Παρακλητικός Κανών εις την Οσία Υπομονή
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 29 Μαΐου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Kαὶ τὰ ἐξῇς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Καθυπομένειν ζοφερᾶς ἀλγηδόνας καὶ τὰς τοῦ βίου κατωδύνους βασάνους ἀξίωσον τοὺς σπεύδοντας τῇ σῇ ἀρωγή, Μῆτερ εὐσυμπάθητε, βασιλὶς πανόλβια, καὶ ὁσίων καύχημα, ἶνα πόθῳ βοῶμεν Ὑπομονή, πρὸς Κτίστην καὶ Θεὸν ὑπάρχεις πάντων ἀνύστακτος πρέσβειρα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὑπομονῆς πλήρωσον Ὑπομονὴ Χαραλάμπη.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑπόδειγμα δεῖξον ὑπομονῆς, ἐν ταῖς καταιγίσι, τὴν προσκαίρου μου βιοτῆς, κραυγάζω σοὶ Μῆτερ πανόλβια, Ὑπομονή, βασιλίδων ὡράισμα.
Πατρίδα λιποῦσα Ὑπομονή, τὴν βρότειον ἤρθης, πρὸς τὴν ἄνω περιχαρῶς, πρὸς ἢν καταξίωσον λιταῖς σου, κἀμὲ ἀρθῆναι τὸν πόθῳ τιμῶντά σε.
Ὁσίων ἀγλάϊσμα γυναικών, κοσμήσασα ἔργοις, εὐποιίας τῆς σὴν ψυχήν, καὶ πόνοις ἀσκήσεως στεφάνους, Ὑπομονὴ ἀφθαρσίας ἀπείληφας.
Θεοτοκίον.
Μαρία τῆς χάριτος καθαρόν, δοχεῖον δυσώπει, τὸν Υἱόν σου καὶ Λυτρωτήν, ἡμῶν θεραπεῦσαι ἀλγηδόνας, τὰς ζοφερᾶς τῆς καρδίας δεόμεθα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁ σεπτός σου Νυμφίος Ὑπομονὴ ἄνασσα, ἐν τῷ οὐρανίῳ νυμφῶνι, ὑποδεχόμενος, σὲ μεσιτεύειν ἀεί, ὑπὲρ ἡμῶν τῶν ἐν ὕμνοις, μελιχροῖς τιμώντών σε, χάριν σοὶ δέδωκε.
Νυχθημέροις ἀγῶσι καὶ προσευχαῖς εἵλκυσας, τὴν τοῦ θείου Πνεύματος χάριν, εὐαρεστήσασα, Ὑπομονὴ τῷ Θεῶ, ὧ νῦν πρεσβεύεις ἀπαύστως, δοῦναι τοῖς τιμῶσί σε χάριν καὶ ἔλεος.
Ἡ Τριὰς ἡ ἁγία Ὑπομονὴ ἔδειξε, σὲ τὴν βασιλείας προσκαίρου, πλούτη μισήσασαν, πολῖτιν τῶν οὐρανῶν, καὶ θείαν πρέσβειραν πάντων, τῶν ἀνευφημούντων σὲ ὡς ὄλβον πίστεως.
Θεοτοκίον.
Σῶσαι θέλων τὸν κόσμον ὁ τοῦ παντὸς Κύριος, ἔλαβεν ἐκ τῶν σῶν αἱμάτων τὴν βρότειον, Θεοκυῆτος ἁγνή, καὶ πρὸς θεώσεως σφαίρας, γένος τὸ ἀνθρώπινον ἅπαν ἀνύψωσε.
Διάσωσον, Ὑπομονὴ μακαρία, τοὺς σὲ ὑμνοῦντας καὶ δοχεῖα ὑπομονῆς, ἀναδεῖξον πάγχρυσα, αὐτοὺς ἐν τοῦ βίου ταῖς τρικυμίαις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὁσίων λαμπτὴρ μητέρων φαεινότατε, ταῖς σαῖς πρὸς Θεὸν πρεσβείαις καταφεύγομεν ἐκτενῶς κραυγάζοντες· δεινὰ ὑπομένειν τοξεύματα, Ὑπομονή, ἀξίωσον ἐχθροῦ ἀεὶ τοῦ ζητοῦντος σπαράξαι μέ.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Πενομένων βοήθεια καὶ ἀδικουμένων ὀφθεῖσα στήριγμα, Βασιλὶς γενοῦ ἀκλόνητον, ἐν ταῖς βίου ῥάχαις μάχαις πάντων στήριγμα.
Λοιμικὰ ἀῤῥωστήματα δίωξον εὐχαῖς σου ἐκ τῶν τιμώντνων σέ, καὶ ὑγείαν πᾶσι βράβευσον, σὲ Ὑπομονὴ τοῖς μακαρίζουσιν.
Ἡ τιμία ἐπίκλησις, τοῦ ὀνόματος σου ἡδύνει ἅπαντάς, τοὺς ἐν κλίνη ἀσθενήματος, νῦν Ὑπομονὴ κειμένους ἔνδοξε.
Θεοτοκίον.
Ῥαίνομεν σὲ ἑκάστοτε, μύροις ἐφυμνίων Θεογεννήτρια, ὅτι χάριτι ἐσώθημεν, ἐκ φθορᾶς ἡμεῖς διά τοῦ τόκου σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθης φωτεινός, λύχνος ἄκρας ταπεινώσεως, ἵνα δείξῃς τοῖς πιστοῖς Ὑπομονή, ἀτραπούς τῆς σωτηρίου ταπεινώσεως.
Στῦλε ἀκλινής, φιλοπτώχου ἀντιλήψεως, βασιλὶς Ὑπομονή τοὺς σὲ λαμπρῶς, εὐφημοῦντας ἐν ἀγάπης βάθρῳ στήριξον.
Ὅλη φωταυγής, τῷ Νυμφίῳ σου παρίστασαι, καὶ πρεσβεύεις τῷ Χριστῷ Ὑπομονή, ὑπὲρ πάντων, ἀνυμνούντων σου τὴν ἄσκησιν.
Θεοτοκίον.
Νεῦσον ταῖς ἡμῶν, παρακλήσεσι Παντάνασσα, καὶ κατάπαυσον τὸν πόλεμον σαρκός, τὸν κατώδυνον, βοῶ σοὶ ὁ τρισδύστηνος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑμνοῦμεν σέ, ἑαυτήν τὴν τήξασαν, ὡς κηρὸν ἀσκητικὴ πολιτεία, Ὑπομονὴ βασιλὶς καὶ πτωχείαν, τοῦ Ἰησοῦ ὁλοθύμως ποθήσασαν, ἵνα τὸν πλοῦτον οὐρανῶν, ὑποδείξῃς ἡμῖν τὸν ἀδάπανον.
Παράσχου μοί, μετανοίας δάκρυα, καὶ σταγόνας ὄμβρισον μοὶ ἐν βίῳ, ὑπομονῆς καθαιρούσας τοῦ ἄγχους, καὶ μεριμνῶν τὸ ῥυπῶδες ἱμάτιον, Ὑπομονὴ ψυχῆς ἐμῆς, πρὸς Θεὸν ὡς νεφέλη ἐντεύξεων.
Ὁδήγησον, εἰς ὁδὸν ἀνάγουσαν, πρὸς ζωὴν ἐν οὐρανοῖς τὴν ἀγήρω, Ὑπομονή τὸν προσφεύγοντα πόθῳ, τῇ χάριτί σου ὁσίῳν ὡράισμα, καὶ ἀλκιφρόνων γυναικών, στηλογράφημα ἔμπνουν βασίλισσα.
Θεοτοκίον.
Μητρόθεε, τὰ ῥοὰς ἀπόσμηξον, τῶν ἀπείρων μου δακρύων εὐχῶν σου, τῶν ἀσιγήτων πρὸς Κύριον μάκτρῳ, καὶ σὸν Υἱὸν χαρμονῆς ἀνατελοῦσα, καμοὶ φωτολαμπρόν αὐγήν, ἵνα πόθῳ ἀεὶ μακαρίζω σέ.
Διάσωσον, Ὑπομονὴ μακαρία, τοὺς σὲ ὑμνοῦντας, καὶ δοχεῖα ὑπομονῆς, ἀναδεῖξον πάγχρυσα, αὐτοὺς ἐν τοῦ βίου ταῖς τρικυμίαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ταῖς ἀόκνοις πρὸς τὸν Ἰησοῦν τὸν εὐίλατον, σαῖς εὐχαῖς βασιλὶς εὐκλεές κατεφεύγοντες, ἐκβοῶμεν· Ὑπομονή, ὁσίων γυναικὼν καλλονὴ μὴ παύσῃ ἐκτενῶς ὑπὲρ πασχόντων ἀλγεινῶς, δεομένη τοῦ Κτίσαντος, τηρεῖ οὖν ἐν ὑγεία, τοὺς ὕμνοις σὲ εὐφημοῦντας, καὶ ἀσιγήτως ἀγλαή, αἰτουμένους σου τὴν εὔνοιαν.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοί.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματα μου.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Μᾶρκον
(Κεφ. η΄ 34 – θ΄ 1).
Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὅς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Εὔκλειαν βασίλειον, ἀποθεμένη ἀζύγων, τὴν στενὴν καὶ δύσβατον, τρῖβον ἐπεπόθησας καρτερώτατα, θαυμαστὴ ἄνασσα, Βασιλίδος ἄνασσα, Βασιλίδος κλέος, διανύσαι καὶ ἀρχέτυπον γενέσθαι νήψεως καὶ ὑπομονῆς ὅθεν κράζομεν βίου ὑπομένειν τὰς θλίψεις ἀκλινῶς, Ὑπομονή, καὶ δυσπραγίας ἀξίωσον τοὺς πιστῶς τιμῶντάς σε.
Σῶσον ὁ Θεός τὸν λαόν σου …..
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀρθρινὸς ὤφθης Μῆτερ, ἀρετῶν ὥσπερ ἄλλος παντοίων ἥλιος, ἐν Βασιλίδι πάντας, φωτίζουσα καὶ ζόφον, τῆς κακίας διώκουσα, Ὑπομονή, παμφαές τῆς βιοτῆς μου φάρε.
Νοσημάτων πραΰνεις, ἀλγηδόνας εὐχαῖς σου πρὸς τὸν Παντάνακτα, Ὑπομονή καὶ ῥῶσιν, παρέχεις τοῖς ὑμνοῦσι, τὰ σεπτά σου παλαίσματα, καὶ τὴν τοῖς πᾶσι γνωστὴν εὐγένειαν ψυχῆς σου.
Ἡ μονή τοῦ ὁσίου, Παταπίου τιμῶσα τὴν θείαν μνήμην σου, πρὸς μίμησιν καμάτων, τῶν θείων σου προτρέπεις, τοὺς πιστούς παντευλόγητε, Ὑπομονή ἐκλεκτή, τοῦ Ζωοδότου νύμφη.
Θεοτοκίον.
Χοϊκῶν γένος ἅπαν, μακαρίζει σὲ Κόρη Θεογεννήτρια, ὡς πρόξενον ἀφθίτου, χαρᾶς τὲ εὐφροσύνης, αἰωνίου καὶ στήριγμα, ἐν συμφοραῖς χαλεπαῖς, ἑδραῖον,Παναγία.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Ἀφθάρτου δόξης, ἀξιωθεῖσα ἐν πόλῳ, καὶ συγχαίρουσα δήμοις ὁσίων, πρέσβευε δοθῆναι, ἡμῖν πταισμάτων λύσιν.
Ῥεόντων ὤφθης, Ὑπομονή ὑπερτέρα, καὶ βασίλειον πλοῦτον παρεῖδες, ἵνα τὴν πτωχείαν, Χριστοῦ διδάξῃς πᾶσιν.
Ἀδειαλείπτου, εὐχῆς ἐγνώσθης βιβλίον, χρυσοτύπωτον Μῆτερ ἁγία, ὅθεν χάριν εὗρες, ὑπὲρ ἡμῶν πρεσβεύειν.
Θεοτοκίον.
Λειμὼν ἁγνείας, Θεοχαρίτωτε Κόρη, τοὺς ἱκέτας σου ἅγνιζε πάντας, σὲ τοὺς ἀνυμνοῦντας, ἐκ ψυχοφθόρου ῥύπου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀνάστησόν με οἶμοι, τὸν νενεκρωμένον, Ὑπομονή ἁμαρτίαις ἱκέτην σου, ἵνα ἐν χώρα τῶν ζώντων, σὺν σοὶ ἀγάλλωμαι.
Μιμήσασθαι τοὺς πόνους, τῆς ἀσκητικῆς σου, Ὑπομονή πολιτείας ἀξίωσον, μοναζουσῶν τὴν χορείαν, τὴν εὐφημοῦσάν σε.
Πολλὴν παρὰ Κυρίῳ, κεκτημένη χάριν, Ὑπομονή ὡς ὁσίων ἀγλάϊσμα, ὑπὲρ ἡμῶν ἐκδυσώπει, Αὐτὸν ἑκάστοτε.
Θεοτοκίον.
Ἡγιασμένη Μῆτερ, τοῦ Παμβασιλέως, Χριστοῦ πρὸς θρόνον Αὐτοῦ τὸν ὑπέρφωτον, τοὺς σὲ τιμῶντας ἀπαύστως, ἐν βίῳ ἕλκυσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια·
Ἄνθος μυροβόλου ὑπομονῆς, κατευφραῖνον δῆμον, τῶν μερόπων ἐπί τῆς γῆς, καὶ χορὸν ἀγγέλων ἐν οὐρανίοις δόμοις, Ὑπομονή ἐπώφθης, ἔνθεε ἄνασσα.
Ἔχειν ἐστραμμένον πρὸς τὸν Θεόν, τῆς ψυχῆς τὸ ὄμμα, καί τοῦ βίου τὰς συμφορᾶς, ὑπομένειν Μῆτερ, καλῶς ἀξίωσόν με, Ὑπομονὴ θεόφρον, σὲ τὸν γεραίροντα.
Ἐπικαλουμένους πανευλαβῶς, ὄνομα τὸ θεῖον, καὶ σεπτόν σου Ὑπομονή, βασιλὶς θεόφρον, ἀπήμονας συντήρει, καὶ τὰς αὐτῶν αἰτήσεις, πλήρου ἑκάστοτε.
Πράξεσιν ἐκλάμπουσα ἀγαθοῖς, ἤρθης πρὸς τὰ ὕψη, οὐρανίων θεωριῶν, Κωνσταντίνου μῆτερ, ἐσχάτου Βασιλέως, Ὑπομονή τοῦ θείου πίστεως μάρτυρος.
Ἔχει τὴν εἰκόνα σου ὁ Ναός, τοῦ Ἀθανασίου, τοῦ Μεγάλου ὡς τιμαλφῆ, ὄλβον ἐν Θησείῳ, Ὑπομονὴ Ὁσία, ἢν πάντες προσκυνοῦντες σὲ μακαρίζομεν.
Χαίροις, ἐκμαγεῖον ὑπομονῆς, στήλη σωφροσύνης, ἀδιάσειστον ἀρετῶν, τεῖχος καὶ ταμεῖον, Ὑπομονή ἀγάπης, ἐνθέων βασιλίδων, κέρας περίδοξον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν κλεινὴν βασιλίδα ἐγκωμιάσωμεν, Ὑπομονήν τὴν ὁσίαν, περιστερὰν εὐλαβῆ, ἐκ τοῦ κόσμου πετασθεῖσαν τῆς συγχύσεως, πρὸς τὰς σκηνάς τοῦ οὐρανοῦ, ἐν ἀγάπη ἀκλινεῖ, ἀσκήσει καὶ ταπεινώσει, βοῶντες Μῆτερ λιταῖς σου, θραῦσον ἡμῶν τῆς ἁμαρτίας δεσμούς.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντα ὑπομένειν τὰ δεινά, καὶ τοῦ μιαροῦ τὰς ἐφόδους, ἐξοστρακίζειν ταχύ, σαῖς εὐχαῖς ἀξίωσον τοὺς σὲ γεραίροντας, καὶ πιστῶς καταφεύγοντας, τῇ σῇ προστασία, ἀσθενεῖ ἡ κρύπτουσα καλῶς ἐν σώματι, φρόνησιν ἀνδρείαν τῷ ὄντι, καὶ καθυποτάξασα σάρκα, ὧ Ὑπομονή, νοῖ τῷ θείω σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Αἴρειν ἀγογγύστως τὸν ζυγὸν Κυρίου,
Ὑπομονὴ ἀξίωσον Χαραλάμπη.