Παρακλητικός Κανών Μετανοίας εις τον Βραβευτήν των Μετανοούντων Εύσπλαχνο Κύριο ημών Ιησού Χριστό

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Φιλαμαρτήμονα ἀχρεῖόν Σου δοῦλον μὴ μὲ ἀπώσῃ, πολυεύσπλαγχνε Σώτερ, ἀλλὰ δακρύων χεύματα καὶ τοὺς στεναγμοὺς δέξαι τῆς καρδίας μου ὡς Πατὴρ πανοικτίρμων καὶ αὐτῶν ἐν ῥεύμασι κάθαρόν μου τὰ πάθη χαμαιζηλίας, θεῖε Βραβευτὰ μετανοούντων, Χριστὲ πανευΐλατε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Μετανοίας ὄμβροις με κάθαρον, Σῶτερ. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μετάνοιαν βράβευσον σωστικὴν, ἀχρείῳ σου δούλῳ, κυλινδούμενον ἐν φθορᾷ καὶ πάθει χαμαιζηλίας, Σῶτερ, ἁμαρτωλοὺς ὁ ἐλθὼν σῶσαι, Κύριε.

Ἐν ὥρᾳ ἐτάσεως, Λυτρωτά, εἰς πῦρ τῆς γεέννης ὡς οἰκτίρμων καὶ συμπαθὴς σὸν δοῦλον, Χριστέ, μὴ ἀποῤῥίψῃς, ὁ φύσεώς μου γινώσκων εὐόλισθον.

Τὴν φλόγα κατάσβεσον τῶν παθῶν σοῦ δούλου ἐλέους ἀμετρήτου σου ὀχετοῖς, Κριτὰ δικαιότατε, ὁ σμήχων ἀγάπης μάκτρω δακρύων μου χεύματα.

Θεοτοκίον.
Ἀξίωσον πάντας, Μῆτερ Θεοῦ, τυχεῖν συμπαθείας τοῦ ἀπείρου καὶ οἰκτιρμῶν σοῦ Τόκου, τούς, οἴμοι, καθ’ ἑκάστην Αὐτὸν ὑβρίζοντας λόγοις καὶ πράξεσι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νῦν ἐπάκουσον, Σῶτερ, Λόγε Θεοῦ εὔσπλαγχνε, τοῦ ἐν κατανύξει βοῶντος φαύλου οἰκέτου σου καὶ καταδίκης κἀμὲ φρικτῆς κολάσεως ῥῦσαι, Ἰησοῦ γλυκύτατε, μόνε μακρόθυμε.

Ὅν μοι ἔδωκας χρόνον τοῦ ἐπὶ γῆς βίου μου, οἴμοι, ἐδαπάνησα, Σῶτερ, πάθη εἰς ἄνομα· διόπερ σὲ δυσωπῶ· μὴ μὲ κακῶς ἀποῤῥίψῃς, ἀλλὰ δός μοι ἄφεσιν τῶν πεπραγμένων μοι.

Ἱλασμόν μοι παράσχου, ἁμαρτωλῷ δούλῳ σου, τῷ δοξολογοῦντί σε πόθῳ ὡς δικαιότατον Κριτήν, Οὗ τῶν οἰκτιρμῶν κατακαυχᾶται τὸ πλῆθος κρίσεως, φιλάνθρωπε, τῆς ἀδεκάστου σου.

Θεοτοκίον.
Ἀειπάρθενε Μῆτερ, τὰς τῆς σαρκὸς κόπασον, Κεχαριτωμένη, κινήσεις δούλου ἀρχείου σου καὶ μὴ ἐάσῃς ἐχθροῦ τοῦ μισοκάλου γενέσθαι μέ, τὸν σοὶ προστρέχοντα, ἕρμαιον, κράζω σοι.

Μακρόθυμε, ὁ Μαννασῆν οἰκτειρήσας, οἰκτείρησόν με καὶ ὡς ἄσωτον ἐν θερμῇ ἀγκάλῃ σου δέξαι με καὶ σῶσόν με, Σῶτερ, μετανοοῦντα.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὲ Ἰησοῦ, μετανοοῦντα δοῦλόν σου διὰ χαλεπὰ τοῦ βίου ἁμαρτήματα, ἐν σοῖς κόλποις δέξαι με πανοικτῖρμον Χριστέ, πολυέλεε, ὁ τῷ Ἀσώτῳ, Σῶτερ, καὶ Ληστῇ βραβεύσας μεγάλως τὴν μετάνοιαν.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Σῶσον, Σῶτερ, τὸν δοῦλόν σου, τὸν ἡμαρτηκότα ὡς πολυεύσπλαγχνος, καὶ γεέννης με ἐκλύτρωσαι, Ἰησοῦ γλυκύτατε, κολάσεως.

Οὐ βροτὸς ἄλλος ἥμαρτεν ὡς ἐγὼ κραυγάζω σοι ὁ ταλαίπωρος· διὸ νῦν θερμῶς σοῦ δέομαι· Τὴν ζωήν μου, Σῶτερ, κληροδότησον.

Μετανοίας μοι ἄνοιξον πύλας, Ζωοδότα, τῷ ἁμαρτάνοντι καθ’ ἑκάστην καὶ τοῖς πταίσμασι σοῦ τὴν ἀγαθότητα ὁργίζοντι.

Θεοτοκίον.
Βοηθός μου, Μητρόθεε, πειρασμοῦ ἐν ὥρα γενοῦ καὶ πράϋνον τῆς σαρκός μου τὰ σκιρτήματα, ἡ τὸν ἀναμάρτητον κυήσασα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῦσαί με παθῶν καὶ θεράπευσόν μου τραύματα τὰ δυσίατα ψυχῆς, Λόγε Θεοῦ, τῷ φαρμάκῳ τῆς ζωοποιοῦ σου χάριτος.

Ὁ περιπεσὼν ἐν λῃσταῖς ἀνόμοις, εὔσπλαγχνε, καὶ κατάστικτος ὢν μώλωψι, Χριστέ, δυσωπῶ σε· Χάριτί σου μὲ ἰάτρευσον.

Ἵλεως γενοῦ, Ἰησοῦ, ἐν ὥρᾳ Κρίσεως,δούλῳ σῷ, Δικαιοκρῖτα, τῷ κακῶς ἐξυβρίσαντα Σὴν κλῆσιν ἁμαρτήμασι.

Θεοτοκίον.
Σῶσον ἐκ πυρὸς αἰωνίου τὸν οἰκέτην σου, Θεοτόκε, τὸν σκορπίσαντα κακῶς χρόνον βίου, ὃν Υἱός σου μοὶ ἐδώρησε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μερίδος με εὐωνύμου, Κύριε, μὴ τυχεῖν, Χριστέ, ἀξίωσον δοῦλον σὸν ἐμπαθῆ, ἀλλὰ σύνταξον πᾶσι τοῖς δεξιοῖς σου προβάτοις, τὸν πταίσμασι πικράναντά σε, ἀγαθέ, παναχρεῖον καὶ φιλαμαρτήμονα.

Ἐκ πτώσεων καθ’ ἑκάστην ἔγειρον τῇ ἀχράντῳ σου χειρί, Ζωοδότα, τὸν πειραζόμενον, οἴμοι, βαναύστως ὑπὸ τοῦ ἄφρονος μυρμηκολέοντος, δοῦλόν σου καὶ πρὸς σωστικὴν ἴθυνόν με ἀπάθειαν, Κύριε.

Κινήματα τῆς σαρκός μου κόπασον ἐνθυμίζων μου, φιλάνθρωπε Σῶτερ, πῦρ τὸ ἐξώτερον, σκότος θανάτου καὶ τὸν βρυγμὸν τῶν ὀδόντων, τοῦ κράζοντος· Δικαιοκρῖτα Ἰησοῦ, τὸν λυποῦντά σε ἔργοις ἐλέησον.

Θεοτοκίον.
Ἀμόλυντε, ἄσπιλε καὶ ἄχραντε Μῆτερ Λόγε τοῦ Θεοῦ τοῦ Ὑψίστου, πνεῦμα καὶ σάρκα μολύνοντα λόγοις σαπροῖς καὶ πράξεσι φαύλοις οἰκέτην σου νάμασι κάθαρον εὐχῶν σῶν θερμῶν πρὸς Υἱόν σου τὸν εὔσπλαγχνον.

Μακρόθυμε, ὁ Μαννασῆν οἰκτειρήσας, οἰκτείρησόν με καὶ ὡς ἄσωτον ἐν θερμῇ ἀγκάλῃ σου δέξαι με καὶ σῶσόν με, Σῶτερ, μετανοοῦντα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆς μετανοίας μοι πύλας διάνοιξον, παντελεῆμον Χριστέ, εὐσυμπάθητε, καὶ ἐνθυμήσεων ζόφον ἐκδίωξον ἁμαρτιῶν τῶν ἡμῶν φρυκτωρήμασι τῆς εὐσπλαγχνίας Σου, μόνε φιλάνθρωπε.

Προκείμενον. Ἦχος δ΄.
Δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.
Στίχος. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. κε΄ 31 – 46).

Εἶπεν ὁ Κύριος· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα καὶ ἐποτίσατέ με· ξένος ἤμην καὶ συνηγάγετέ με· γυμνός, καὶ περιεβάλετέ με· ἠσθένησα καὶ ἐπισκέψασθέ με· ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν: ἢ γυμνὸν καὶ περιεβάλομεν: πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην καὶ οὐ συνηγάγετέ με· γυμνός, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. Τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; Τότε ἀποκριθήσεται αὐτοῖς λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

Δόξα.
Βράβευσον, Οἰκτῖρμον, μετάνοιαν Σῷ δούλῳ, τῷ δοξάζοντί Σε ὡς πηγὴν εὐσπλαγχνίας.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βράβευσον μετάνοιαν τῷ παναθλίῳ σου δούλῳ, τῷ φιλαμαρτήμονι, ἀκρατεῖ, Θεάνθρωπε, πανευΐλατε, ἐμπαθεῖ, ἄφρονι καὶ ἀδίκῳ, Σῶτερ, ὦ Κριτά μου δικαιότατε, οὗπερ τὸ ἄμετρον ἔλεος καυχᾶται τῆς κρίσεως, ὁ διανοίγων πάντοτε θύρας μετανοίας τοῖς δούλοις Σου, καὶ ἐκ τοῦ βορβόρου ἐξάγαγε παθῶν με ζοφερῶν, ἵνα δοξάζω σὸν ὄνομα τὸ παναγιώτατον.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θέλων σῶσαί με, Σῶτερ, ἐκ πυρὸς τῆς γεέννης, φιλανθρωπότατε, κατάσβεσον τὴν φλόγα, παθῶν μου χαμαιζήλων, τῶν καιόντων ἑκάστοτε, τὴν παναθλίαν ψυχήν, σοῦ ταλαιπώρου δούλου.

Ἀπωλείας ἐκ βάθους, Ἰησοῦ πανοικτῖρμον, τὸν νοῦν μου ὕψωσον, θερμῶς ἐκδυσωπῶ Σε, ὁ ὀχετοὺς οὐκ ἔχων μετανοίας, φιλάνθρωπε, δακρύων πρὸς τῶν παθῶν, καθαρισμὸν ψυχῆς μου.

Ῥαντισμῶ συμπαθείας τῆς πολλῆς σου χιτῶνα ψυχῆς μου ἔκπλυνον, κακῶς ἐσπιλωμένον, ἐκ πάσης ἁμαρτίας, Ἰησοῦ, καὶ κακότητος, καὶ λεύκανόν μου αὐτὸν ταχέως ὡς χιόνα.

Θεοτοκίον.
Οὐρανίων θαλάμων καλλονή, Θεοτόκε, κἀμοῦ τὸ φρόνημα, οὐράνωσον Παρθένε, τὸ γήϊνον καὶ σῶσον, ἐκ φθορᾶς τὸν οἰκέτην σου, προσφεύγοντα ἐν δεινοῖς, τῇ σῇ ἐπιστασίᾳ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νῦν δυσωπῶ Σε· Τῆς μετανοίας μοι πύλας, πανοικτῖρμον, διάνοιξον, Σῶτερ, τῷ τῆς ἁμαρτίας, βαδίζοντι τὴν τρίβον.

Συνέτισόν με καὶ δὸς κατάνυξιν, Σῶτερ, σῷ οἰκέτῃ διὰ μετανοίας θέλοντι καθάραι, τὸν ῥύπον τῆς καρδίας.

Ὡς τῶν κηλίδων ἁμαρτιῶν μου, Παντάναξ, καθαρτήριον ῥῦσαί με, Σῶτερ, βδελυρᾶς ἁπάσης, τοῦ βίου συνηθείας.

Θεοτοκίον.
Τῷ καθ’ ἑκάστην λυποῦντι πράξεσι φαύλοις σὸν Υἱόν, Θεοτόκε, βοήθει μετανοίας τρίβους, τὰς σωστικὰς βαδίσαι.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εὐσπλάγχνῳ Σου ἐλέει κάθαρον τὸν ῥύπον ἐμῆς καρδίας, Κριτὰ δικαιότατε, καὶ δεξιῶν σου μὲ μοίρας τυχεῖν ἀξίωσον.

Ῥυπῶδες, Πανοικτῖρμον, ἐξ ἀργολογίας, φιληδονίας, ἀργίας ἱμάτιον καὶ φιλαρχίας ψυχῆς μου λάμπρυνον τάχιστα.

Χριστέ, ἐν ἐγρηγόρσει τήρει με, σὸν δοῦλον, ἵνα ἐν ὥρᾳ θανάτου μου, Κύριε, μὴ ταραχθῶ, ἀλλὰ σπεύσω εἰς Σὴν συνοίκησιν.

Θεοτοκίον.
Μερίδος τῶν δικαίων πρέσβευε, Παρθένε, μετανοοῦντα συντάξαι με Κύριος, ὁ σὸν Υἱὸς ἐν τῇ ὥρᾳ δικαίας Κρίσεως.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια·
Μετανοίας ἄνοιξον, Ἰησοῦ, πύλας μοι καὶ δεῖξον τῆς θεώσεως ἀτραποὺς σῷ ἀχρείῳ δούλῳ, τῷ βεβορβορωμένον ἐκ τῶν παθῶν καρδίας ἔχοντι ἔνδυμα.

Τῶν ἠγαπηκότων σε, Ἰησοῦ, τῆς μερίδος δοῦλον σὸν ἀξίωσον ἐν φρικτῇ Κρίσεως ἡμέρᾳ καὶ μὴ μὲ εἰς ἀγκάλας πεσεῖν ἐάσῃς, Σῶτερ, τοῦ παναλάστορος.

Πράξεις μου διάγραψον τὰς αἰσχρὰς καὶ τοὺς λογισμούς μου τοὺς ἀτάκτους καὶ μιαρούς, τοῦ μετανοοῦντος ἐμπράκτως, Θεοῦ Λόγε, καὶ σῶσόν με θανάτου διαιωνίζοντος.

Ἔνδυμά μου, Κύριε, τῆς ψυχῆς βεβορβορωμένον ἐκ τοῦ πλήθους ἁμαρτιῶν λάμπρυνον, Χριστέ μου, τῇ θείᾳ χάριτί σου, καὶ μὲ εἰς τῆς χαρᾶς σου οἶκον εἰσάγαγε.

Δέξαι τῆς καρδίας μου στεναγμοὺς καὶ ῥοὰς δακρύων νυχθημέρων μου, Ἰησοῦ, ὡς εὐῶδες ὄντως θυμίαμα καὶ πύλας κἀμοὶ τῆς μετανοίας Σῶτερ, διάνοιξον.

Κλαίω καὶ ὀδύρομαι καὶ θρηνῶ, Σῶτερ πανοικτῖρμον, ἐνθυμούμενος τὴν φρικτὴν Κρίσεως ἡμέραν, ὅτι ἡμάρτησά σοι καὶ πάθεσι ψυχήν μου, οἴμοι, ἐμόλυνα.

Πίπτω καθ’ ἑκάστην εἰς πονηροῦ τὰς παγίδας, Σῶτερ, καὶ μολύνω ἐμὴν ψυχὴν ἁμαρτίαις πλείσταις, ἀλλὰ θαῤῥῶν σοι κράζω· Οἰκτείρησόν με, Σῶτερ, ὡς πολυεύπλαγχνος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀνεξίκακε Κύριε, ἀναμάρτητε, φιλαμαρτήμονα δοῦλον μή με ἀπώσῃ τὸν σόν, ἀλλὰ δέξαι τῶν δακρύων μου τὰ χεύματα καὶ τῆς καρδίας στεναγμοὺς ὡς θυμίαμα δεκτὸν καὶ σῶσόν με ἐκ θανάτου, ἵνα ὑμνῶ Σε ἀπαύστως, τὸν ἁμαρτίας κόσμου αἴροντα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Σῶτερ, μετανοίας ἀπαρχὴν μὲ βαλεῖν ἀξίωσον, Λόγε πανευϊλάτου Θεοῦ, οἴμοι κυλινδούμενον ἀσέμνοις πράξεσι, ῥαθυμίᾳ, φαυλότητι καὶ ἐπιθυμίαις ψυχοφθόροις, Κύριε, ὡς μόνος εὔσπλαγχνος καὶ ἀπόπλυνόν μου τὸν ῥύπον τῆς ψυχῆς, τόν, φεῦ, βορβορώδη νάμασιν ἀπείρου εὐσπλαγχνίας σου.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Μετανοίας ἄνοιξόν μοι, Χαραλάμπει,
πύλας, Σῶτερ, κλειδὶ Σῆς φιλανθρωπίας.

Πηγή