Παρακλητικός Κανών εις τον Όσιο Πέτρον του εν Ατρώα
Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης
† Εορτάζεται στις 13 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Κατόπιν τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἀγλαόφωτον Ἀτρώας ποιμένα, ἐν ταπεινώσει καὶ ἀνδρείᾳ ἐνθέῳ, προασπισθέντα πίστιν τὴν Ὀρθόδοξον, δεῦτε εὐφημήσωμεν, ἐκβοῶντες εὐφρόνως· ῥῦσαι τοὺς ἱκέτας σου, ἐκ παντοίων κινδύνων, ταῖς πρὸς Θεὸν λιταῖς σου θαυμαστέ, Πέτρε παρέχων, πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Πέτρε, φώτισον τὸ ἐμὸν σκότος. Ἰσιδώρας Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πιὼν τὸν χειμάῤῥουν τῶν δωρεῶν, ὦ Πέτρε ἀρδεύεις, τὰς καρδίας τῶν εὐλαβῶς, ἐν πίστει τὴν χάριν αἰτουμένων, τῶν πρεσβειῶν σου καὶ θείων ἐντεύξεων.
Ἐκχέεις τὰ ῥεῖθρα τῶν ἱλασμῶν, ἐνθέου ἀγάπης, ὡς θεόφωτος κοινωνός, ὦ Πέτρε τὴν λύμην διαλύων, τῆς ζοφερᾶς καὶ ἀφώτου οἰήσεως.
Τυράννου συντρίβων τὰς μηχανάς, πιστοὺς ἐνισχύεις, καταῤῥίπτειν τὰ ὀχυρά, τῆς πλάνης αἱρέσεων ζοφώδων, ἐπιστηρίζων τῆς πίστεως δόγματα.
Θεοτοκίον.
Ῥυσθείημεν Δέσποινα ἀγαθή, παθῶν δυσωδίας, ἱκεσίαις σου μητρικαῖς, καὶ γὰρ τῆς Τριάδος εὐωδίαν, ὑπερφυεῖ σου κυήσει ἐξέχεας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εὐφεγγεῖ ἐν δυνάμει, διαπερῶν Ὅσιε, ῥεῖθρα ποταμοῦ πλημμυροῦντος, δός μοι διέρχεσθαι, τὴν ἀδιάβατον, τῶν πειρασμῶν τρικυμίαν, Πέτρε θεοφύλακτε, μύστα τοῦ Πνεύματος.
Φωτοφόρῳ ἰσχύϊ, προασπιστὴς ἄριστος, ὤφθης τῶν ἁγίων Εἰκόνων, Πέτρε θαυμάσιε· ὅθεν εἰκόνα ἐμήν, ἐν ταπεινώσει κοσμήσας, ποίησον ἐκτύπωμα, τοῦ Πανοικτίρμονος.
Ὡραίσας στολήν σου, ἐν ταῖς βαφαῖς αἵματος, ὤφθης τῶν πατρώων δογμάτων, πρόμαχος ἔντιμος, πάντας ἡμᾶς δυναμῶν, ὁμολογεῖν ἀτρομήτως, πίστιν τὴν Ὀρθόδοξον, Πέτρε ἀήττητε.
Θεοτοκίον.
Τετρωμένη ἀγάπης, τοῦ Ποιητοῦ δέδειξαι, καὶ τῆς σταυρικῆς πανδαισίας, μέτοχος γέγονας· διὸ ἡμῶν τὰς ψυχάς, Μονογενοῦς ἐν τῷ βέλει, τρῶσον Θεονύμφευτε, τῇ ἀντιλήψει σου.
Διάσωσον, ἀπὸ παγίδων τῆς πλάνης τοὺς σοὺς ἱκέτας, ἀντιλήψει σου σθεναρᾷ, ὦ Πέτρε δωρούμενος, τὴν χάριν ἐνθέου ὁμολογίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀφθόνως ἡμῖν ἐκβλύζων ταῖς πρεσβείαις σου, ἐλέους κρουνοὺς καὶ ῥεῖθρα τῶν ἰάσεων, ὡς σεπτὸς ὑπέρμαχος, τῆς Εἰκόνος τοῦ Λόγου καλλίνικε, Ὀλύμπου ὤφθης κέδρος θαυμαστός, ὦ Πέτρε, τοῦ κόσμου ἡ παράκλησις.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰατῆρα σε εὕροιμεν, Πέτρε νοσημάτων καὶ ἀντιλήπτορα, προμηθείᾳ σου διώκοντα, ζόφον ψυχοφθόρου ἀπογνώσεως.
Σελασφόροις δεήσεσι, νέμεις τοῖς δεσμώταις τὴν ἀπολύτρωσιν· διὸ τάχει με διάσωσον, ἐκ δεσμῶν βεβήλου ἀκρασίας μου.
Ὁδηγῶν με εἰς ἄχραντον, τῆς θεογνωσίας κυψέλην εὔφρανον, Πάτερ Πέτρε ἐν τῷ μέλιτι, ὄντως πανηδίστης κατανύξεως.
Θεοτοκίον.
Ναυτιῶντας Πανάμωμε, ἐν τῷ καχεσπέρῳ τοῦ βίου κλύδωνι, πρὸς λιμένα πάντας ὅρμισον, τῆς εἰρηνοδώρου εὐλογίας σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τείχισον ἡμᾶς, πρεσβειῶν σου ὀχυρώμασι, θεῖε Πέτρε ἐκ πυρῶν δαιμονικῶν, διασώζων τὴν σὴν ποίμνην ἀπαράτρωτον.
Ὄλεσον σοφέ, μηχανὰς τοῦ πολεμήτορος, δᾳδουχῶν ἰχνηλατεῖν με τὴν ζωήν, καὶ καλύπτων με τῇ σκέπῃ τῶν πτερύγων σου.
Ἔμπλησον ἡμᾶς, Παρακλήτου τοῖς φωτίσμασιν, ἵνα σάρκωσιν ὑμνῶμεν τοῦ Χριστοῦ, καὶ Πατρώαν εὐδοκίαν τὴν ἀνείκαστον.
Θεοτοκίον.
Μνήσθητι ἡμῶν, ἐν τῇ ὥρᾳ τῆς ἐτάσεως· καὶ γὰρ σώζεις Θεοτόκε τοὺς βροτούς, ἐν προνοίᾳ φιλανθρώπῳ καὶ οἰκτίρμονι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὀλβίαις σου, πατρικαῖς δεήσεσιν, εὐαγῶς ἐλευθερῶν αἰχμαλώτους, κἀμὲ δεσμοῖς ἰταμῆς ἀνομίας, κατατρυχόμενον Πέτρε ἀνάρυσαι· καὶ γὰρ μεθέξει τοῦ Χριστοῦ, εὐεργέτης βροτῶν ἀναδέδειξαι.
Νενίκηκας, τοῦ ἐχθροῦ τὰς φάλαγγας, καὶ δεινῶν αἱρετιζόντων τὰ στίφη, θεοφεγγῶς τὰς ψυχὰς ἐνισχύων, ὁμολογεῖν τὴν Τριάδα ἀσύγχυτον, καὶ δύο φύσεις τοῦ Χριστοῦ, σαρκωθέντος δι’ ἄφατον ἔλεος.
Συρόμενος, εἰς τὴν γῆν θεόφωτε, οὐκ ἠρνήσω τὴν Εἰκόνα τοῦ Κτίστου· διὸ πιστούς, εἰς ἀρνήσεως χρόνους, τῆς ἀληθείας τῇ Πέτρᾳ στερέωσον, ἕως θανάτου προσκυνεῖν, τὸν Σωτῆρα ἀχράντῳ φρονήματι.
Θεοτοκίον.
Κοσμήσασα, Ἐκκλησίαν πάντιμον, ἀρετῶν σου καλλοναῖς Θεοτόκε, ἐν τῷ σαρδίῳ ἁγνείας φαιδρύνεις, καὶ χρυσολίθῳ σεπτῆς ταπεινώσεως, πιστῶν αὐγάζουσα τὸν νοῦν, τοῦ Υἱοῦ σου φωσφόροις ἐλλάμψεσι.
Διάσωσον, ἀπὸ παγίδων τῆς πλάνης τοὺς σοὺς ἱκέτας, ἀντιλήψει σου σθεναρᾷ, ὦ Πέτρε δωρούμενος, τὴν χάριν ἐνθέου ὁμολογίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁμολογήσας τὴν πίστιν ὑπέμεινας, καρτερικῶς τὰς αἰκίας πανθαύμαστε, τοῖς ὑμνηταῖς σου αἰτούμενος Ὅσιε, τὴν κραταιὰν τοῦ Κυρίου ἀγάπησιν, ὦ Πέτρε πιστῶν τὸ κραταίωμα.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον,
Ὲκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἔρωτι φλεγόμενος, διὰ Χριστοῦ τὴν εἰκόνα, πόνους καθυπέμεινας, αἰκισμοὺς καὶ μάστιγας, ὑβριζόμενος· εὐλαβῶς ὅθεν σε, ὡς Χριστοῦ εἰκόνα, προσκυνοῦντες ἱκετεύομεν, πάντας λυτρώσασθαι, βρόχων δεινοτάτων αἱρέσεων, ὑπάρχεις γὰρ ἀκλόνητον, Πέτρε Ἐκκλησίας τὸ ἔρεισμα, κόσμῳ ἐξαγγέλων, Τριάδα ἐν Μονάδι τριφαεῖ, καὶ τοῦ Κυρίου τὴν σάρκωσιν, διτταῖς ἐν θελήσεσι.
Σῶσον ὀ Θεός, τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁλοψύχῳ λατρείᾳ, τῆς Τριάδος τὴν πίστιν καθωμολόγησας, λαμπρύνων θεηγόρε, τὸν νοῦν καὶ τὴν καρδίαν, τῶν βοώντων ἐν χάριτι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῶν βροτῶν ἀλγηδόνας, καταπαύων προνοίᾳ τῇ φιλοστόργῳ σου, θανάτου κυριεύεις, ὦ Πέτρε τῇ μεθέξει, τοῦ Δεσπότου γενόμενος, θαυματουργὸς ἰατρός, ψυχῶν τε καὶ σωμάτων.
Ὀλοθρεύων τὸν ὄφιν, τῆς ἐπάρσεως Πέτρε τῇ ταπεινώσει σου, ὀχύρωσον ἰσχύϊ, κλεινῆς ὁμολογίας, τοὺς ἐν πίστει κραυγάζοντας· μὴ ἐπιλάθου ἡμῶν, ποιμὴν παντελεῆμον.
Θεοτοκίον.
Στεναγμὸν καὶ ὀδύνην, καταργήσασα Κόρη τῆς παραβάσεως, κυήσει σου ἀφθόρῳ, εἰκόνα μου ζοφώδη, ἀμαρύγμασι λάμπρυνον, τῆς πρωταυγοῦς καλλονῆς, πρεσβείαις μητρικαῖς σου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἴδοιμι αἴγλην, πολυποικίλου σοφίας, τοῦ Θεοῦ ἀληθεύων ἐν πίστει, καὶ ἐν τῇ ἀγάπῃ, ὦ Πέτρε θεηγόρε.
Στῆσον χειμάῤῥουν, ὑπονοιῶν μου τρισμάκαρ, ἐν τριφώτῳ τῇ γνώσει τοῦ Λόγου, Πέτρε τῆς Ἀτρώας, ὡς μύστης τῆς σοφίας.
Ἵνα δοξάζω, τῶν παλαισμάτων σου κλέος, τῆς πικρᾶς δυναστείας με ῥῦσαι, τοῦ ἀνθρωποκτόνου, σεπτῇ σου προμηθείᾳ.
Θεοτοκίον.
Δέξαι Παρθένε, ἡμῶν ἐνθέους αἰνέσεις, ἀπαλλάττουσα δόλου ἀνθρώπων, καὶ μηχανημάτων, σατὰν τοῦ παλαμναίου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡραίως καταυγάζεις, Πέτρε θεοῤῥῆμον, τοὺς σκοτισθέντας πταισμάτων τοῖς νέφεσι, θεογνωσίας ἐκφαίνων τὸ φῶς τὸ ἄδυτον.
Ῥυπῶσάν μου καρδίαν, κάθαρον οἰκτίρμον, ὁ καθαρθεὶς μετανοίας τοῖς δάκρυσι, καὶ δοξασθεὶς ταῖς αἰκίαις, ὑπὲρ τῆς πίστεως.
Ἀνάστησον ἐν τάχει, τοὺς βεβυθισμένους, ἐν τῇ συγχύσει δεινῆς ἀπογνώσεως, τοῦ Παρακλήτου ἐκχέων τὴν ἀγαλλίασιν.
Θεοτοκίον.
Στεφάνωσον Παρθένε, ἀγάπης σου τῇ αἴγλῃ, τοὺς προσκυνοῦντας Υἱόν σου τὸν ἄχρονον, οὐσιωθέντα ἐν μήτρᾳ σου τὸ ἀνθρώπινον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Βιθυνίας φωταγωγέ, καὶ τῆς Θεοτόκου, ὑμνηπόλε πανευλαβές· χαίροις μοναζόντων, σεπτὴ παραμυθία, ὦ Πέτρε τῆς Ἀτρώας, ἔντιμον καύχημα.
Πάτερ κατετρώθης ἐν αἰκισμοῖς, νέμων Ἐκκλησίᾳ, ὡς Εἰκόνων προασπιστής, φάος ἀληθείας, ὦ Πέτρε θεηγόρε, τὴν πίστιν ὑπογράφων, θείῳ σου αἵματι.
Θείοις σου ἱκέταις καὶ ὑμνηταῖς, Πάτερ ὑετίζων, ἰαμάτων ταὰς δωρεάς, ὤφθης τῶν ὀδόντων, θεσπέσιος ἀκέστωρ, ἀφάτῳ εὐσπλαγχνίᾳ, καὶ προμηθείᾳ σου.
Δεῦρο ἐν συνάξει λειτουργικῇ, Πέτρε τῆς Ἀτρώας, τῆς ἑνότητος φωτισμόν, χέων φωτοφόροις, λιταῖς τῆς Θεοτόκου, ἧν ἔσχηκας προστάτιν, καὶ ἀντιλήπτορα.
Πλάνην καταπτύσας τῶν ἀσεβῶν, ἀνδρείᾳ καρδίᾳ, ἐσημάνθης θεοφεγγῶς, Πέτρε μαρτυρίας, σφραγῖδι τῇ ἁγίᾳ, ἡμᾶς κατασφραγίζων, σθένει τοῦ Πνεύματος.
Σύνδησον ἀγάπῃ Χριστοφαεῖ, Πέτρε τοὺς τιμῶντας, ὁλοψύχῳ ἐν μετοχῇ, θείους σου ἀγῶνας, καὶ κόπους ὑπερμέτρους, παρέχων εὐψυχίαν, ἀκαταγώνιστον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πόθῳ, ἀνυμνήσωμεν πιστοί, θείαν τῆς Ἀτρώας νεφέλην, τὴν θαυματόβρυτον, λύουσαν δυσώνυμον, φλογμὸν αἱρέσεων· καὶ γὰρ δρόσῳ τοῦ Πνεύματος, πιαίνει ἀφθόνως, στάχυας τῆς πίστεως, τοὺς διατρέφοντας, Νύμφη τοῦ Χριστοῦ Ἐκκλησίαν, νέμων ἱλασμοὺς τοῖς βοῶσι· Πέτρε τῶν τιμώντων σε μνημόνευε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.