάτου καί συμφορῶν καί θλίψεων, ἀπαλλάξατε δεινῶν τε παντοίων, ὦ Ἰατροί ἄμισθοι τῶν νοσούντων, τόν εὐλαβῶς πρός ὑμᾶς καταφεύγοντα, καί πάσης νόσου χαλεπῆς, ταῖς ὑμῶν ἱκεσίαις, Πανάγιοι.

Ὡς τεῖχος ἐν τοῖς κινδύνοις ἄρρηκτον, τήν ὑμῶν ἐγκεκτημένοι εἰκόνα, ἐκ τῶν δεινῶν ἐκλυτρούμεθα πάντων, ἐσαεί λυτρωτάς ἐπιγραφόμενοι, σωτῆρας τε μετά Θεόν, εὐκλεέστατοι θείοι Ἀνάργυροι.

Ἐν κλίνη τῶν ἀνιάτων παθών μου, κατακείμενος, Ἀνάργυροι θείοι, ἐκλιπαρῶ τῆς θερμῆς ὑμῶν σκέπης, καί ἀντιλήψεως μή με στερήσητε, πρεσβεύοντες διηνεκῶς, ὅπως εὕρω ὑγείας ἀντίληψιν.

Θεοτοκίον.
Φιλεύσπλαχνε, τοῦ Θεοῦ λοχεύτρια, ὦ Παρθένε Θεοτόκε Μαρία, τῆ πρός Θεόν ἐκτενεῖ σου πρεσβεία, τῶν δυσχερῶν με ἀπάλλαξον κράζοντα, δοξάζω σε μόνη Ἀγνῇ, Παναγία Θεόνυμφε Δέσποινα.

Ἐπίβλεψον, ὦ Δωδεκάς Ἀναργύρων ἀγία, ἐπί τήν ἐμήν ψυχῆς τε καί σώματος κάκωσιν, καί ἴασιν δώρησαί μοι λιταῖς σου.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα,  δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αῖτησις καὶ τὸ Κοντάκιον
Προστάται θερμοί καί φύλακες ἄγρυπνοι, τῶν πίστει ἡμᾶς ἀνυμνούντων ὑπάρχοντες, ἐκ ψυχῆς βοῶμεν ὑμῖν, Ἀκέστορες πάνσεπτοι σπεύσατε, καί ἐκ κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς παρρησίαν πρός Κύριον ἔχοντες.

Προκείμενον
Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος
Στίχ.  Ἀκούσατε ταύτᾳ πάντα τά ἔθνη.

Εὐαγγέλιον Ἐκ τοῦ κατά Ματθαῖον
Τῷ καιρῶ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα μαθητάς αὑτοῦ, ἔδωκεν αὑτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὑτά καί θεραπεύειν πᾶσαν νόσον καί πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὑτοῖς λέγων ‘ εἰς ὀδόν ἐθνῶν μή ἀπέλθητε καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε’ πορεύεσθε δε μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δε, κηρύσσετε, λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν Οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεάν ἐλάβετε, δωρεάν δότε.

Δόξα.
Ταῖς τῶν Ἀναργύρων πρεσβείες Ἐλεῆμον, εξάληψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείες Ἐλεῆμον, εξάληψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Προσόμοιον
Στίχ.  Ἐλέησον με, ὁ Θεός, κατά τό μέγα Έλεός Σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου,  ἐξάλειψον τό ἀνόμημα μου
Μεταβολή θλίψεως πάσης, ἀπαλλαγή παντοίας νόσου ὑπάρχουσα, Δωδεκάς ἡ ἀγία Ἀναργύρων πανευκλεών, σῷζε πάντας ἐκ τῆς ὀλεθριᾷς, τοῦ ἐχθροῦ ὁρμῆς καί ἐπηρείας, θείαις σου πρός Κύριον ἐντεύξεσι.

Σῶσον ὁ Θεός τόν λαόν Σου….

ᾨδῇ ζ’ Οἱ ἐκ τῆς Ἰουδαίας.
Τήν ὀξεῖαν μου νόσον, εἰς ὑγείαν, Ἅγιοι μεταποιήσατε νῦν, ψυχήν ὁμοῦ καί σῶμα, ἰώμενοι τελείως, τοῦ βοῶντος πρός Κύριον, ὅ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἷ.

Θελητήν τοῦ ἐλέους, τόν Χριστόν κηρύξαντες, θείοι Ἀνάργυροι, αὑτόν ἐκδυσωπεῖτε, λυτρώσασθαι κινδύνων, τούς ἐν πίστει κραυγάζοντας, ὁ ἐν Ἁγίοις θαυμαστώς, Θεός εὐλογητός εἷ.

Σωμάτων ἰατῆρας, καί ψυχῶν σητήρας ὑμᾶς ἐπιστάμενοι, δεόμεθα ἰᾶσθαι, καί σῴζειν τούς βοῶντας, πρός τόν πάντων Σωτῆρα Χριστόν, ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἷ.

Θεοτοκίον.
Ἐκ χειμῶνος τό ἔαρ, καί ἐκ ζάλης γαλήνη, Ἀγνῇ προέρχεται, ἐκ ζόφου δε πταισμάτων, τό φώς τῆς ἀπαθείας, μετανοίᾳ εἰσέρχεται, οἱ ἐμπαθεῖς τοιγαροῦν θαρρῶμεν μεταγνόντες.

ᾨδῇ ἡ’ Τόν Βασιλέα.
Τούς βοηθείας τῆς παρ’ ὑμῶν δεομένους, μή παρίδητε Ἀνάργυροι θείοι, ἀλλ’ ἐκ νόσου πάσης λυτρώσασθε καί βλάβης.

Τῶν πειρασμῶν ὑμεῖς, προσβολάς τάς ποικίλας, ἐκδιώκετε Ἀνάργυροι πάσας, ταῖς πρός τόν Δεσπότην θερμαῖς ὑμῶν πρεσβείαις.

Τῶν νοσημάτων σύ, Ἰατρεία ἑτοίμη, ἡ τῶν θείων ἐδείχθης Ἀναργύρων, Δωδεκάς σοφή  τε καί ὄντως θαυμασία.

Θεοτοκίον.
Ἶνα τιμῶν ἀνυμνῶ μετά πόθου, τό παμπόθητον, Μαρία, ὄνομα σου, νόσων καί κινδύνων εκλύτρωσαί με τάχος.

ᾨδῇ θ’ Κυρίως Θεοτόκον.
Ῥοήν μου τῶν δακρύων, δέξασθε ἀσμένως, καί ταῖς λιταῖς ὑμῶν πάντα τόν βόρβορον, τῶν νοσημάτων μου πλύνατε, ὦ Ἀνάργυροι.

Χαράς τῆς αἰωνίου, πάντες σύν Ἀγγέλοις επαπολαύοντες, θείοι Ἀνάργυροι, χαράς ἀλήκτου πληροῦτε καί τάς καρδίας ἡμῶν.

Λιμήν καί ἰατρεῖον πέλει τῶν νοσούντων, ἡ τῶν σοφῶν Ἰατρῶν σεβασμία Εἰκών, ἡ προσιόντες ἐν πίστει νόσων λυτρούμεθα.

Θεοτοκίον
Μαρία Θεοτόκε, τῶν Πιστῶν χορείας, ἐξ ὁρατῶν ῥυομένη καί ἀοράτων ἐχθρῶν, σῷζε ἐκ πάσης φθοράς κινδύνων καί θλίψεων.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

καί τά ἀκόλουθα Μεγαλυνάρια
Πάντων τῶν νοσούντων τούς Ἰατρούς, πηγάς ἰαμάτων, Ἀναργύρους τούς εὐκλεεῖς, δεύετ συνδραμόντες οἱ φιλέορτοι τούτους, χρεωστικῶς ἐν ὕμνοις δοξολογήσωμεν.

Ἀνάργυροι θείοι, θαυματουργοῖ, Ἰατροί νοσούντων, ιατρεύσατε τούς θερμῶς, ἐπικαλουμένους ὑμᾶς παθῶν ποικίλων, ταῖς ὑμῶν πρεσβείαις πρός τόν Φιλάνθρωπον.

Μή παύσητε, Ἀνάργυροι Ἰατροί, ψυχῶν καί σωμάτων, ἱκετεύειν ὑπέρ ἡμῶν, τήν σεπτήν Τριάδα, ῥυσθῆναι ἐκ κινδύνων, καί πάσης ἀσθενείας, ἡμᾶς καί θλίψεως.

Ἰάσεων ἅπαντες τάς πηγάς, ὀχετούς ἀφθόνους, δωρημάτων τῶν τοῦ Θεοῦ, φωτός τοῦ ἀΰλου, τά πάμφωτα δοχεῖα, τούς θείους Ἀναργύρους ἀνευφημήσωμεν.

Δεῦτε οἱ ἐν νόσοις παντοδαπαῖς, καί οἱ ἐν κινδύνοις, κατακείμενοι χαλεπῶς, σπεύσωμεν προθύμως, ἐν τούτῳ τῷ τεμένει τῶν θείων Ἀναργύρων, καί σωθησόμεθα.

Τρύφωνα, Κοσμάς καί Δαμιανός, ἄμα Θαλλελαίω, καί τόν Μώκιον τούς σοφούς, Σαμψών, Διομήδην, σύν Κύρω, Ἰωάννη, καί τόν Ἀνίκητον τε, ἀνευφημήσωμεν.

Τόν Παντελεήμονα τόν κλεινόν, σύν τῷ διδασκάλῳ, Ἑρμολάῳ τῷ θαυμαστῶ, Ἰουλιανῷ τε φωστῆρας Ἐκκλησίας, καί τῶν πιστῶν σωτῆρας, ὕμνοις τιμήσωμεν.

Ῥώσεως οὑκ εἶδεν ἄλλον μισθόν, ἀπαιτεῖν ἤ μόνον, τήν εὐσέβειαν πρός Θεόν, ἡ ἁγιωτάτη εἰκάς τῶν Ἀναργύρων, ἐν ὕμνοις οὕς τιμῶντες, ἀνευφημήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τῷ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος πλ δ’
Ἅγιοι Ἀνάργυροι καί θαυματουργοῖ, ἐπισκέψασθε τάς ἀσθενείας ἡμῶν, δωρεάν ἐλάβετε, δωρεάν δότε ἡμῖν.

Ἐκτενὴς καὶ ᾿Απόλυσις, μεϑ᾽ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β’ Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ὀρθοδόξων ἡ πληθύς, δεῦτε τῶν Πιστῶν αἱ χορεῖαι κατασπασώμεθα, εἰκόνα τήν πάνσεπτον, τῶν Ἀναργύρων Χριστοῦ, Ἰατρῶν τῶν παθών ἡμῶν, πρός αὑτούς βοῶντες, ῥύσασθε Ἀνάργυροι, ἐκ τῶν κινδύνων ἡμᾶς, νόσων καί παθών ἀνιάτων, ταῖς εὐχαῖς ὑμῶν πρός τόν Κτίστην, τούς ἡμᾶς τιμῶντας, Πανσεβάσμιοι.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης  καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπό τήν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.