Παράκλησις επί Ασθενούντα Αγίου Ιωάννη του Προδρόμου

Ἰωάννου τοῦ Μαυρόποδος, ἐπισκόπου Εὐχαΐτων

Ὁ κανών, οὗ ἡ ἀκροστιχίς:
Βαπτιστὰ Χριστοῦ παῦσον ἡμῶν τοὺς πόνους. Ἰωάννου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Βαπτιζομένους νοσημάτων κλύδωνι, καὶ τρικυμίᾳ παθῶν, καὶ πρὸς βυθὸν ᾅδου, καὶ θανάτου χάρυβδιν, ὦ Βαπτιστὰ τοὺς δούλους σου, φερομένους εὐχῶν σου, τῷ πηδαλίῳ κυβέρνησον, πρὸς ὑγείαν ὅρμον ἀκύμονα.

Ἀμνὸν Θεοῦ τὴν ἁμαρτίαν αἴροντα, παντὸς τοῦ κόσμου Χριστόν, τὸν τὰς ἡμῶν νόσους, συμπαθῶς βαστάσαντα, τὸν ἅπασαν ἰώμενον, μαλακίαν καὶ νόσον, βαπτίσας Τίμιε Πρόδρομε, ἴασαι νοσοῦντα τὸν δοῦλόν σου.

Πόθου θερμοῦ καὶ διαπύρου πίστεως, δεικνύων σύμβολον, τῶν λογισμῶν πᾶσαν, διψυχίαν ἄπιστον, μακρὰν ἐκτιναξάμενος, ἐν στεῤῥᾷ πεποιθήσει, πρὸς τὴν ἀντίληψιν Πρόδρομε, σοῦ καταφυγὼν σωτηρίαν αἰτῶ.

Τῆς εὐσπλαγχνίας τὴν μεγάλην ἄβυσσον, τῶν οἰκτιρμῶν τὴν πηγήν, σωματικῶς λούσας, Ἰορδάνου νάμασιν, ὡς νάματα ἰάματα, βλῦσόν μοι θεοκῆρυξ, τῶν ὀδυνῶν μου τὰ κύματα, καὶ τὴν καταιγίδα κοιμίζοντα.

Θεοτοκίον.
Ἴασαι Κόρη τὰς πικρὰς ὀδύνας μου, αἵ με συνέχουσι νῦν, ἡ τὸν Θεὸν Λόγον, ἀνωδίνως τέξασα, καὶ πάσης διαλύσασα, τὰς ὡδῖνας τῆς Εὔας, καὶ τὰ ἀνίατα τραύματα, τοὺ Ἀδὰμ ἁγνὴ ἰατρεύσασα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σβέσον ἔμφυτον φλόγα πυρκαϊὰν ἔνοικον, διαβοσκομένην τὰ σπλάγχνα καὶ τὴν καρδίαν μου, καὶ ὑποσμύχουσαν, τὰς τῶν ὀστῶν ἁρμονίας, ταῖς ῥανίσι Πρόδρομε, τῆς εὐσπλαγχνίας σου.

Τῶν παθῶν τὸ χωρίον τὴν τῶν κακῶν θάλασσαν, τοῦτον τὸν πολύδακρυν βίον, καὶ πολυστένακτον, ἀνταλλαξάμενος, τοῦ τῆς τρυφῆς Παραδείσου, ὡς ἀγνώμων μάστιξι, νόσων ἑτάζομαι.

Ἀναφθέντες οἱ πρῶτοι καὶ σαρκικοὶ ἄνθρακες, ἄνθρακας δευτέρους πυρφόρους, ἐρημικοὺς ψαλμικῶς, διακαῶν πυρετῶν, προσεπανῆψάν μοι μάκαρ, οὓς ἐρήμου βλάστημα, Πρόδρομε μάρανον.

Χαρμονῆς παγκοσμίου χαροποιὲ Πρόδρομε, στρέψον εἰς χαρὰν τοῦ σοῦ δούλου, τὸν κοπετὸν τὸν βαρύν, καὶ περιζώσας με, ὑγιεινὴν εὐφροσύνην, τὸν τῆς ἀσθενείας μου, σάκκον διάῤῥηξον.

Θεοτοκίον.
Ῥεῖθρον ἀθανασίας ὕδωρ λαλοῦν ἄϋλον, ζῶν τε καὶ ἁλλόμενον ὄντως, καὶ ἐνυπόστατον, βλύσασα Δέσποινα, τὸ ἐνυπόστατον ὕδωρ, τῶν ἐμῶν κατεύνασον, πολυωδύνων παθῶν.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Ἰατρική, πεῖρα καὶ τέχνη καὶ μέθοδος, συνδραμοῦσαι ἐπ’ ἐμοὶ ἠλέγχθησαν, σπουδὴ ματαία κενὴ τριβή, μείζων γὰρ ἡ νόσος, τῆς τῶν φαρμάκων δυνάμεως· διὸ ἐν γεννητοῖς σε γυναικῶν μείζων πάντων, εὖ εἰδὼς σοὶ προσέδραμον Πρόδρομε.

Σοῦ τῇ χειρί, καὶ τῇ παλάμῃ πανεύφημε, τὸν κρατοῦντα, τῆς ζωῆς παλάμη Χριστόν, οὗ ἐν χειρὶ πάντων ἡ πνοή, ὡς χειροθετήσας, χάριν ἰάσεων εἴληφας· διό μου τὰς ὀδύνας, ἀνωδύνῳ καυτῆρι, ἀναφεῖ χειρουργίᾳ θεράπευσον.

Ταῖς ἀρεταῖς, ὑπερβαλὼν πάντα ἄνθρωπον, καὶ τὸ σῶμα τὸ τῆς ταπεινώσεως, ὡς ἀληθῶς ὑπεραναβάς, ὅμως οἶδας τούτου, τὴν συγγενῆ πολυπάθειαν, ὑπόκειται γὰρ νόσων, ἀμετρήτων ἱδέαις, ὧν μὲ νῦν ἐλευθέρωσον Ἅγιε.

Ὁ πυρετός, ὑποτυφόμενος λαύρας ἐντὸς τὴν νότιδα, πᾶσαν ἀπηθάλωσε, καὶ τὴν ἱκμάδα τὴν ζωτικήν, ὅλου ὠπτημένον, ἠνθρακωμένον με, δείξας δαυλόν, ἐπίσταξόν μοι δρόσον, εὐσπλαγχνίας Προφῆτα, ἔσται γάρ μοι ἡ σὴ δρόσος ἴαμα.

Θεοτοκίον.
Ὑπὸ πολλῆς, Σοῦ συμπαθείας πανάμωμε, ἄνοιξόν με θύραν τοῦ ἐλέους Σου, καὶ χεῖρα ὄρεξον βοηθόν, ὅτι τοῦ θανάτου πύλας ἰδοὺ προσεπέλασα, καὶ ἤγγισε τῷ ἅδῃ ψαλμικῶς ἡ ζωή μου, ἀλλὰ σῶσόν με οὗ καὶ σωθήσομαι.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Παλαιᾶς ἀπὸ ῥίζης, στέλεχος ἀνέδραμες· νέον τῆς χάριτος, Παλαιᾶς καὶ Νέας Διαθήκης μεσίτης γενόμενος, πολλοῖς οὖν δεινοῖς με, καὶ ἀλγεινοῖς παλαιωθέντα, νεοποίησον χάριτι Πρόδρομε.

Ἀσελγαίνων ἀθέσμως, καὶ τῶν ἡδονῶν τῷ βορβόρῳ φυρόμενος, νῦν ἐπικαρπίας, καὶ ἐπίχειρα τρυγῶ καὶ δρέπομαι, τῶν ἐμῶν καμάτων, πόνους Χριστὲ τετρυχομένος, ὧν μὲ λύτρωσαι διὰ τοῦ Σοῦ Βαπτιστοῦ.

Ὑπομένων ἐν θλίψει, Σῶτερ ὑπομένω σε τὸν ἀμνησίκακον, ἀλλ’ εἰσάκουσόν μου, τῆς δεήσεως ταύτης καὶ πρόσχες μοι, συμπαθῶς καὶ ῥῦσαι, τῆς πιεζούσῃς με ὀδύνης, ταῖς λιταῖς τοῦ σοῦ φίλου καμπτόμενος.

Σφροδρῷ ῥίγει κροτοῦντες, καὶ συντεριγότες καὶ προσαλασσόμενοι, τῇ τοῦ κρύου βίᾳ, οἱ ὀδόντες μου, καὶ συγκολούμενον, τῶν ὀστῶν τὸ πῆγμα, φρικώδη ψόφον ἐκτελοῦσιν, ὅνπερ στήσαις πρεσβείαις σου Πρόδρομε.

Θεοτοκίον.
Ὁ βρυγμὸς τῶν ὀδόντων, καὶ ὁ κρυσταλλώδης ἀθέρμαντος τάρταρος, πρὸ τῆς καταδίκης, τῆς ἐκεῖ βασανίζει με Δέσποινα, ἀλλὰ λῦσον τούτου, τὸν παγετὸν θέρμη ῥοπῆς Σου, καὶ ῥιγῶντά με θάλψον τῇ σκέπῃ Σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νυττόμενος, ἀλγηδόσιν ὀξείαις, σπαραττόμενος ὀδύναις δριμείαις, καὶ ἀναγκῶν στροβουσῶν τὴν καρδίαν, πεπυρωμέναις βολίσι βαλλόμενος, τὴν σὴν χάριν εὕροιμι σοφέ, μαλακὸν ἀκεσώδυνον φάρμακον.

Ἠσθένησεν, ἡ ἰσχὺς τοῦ σώματος, ὡς γὰρ ὄστρακον σαφῶς ἐξηράνθη, καὶ ἰδοὺ νῦν, ἡ ζωή μου ἐκλείπει, ὡς εἰς ἀέρα καπνὸς σκεδαννύμενος, ἡ πίστις δέ μου καὶ ἐλπίς, ἰσχυρὰ καὶ βεβαία πρὸς σὲ Βαπτιστά.

Μὴ φέρων, τὸν ἐμπρησμὸν τὸν ἄσβεστον, ὑποτύφοντα νυκτὸς καὶ ἡμέρας, λάβρῳ πυρί, τῶν ἐγκάτων τὴν θέσιν, ἐπὶ τὴν σὴν καταφεύγω ἀντίληψιν, γενοῦ μοι Πρόδρομε Χριστοῦ, δροσοβόλος πνοὴ ἀναψύχουσα.

Ὡς ἄψυχος, καὶ ἀναίσθητος φόρτος, ἐπὶ σκίμποδος ἀκίμητος μένω, μόνῃ πνοῇ, τῆς φερούσης με κλίνης, διεστηκὼς καὶ βραχὺ ζωῆς λείψανον, πλουτῶν τὴν ἐλπίδα τὴν εἰς σέ, τὸν ἐμὸν ἀντιλήπτορα Πρόδρομε.

Θεοτοκίον.
Νοσήσασα, καὶ ἐξασθενήσασα πολλοῖς, πάθεσιν ἀνθρώπων ἡ φύσις, ἐν Σοὶ σεμνή, τὴν ἀρχαίαν ὑγείαν, καὶ εὐεξίαν τὴν πρώτην ἀπείληφε· διό με νοσοῦντα καθαρᾶς, ὑγείας ἀξίωσον Δέσποινα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς ἐξόδου δειλίας καὶ θανάτου με φόβος περιεκύκλωσεν, ἐκάλυψέ με σκότος, ἐπέπεσέ με τρόμος, ᾅδου κίνδυνοι εὕροσαν, προέφθασάν με πικραί, τῆς τελευτῆς παγίδες.

Οἷα πεπεδημένος σιδηραῖς χειροπέδαις ὦ Βαπτιστὰ τοῦ Χριστοῦ, ὑψοῦ τὰς χεῖρας ἆραι, εἰς γῆν τὸ γόνυ κλῖναι, καὶ προσᾶξαί σοι δέησιν, ἀδυνατῶ παντελῶς, ταριχευθεὶς τῇ νόσῳ.

Ὕλης ὄντες ῥεούσης χαλεπαῖς ἀσθενείαις πυκναῖς παλαίομεν, ὁ πρὶν ἠλαττωμένος, βραχύ τι παρ’ Ἀγγέλοις, νῦν δὲ ἄϋλος ἄγγελος, κάμνοντας σῶσον ἡμᾶς, ἐξ ἀταξίας ὕλης.

Σὺ φωνὴ Θεοῦ Λόγου διακόπτοντος φλόγα πυρὸς ὡς ψάλλει Δαβίδ· διὸ φωνῇ σου μάκαρ, διάκοψον τὴν φλόγα, τοῦ πυρὸς τοῦ συντήκοντος, οἷα κηρὸν εὐτελῆ, σαρκός μου τὴν οὐσίαν.

Θεοτοκίον.
Πολυώδυνα πάθη ἀνωδίνῳ Σου τόκῳ ἔλυσας Δέσποινα· διὸ διάλυσόν μου, τοὺς πόνους τὰς ὀδύνας, καὶ τὸ βάρος ἐλάφρυνον, τὸ τὰ ὀστά μου συνθλῶν, τοῦ πικροτάτου ῥίγους.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ὁ προσδραμὼν τῆς χάριτος, ὄμβρησόν μοι τὴν χάριν σου, ἐξ ὑπερφυοῦς καὶ οὐρανίας ἄντυγος, αὐτὴν γὰρ πεπλούτηκας, κληρονομίας σχοίνισμα, μετὰ τῶν Ἀγγέλων, ἰσαγγέλως βιώσας· διὸ πυριφρυγεῖ με, μαρασμῷ συμφρυγέντα, ἀνάψυξον ῥανίσι, τῆς σῆς φιλανθρωπίας.

Νέφει καὶ γνόφῳ μελάνι, συμφορῶν καλυπτόμενος, καὶ νυκτὶ βαθείᾳ, δυσχερῶν κυκλούμενος, φωτίσαι καὶ λῦσαί μου, τὸ σκυνθρωπὸν ὁμοῦ καὶ στυγνόν, αἴγλῃ φεγγοβόλῳ, σελασφόρων εὐχῶν σου, αἰτοῦμαί σοι Προφῆτα, τοῦ ἡλίου τῆς δόξης, τὸν πρόδρομον ἀστέρα, τὸν ἄδυτον φωστῆρα.

Ὁ πρὸ ταφῆς καὶ μνήματος, καὶ θανῆς καὶ νεκρότητος, ἔμψυχος νεκρὸς καὶ ἡμιθνὴς δεικνύμενος, κᾀμοὶ γὰρ ὡς γέγραπται, τύμβος ἡ κλίνη γέγονε, παραλελυμένῳ κατακλίσει χρονίᾳ, προσπίπτῳ σοι Προφῆτα, ὡς γὰρ γνήσιος φίλος, Χριστοῦ τοῦ πάντων Κτίστου, συσφίξαι δύνασαί με.

Ὕλη καὶ πρῶτον αἴτιον, τοῦ νοσεῖν με τῷ σώματι, ψυχῆς ἀῤῥωστούσης, νοσερὰ διάθεσις, νοσεῖ γὰρ ἑκάστοτε, διὰ πληθώραν αὕτη παθῶν, ἥνπερ ὡς χυμὸν διεφθορότα κενώσας, φαρμάκοις μετανοίας ὁ κῆρυξ, διπλὴν τὴν εὐεξίαν, παράσχου μοι τρισμάκαρ.

Θεοτοκίον.
Σοῦ ζωγραφοῦσα Δέσποινα, τὴν νηδὺν τὴν ἀκήρατον, ἡ χαλδαϊκὴ βαβυλωνία κάμινος, τοῦς Παῖδας ἀνέψυξε, μέσον πυρὸς χορεύοντας, πρὶν αὔρα μαλακή, λεπτῇ πνοῇ δροσοβόλῳ· διὸ λιποψυχοῦσαν, πυρετῶν ἐν καμίνῳ, Παρθένε τὴν ψυχήν μου, ἀνάψυξον Σῇ δρόσῳ.

ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.
Ἴαμα ὡς ἀπὸ πηγῆς, σωτηρίου τῆς παλάμης σου βλῦσόν μοι· δι’ ἧς τὴν ἄβυσσον, τῆς εὐσπλαγχνίας ἐχειροθέτησας, τῆς ἀκηράτου κορυφῆς, ἁψάμενος Πρόδρομε, οὗ ὡς ὁ ψάλλων φησίν· ἁπτομένου τῶν ὀρέων καὶ καπνίζονται.

Ὡς μάννα γλυκερὰ σταγών, καὶ ὡς δρόσος Ἀερμὼν παναοίδιμε, ἡ καταβαίνουσα, ἐπὶ τὰ ὄρη Σιὼν ὡς γέγραπται, τῆς ἀντιλήψεως τῆς σῆς· ἡ δρόσος σταλάξειεν ἐν τῇ καρδίᾳ μου, τὸν φλογμὸν τὸν ἐν αὐτῇ καταψύχουσα.

Ἄνωθεν ἐπικαταπτάς, συγκατέβη τοῖς παισὶ θεῖος Ἄγγελος, πρὶν εἰς τὴν κάμινον, τὴν καιομένην καὶ ἐξετίναξε, τὴν φλόγα ταύτης σὺ δὲ νῦν, ἐμοὶ συγκατάβηθι, μάκαρ τῷ δούλῳ σου, πυρετῶν διακαῶν εἰς τὴν κάμινον.

Νόσοι με τρύχουσι σφοδραί, καὶ συνέχουσί με πόνοι βαρύτατοι, καὶ ἀναγκῶν χαλεπῶν, πικραὶ ὀδύναι διαμερίζονται· φαρμάκοις οὖν ὑγιεινοῖς, τῆς σκέπης σου Πρόδρομε, καὶ ἐπιθέμασιν, ἁπαλοῖς καὶ μαλακοῖς με ὑγίωσον.

Νάουσαν πέτραν καὶ πηγήν, ἀναβλύζουσαν ὡς νάματα θαύματα, τῶν οἰκτιρμῶν ἡ πηγή, τῆς εὐσπλαγχνίας τὸ μέγα πέλαγος, Χριστὸς ἡ πέτρα τῆς ζωῆς, ἔδειξέ σε Πρόδρομε· διὸ ἰάσεως, ῥεῖθρα βλῦσόν μοι τακέντι νοσήμασιν.

Ὀνείρου δίκην καὶ σκιᾶς, αἱ ἡμέραι τῆς ζωῆς μου παρέδραμον, καὶ νῦν προσήγγισα, θανάτου πύλαις καὶ ᾅδου χάσματι, ὁ τοῖς ἐν ᾅδου τὴν ζωὴν εὐαγγελισάμενος, θανατηφόρον με, ῥῦσαι νόσου καὶ ζωήν μοι πρυτάνευσον.

Θεοτοκίον.
Ὑπνώσας Σῶτερ ἐν Σταυρῷ, τοὺς ὑπνοῦντας ἐν τοῖς τάφοις ἐξύπνησας· διό με κείμενον, νῦν ἐπὶ κλίνης ὀδύνης ἔγειρον, ζωαρχικῇ Συ δεξιᾷ, μήποτε εἰς θάνατον ὑπνώσω Δέσποτα, τῆς ἀχράντου Σου Μητρὸς ταῖς δεήσεσιν.