Παρακλητικός Κανών εις τον Όσιο Βαρνάβα εν βάση Κύπρου

Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου

Εορτάζετε 11 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν τῷ σπηλαίῳ ἰσαγγέλως βιώσας, τῆς ὑπὲρ λόγον κατηξίωσαι δόξης, ἐν ταῖς αὐλαῖς Βαρνάβα τοῦ Κυρίου σου, ᾧ νῦν παριστάμενος, σὺν Ἀγγέλων τοῖς δήμοις, καὶ Ὁσίων τάξεις, καὶ Δικαίων χορείαις, μὴ ἐπιλάθῃ Πάτερ τῶν πιστῶς, ἀνευφημούντων τὸν ἔνθεον βίον σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θεοφόρε Βαρνάβα, τὰς δεήσεις μου δέχου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεῷ ἐν Ὑψίστοις παρεστηκώς, Ὅσιε Βαρνάβα σὺν Ἀγγέλων ταῖς στρατιαῖς, πρόσδεξαι φωνὰς τὰς ἱκεσίους, τῶν ἱκετῶν σου καὶ δίδου τὴν χάριν σου.

Ἐδὲμ ὁ πολίτης ὁ εὐκλεής, ὕμνοις εὐφημείσθω νῦν Βαρνάβα χαρμονικῶς, θαυμάτων τὰ ῥεῖθρα γὰρ ἐκβλύζει, ὡς τὶς κρουνὸς πολυχεύμων τῆς χάριτος.

Οὐράνιον βίον ὡς νουνεχής, ἐν κόσμῳ Βαρνάβᾳ παναοίδιμε μετελθών, οὐράνωσον δεῦρο τὰς καρδίας, τῶν τῇ πρεσβείᾳ σου πόθῳ προστρέχοντας.

Θεοτοκίον.
Φύλαττε πρεσβείαις Σου Μαριάμ, Μῆτερ τοῦ Κυρίου τοὺς γεραίροντας εὐλαβῶς, τὸν θεῖόν Σου τόκον δι’ οὗ πάντες, προγονικῆς καταδίκης ἐῤῥύσθημεν.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Οὐρανίων θαλάμων ἐπιτυχὼν Ὅσιε, καὶ τοῖς ἀσωμάτοις Ἀγγέλοις συναγαλλόμενος, ἡμῶν μνημόνευε, τῶν εὐλαβῶς σε τιμώντων, ὡς Ὁσίων καύχημα, καὶ ἐγκαλλώπισμα.

Ῥάβδῳ θείᾳ Βαρνάβα ἀπὸ ψυχῆς δέομαι, τῆς στεῤῥᾶς σου ὄντως πρεσβείας πόῤῥω ἐκδίωξον, τοὺς ἀπειλοῦντάς με, κατασπαρᾶξαι δολίως, ἀοράτους λέοντας, ἀειμακάριστε.

Ἐκτενῶς ὦ Βαρνάβα τῷ Βασιλεῖ πρέσβευε, τῷ δοξάσαντί σε ἐν κόσμῳ θαυμάτων χάρισι, ἵνα τηρήσῃς με, τῶν ἐπικήρων πραγμάτων, ἀληθῶς ἀνώτερον, τῇ μεσιτείᾳ σου.

Θεοτοκίον.
Βλέψον Μῆτερ ἱλέῳ καὶ ἱλαρῷ ὄμματι, ἐφ’ ἡμᾶς τοὺς πίστει καὶ πόθῳ ἀεὶ γεραίροντας, τὴν ὑπερθαύμαστον, καὶ ἱεράν Σου λοχείαν, δι’ οὗ κόσμος σέσωσται, τῆς παραβάσεως.

Διάσωσον, ὡς παῤῥησίαν πλουτήσας Πάτερ Βαρνάβα, τῶν πονηρῶν βουλευμάτων τοῦ ὄφεως, τοὺς εὐφημοῦντας προφρόνως τὴν βιοτήν σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Βαρνάβα Θεοῦ θεράπων γνησιώτατε, Ὁσίων λαμπάς, καὶ μοναζόντων καύχημα, τῶν πιστῶς ὑμνούντων σε, τῇ ἁγίᾳ πρεσβείᾳ σου πρόστηθι, τὴν παῤῥησίαν ἔχεις γὰρ πολλήν, Θεὸν μεγαλύνας τῇ ἀσκήσει σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀγαπήσας τὸν Κύριον, τὰ ἐν κόσμῳ πάντα σαφῶς ἐμίσησας, καὶ ἐδέξω δι’ ἀσκήσεως, Παρακλήτου Βαρνάβα τὴν δύναμιν.

Ῥυπτικαῖς σου δεήσεσι, πλῦνον τὴν ψυχήν μου Βαρνάβα Ὅσιε, ἣν ῥερύπωκα ὁ ἄθλιος, μὴ τηρήσας Χριστοῦ τὰ προστάγματα.

Νοσημάτων καὶ θλίψεων, θεοφόρε Πάτερ ἡμᾶς διάσωσον, ἵνα μέλπομεν γηθόμενοι, ἣν ἐπλούτησας χάριν οὐράνιον.

Θεοτοκίον.
Ἀσινεῖς διατήρησον, τῆς τοῦ πολεμίου κακίας ἄχραντε, τοὺς προστρέχοντας τῇ σκέπῃ Σου, καὶ ἀνευφημοῦντάς Σου τὰ θαύματα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Βάρει με σφοδρῷ, ἁμαρτίας πιεζόμενον, ἀνακούφισον Βαρνάβα συμπαθῶς, ὡς πλουτήσας παῤῥησίαν πρὸς τὸν Κύριον.

Ἄρον ἀφ’ ἡμῶν, τὸ φορτίον τὸ δυσβάστακτον, ὃ ἐπέθηκε ὁ βύθιος ἐχθρός, ὦ Βαρνάβα ὡς πλουτήσας χάριν ἄνωθεν.

Τεῖνον ἐφ’ ἡμᾶς, οὕς σου Πάτερ τὸ εὐήκοον, καὶ τὰ πρόσφορα χορήγησον ἡμῖν, ταῖς ἡμῶν ἐπικαμπτόμενος δεήσεσι.

Θεοτοκίον.
Ἄξιόν ἐστι, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν τοὺς εὐσεβεῖς διασώζουσα, τῶν ἐν βίῳ ἐπωδύνων συμφορῶν.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Συντήρει πάντας ἡμᾶς, τοῖς ἐφόδοις τοῦ δράκοντος, ἀτρώτους ὡς συμπαθής, Βαρνάβα μακάριε, σὲ γὰρ ἱκετεύομεν, φίλον σε Κυρίου, γνησιώτατον γινώσκοντες.

Δωρούμενος τοῖς πιστοῖς, μὴ παύσῃ Πάτερ τὰ κρείττονα, καὶ σκέπειν πάντας ἡμᾶς, ἐν βίου ταῖς θλίψεσι, θερμῶς γὰρ προσπίπτομεν, σοὶ τῷ τῷ Κυρίῳ, διὰ ἀσκήσεως δοξάσαντι.

Ἐλέους σου τοὺς κρουνούς, Χριστὲ τῷ δούλῳ Σου ἄνοιξον, Βαρνάβα ταῖς δραστικαῖς, πρεσβείαις φιλάνθρωπε, τοῖς πόνοις ἀσκήσεως, καὶ ὁσίοις τρόποις, ἐν τῷ κόσμῳ σε δοξάσαντος.

Θεοτοκίον.
Ἡλίου τοῦ νοητοῦ, ἀκτὶς Μαρία ὑπάρχουσα, καταύγασον μυστικῶς, πιστῶς ἱκετεύομεν, ψυχὰς τὰς τῶν δούλων σου, τῶν ἀνευφημούντων, εὐλαβῶς τὰ μεγαλεῖά σου.

Διάσωσον, ὡς παῤῥησίαν πλουτήσας Πάτερ Βαρνάβα, τῶν πονηρῶν βουλευμάτων τοῦ ὄφεως, τοὺς εὐφημοῦντας προφρόνως τὴν βιοτήν σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Ἐν τῷ σπηλαίῳ Βαρνάβα μακάριε, ἀσκητικῶς μετελθὼν βίον κρείττονα, ἐνδόξως Χριστοῦ κατηξίωσαι, τῆς παραστάδος ᾧ πάντοτε πρέσβευε, σωθῆναι τοὺς πίστει τιμῶντάς σε.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-22)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα
Ταῖς τῶν σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην βδελυξάμενος, τὴν κοσμικὴν πραγματείαν, πόνοις τῆς ἀσκήσεως, τῷ Χριστῷ μακάριε συνεσταύρωσαι, ὅθεν πρὸς ἄπονον, μετετέθης λῆξιν, ἐκτελέσας τὸν ἀγῶνά σου, καὶ συνηρίθμησαι, τοῖς τῶν Ἀσωμάτων στρατεύμασι, μεθ’ ὧν ἀεὶ προστάτευε, τῇ πανσθενεστάτῳ πρεσβείᾳ σου, τοὺς ἀνευφημοῦντας, ἐν ὕμνοις ἐγκωμίων καὶ ᾠδαῖς, Πάτερ Βαρνάβα μακάριε, τοὺς ὁσίους τρόπους σου.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Συμμαχίᾳ τῇ θείᾳ χάριτός σου Βαρνάβα ἐνισχυόμενοι, τὴν ξένην ἐν ἀσκήσει, ὑμνοῦμεν βιοτήν σου, καὶ τῷ Κτίστῃ κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἔχοντές σε προστάτην καὶ ὑπέρμαχον θεῖον Βαρνάβα Ὅσιε, γεραίρομεν ἐν ὕμνοις, τὸ ἄῤῥητόν σου κλέος, καὶ τῷ Κτίστῃ κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἱλαρῷ ὄμματί σου ἐφ’ ἡμᾶς ὦ Βαρνάβα Πάτερ ἐπίβλεψον, τοὺς πίστει τῇ σεπτῇ σου, προστρέχοντας πρεσβείᾳ, καὶ τῷ Κτίστῃ κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Σωτηρίας τὰς πύλας ἄνοιξόν μοι εὐσπλάγχνως εὐλογημένη ἁγνή, τῷ πίστει προσκυνοῦντι, τὸν ἄφραστόν Σου τόκον, καὶ ἀπαύστως βοῶντί Σοι· χαῖρε Παρθένε σεμνή, Θεὸν ἡ τετοκυῖα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Μύρῳ Βαρνάβα, τῆς ἱερᾶς χάριτός σου, δεῦρο μύρισον τὴν τάλαιναν ψυχήν μου, ἵνα σε γεραίρω, πιστῶς ἐν ἐγκωμίοις.

Ὄμβρισον πᾶσι, Πάτερ θεόφρον Βαρνάβα, τοῖς ὑμνοῦσι τὸν οὐράνιόν σου βίον, τοῖς τῆς χάριτός σου, ἐπουρανίοις ὄμβροις.

Ὕμνοις τιμῶμεν, τοὺς εὐαγεῖς σου ἀγῶνας, ὦ Βαρνάβα ἐγκαλλώπισμα Ὁσίων, ὅθεν μὴ ἀπώσῃ, ἡμῶν τὰς ἱκεσίας.

Θεοτοκίον.
Διάσωσόν με, ἀπὸ κινδύνων παντοίων, καὶ κακώσεων Θεόνυμφε Μαρία, ἵνα Σε δοξάζω, τὴν Κεχαριτωμένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐλέησόν με Σῶτερ, τὸν ἡμαρτηκότα, ταῖς τοῦ Ὁσίου Βαρνάβα ἀσκήσεσι, τοῦ ἐν τῷ κόσμῳ ὁσίως, σὲ μεγαλύναντος.

Χειμῶνα τῶν παθῶν μου, στῆσον ὦ Βαρνάβα, καὶ ἀπαθείας μοι ἔαρ ἀνάτειλον, ὡς παῤῥησίαν πλουτήσας, πρὸς τὸν φιλάνθρωπον.

Ὁ θεῖος ἐν Ὁσίοις, ἔνδοξε Βαρνάβα, τῆς τοῦ βελίαρ με ῥῦσαι χειρώσεως, ἀκαταισχύντῳ δυνάμει, τῆς μεσιτείας σου.

Θεοτοκίον.
Ὑπερδεδοξασμένη, Μῆτερ τοῦ Ὑψίστου, τῆς τῶν παθῶν ἀδοξίας με λύτρωσαι, ἀκαταπαύστως ὑμνοῦντα, τὰ μεγαλεῖά Σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Κόσμου τὰ ἐπίκηρα παριδών, ὡς σκιὰν καὶ ὄναρ, εὐηρέστησας τὸν Θεόν, διὰ πολιτείας, ἀσκητικῆς Βαρνάβα, καὶ ὤφθης τῶν Ἀγγέλων, θεῖος συνόμιλος.

Ἔνδον τοῦ σπηλαίου ἀγωνισθείς, τὸν καλὸν ἀγῶνα, ὦ Βαρνάβα τῆς ἀρετῆς, τὰς τοῦ Παρακλήτου, ἐδέξω ἐνεργείας, καὶ ὤφθης μοναζόντων, ἔνθεον καύχημα.

Χαίρει νῦν ἡ Βάσα πνευματικῶς, πρέσβυν σε Βαρνάβα, κεκτημένη πρὸς τὸν Θεόν, καὶ τῶν σῶν λειψάνων, κατέχουσα τὴν κόνιν, λαμβάνει ἀεννάως, θεῖα δωρήματα.

Χαίροις ὁ τῆς Βάσης θεῖος φωστήρ, καὶ τῆς Κύπρου πάσης, ὁ ἀστὴρ ὁ ἀειφανής, χαίροις μοναζόντων, παράδειγμα καὶ τύπος, Βαρνάβα θεοφόρε, Ἀγγέλων σύσκηνε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θεῖον, σὲ πλουτοῦντες ἀρωγόν, μέγαν βοηθὸν ἐν ἀνάγκαις, καὶ πρεσβευτὴν πρὸς Θεόν, πάτερ θεοδόξαστε, Βαρνάβα Ὅσιε, ἐγκωμίων τοῖς στέμμασιν, πιστῶς στέφομέν σε, καὶ Χριστὸν δοξάζομεν, τὸν σὲ δοξάσαντα, ὃν ταῖς δραστικαῖς σου πρεσβείαις, ἵλεων ἡμῖν θεοφόρε, τοῖς ἀνευφημοῦσί σε ἀπέργασαι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.