Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Βύσσιανη Σερρών

 

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

 

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τὰ Τροπάρια.

Ἦχος δ΄. Ὃ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Δεῦτε, πιστοῖ, ἐν ψυχικῇ κατανύξει, κατασπασώμεθα εἰκόνα τὴν θείαν, τῶν χοϊκῶν προστάτιδος βοῶντες τρανώς· Παναγία Βύσσιανη, κόσμου παραμυθίᾳ, ταχινῇ βοήθεια τῶν ἐν κλύδωσι βίου, καὶ τῶν Σερρῶν ἀκέστορ καὶ φρουρέ, σκέπε τοὺς πόθῳ σῇ χάριτι σπεύδοντας.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὐ ἡ Άκροστιχίς·
«Χαῖρε, Βύσσιανη, Σερρῶν ἀντιλήπτωρ».

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Xαράς οὐρανίου, Μῆτερ Θεοῦ, εἰρήνης, ἰσχύος, εὐφροσύνης διηνεκοῦς καὶ σθένους ἀῤῥήτου τῶν σῶν δούλων χειμάῤῥους πέλεις, πανύμνητε Βύσσιανη.

Αξίωσov, Βύσσιανη Μαριάμ, τυχεῖν τῆς ἐν πόλῳ ἀναπαύσεως τοὺς πιστῶς, προσφεύγοντας χάριτι σου θείᾳ, πεφορτισμένους οἰκέτας σου, Δέσποινα.

Ἰδεῖν τοῦ Υἱοῦ σου ἐν οὐρανοῖς τὸ ἄῤῥητον κάλλος τοῦ προσώπου, Μῆτερ Θεοῦ, ἀξίωσον, Βύσσιανη, τοὺς πίστει τῇ περιδόξῳ μονῇ καταφεύγοντας.

Ῥανίδας δακρύων σῶν πρεσβειῶν τῷ μάκτρῳ, παρθένε, Μῆτερ Βύσσιανη, ἀγλαή, ἀπόσμηξον τῶν ἐμπεριστάτων, καὶ τρυχομένων ἐν βίῳ ἑκάστοτε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εὖχος πέλεις Σερραίων καὶ θησαυρὸς ἄσυλος, Βύσσιανη, Χριστοῦ Ἐκκλησίας, Θεογεννήτρια διὸ πιστῶν οἱ χοροὶ τὴν σὴν ἁγίαν εἰκόνα, πόθῳ ἀσπαζόμεθα χάριν τὴν βλύζουσαν.

Βηθός ἐν ἀνάγκαις, καταφυγή, Ἄχραντε, φύλαξ καὶ φρουρὸς καὶ προστάτις πέλεις τῶν δούλων σου, τῶν εὐλαβῶς σὴν μορφὴν ἀσπαζομένων, Παρθένε, Βύσσιανη πανύμνητε, κόσμου διάσωσμα.

Υμvωδίας εὐτάκτοις, πανευκλεές Βύσσιανη, στέφοντες σε δῆμοι Σερραίων σπεύδομεν πάντοτε σῇ ἀκλινεῖ ἀρωγῇ καὶ ταχινῇ προστασίᾳ, καὶ τῶν θαυμασίων σου πλῆθος δοξάζομεν.

Σε ὡς φρέαρ χαριτῶν καὶ θαυμαστῶν πέλαγος, Βύσσιανη, ἁγνὴ Θεομῆτορ, πάντες γιγνώσκοντες, ὕδωρ χαρὰς ἀληθοῦς, καὶ ὑγιείας καὶ σθένους, Μῆτερ, ἀρυόμεθα ἐκ τῆς εἰκόνος σου.

Διάσωσον, τοὺς σοὶ προστρέχοντας, Βύσσιανη  Θεοτόκε, καθ’ ἑκάστην ἐκ συμφορῶν, κινδύνων, κακώσεων καὶ θλίψεων, πάνσεμνε, ἀνυποίστων.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σερραίων φρουρὸν καὶ ἀρωγὸν καὶ πρόμαχον καὶ φύλακα νῦν τῶν Μακεδόνων ἄγρυπνον, Θεοτόκον Βύσσιανην, ἀνυμνοῦντες πόθῳ κραυγάζομεν. τὸν σὸν Υἱὸν ἱλέωσι ἡμῖν αἰτοῦσι τὴν ἔνθερμον σου εὔνοιαν.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Σθένος δίδου καὶ δύναμιν ἐπηρμένον θραῦσαι ἐχθίστου φρύαγμα, τοῖς ἐν πίστει καταφεύγουσι χάριτι τῇ σῇ, Παρθένε Βύσσιανη.

Ἰαμάτων ὡς χείμαῤῥος, τοῦ καρκίνου πάθος ἡ θεραπεύσασα, καὶ ἡμῶν τὰ ἀσθενήματα, Βύσσιανη, θεράπευσον τῶν δούλων σου.

Ἀρετῆς ἐνδιαίτημα, Βύσσιανη, νεάνιδος θεραπεύτρια· ἐκ ναρκωτικῶν, ύπόδειξον νεολαία δρόμον τὸν σωτήριον.

Νικητὰς τοὺς οἰκέτας σου κατ’ ἐχθρῶν ἀνάδειξον, Μῆτερ Βύσσιανη, τοὺς εἰλικρινῶς προστρέχοντας τῇ ἀκαταισχύντῳ προστασία σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἡ τὸν εὐλαβῆ ἀναστήσασα παράλυτον ἐκ τῆς κλίνης ἐγερεῖν με ἐκ παθῶν τῆς κραββάτου σπεῦσον, Βύσσιανη Μητρόθεε.

Σου τὸ Ἱερὸν ἀσπαζόμενοι ἐκτύπωμα ἐμπιμπλάμεθα χαρὰς διηνεκοῦς καὶ ἰσχύος θείας, Βύσσιανη Παντάνασσα.

Ἔλεος Υἱοῦ  τοῦ μονογενοῦς σου, Βύσσιανη, πᾶσι πέμψον ὑμνηταῖς σου, Μαριάμ, μελῳδοῦσι τὴν πληθὺν τῶν θαυμασίων σου.

Λῦσαι συμφορῶν τοὺς ἒν πίστει καταφεύγοντας  τῷ ναῶ σου τῷ σεπτῷ καὶ εὐλαβῶς προσκυνοῦντας σὴν μορφὴν τὴν θείαν, Βύσσιανη.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥωννύμεθα, οἱ ἀντλοῦντες νάματα, ἐκ πηγῆς σου θαυμαστως τῆς ἀρτίως,  ἀναβλυσάσης ποτὲ ξηρανθείσης, θεοκυήτορ, πανένδοξε Βύσσιανη, πηγῇ ζωήῤῥυτε πιστῶν, καὶ κρουνὲ ἀκεσώδυνε χάριτος.

Ὡς ἔσωσας, ἐκ τῆς ἐρημώσεως, καὶ ἐχθρῶν ἐπιβουλῆς τὴν μονὴν σου, εἰς τοὺς αἰῶνας διάσωσον τάχος ἀπὸ κινδύνων τοὺς σοὶ καταφεύγοντας, καὶ μεγαλύνοντας τὴν σήν, πρὸς τὸν πόλον μετάστασιν, Βύσσιανη.

Νοσήματα, λοιμικὰ έκδίωξον, καὶ τοὺς ὄγκους ἐξαφάνισον τάχος, τῶν τῇ σὴ χάριτι καταφευγόντων, εὐλογημένη, πανάμωμε Βύσσιανη, Σερραίων εὖχος ἱερὸν καὶ τάχιστη ἐν νόσοις ίάτειρα.

Ἀπάλλαξον, δυσμενοῦς κακότητος, καὶ μανίας πτερνιστοῦ τοῦ ἀρχαίου, πιστῶν χορείας, ἁγνὴ Θεοτόκε, χριστιανῶν καταφύγιον, Βύσσιανη, ἡ θλίψεις πάντων εἰς χαρὰν τῇ σῇ χάριτι μετασκευάζουσα.

Διάσωσον,  τοὺς σοὶ προστρέχοντας, Βύσσιανη  Θεοτόκε, καθ’ ἑκάστην ἐκ συμφορῶν, κινδύνων, κακώσεων καὶ θλίψεων, πάνσεμνε, ἀνυποίστων.

Ἄχpαvτε, ἡ διὰ λόγου τὸν Λόγον άνερμηνεύτως ἐπ’ έσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αίμάτων σου.
Τὴν ἐλεοῦσαν Σερραίους ἀείποτε ἐν κατανύξει τιμήσωμεν κράζοντες τοῦ πολεμήτορος, ἄχραντε Βύσσιανη, ἢ τὰς παγίδας ταχὺ καταστρέφουσα, πρὸς σωτηρίαν σοὺς δούλους κατεύθυνον.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (Δὶς)
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ Πατρὸς Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.
Τοῦ ὀνόματος Σου μνησθήσομαι, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχὴ μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Τῆς φρουροῦ Σερραίων ἀγρύπνου, Πανοικτΐρμον, ἐξαλεῖψαν τὰ πλήθη τῶν ἑμῶν ἐκκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, έξάλειψον τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πάντας καθαγίασον τοὺς εὐλαβῶς προσιόντας, τῇ σεπτὴ εἰκόνι σου, Θεοτόκε Βύσσιανη, θεοτιμήτητε, καὶ λαμπρῶς μέλποντας, τὴν μετάστασίν σου, πρὸς σκηνώματα οὐράνια, τὰ ὑπὲρ ἔννοιαν, κράζοντα βροτῶν τὰ συστήματα, σὲ παρακαλοῦμεν, ἐπόμβρισον ὑψόθεν δαψιλῶς τοῖς ὑμνηταῖς σου ὑγίειαν ἄμφω, παντευλόγητε.

Σῶσον, ὃ Θεὸς τὸν λαὸν Σου …

ᾨδὴ ζ΄ . Οἱ ἐκ τῆς Ἰουδαίας.
Νεολαίαν συντήρει ἀσινῆ ἐκ μανίας τοῦ παναλάστορος ἐν πίστει προσιοῦσαν τῇ σῇ σεπτῇ εἰκόνι, ὑπερένδοξε Βύσσιανη, άπάντων καταφυγῇ, τῶν χριστωνύμων νέων.

Τωv Σερραίων προστάτις καὶ ἐπόπτις καὶ ῥύστης ἐκ περιστάσεων, παντοίων, Θεοτόκε, ίλέωσαι τὸν Κτίστην, καὶ Δεσπότην σου, Βύσσιανη, ἡμῖν τοῖς ὕμνοις φαιδροῖς, σὲ ἀνυμνολογοῦσιν.

Ἰαμάτων παντοίων πολυχεύμων χειμάῤῥους ὑπάρχεις, Δέσποινα, καὶ ποταμὸς χαρίτων αστείρευτος διὸ σοι, ἀνακράζομεν Βύσσιανη, ὑσσώπῳ πλῦνον τῶν σῶν, λιτῶν ἡμῶν τὰ ἄλγη.

Λαμπηδὼν ὑγιείας καὶ ἰσχύος σῶν δούλων, Κυρία Βύσσιανη, τὸν ζόφον ἀλγηδόνων ἡμῶν τῶν ἐπωδύνων ἀποδίωξον τάχιστα, βολίσι σῶν πρεσβειῶν, πρὸς τὸν μονογενῆ σου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἡ ἀρωγῇ σου, ἡ κραταιᾷ καὶ ἡ σκέπη  κατευφραίνει ἀεὶ τὰς χορείας, Βύσσιανη Παρθένε, τῶν σοὶ καταφευγόντων.

Προσκυνητὰς σου, τοὺς εὐλαβεῖς, Θεοτόκε, ῥῦσαι βλάβης τοῦ πλάνου βελίαρ, Βύσσιανη, Σερραίων, θερμῇ παραμυθία.

Τoὺς προσιόντας τῇ περικλύστῳ μονῇ σου, φρουρεῖ, Βύσσιανη Μῆτερ, καὶ ῥύου, πάσης ἐπηρείας, ἐχθροῦ τοῦ μισοκάλου.

Οὐρανοδρόμον, ὑπόδειξόν μοι πορείαν, τῷ προστρέχοντι, Βύσσιανη πόθῳ, ἔκτυπον τῆς θείας, μορφῆς σου προσκυνῆσαι.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥυπώδους ὑπερόπτας, Βύσσιανη Παρθένε, ἡμᾶς θελήματος δεῖξον τοὺς σπεύδοντας, τὴν σὴν μορφὴν προσκυνῆσαι, τὴν χαριτόβρυτον.

Xριστού τοῦ Ζωοδότου, Μῆτερ γλυκυτάτη,  ὑπερορᾶν ὡς σποδὸν καταξίωσον τὰ γεηρὰ σοὺς οἰκέτας, Κυρία Βύσσιανη.

Μετὰ τοῦ ἱεράρχου, Βύσσιανη Βλασίου, τοῦ τιμωμένου σὺν σοὶ ἐν τῇ μάνδρα σου, τὸν σὸν Υἱὸν καὶ Δεσπότην ἡμῖν ίλέωσαι.

Μὴ παύσῃ δυσωποῦσα, Βύσσιανη Παρθένε, τὸν σὸν Υἱὸν ὑπὲρ πάντων προσφύγων σου, μεγαλυνόντων τὸ πλῆθος, τῶν θαυμασίων σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Βύσσιανη Παρθένε, τὴν σὴν μορφὴν, εὐσεβέσι πᾶσι, τὴν ἐκβλύζουσαν θαυμαστώς, χάριν ἰαμάτων ἐν πίστει προσκυνοῦντες, ἁγιασμὸν καὶ ῥῶσιν ἀπαρυόμεθα.

Χαίροις, Θεοτόκε, θαυματουργὲ Βύσσιανη Σερραίων, ἀντιλῆπτορ καὶ ἀρωγέ, χαίροις, Μακεδόνων ἀγλάϊσμα τὸ μέγα, καὶ χριστωνύμων πάντων τὸ καταφύγιον.

Ὄγκους ἀφανίζεις σῇ πανσθενεῖ, χάριτι καὶ πάθος τοῦ καρκίνου Μῆτερ Θεοῦ, Βύσσιανη, τάχιστη ίάτειρα σῶν δούλων, τῶν ἀλγεινῶς νοσούντων, ἄχραντε Δέσποινα.

Τὴv σεπτὴν μορφὴν σου ὡς θησαυρόν, Βύσσιανη, ἢν ἔχει πολυτίμητοι ἡ μονὴ ἡ φερώνυμός σου ἐν Σέρραις προσκυνοῦντες, πανευλαβῶς, Παρθένε, ἁγιαζόμεθα.

Θεοτόκε Βύσσιανη, Μαριάμ, νόσων ἀνιάτων  καὶ κινδύνων ἀπαλλαγὴ πέλεις τῶν ἐν πίστει σπευδόντων καθ’ ἑκάστην, τῇ παναγία σκέπη καὶ προστασίᾳ σου.

Στήριζε Σερραίων πιστῶν χοροὺς, καὶ τῶν Μακεδόνων ὁμηγύρεις τῶν εὐλαβῶς, κατασπαζομένων τὴν σὴν σεπτὴν εἰκόνα, τὴν βρύουσαν ἰάσεις ἅπασι, Βύσσιανη.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἳ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν Σερραίων ἀκέστορ, φρουρὲ καὶ ἔφορε, καὶ σῆς μονῆς ἀντιλῆπτορ, δέξαι δεήσεις ἡμῶν, τῶν πιστῶς καταφευγόντων σοι ἐν κλύδωσι καὶ πάσαις βίου συμφοραῖς, Θεομῆτορ ἀγλαή, θησαύρισμα Μακεδόνων, καὶ ἀκλινῶς σοι βοώντων , Χαῖρε, ἡμῶν προστάτις, Βύσσιανη.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Νόσov κατωδύνων λοιμικῶν, καὶ παθῶν ἡμᾶς χαμαιζήλων, Θεοκυήτορ ἁγνή, ῥῦσαι τοὺς  προστρέχοντας σῇ θείᾳ χάριτι, καὶ βοῶντας ἐκ πίστεως, Σερραίων ἀκέστορ, Βύσσιανη θεόνυμφε ἐκ τῆς κακότητος, καὶ δεινῆς μανίας τοῦ πλάνου, τήρει ἀσινεῖς σοὺς οἰκέτας, τοὺς πληθὺν ὑμνοῦντας θαυμασίων σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Θεολόγον, Σερρῶν ἱεράρχην, σκέπε,
Βύσσιανη Μῆτερ, Χαραλάμπης κράζει.