Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Επονομαζόμενην Γαλόκτιστον την Έφορο και Σκέπην του Πύργου Τηλλυρίας

 

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

 

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῆς·

Ἦχος δ΄. Ὁ ὑψωϑεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσιόντας τῷ πανσέπτῳ Ναῷ σου, τῷ ἐν τῷ Πύργῳ Τηλλυρίας, Παρϑένε, Γαλόκτιστε πανϑαύμαστε, χαρᾶς μυστικῆς ἅπαντες πληρούμεϑα καὶ δυνάμεως ϑείας διανῦσαι δόλιχον βιοτῆς τῆς παρούσης καλῶς καὶ φϑάσαι πόλου εἰς σκηνὰς τῷ σῷ πανσέπτῳ Υἱῷ συνευφραίνεσϑαι.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Γαλόκτιστε Θεοτόκε, ἐχϑρῶν ῥῦσαί με. Χ. Μ.

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Γαλόκτιστε, Πύργου καταφυγὴ ϑερμὴ καὶ ἀκέστορ Τηλλυρίας, Μῆτερ Θεοῦ, ἡμᾶς νηπιάζοντας τῇ πίστει ϑρέψον Υἱοῦ σου τῷ γάλακτι γνώσεως.

Ἁγίασον δήμους τῶν εὐσεβῶν πιστῶς ἀνυμνούντων προστασίαν σου ταχινήν, Γαλόκτιστε Μῆτερ, ἣν δεικνύεις τοῖς καταφεύγουσι χάριτι ϑείᾳ σου.

Λειμώνων τοῦ Πύργου ἡδυτερπὲς λευκάνϑεμον, Μῆτερ, εὐωδίᾳ σῆς ἀρωγῆς, Γαλόκτιστε, ἔμπλησον τοὺς πόϑῳ σῷ πανιέρῳ Ναῷ προσπελάζοντας.

Ὀρδὰς τῶν ἀπίστων ἄγαρ υἱῶν ἐκδίωξον τάχος, ἐπιδούλων ἡμῶν τῆς γῆς, Γαλόκτιστε Μῆτερ, τῶν προγόνων ἣν ὀχετοὶ τῶν αἱμάτων ἡγίασαν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Καταπράῦνον ἄλγη  ψυχῶν ἡμῶν, ἄχραντε, καὶ σωμάτων σὲ τῶν ὑμνούντων, Μῆτερ Γαλόκτιστε, ὡς Τηλλυρίας ϑερμὴν ἐν συμφοραῖς παραστάτιν καὶ ἐν ἀσϑενήμασι ϑείαν ἰάτειραν.

Τἡλλυρίαν μὴ παύσῃ ἐξ οὐρανῶν ϑρόνου σου, ϑείου ἐφορῶσα καὶ Πύργου, δῆμον Γαλόκτιστε, τὸν σὲ τιμῶντα λαμπροῖς, Θεογεννῆτορ Παρϑένε, ὕμνοις ἐποπτεύουσα ὡς εὐσυμπάϑητος.

Ἲατρεύεις τὰ πάϑη σῶν ἱκετῶν, Δέσποινα, καὶ τὰς ἀλγηδόνας πραΐνεις, πάντων Γαλόκτιστε, καταφευγόντων πιστῶς, ταῖς σαῖς ϑερμαῖς ἱκεσίαις, πρὸς τὸν ϑεῖον Τόκον σου, τὸν πολυεύσπλαγχνον.

Στηριγμὸς ἀδυνάτων και σταϑηρὸν ἔρεισμα πέλεις κλονουμένων ἐν βίῳ, Μῆτερ Γαλόκτιστε, Θεογεννῆτορ σεμνή, ἡ κατισχύουσα πάντας ἀσϑενεῖς καὶ σκέπουσα τοὺς εὐφημοῦντάς σε.

Διάϑρεψον, ἠμᾶς τῷ γάλακτι πίστεως Ὀρϑοδόξου, Τηλλυρίας τροφεῦ σεμνή, Παρϑένε Γαλόκτιστε, νηπίους τοὺς ὄντας τῇ ἡλικίᾳ.

Ἒπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάϑισμα.
Ἦχος β΄. Πρεσβεία ϑερμή.

Πρεσβείαις, ἁγνὴ Γαλόκτιστε, ἐνθέρμοις σου πιστῶν Τηλλυρῶν οἱ δῆμοι καταφεύγοντες ἐν δεινοῖς καὶ ϑλίψεσιν ἀπολαύομεν ϑείας σου χάριτος καὶ πειρασμῶν παντοίων προσβολὰς ἐλαύνομεν τάχος, Μητροπάρϑενε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τᾶς λιτάς σου, Γαλόκτιστε, Μῆτερ τοῦ Ὑψίστου, ἀπεκδεχόμεϑα καὶ προσφεύγομεν τῇ σκέπῃ σου  ἐν δειναῖς τοῦ βίου περιστάσεσιν.

Εὑσυμπάϑητε Δέσποινα, δήμων Τηλλυρίας ϑερμὴ ἀντίληψις, ῥύου ϑλίψεων, Γαλόκτιστε, καὶ ἐχϑρῶν ἀπίστων ἐπιϑέσεων.

Θραῦσον βέλη, Γαλόκτιστε, πολεμίων πάντων ἀσπίδι ϑείᾳ σου ἀνυστάκτου ἀντιλήψεως,  Κεχαριτωμένη Μητροπάρϑενε.

Ἐκ ϑερμῶν παρακλήσεων ϑρέψον γάλακτός σου ἡμᾶς, Γαλόκτιστε, τὸν Χριστὸν ἡ διαϑρέψασα βρέφος ἐκ μαζῶν σου τὸν εὐΐλατον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὂμβρισον ἡμῖν, ὑετὸν τῆς εὐσλπαγχνίας σου καὶ τὰ πρόσφορα παράσχου δαψιλῶς τοῖς ὑμνοῦσί σε, Γαλόκτιστε Μητρόϑεε.

Τείχισον ἡμᾶς, ἱκεσίαις σου Γαλόκτιστε, ἵνα πάντες τῇ αὐτῶν παρεμβολῇ ϑεωϑῶμεν, Μητροπάρϑενε, φρουρούμενοι.

Ὂλῃ σε ψυχῇ, διανοίᾳ τε καὶ χείλεσι καὶ καρδίᾳ μεγαλύνων, ἀγαϑή, ἀπεκδέχομαι τὴν χάριν σου, Γαλόκτιστε.

Κοίμισον ἡμῶν, οἴμοι, πάϑη τὰ χαμαίζηλα καὶ ὑπόδειξον, Γαλόκτιστε, ἡμῖν ἀπαϑείας ἀτραπὸν τὴν διασῴζουσαν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐκδίωξον, ἐπιβούλους τάχιστα, τῆς ἡμῶν ἐλευϑερίας καὶ κάμψον, ἰσχὺν ἐχϑρῶν ἀλλοπίστων, Παρϑένε, τῶν κατεχόντων ἀδίκως, Γαλόκτιστε, πιστῶν ἑστίας πατρικὰς ἐν τῇ Κύπρῳ καὶ ϑεῖα σκηνώματα.

Ἐπάκουσον, τῶν ἡμῶν δεήσεων καὶ μὴ παύσῃ περισκέπουσα πάντας, καϑάπερ ὄρνις αὐτῆς τὰ νοσία  ὑπὸ τὰς πτέρυγας, Μῆτερ Γαλόκτιστε, ἡ γάλακτι τῶν σῶν μαζῶν σαρκωϑέντα Θεοῦ Λόγον ϑρέψασα.

Χαρίτωσον, εὐσεβεῖς, Γαλόκτιστε, προσιόντας τῷ πανσέπτῳ Ναῷ σου ἐν Τηλλυρίᾳ, Κυρία Παρϑένε, καὶ τὴν ἡμῶν δυσϑυμίαν μετάστρεψον εἰς εὐθυμίαν ἱλαράν, χαρμονὴ τῶν πιστῶν ἀτελεύτητε.

Θεράπευσον, τῆς ψυχῆς μου τραύματα καὶ οὐλὰς σαρκὸς φαρμάκῳ εὐχῶν σου πρὸς τὸν Υἱόν σου, Γαλόκτιστε Μῆτερ, Ὃν ἐν ἀγκάλαις ὡς βρέφος ἐβάστασας καὶ ὅνπερ ἔϑρεψας καλῶς τῶν τιμίων μαζῶν σου τῷ γάλακτι.

Διάϑρεψον ἡμᾶς τῷ γάλακτι πίστεως Ὀρϑοδόξου, Τηλλυρίας τροφεῦ σεμνή, Παρϑένε Γαλόκτιστε, νηπίους τοὺς ὄντας τῇ ἡλικίᾳ.

Ἃχρᾶντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἡ εὐλογοῦσα δικαίους, Γαλόκτιστε, καὶ ἀποστρέφουσα πρόσωπον ϑεῖόν σου ἐκ τῶν ἀδίκων, ταχὺ ἐλευϑέρωσον ἐκ τῶν ἀπίστων ἐχϑρῶν Κύπρον ἅπασαν σὲ ἀνυμνοῦσαν, Θεόνυμφε Δέσποινα.

Προκείμενον.
Μνησϑήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α’ 39-49, 56)
Τᾧ καιρῷ ἐκείνῳ, ἀναστᾶσα Μαριὰμ ἐπορεύϑη εἰς τὴν ὀρεινην μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλϑεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσϑη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ Καρπός τῆς κοιλίας σου. Καὶ πόϑεν μοι τοῦτο, ἵνα ἔλϑῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με· Ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βὀρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύρῖον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Γαλοκτίστου, Σῶτερ, Μητρός Σου, Ἐλεῆμον, λιταῖς ἐξάλειψόν μου τὴν πληϑὺν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποϑέμενοι.

Πύργου μέγα καύχημα καὶ Τηλλυρίας προστάτις, εὐκλεὲς Γαλόκτιστε, ἡ μαζῶν σου γάλακτι διαϑρέψασα, ὃν ἐν ἀγκάλαις σου ταῖς σεπταῖς ὡς βρέφος, Ἰησοῦν Χριστὸν ἐβάστασας, ἡμᾶς διάϑρεψον ἀρετῇ νηπίους τῷ γάλακτι, σῆς συμπαϑείας, Δέσποινα, καὶ ἡμᾶς τραφῆναι ἀξίωσον, Κεχαριτωμένη, δι᾿ ἄρτου στερεοῦ ἔργων καλῶν καὶ ψυχοτρόφων τοὺς μέλποντας πρὸς ἡμᾶς σὴν εὔνοιαν.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαντισμῷ προστασίας ἀνυστάκτου σου, Μῆτερ ἁγνή, Γαλόκτιστε, ἁγίαζε τοὺς πόϑῳ προσφεύγοντας σῇ σκέπῃ, ἐπιπνοίᾳ καὶ χάριτι καὶ ἐξαιρέτως πιστοὺς, ἐνδόξου Τηλλυρίας.

Ὠραΐζεις τὰς νάπας καὶ δρυμοὺς Τηλλυρίας, σεμνὴ Γαλόκτιστε, Ναῷ σου τῷ πανσέπτῳ καὶ δήμους εὐσεθούντων, τῇ ϑερμῇ ἀντιλήψει σου, τοὺς ἐφυμνίοις λαμπροῖς, σὲ ἀνυμνολογοῦντας.

Νικητὰς σοὺς ἱκέτας ἐχϑρῶν ἀοράτων ταχὺ ἀνάδειξον καὶ ὁρατῶν, Παρϑένε Γαλόκτιστε, τοὺς πίστει καταφεύγοντας πάντοτε σῇ ταχινῇ ἀρωγῇ, ἐν μάχαις ταῖς τοῦ βίου.

Ῥυπτικάς σου δεήσεις ἐκδεχόμεϑα πάντες οἱ κυλινδούμενοι, παϑῶν ἐν τῷ βορβόρῳ καὶ τέλματι δυσώδει, ἐμπαϑείας Γαλόκτιστε, Μῆτερ τοῦ Λόγου Θεοῦ, ὑπερευλογημένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
‘Υμνολογοῦντες, δαψιλεστάτην σου χάριν, ἣν δεικνύεις, Γαλόκτιστε, πᾶσι σπεύδομεν σῇ σκέπῃ, ἐν χαλεποῖς κινδύνοις.

Συνέτισόν με, καὶ ἐντολὰς τοῦ Υἱοῦ σου καϑ᾽ ἑκάστην τηρεῖν, Θεοτόκε, δίδαξον σὸν δοῦλον, Γαλόκτιστε Κυρία.

Ἀνάστισὸν με, ἐκ τοῦ βυϑοῦ ἁμαρτίας τὸν αἰτούμενον σὰς ἱκεσίας πρὸς τὸν ἀναστάντα, Γαλόκτιστε Υἱόν σου.

Ἰσχύος πλῆσον, καὶ χαρμονῆς τὰς καρδίας τῶν σπευδόντων ἐν τῇ Τηλλυρίᾳ δέξασϑαι σὴν χάριν, Γαλόκτιστε Παρϑένε.

ᾨδὴ ϑ΄. Κυρίως Θεοτόκον.
Μαρτυρικῆς προστάτις, Μῆτερ, Τηλλυρίας, τοὺς ἐπιβούλους ἐχϑροὺς ἀποδίωξον, ἐξ ἑστιῶν τῶν πατρῴων ἡμῶν, Γαλόκτιστε.

Ἐλέη τοῦ Υἱοῦ σου, πέμψον οὐρανόϑεν, ἡμῖν ἀφϑόνως, Παρϑένε Γαλόκτιστε, τοῖς καταφεύγουσι πίστει σῇ ϑείᾳ χάριτι.

Χαρᾶς καρδίας πλῆσον, πάντων θλιβομένων, τῶν προσιόντων Ναῷ πανιέρῳ σου, τὴν Τηλλυρίαν κοσμοῦντι λαμπρῶς, Γαλόκτιστε.

Μνημόνευε σῶν δούλων, τῶν πεσόντων μῆτερ, ἐν Τηλλυρίας ταῖς μάχαις, Γαλόκτιστε, κατ᾽ εἰσβολέων ἀπίστων, Θεογεννήτρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ ἐπόμενα Μεγαλυνάρια,
Χαίροις, ἡ τῷ γάλακτι σῶν εὐχῶν τρέφουσα σοὺς δούλους νηπιάζοντας ἀρετῇ, χαίροις, Τηλλυρίας προστάτις καὶ ἀκέστωρ, Γαλόκτιστε Κυρία, Θεογεννήτρια.

Ἒχει Τηλλυρία τὸν σὸν Ναόν, Κεχαριτωμένη, καταφύγιον ἱερόν, ἔπαλξιν ἁγίαν καὶ πύργον σωτηρίας, Γαλόκτιστε Παρϑένε, Μῆτερ τοῦ Κτίσαντος.

Ῥῦσαι ἀλλοπίστων κατακτητῶν βλάβης, Θεοτόκε, καὶ κακίας τῆς μανικῆς ἐπιβούλους, Μῆτερ, ἡμῶν ἐλευϑερίας, Γαλόκτιστε, βοῶμεν, Θεογεννήτρια.

Τῶν διχοτομούντων κατακτητῶν Κύπρον τὴν ἁγίαν ἀποδίωξον τὰς ὀρδὰς πανσϑενεῖ χειρί σου, ἃς ὡς ἀκρίδων σμήνη εἰς τὸν βυϑὸν ϑαλάσσης ῥῖψον, Γαλόκτιστε.

Πύργου Τηλλυρίας ὡς ϑησαυρὸν καὶ τῆς νήσου Κύπρου ὡς διάκοσμον ἀληϑῶς σὲ ὑμνολογοῦμεν, Γαλόκτιστε Παρϑένε, οἱ σπεύδοντες ἐν πίστει χάριτι ϑείᾳ σου.

Χαῖρε, σοί, Γαλόκτιστε, εὐλαβῶς κράζομεν οἱ δῆμοι Τηλλυρίας, ἧς οἱ δρυμοὶ πάλαι τὴν εἰκόνα πανσέπτου Κυκκωτίσσης σὺν ϑείῳ Ἡσαΐᾳ καϑυπεδέξαντο.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ ᾿Απολυτίκιον· Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τἡλλυρίας ὑπάρχεις φρουρός, Γαλόκτιστε, καὶ ἀρωγὸς καὶ προστάτις, Θεογεννῆτορ σεμνή, καὶ ὀλέτειρα ἐχϑρῶν ταχίστη, Δέσποινα· σοῦ γὰρ Ναῷ περικαλλεῖ διὰ γάλακτός ποτε κτισϑέντι νῦν προσιόντες ἄμφω πληρούμεϑα σϑένους τῶν ἐπιβούλων ϑραῦσαι βέλεμνα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πύργου Τηλλυρίας ταχινὲ φύλαξ, Θεοτόκε Παρϑένε, καὶ πάντων τῶν εὐσεβῶν τεῖχος ἀπροσμάχητον, Μῆτερ Γαλόκτιστε, τῶν δεήσεων ἄκουσον ἡμῶν καὶ λιταῖς σου ἦμαρ ἐξανάτειλον ἡμῖν εὐφρόσυνον τῆς ἐλευϑερίας τῆς Κύπρου σὲ μεγαλυνούσης ἀπαύστως ἐξ Ἄγαρ υἱῶν τῆς κατακτήσεως.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Νικηφόρον Ἐπίσκοπον, Γαλόκτιστε,
φρούρει καὶ σκέπε, ἔκραξε Χαραλάμπης.