Παρακλητικός Κανών ψαλλόμενος εν τω Σπηλαίω των Μάγων της Ἱερας Μονης Άββα Θεοδοσίου του Κοινοβιάρχου
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν τῷ σπηλαίῳ τῆς πανσέπτου μονῆς σου, Κοινοβιάρχα Θεοδόσιε θεῖε, ἐν ᾧ διενυκτέρευσαν μετὰ τὴν Χριστοῦ, εὐλαβῆ προσκύνησιν, οἱ τρεῖς Μάγοι τοὺς τάφους, πίστει ἀσπαζόμενοι, ἀσκητῶν θεοφίλων, ἀναβοῶμεν σὺν αὐτοῖς Χριστόν, δυσώπει σῶσαι, ἡμᾶς Πάτερ Ὅσιε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζει ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καἰ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
ἍΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΥΜΩΝ. Χ.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ἁγίων τὰ μνήματα τὰ σεπτά, ἐν ἄντρῳ τῶν Μάγων, ἀσπαζόμενοι τῆς Μονῆς, Ὁσίου Θεοδοσίου πόθῳ, αὐτῶν λιτὰς πρὸς Θεὸν ἐξαιτούμεθα.
Γηθόμενοι πόνους ἀσκητικούς, οὓς ἔτλης ὑμνοῦμεν, Θεοδόσιε πρὸς κοινόν, ἀζύγων ἐν μάνδραις βίον δεῖξον, ἡμῖν βοῶμεν ὁδοὺς ταπεινώσεως.
Ἰδεῖν Θεοδόσιε τὸν Θεόν, βλεφάροις ἰδίοις, καταξίωσον τοὺς πιστῶς, τὸ ἄντρον τῶν Μάγων προσκυνοῦντας, προσκυνησάντων ὡς βρέφος τὸν Κύριον.
Θεοτοκίον.
Ὁδήγησον πάντας τοὺς γηγενεῖς, πρὸς τρίβους εὐθείας, Θεομῆτορ τοὺς εὐλαβῶς, σπηλαίου τῶν Μάγων τὰς βαθμίδας, κατερχομένους ψυχῆς πρὸς ἀνάτασιν.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἰταμῶς ἐν τῇ μάνδρᾳ, χερσὶν ἐχθρῶν πίστεως, ταύτῃ κατεσφάγῃτε θεῖοι, Ὁσιομάρτυρες, οἱ δυσωποῦντες Χριστόν, ὑπὲρ τῶν νῦν προσκυνούντων, τὰ ὑμῶν ὑπέρτιμα, πάνσεπτοι λείψανα.
Τῶν κλεινῶν Ἀναργύρων, μητρὸς σεπτὸν ἅπαντες, μνῆμα Θεοδότης τῆς πάνυ κατασπαζόμενοι, ἀναβοῶμεν ἐχθροῦ, ἐπιβουλῆς ἡμᾶς ῥῦσαι, μῆτερ ταῖς πρὸς Κύριον, θείαις πρεσβείαις σου.
Οὐρανίων χαρίτων, προσκυνητὰς ἔμπλησον, τάφου εὐλογία σοῦ θείου, μῆτερ θεόφιλε, Θεοδοσίου κλεινοῦ, Κοινοβιάρχου καὶ ταύτης, τῆς μονῆς δομήτορος, σαῖς παρακλήσεσι.
Θεοτοκίον.
Ὑπερύμνητε Κόρη, σὺν τῷ σεπτῷ Τόκῳ Σου, Μάγων τῶν Τριῶν δεξαμένη, θείαν προσκύνησιν, προσκυνητῶν εὐλαβῶν, τῆς κρύπτης ταύτης δεήσεις, δέξαι καὶ ἀπάλλαξον, πάντας κακώσεων.
Διάσωσον, Κοινοβιάρχα σὺν δήμῳ κλεινῶν Ἁγίων, ὧν τὰ μνήματα τὰ σεπτὰ αὐτὸ κρύπτει σπήλαιον, ἡμᾶς ἐκ τοῦ πλάνου δεινῆς μανίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Χριστὸν τὸν Θεὸν, δυσώπει Θεοδόσιε, σὺν δήμοις σεπτῶν, Ἁγίων ὧν τὰ μνήματα, τῆς μονῆς σου τὸ σπήλαιον, τὸ σεπτὸν ἀεὶ ὡραΐζουσιν, ἡμῖν διδόναι, πρόσφυξι τοῖς σοῖς, εἰρήνην ψυχῆς καὶ ῥώμην πάντοτε.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Θεοδόσιε Ὅσιε, τὸν Χριστὸν δυσώπει σὺν τῷ στεῥῥόφρονι, Ἰωάννῃ Μόσχῳ ἅπασι, δοῦναι ἄμφω ῥώμην καὶ ὑγίειαν.
Ἐκ μυχίων καρδίας μου, Ξενοφῶντος σύνευνε ἱκετεύω σε, τοῦ Ὁσίου θεοτίμητε, νήψεως ὁδόν, Μαρία δεῖξόν μοι.
Ὁδηγὸς γενηθήτω μοι, πρὸς σοφίας κτῆσιν Σοφία πάγκαλε, ἡ τὸν Σάββα τὸν θεόφρονα, καὶ ἡγιασμένον ἐκβλαστήσασα.
Θεοτοκίον.
Ὑμνωδίαις ἑκάστοτε, στέφομέν Σε Μῆτερ Χριστοῦ ἀπείρανδρε, Σὸν Υἱὸν τὸν θεῖον σπεύσαντας, Μάγους προσκυνῆσαι τὴν ξενίσασαν.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Πάτερ ἱερέ, Θεοδόσιε κατάστειλον, τὰς ἀτάκτους τοῦ σαρκίου μου ὁρμάς, ὁ ἀσκήσει καταστείλας πάθη βρότεια.
Ῥύπον βδελυρόν, ἁμαρτάδων μου ἀπόπλυνον, Θεοδότη Ἀναργύρων ἀγλαή ῥίζα ταῖς πρὸς τὸν Παντάνακτα πρεσβείαις σου.
Ἔμπλησον ἡμᾶς, εὐλογίας θείας πάνσεμνε, Εὐλογία εὐθαλέστατον βλαστόν, Θεοδόσιον τὸν μέγαν ἡ ἀνθίσασα.
Θεοτοκίον.
Σὲ τὸν νεογνόν, Ἰησοῦν χερσὶ βαστάσασαν, Ὃν οἱ Μάγοι προσεκύνησαν οἱ Τρεῖς, Θεοτόκε, δυσωπῶ κακίας ῥῦσαί με.
ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Βοήθησον, τοῖς πιστῶς προστρέχουσι, Θεοδόσιε μονῇ σου τῇ θείᾳ, ἐν ταῖς ἑκάστοτε μάχαις τοῦ βίου, καὶ πειρασμῶν κατωδύνων ἀπάλλαξον, τοὺς προσκυνοῦντας εὐλαβῶς, τὴν σεπτὴν καὶ πανίερον κρύπτην σου.
Ἐπίβλεψον, οὐρανόθεν πάντιμε, Ἀρκαδίου καὶ σεπτοῦ Ἰωάννου, τροφεῦ καὶ μῆτερ Ὁσία Μαρία, καὶ ζοφερῶν ἀλγηδόνων ἐκλύτρωσαι, τοὺς ἀνυμνοῦντας ἐν χορῷ, τῆς ἀσκήσεως πόνους τοὺς θείους σου.
Ὑπέστητε, ἀπηνῶς μαρτύριον, ὁσιώτατοι τῆς μάνδρας Πατέρες, Θεοδοσίου τοῦ θείου ἐν πόλῳ, οἱ σὺν Ὁσίοις καὶ Μάρτυσι χαίροντες, νῦν καὶ πρεσβεύοντες Χριστῷ, πέμψαι πᾶσι χαρὰν ἀστασίαστον.
Θεοτοκίον.
Συνεῖναί Σοι, ἐν Ἐδὲμ εὐδόκησον, τοὺς Σοὺς δούλους Θεοτόκε Μαρία, ἡ τὴν ἐπίσκεψιν Μάγων δεχθεῖσα, τὸν Σὸν Υἱὸν προσκυνῆσαι Θεάνθρωπον, ἐλθόντων ἐξ Ἀνατολῶν, ὁδηγίᾳ ἀστέρος Πανάχραντε.
Διάσωσον, Κοινοβιάρχα σὺν δήμῳ κλεινῶν Ἁγίων, ὧν τὰ μνήματα τὰ σεπτὰ αὐτὸ κρύπτει σπήλαιον, ᾑμᾶς ἐκ τοῦ πλάνου δεινῇς μανίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Κοινοβιάρχα σεπτὲ Θεοδόσιε, σὺν τοῖς Ἁγίοις ὧν τάφοι καλύπτουσι, τὴν κρύπτην μονῆς σου τὴν πάνσεπτον, Περσίδος Μάγων τριάδα ξενίσασαν, Χριστὸν ὑπὲρ πάντων ἱκέτευε.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. β´ 1 – 12).
Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ Μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες• ποῦ ἐστιν ὁ τεχθεῖς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ καὶ συναγαγὼν πάντας τοὺς Ἀρχιερεῖς καὶ Γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ• ἐν Βηθλεὲμ τῆς Ἰουδαίας• οὕτω γὰρ γέγραπται διὰ τοῦ Προφήτου• καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα• ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Τότε Ἡρῴδης λάθρα καλέσας τοὺς Μάγους ἠκρίβωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε• πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν• καὶ ἰδοὺ ὁ ἀστῂρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα· καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εὗρον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ καὶ πεσόντες προσεκύνησαν αὐτῷ· καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. Καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Μάκαρ Θεοδόσιε, τοῦ σοῦ σπηλαίου βαθμίδας, πίστει κατερχόμενοι, ὅπερ ἁγιάζουσι, τάφοι πάνσεπτοι, εὐκλεῶν πίστεως, καὶ σεμνῶν Ἁγίων, ἐκβοῶμεν• ἱκετεύσατε, τὸν Πανοικτίρμονα, Μάγοι Ὃν οἱ Τρεῖς προσεκύνησαν, διδόναι ἡμῖν ἅπασιν, ἀρετῶν τὴν κλίμακα δύναμιν, ἀνελθεῖν, φωσφόροι, Μητέρες καὶ Πατέρες ἀγλαοί, γνωστοὶ ἡμῖν καὶ ἀνώνυμοι, οὐρανῶν λευκάνθεμα.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ιουδαίας.
Ἀσκητῶν ὡραιότης, Θεοδόσιε μάκαρ ἐρήμου κλέϊσμα, ὑπὲρ τῶν προσκυνούντων, μονῄν σου τὴν ἁγίαν, τὸν Χριστὸν καθικέτευε, καὶ τῶν ὑμνούντων φαιδρῶς, ἀσκητικούς σου πόνους.
Τὰς λιτὰς ἐκζητοῦμεν, Εὐλογίας μητρός σου, ὦ Θεοδόσιε, Σοφίας, Θεοδότης, Μαρίας, Ἰωάννου, καὶ Μαρτύρων τῆς μάνδρας σου, ἵνα τοῦ βίου καλῶς, ἀνύσωμεν τὰς τρίβους.
Εὐσπλαγχνίας χειμάῤῥους, Ξενοφῶντος Ὁσίου, συμβία, πέφηνας• διό σε δυσωποῦμεν, Μαρία, σὺν τῷ οἴκῳ, τῷ ἁγίῳ σου πρόσδεξαι, τὰς ἱκεσίας ἡμῶν, σὸν τάφον προσκυνούντων.
Θεοτοκίον.
Ὑπερόπτας προσύλων, τοὺς οἰκέτας Σου δεῖξον, Θεογεννήτρια, Χριστὸν ἡ ἐν ἀγκάλαις, βαστάσασα, τῶν Μάγων, τῆς Περσίδος προσκύνησιν, δεχθέντα, τὸν ἐν χερσὶ, βαστάζοντα τὴν κτίσιν.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Παράσχου πᾶσιν, ἡμῖν ἰσχὺν ἐδαφίσαι, τὴν ὀφρύν, Θεοδόσιε Πάτερ, τοῦ δεινοῦ Βελίαρ, ἐρήμου φοῖνιξ θεῖε.
Ἐπιταφίους, ὑμῖν προσάγοντες ὕμνους, τὰς ὑμῶν ἐκζητοῦμεν πρεσβείας, Ἅγιοι ταφέντες, ἐν τῷ σπηλαίῳ τῷδε.
Ῥείθροις χαρίτων, ὑμῶν Μητέρες Ἁγίων, τὰς καρδίας δροσίσατε πάντων, τῶν ἀσπαζομένων, ὑμῶν τοὺς θείους τάφους.
Θεοτοκίον.
Ἡ ἐν σπηλαίῳ, τὸν Βασιλέα τεκοῦσα, πάσης κτίσεως, ᾯ δῶρα Μάγοι ἤνεγκον Περσίδος, ἁγίασον Σοὺς δούλους.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μονῇ σου τῇ ἁγίᾳ, τοὺς ἐν εὐλαβείᾳ προσερχομένους, σοφὲ Θεοδόσιε, δυσχερειῶν καὶ ἀνάγκης παντοίας λύτρωσαι.
Ὡς εὐκλεῶν Ἁγίων, εὐλαβεῖς Μητέρες, ὑπὲρ ἡμῶν δυσωπεῖται τὸν Κύριον, τῶν προσκυνούντων τοὺς τάφους ὑμῶν, πανεύφημοι.
Νῦν προσκυνοῦντες, τάφους ἐν σπηλαίῳ τούτῳ, ὑμῶν βοῶμεν• ἀνώνυμοι Ἅγιοι, σὺν ἐπωνύμοις εἰρήνην ἡμῖν βραβεύσατε.
Θεοτοκίον.
Χαρᾶς αἰτία κόσμου, Μῆτερ τοῦ Ὑψίστου, Ὃν προσεκύνησαν Μάγοι ἐρχόμενοι, ἐκ τῆς Ἑῴας, τὰς θλίψεις ἡμῶν ἐκδίωξον.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δόξα Σοι, βοῶμεν, Παμβασιλεῦ, τῷ προσκυνηθέντι, ὑπὸ Μάγων ἐν Βῃθλεὲμ, ἀκολουθησάντων τὸ ἄστρον τὸ πυρφόρον, τῷ κόσμῳ τῷ μηνύσαν, Σὴν ἐνανθρώπησιν.
Ἔδειξε τὸν δρόμον ἐπιστροφῆς, εἰς τὴν γῆν Χαλδαίων, Μάγοις Ἄγγελος τοῦ Θεοῦ, ἐν σπηλαίῳ τῷδε, ἐπαναπαυομένοις, μετὰ τὴν τοῦ Κυρίου, θείαν προσκύνησιν.
Τοὺς προσερχομένους πανευλαβῶς, κρύπτην προσκυνῆσαι, Θεοδόσιε, σῆς μονῆς, τάφοις ἐπωνύμων, καὶ ἀφανῶν Ἁγίων, τὴν καθαγιασθεῖσαν, ῥῦσαι κακώσεων.
Τῶν ἀναιρεθέντων ἀνηλεῶς, ξίφει ἀλλοπίστων, ἐκζητήσωμεν τὰς εὐχὰς, Ὁσιομαρτύρων Μονῆς Θεοδοσίου, τοῦ θείου ἐπαινοῦντες τούτων τὰ σκάμματα.
Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, τάφους τῶν Μητέρων, τῶν Ἁγίων τῶν εὐκλεῶν, Θεοδότης θείας, Μαρίας, Εὐλογίας, καὶ τῆς Σοφίας ταύτας ἐγκωμιάζοντες.
Σκέπε, Θεοδόσιε, τοὺς πιστῶς, κρύπτην προσκυνοῦντας, ἐν ἐρήμῳ σῆς ἱερᾶς, μάνδρας μετὰ πάντων, τῶν ἐν αὐτῇ ταφέντων, Ἁγίων ὧν πρεσβείας, ἀπεκδεχόμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀρετῶν τὰς βαθμίδας ἡμᾶς ἀνέρχεσθαι, τοὺς καταβαίνοντας πόθῳ, βαθμίδας κρύπτης τῆς σῆς, Θεοδόσιε, ἐν ᾗ διενυκτέρευσαν, Μάγοι ἐκ τῆς Ἀνατολῆς, προσκυνήσαντες Χριστὸν, ὡς βρέφος, καὶ ἣ κοσμεῖται, πληθύος τάφων Ἁγίων, κοινοβιάρχα, καταξίωσον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Νέφος τῶν Ἁγίων ἱερὸν, ἐπωνύμων καὶ ἀνωνύμων, ἀνδρῶν τε καὶ γυναικῶν, ὧν καθαγιάζουσιν, οἱ τάφοι σπήλαιον, τὸ ξενίσαν τοὺς ἄρχοντας τοὺς τρεῖς τῆς Περσίδος, μετὰ τὴν προσκύνησιν τοῦ νηπιάσαντος, Κτίστου δι᾿ ἡμᾶς τοῦ σεμνείου, τοῦ Θεοδοσίου τοῦ θείου, ὄμβριζε ἡμῖν ὑψόθεν δύναμιν.
Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ ευχῶν τῶν Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.
Δίστιχον·
Εὐσυμπάθητοι Ἅγιοι, Χαραλάμπει,
βραβεύσατε ψυχῆς εἴρήνην καὶ ῥώμην.