Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Γεράσιμο εν Κεφαλληνίας
Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Γεράσιμον τον εν Κεφαλληνίας
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 16 Αυγούστου και στις 20 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὡς τῶν πασχόντων ἀνακούφισις θεία, καὶ δαιμονώντων ἰατὴρ καὶ ἀκέστωρ, Γεράσιμε πατὴρ ἡμῶν, Ὁσίων καλλονή, ῥύου τοὺς τιμῶντάς σε, δυσαλθῶν νοσημάτων, σύντριψον τοῦ δράκοντος, τὰς δεινὰς πανουργίας, ἄς καθ΄ἡμῶν τεκταίνει δολερώς, ἐν ἀσφαλείᾳ τηρῶν τὴν ζωὴν ἡμῶν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Γερασίμου δέησις τῷ Γερασίμῳ Γένοιτο.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γαυρούμενον Πάτερ νυχθημερόν, καθ’ ἡμῶν εἰκαῖος, τὸν ἀρχέκακον πτερνιστήν, κατάβαλε ῥάβδῳ τῶν εὐχῶν σου, καὶ τοῖς ποσὶν ἡμῶν τοῦτον ὑπόταξον.
Ἐν θλίψεσιν ἕτοιμον βοηθόν, καὶ ἐν τοῖς κινδύνοις, ἀντιλήπτορα ταχινόν, Γεράσιμε πάντες σε πλουτοῦντες, ἐπερχομένων δεινῶν λυτρωθείημεν.
Ῥιγῶντας τῷ κρύει τῶν συμφορῶν, περίθαλψον Πάτερ, τῇ θερμή σου ἐπισκοπή, τοὺς ὄλῃ ψυχὴ καὶ διανοίᾳ, τῇ ἱερᾷ ἀρωγῇ σου προστρέχοντας.
Θεοτόκιον.
Ἀφθόρως τεκοῦσα μετὰ σαρκός, τὸν τὰς ἀνομίας, ἐξαλείφοντα τῶν βροτῶν, φθαρτῶν νοημάτων Θεοτόκε, καὶ ἁμαρτάδων πολλῶν με ἐκκάθαρον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Συσχεθέντες τῷ πλήθει, τῶν πειρασμῶν Ὅσιε, καὶ τὸ ζῆν ἐν τούτοις ἔκτοπος, πάρεργον ἔχοντες, θερμῶς βοῷμέν σοι, σπεῦσον ἡμᾶς ἐξελέσθαι, τούτων τῆς κακώσεως, πάτερ Γεράσιμε.
Ἰατρεύων σωμάτων, τὰ δυσαχθῆ τραύματα, καὶ τῆς τῶν ψυχῶν θεραπείας, ἐπιμελήθητι, πάτερ Γεράσιμε, τῶν χαλεπῶν τιτρωμένων, ἰοβόλοις δήγμασι, τοῦ κοσμοκράτορος.
Μοχθηρίας ἀκαίρου, καὶ δολερᾶς σκέψεως, πονηρευομένων δολίως, γνώμη κακόφρονι, ἡμᾶς ἀπάλλαξον, ἐνδυναμῶν δἰ’ ἀγάπης, ἅπαντας ἀμύνασθαι, τοὺς ἡμᾶς βλάπτοντας.
Θεοτοκίον.
Ὁλικῶς ἀνατείνω, πᾶσαν ἁγνὴ ἔφεσιν, πρὸς σὲ τὴν ἐλπίδα Παρθένε, τῆς σωτηρίας μου· μὴ ὑπερίδῃς με, ἀλλ’ εὐσυμπάθητον ὄμμα, στρέψον μοι τῷ τάλανι, ἵνα σωθήσομαι.
Διάσωσον, ἀπὸ κινδύνων Γεράσιμε θεοφόρε, τοὺς αἰτοῦντας τὴν σὴν ὀξεῖαν ἀντίληψιν, καὶ πρεσβευτὴν κεκτημένους σὲ πρὸς τὸν Κτίστην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης ἡμῶν, καὶ φύλαξ καὶ κραταίωμα, καὶ σκέπη στεῤῥᾷ, καὶ ἀσφαλείας ἔπαλξις, Γεράσιμε μακάριε, προμηθείᾳ ὑπάρχων τῇ κρείττονι, μὴ ἐλλίπῃς φρουρῶν καὶ συντηρῶν, τοὺς πόθῳ σοι Πάτερ προσανέχοντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑφειμένους τοῖς πταίσμασι, καὶ κατεστιγμένους ταῖς παραβάσεσιν, ἡμᾶς ἴασαι Γεράσιμε, μυστικῷ φαρμάκῳ τῆς πρεσβείας σου.
Διακρούσας ἀπότρεψον, ἀφ’ ἡμῶν Γεράσιμε θαυματόβρυτε, τοῦ ἐχθροῦ τὰ μηχανήματα, καὶ τὰς ἐπιθέσεις καὶ τὰ ἔνεδρα.
Εὐμενῆ καὶ εὐίλατον, τὸν ἀγαθοδότην καὶ Πανοικτίρμονα, ἡμῖν ἔργασαι Γεράσιμε, ταῖς σεπταῖς σου Πάτερ παρακλήσεσι.
Θεοτοκίον.
Ἡλιόμορφε Δέσποινα, ταῖς φωτοβολίαις τῆς ἀγλαΐας σου, τῆς ψυχῆς μου τὴν σκοτόμαιναν, λῦσον ἵνα ἴδω φῶς τὸ ἄδυτον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στόνων χαλεπῶν, ἐπωδύνων περιστάσεων, καὶ σκανδάλων ἀληθῶς ψυχοβλαβῶν, ἐλευθέρωσον Γεράσιμε τοὺς δούλους σου.
Ἴδε συμπαθώς, συμπαθέστατε Γεράσιμε, ἐπὶ τὴν οἰκτρότητα ἡμῶν, καὶ βελτίωσον ἡμᾶς, ὡς οἰδᾷς Ὅσιε.
Σκέπη ἀσφαλής, καὶ ἐλπίδος καταφύγιον, ἡ βεβαία προστασία σου σοφέ, τοῖς τιμῶσί σε γενέσθω, ἡμᾶς σῴζουσα.
Θεοτοκίον.
Τεῖχος ἀῤῥαγές, σὺ ὑπάρχεις Μητροπάρθενε, τοῖς ἀπλέτῳ προσιοῦσί σοι στοργή, ὅθεν φύλαττε και σώζε ἡμᾶς Δέσποινα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς ἄνθρακα, ἀληθῶς πυρίμορφον, ἡ τοῦ πνεύματος σε ἔδειξε χάρις, κατεμπιπρώντα δαιμόνων τὰ στίφη, καὶ πᾶσαν ὕλην παθὼν καταφλέγοντα· ὅθεν ἀνάλωσον κᾀμοῦ, τὸ σαθρὸν καὶ ὑλῶδες Γεράσιμε.
Γαλήνωσον, τὴν ἀγρίαν θάλασσαν, τῶν ἀτάκτων μου παθὼν θεοφόρε, ἐπιτιμῶν τῇ σφοδρὰ ἀντιπνοίᾳ, καὶ τῷ βιαίως συρίζοντι πνεύματι, καὶ πρὸς γαλήνην νοητήν, τῶν Χριστοῦ θελημάτων με ἴθυνον.
Ἐπάκουσον, τῆς ἡμῶν δεήσεως, ᾖς κεκράγομεν ἐκ μέσης καρδίας, καὶ τοὺς μικροὺς σταλαγμούς τῶν δακρύων, ἀποδεξάμενος Πάτερ ἐπίστηθι, καὶ χαρμονῆς τῆς ἀληθοῦς, τὰς ψυχὰς ἡμῶν πλῆσον Γεράσιμε.
Θεοτοκίον.
Ῥυσθῆναί με, συνηθείας χείρονος, καὶ βιαίας κακοτρόπου δουλείας, καὶ πονηρὰς ἕξεως Θεοτόκε, ὡς ἀγαθή μου προστάτις ἱκανῶσον, τὸ ἀσθενές μου καὶ σαθρόν, ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.
Διάσωσον, ἀπὸ κινδύνων Γεράσιμε θεοφόρε, τοὺς αἰτοῦντας τὴν σὴν ὀξεῖαν ἀντίληψιν, καὶ πρεσβευτὴν κεκτημένους σὲ πρὸς τὸν Κτίστην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.Προστασία τῶν Χριστιανῶν.
Προστατεύειν τῶν εἰλικρινῶς ἀφορώντων σοι, καὶ πρεσβεύειν διηνεκῶς πρὸς τὸν Κύριον, μὴ ἐλλίπῃς ὡς συμπαθὴς Γεράσιμε σοφέ, ἵνα ῥυσθῶμεν πάσης ὀργῆς, καὶ ἐπηρείας χαλεπῆς, οἱ θερμῶς ἐκβοῶντές σοι·πρόφθασον θεοφόρε, καὶ σκέπασον τοὺς σοὺς δούλους, ἐκ τῶν βελῶν τοῦ πονηροῦ, ὡς Χριστοῦ θεράπων γνήσιος.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὑτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια΄ . 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τάχος ἐπιφάνηθι, ἐλθὲ ἐπίσκεψαι Πάτερ, τοὺς θερμοῖς ἐν δάκρυσιν, ἐπιβοωμένους σε εἰς βοήθειαν, καὶ δεινῶν κόπασον, τὰς ἐπαναστάσεις, καὶ τὸν σάλον καταπράϋνον, ᾖς ἐκπεπτώκαμεν, συνοχῆς γεννώσης ἀπόγνωσιν, Γεράσιμε πανθαύμαστε, μὴ παρίδῃς δέησιν ἔνθερμον, ἀλλ’ ἐπισκοπή σου, διάλυσον τὸ νέφος τῶν παθών, καὶ εὐφροσύνης ἀνάτειλον, φῶς ἡμῖν γλυκύτατον.
Σῶσον ὁ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνεπίληπτον βίον, καθαρὸν πολιτείαν θεοπρεπῆ ἀγωγήν, σεμνότητα ἐν λόγοις, ἁγνότητα ἐν τρόποις, γεωργεῖν ενδυνάμωσον, τοὺς σε τιμῶντας λαμπρῶς, Γεράσιμε τρισμάκαρ.
Σωφροσύνης τὸ κάλλος, ἐγκρατείας τὸ φέγγος ἐπιεικείας τὸ φῶς, ἠθῶν τὴν εὐκοσμίαν, καὶ πᾶσαν εὐπραγίαν, διὰ βίου πορίζεσθαι, Γεράσιμε ἱερέ, ἀξίωσον σοὺς δούλους.
Ἰατὴρ ἀσθενούντων, ἀκεστὴρ δαιμονόντων καὶ εὐρωστίας δοτήρ, ἀῤῥήτῳ ἐνεργείᾳ, Γεράσιμε ὑπάρχων, φιλευσπλάχνως θεράπευσον, τὰ συμφυέντα μοι νῦν, θανατηφόρα πάθη.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη, ἡ τεκοῦσα ἀφράστως τὸν Βασιλέα Χριστόν, θανάτωσον εἰς τέλος, εὐχαῖς σου ζωηφόροις, τὴν οἰκτρῶς τυραννοῦσάν με, θανατηφόρον ῥοπήν, ὀλεθροφόνον ἕξιν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς ἀντιλήπτωρ, τῶν εὐσεβῶς σε καλούντων, τῆς ζωῆς ἡμῶν ἀντιλαβοῦ ἐν πᾶσι, νέμων καθ’ ἑκάστην, τὰ αἴσια σοῖς δούλοις.
Γνώμην εὐθεῖαν, καὶ ἐν ἀλλήλοις ἀγάπην, καταξίωσον ἡμᾶς ἀεὶ προσφέρειν, καὶ τὴν τῶν σκανδάλων, ἐκτρέπεσθαι μανίαν.
Ἐπηρειῶν σε, δαιμονικῶν καθαιρέτην, ἐπιστάμενοι Γεράσιμε βοώμεν· ῥύου ἡμᾶς πάντας, τῆς τούτων κακουργίας.
Θεοτοκίον.
Νόμῳ κακίας, δεδουλωμένον οἰκτρῶς με, ἐλευθέρωσον Ὑπερευλογημένη, καὶ πρὸς εὐνομίας με, ἴθυνον τὰς τρίβους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ βίος μου ὀδύνης, πλήρης καὶ πικρίας, τῇ πρὸς τὰ χείρονα νεύσει γεγένηται, ἀλλὰ σοὶ Πάτερ προστρέχων οὐκ ἀπογνώσομαι.
Ἰδὼν ἐπιδραμόντα, κύκλῳ μου θεόφρον, τὰ τῆς κακίας ἀκάθαρτα πνεύματα, σπεῦσον καὶ σῶσον τῆς τούτων λεηλασίας με.
Τὴν ἄμαχον σου σκέπην, μηδόλως ἀποστήσῃς ἀπὸ τῶν πίστει τιμώντων σὲ Ὅσιε, ἀλλ’ ἐναργῶς καθ’ ἑκάστην βοήθει ἅπασι.
Θεοτοκίον.
Ὁλόφωτε λυχνία, Κεχαριτωμένῃ, τὸν ἐσβεσμένον μου λύχνον, διάναψον, καὶ πρὸς τὸ φῶς τῆς ἀρίστης, ζωῆς με ἴθυνον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, καὶ Κεφαλληνίας ἀντιλήπτωρ καὶ ἀρωγός, χαίροις ἐκκλησίας ἡ λαμπηδὼν ἡ νέα, Γεράσιμε παμμάκαρ, Ἀγγέλων σύσκηνε.
Γένους περιφάνειαν παριδών, ἐκ παιδὸς προθύμως, ἠκολούθησας τῷ Χριστῷ, καὶ δἰ’ ἰσαγγέλου, ἐκλάμψας πολιτείας, ἡμᾶς καταπυρσεύεις, πάτερ Γεράσιμε.
Χαίροις ἰαμάτων ὁ ποταμός, ὁ χαρίτων ῥείθροις, ἀποπλύνων πάθη δεινά, χαίροις ὁ νοσοῦσι, παρέχων τὴν ὑγιείαν, Γεράσιμε θεόφρον, δυνάμει κρείττονι.
Ὕλης ἀπολέξας ἄχθος βαρύ, τὴν τῆς ἀϋλίας, ἐγεώργησας δωρεάν, ὅθεν ἀφθαρσίας, τὸ σκῆνος σου τὴν χάριν, Γεράσιμε ἐκλάμπει πᾶσι τοῖς πέρασι.
Γέρας Ὀρθοδόξων θεοειδές, καὶ τῶν κακοδόξων, ξίφος δίστομον καὶ τομόν, ὤφθης θεοφόρε, ὑστέροις ἐν τοῖς χρόνοις, ὑψώσας θαυμασίως, πιστῶν τὸ φρόνημα.
Φύλαττε ἀτρώτους καὶ ἀσινεῖς, ἐκ δαιμόνων βλάβης, καὶ παντοίας ἐπιβουλῆς, τοὺς τὴν ἀρωγήν σου, θερμῶς ἐπιζητοῦντας, Γεράσιμε παμμάκαρ, ἡμῶν ὁ ἔφορος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄.
Τῶν Ὀρθοδόξων προστάτην, καὶ ἐν σαρκὶ ἄγγελον, καὶ θαυματουργὸν Θεοφόρε νεοφανέντα ἡμῖν, ἐπαινέσωμεν πιστοί, θεῖον Γεράσιμον· ὅτι ἀξίως παρὰ Θεοῦ ἀπείληφεν, ἰαμάτων τὴν ἀένναον χάριν, ῥώννυσι τοὺς νοσοῦντας, δαιμονιῶντας ἰᾶται, διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σκέπη καὶ στεῤῥᾷ καταφυγῇ, καὶ ἀναψυχὴ ἐν ἀνάγκαις, καὶ παραμύθιον, ἐν ποικίλαις θλίψεσι, τοῖς κινδυνεύουσιν, ἀληθῶς ἡ πρεσβεία σου, Γεράσιμε πέλει· ὅθεν εκβοῶμέν σοι, ἱκετηρίαις φωναίς· πάσης δυσμενείας καὶ βλάβης, καὶ ἐπιφορὰς δυσφορήτου, σῷζε τοὺς θερμῶς σοι προσανέχοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Δέχου Γεράσιμε τὴν ἱκετηρίαν.
Ἣν σοι ὁμώνυμος θεοφρόνως πλέκει.
Παρακλητικός Κανών εις τον Όσιο Γεράσιμο εν Κεφαλληνίας
†Εορτάζεται στις 16 Αυγούστου και στις 20 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ θεοφόρῳ Γερασίμῳ προσπέσωμεν, οἱ ταῖς τοῦ βίου τρικυμίαις ποντούμενοι, ἀπὸ βαθέων κράζοντες ψυχῆς πρὸς αὐτόν· Ἅγιε Γεράσιμε, τῇ θερμῇ σου πρεσβείᾳ, σπεῦσον ἐξελοῦ ἡμᾶς, πειρασμῶν καὶ κινδύνων, καὶ Βασιλείας πάντων Οὐρανῶν, ἀξιωθῆναι, ἱκέτευε Ὅσιε.
Δόξα.
Οἱ ὑπ’ ὀδύνων χαλεπῶν κατεχόμενοι, καὶ συμφοραῖς καὶ ἀσθενείαις τρυχόμενοι, μετὰ κλαυθμῶν στενάζοντες ἐκ βάθους ψυχῆς, δράμωμεν δακρύοντες, Γερασίμου τεμένει, κράζοντες ἐκ πίστεως· ἰατρὲ τῶν νοσούντων, ταῖς σαῖς πρεσβείαις μάκαρ πρὸς Θεόν, ῥῦσαι ἡμᾶς πολυτρόπων κακώσεων.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τρισμάκαρ Γεράσιμε ἐκτενῶς, δέησιν προσάγων, μὴ ἐλλείπῃς τῷ Λυτρωτῇ, κινδύνων παντοίων διασῶσαι, τοὺς ἀδιστάκτῳ τῇ πίστει τιμῶντάς σε.
Ἡ θεία σορός σου Πάτερ πιστοῖς, βρύει τὰς ἰάσεις, προσιοῦσι τῷ σῷ ναῷ, καὶ πάθη ψυχῶν τε καὶ σωμάτων, ὡς ἰατρὸς θεραπεύεις πανάριστος.
Νοσοῦσάν μου ἴασαι τὴν ψυχήν, Γεράσιμε μάκαρ, τῶν νοσούντων ὁ ἰατρός, καὶ βαίνειν τὰς τρίβους τοῦ Κυρίου, σῇ μεσιτείᾳ παμμάκαρ ἐνίσχυσον.
Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν σὸν Υἱόν, σὺν τῷ Γερασίμῳ, νεκρωθεῖσάν μου τὴν ψυχήν, ζωῶσαι ὁ πάλαι τὸν τῆς χήρας, υἱὸν ζωώσας τῷ θείῳ προστάγματι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἔχοντές σε προστάτην πρὸς τὸν Θεὸν ἔνδοξε, οἱ Κεφαλληναῖοι τιμῶμεν καὶ ἱκετεύομεν, πάτερ Γεράσιμε, τοὺς σὲ πιστῶς εὐφημοῦντας, πειρασμῶν ἀπάλλαξον τῇ μεσιτείᾳ σου.
Ἱκετεύομεν Πάτερ τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τὰ τραύματα ταύτης τάχος θεράπευσον, τῶν εὐφημούντων σε, καὶ γεραιρόντων ἐκ πόθου, μοναζόντων καύχημα μάκαρ Γεράσιμε.
Εὐμενῆ σε προστάτην πρὸς τὸν Θεὸν Ὅσιε, πάντες προβαλλόμεθα Πάτερ, θεῖε Γεράσιμε, καθικετεύοντες, πειρατηρίων παντοίων, λυτρωθῆναι ἅπαντας τῇ μεσιτείᾳ σου.
Θεοτοκίον.
Παναγία Παρθένε τὸν Λυτρωτὴν τέξασα, λύτρωσαι παντοίων κινδύνων τοὺς σοὶ προστρέχοντας, καὶ ἀνυμνοῦντάς σε, Θεοκυήτορ Μαρία, τῶν πιστῶν βοήθεια μόνη Πανύμνητε.
Διάσωσον, ἀπὸ κινδύνων Γεράσιμε τὴν σὴν νῆσον, καὶ τὴν ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ τούτων καὶ ῥύστης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης θερμὸς ὑπάρχεις ὦ Γεράσιμε, τοῖς πόθῳ τῷ σῷ, τεμένει προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι, καὶ βοῶσί σοι πανσεβάσμιε· ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φύλαξ καὶ πρόμαχος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θεοφόρε Γεράσιμε, λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας, καὶ προστρέχοντας τῇ σκέπῃ σου, ὅπως σὲ ἀπαύστως μακαρίζομεν.
Ἱκετεύομεν Ὅσιε, τὴν νενεκρωμένην ψυχὴν ἡμῶν ζώωσον, καὶ ἀνάστησον πρεσβείαις σου, ἐκ βυθοῦ θανοῦσαν ἀπογνώσεως.
Ὃν ἐπόθησας Ὅσιε, σάρκα δι’ ὃν ἔτηξας καθικέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Ταῖς Μητρός σου δεήσεσι, καὶ τοῦ σοῦ Ὁσίου Κύριε δώρησαι, τοῖς οἰκέταις σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων Ὑπεράγαθε.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Γερασίμου τοῦ θείου, ταῖς πανευπροσδέκτοις ὁ Θεὸς δεήσεσι, σκότους ἐξωτέρου, καὶ γεέννης τοὺς δούλους σου λύτρωσαι, καὶ τῆς Βασιλείας τῶν Οὐρανῶν ἀξιωθῆναι, καταξίωσον μόνε Μακρόθυμε.
Παρεστὼς τῇ Τριάδι, Πάτερ παμμακάριστε θεῖε Γεράσιμε, ὑπὲρ τῶν σῶν δούλων, καθικέτευε ταύτην μακάριε, τοῦ ῥυσθῆναι πάντας, βιωτικῶν πειρατηρίων, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.
Ἀναιμάκτους θυσίας, λειτουργῶν προσέφερες Θεῷ τρισόλβιε, Ἱερεὺς ὐπάρχων, τοῦ Ὑψίστου Γεράσιμε πάντιμε· ἀλλὰ τοῦτον Πάτερ, ἐκδυσωπῶν μὴ διαλείπῃς, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε.
Θεοτοκίον.
Θεοτόκε Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν Πανάμωμε, ἡ Θεογεννήτωρ, καὶ τῆς κτίσεως πάσης Βασίλισσα, τοὺς ὑμνολογοῦντας, τὸν σὸν Υἱὸν λύτρωσαι πάσης, ἐπηρείας δεινοῦ πολεμήτορος.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἡ σῇ παμμάκαρ ψυχῇ, τοῖς οὐρανοῖς ἐγκατώκησε, τὸ σῶμά σου δὲ τῇ γῇ, ὑπάρχον ἐξαίσια, τελεῖ τὰ τεράστια, ψυχῶν καὶ σωμάτων, θεραπεῦον τὰ νοσήματα.
Σαῖς εὐπροσδέκτοις εὐχαῖς, συντήρει μάκαρ Γεράσιμε, τοὺς πόθῳ εἰλικρινεῖ, ψυχῆς τε ἁγνότητι, τιμῶντάς σε ἔνδοξε, καὶ προσκαλουμένους, σοῦ τὴν ἄμαχον ἀντίληψιν.
Μεσίτην πρὸς τὸν Θεόν, σὲ εὐμενῆ προβαλλόμεθα, Γεράσιμε ἱερέ, ὑπάρχεις γὰρ στήριγμα, καὶ καύχημα Ὅσιε, τῶν πιστῶν καὶ κλέος, ἡμῶν Πάτερ πανσεβάσμιε.
Θεοτοκίον.
Ἡ βάτος τῷ Μωϋσῇ, σὲ προετύπου Πανάμωμε· ἐκ σοῦ γὰρ ὁ Λυτρωτής, τεχθεὶς ὡς ηὐδόκησε, διέσωσεν Ἄχραντε, τοὺς προσκαλουμένους, σοῦ τὴν ἄμαχον βοήθειαν.
Διάσωσον, ἀπὸ κινδύνων Γεράσιμε τὴν σὴν νῆσον, καὶ τὴν ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ τούτων καὶ ῥύστης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, Γερασίμου τῷ σεπτῷ τεμένει προσδράμωμεν, καὶ ἐγγίζοντες εὐλαβῶς τῇ θείᾳ αὐτοῦ σορῷ, μετὰ πόθου κράξωμεν αὐτῷ, ὡς ἐκ Θεοῦ χάριν λαβὼν τοὺς νοσοῦντας ἰάσασθαι· τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καὶ τῶν ἐχθίστων δυσμενῶν, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ παρὸν Ἰδιόμελον. Ἦχος πλ. β΄.
Μάκαρ θεοφόρε Γεράσιμε, σὲ καὶ ζῶντα περιχαρῶς ἐπλουτήσαμεν, καὶ μετὰ θάνατον ἔχειν σε, ἠξιώθημεν πανθαύμαστε· διὸ τὸ θεῖόν σου, καὶ σεβάσμιον σκῆνος εὐλαβῶς ἀσπαζόμενοι, δυσωποῦμέν σε, τὸν Θεὸν ἱκετεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον ὁ Θεός τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν Ἀγγέλων ὑπάρχων, ἰσοστάσιος ὄντως Πάτερ τρισόλβιε, Γεράσιμε θεόφρων, ἐκλύτρωσαι κινδύνων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σεαυτὸν τῷ Κυρίῳ, προσενήνοχας Πάτερ θῦμα εὐπρόσδεκτον, Γεράσιμε θεόφρων, καὶ νῦν μὴ διαλείπῃς, ἐποπτεύων τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀμυθήτους ἀγῶνας, ἐπὶ γῆς ἠγωνίσω πάτερ Γεράσιμε, καὶ νῦν ταῖς οὐρανίαις, συνῶν χοροστασίαις, περιφρούρει τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Πανύμνητε Παρθένε, ἡ Θεὸν σαρκωθέντα κόσμῳ κυήσασα, παντοίων ἀλγηδόνων, ἀπάλλαξον τοὺς πίστει, τῷ Υἱῷ σου κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ σῇ πρεσβείᾳ, τὰς τῶν ψυχῶν ἀῤῥωστίας, τῶν σὲ τιμώντων θεραπεύεις τρισμάκαρ· ὅθεν σὲ τιμῶμεν, Γεράσιμε θεόφρων
Πρὸς τὸν Δεσπότην, σὲ προβάλλοντες πρέσβυν, ἀπὸ κινδύνων ἐκλυτρούμεθα μάκαρ, σαῖς πανευπροσδέκτοις, πρὸς τὸν Θεὸν πρεσβείαις.
Τὰ τῆς ψυχῆς μου, ἀποκάθαρον πάθη, σῇ μεσιτείᾳ θεοφόρε τρισμάκαρ, ὅπως σέ γεραίρω, Γεράσιμε θεόφρων.
Θεοτοκίον.
Τὴν ἐκτακεῖσαν, ἁμαρτίαις ψυχήν μου, σῇ μεσιτείᾳ καταδρόσισον Κόρη, ὅπως σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰρήνην οὐρανόθεν, Ὅσιε τρισμάκαρ, καταπεμφθῆναι δυσώπει πανόλβιε, τοῖς καθαρᾷ διανοίᾳ σὲ μακαρίζουσιν.
Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον θεόφρων, τοὺς προσιόντας τῷ θείῳ τεμένει σου, καὶ τὸν Δεσπότην ᾀεὶ μεγαλύνουσι.
Καταύγασον τὰς κόρας, μάκαρ τῆς ψυχῆς μου, πεπορωμένας καὶ τρέχειν ἐνίσχυσον, πρὸς τρίβους θείας τὸν σὲ μακαρίζοντα.
Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες Σὲ τιμῶμεν, καὶ ἀσιγήτως τὸ χαῖρέ σοι κράζομεν· σὺ γὰρ ἐκύησας κόσμῳ τὴν ἀγαλλίασιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς Πελοποννήσου θεῖος βλαστός, καὶ Κεφαλληνίας, ὁ ἀσύλητος θησαυρός, καὶ πάσης Ἑλλάδος, τὸ καύχημα τὸ μέγα, Γεράσιμε θεόφρων, σκέπε τὴν νῆσόν σου.
Τίς μὴ ἐκπλαγῇ τοὺς σοὺς πολλούς, ἀγῶνας παμμάκαρ, καὶ τὰ θαύματα τὰ σεπτά, ἅπερ ἐπετέλεις, Γεράσιμε θεόφρων· διὸ λιταῖς σου θείαις, ἡμᾶς περίσωζε.
Μέγιστος ὑπάρχεις ἡμῶν φρουρός, φύλαξ καὶ προστάτης, ἀντιλήπτωρ καὶ πρεσβευτής, ἐν κινδύνοις ῥύστης, λοιμοῦ τε καθαιρέτης, Γεράσιμε τρισμάκαρ· διὸ τιμῶμέν σε.
Χαίροις Ἐκκλησίας νέος ἀστήρ, Ἱερέων δόξα, μοναζόντων ὑπογραμμός, Ἀσκητῶν λαμπρότης, τῆς χάριτος δοχεῖον, προστάτης δὲ καὶ σκέπη, ἡμῶν Γεράσιμε.
Πηγὴν θαυματόβρυτον τὸ σεπτόν, σκῆνός σου παμμάκαρ, κεκτημένοι παρὰ Θεοῦ, ἐν σοὶ χαρμοσύνως, ἡ νῆσός σου καυχᾶται, Γεράσιμε ἣν φρούρει, σαῖς εὐχαῖς πάντοτε.
Χαίροις ὁ Τρικάλων γόνος λαμπρός· χαίροις Κεφαλλήνων, ἀπροσμάχητος βοηθός· χαίροις Ἱερέων, τὸ σέμνωμα καὶ κλέος, Γεράσιμε τρισμάκαρ, πιστῶν τὸ καύχημα.
Τὸν φωστῆρα πάντες τὸν παμφαῆ, τὸν ἐκ τῶν Τρικάλων, ἀπαστράψαντα φαεινῶς, τῶν Ὁσίων δόξα, καὶ κλέος Ἱερέων, Γεράσιμον τὸν θεῖον, πάντες ὑμνήσωμεν.
Δόξα σοι Παράκλητε Ἀγαθέ, ὅτι καταισχύνεις, τοὺς τολμῶντας καινοτομεῖν, ἐν τῷ μυστηρίῳ, τῆς θείας μετουσίας, δοξάζων τοὺς ἐμμένοντας τῇ ἐμπνεύσει σου.
Ποίμνης σου παμμάκαρ ἧς ἐκ Θεοῦ, φύλαξ ἐπιστεύθης, τοῦ ἡγεῖσθαι αὐτῆς θερμῶς, σκέπε φρούρει ταύτην, ἐχθίστων ἀοράτων, παντοίων ὁρατῶν τε, θεῖε Γεράσιμε.
Κόπους τε καὶ πόνους οὓς δι’ αὐτήν, ἤνυσας παμμάκαρ, περιόντος σου ἐν τῇ γῇ, πρέσβευε τηρεῖσθαι, τοὶς θήρας ἐκδιώκων, συλῆσαι τοὺς ζητοῦντας, καὶ ἀφανίσαι σπεύδοντας.
Ἐκτενῶς ἱκέτευε πρὸς Θεόν, ὑπὲρ τῆς σῆς νήσου, εἰρηναίαν ταύτην τηρεῖν, καὶ λυτροῦσθαι πάντων, δεινῶν τε καὶ κινδύνων, Ὁσίων νέων δόξα, θεῖε Γεράσιμε.
Δέχου ταῖς πρεσβείαις Παμβασιλεῦ, τοῦ θεράποντός Σου, Γερασίμου νῦν τοῦ σεπτοῦ, καὶ τὴν ποίμνην ταύτην, ἀπήμονα συντήρει, ἐχθίστων πάσης βλάβης, ὅπως δοξάζῃ Σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, οἱ ἐκ νόσων χαλεπῶν, καὶ κινδύνων ἄλλων παντοίων, δεινῶς θλιβόμενοι νῦν, ἔνθα τὰ ἰάματα, θαυματοβρύτου σοροῦ, Γερασίμου ἐκβλύζουσιν, ὡς ῥεῖθρα Νειλῷα, σπεύδοντες προσπέσωμεν, γονυκλινῶς ἐν κλαυθμῷ, ῥῦσαι ἐκβοῶντες σοὺς δούλους, ἐκ πειρατηρίων καὶ νόσων, καὶ παντοίων θλίψεων, Γεράσιμε.
Ἕτερον. Ὅμοιον.
Ὄντως, ἀνεδείχθης ἐκ Θεοῦ, ἄκρος ἀκεστὴρ ἀντιλήπτωρ, τὰ πάθη πάντων πρὸς σέ, πόθου τε καὶ πίστεως, προσπεφευγόντων θερμῶς, ἀναργύρως ἰώμενος, Γεράσιμε θεῖε· ὅθεν σοῦ δεόμεθα, περιπτυσσόμενοι νῦν, θείαν σου σορὸν καὶ βοῶντες, οἴκτειρον ἡμᾶς ταῖς λιταῖς σου, καὶ δεινῶν παντοίων ἐλευθέρωσον.
Ἕτερον. Ὅμοιον. Θεοτοκίον.
Πάντας, ἡμᾶς οἴκτειρον ἁγνή, Μῆτερ τοῦ Θεοῦ καὶ Παρθένε, προσπεφευτόντας ἐν σοί, καὶ Σοῦ τὴν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς, σὸν οἰκέτην προβάλλοντες, Γεράσιμε θεῖον, πρέσβυν νῦν πανάριστον, οὗ ταῖς εὐχαῖς τῶν δεινῶν, ῥῦσαι καὶ φθορᾶς καὶ κινδύνων, καὶ ἐπιτυχεῖν Βασιλείας, σοῦ Υἱοῦ ἀξίωσον δεόμεθα.