Παρακλητικός Κανών Πάντων των εν τη Θράκη Αγίων
Ποίημα του Μητροπολίτου Εδδέσης Ιωήλ
†Εορτάζουν 56 ημέρες μετά το Άγιο Πάσχα
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τοὺς ἐν τῆ Θρᾴκη θεοφόρους ἁγίους, καὶ πρεσβευτάς ὑπὲρ ἡμῶν πρὸς τὸν κτίστην, Ἀρχιερεῖς ἀξίους καὶ ἀνάσσοντας, μάρτυρας μονάζοντας, ἀποστόλους γυναῖκας, γηγενεῖς καὶ ἄλλους τε, ἐκ ποικίλων πατρίδων, ἱκετηρίαις σπεύσαντες ᾠδαῖς, τούτων τὴν χάριν, πιστοί ἐκζητήσωμεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ὁ Κανῶν οὔ ἡ ἀκροστιχίς·
Ἀνθίμῳ τῷ Ἐπισκόπῳ ᾠδὴν τῶν Ἁγίων. Ἰωήλ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἁγίως ἀνύσαντες τὴν ὁδόν, τῆς Θρᾴκης προστάται, ἐν τῷ πλάτει τοῦ οὐρανοῦ, πάντες εἰσελθόντες ταῖς πρεσβείαις, ὑπὲρ ἡμῶν ἱκετεύσατε πάντιμοι
Νικήσαντες πάθη τὰ εἰδεχθῆ, ὡς ἄγγελοι ὄντως, οὐρανόφωτοι ἐν τῇ γῆ, ἐφάνητε ἅγιοι τῆς Θρᾴκης, διὸ ἡμᾶς τοὺς σκοτίους φωτίσατε.
Θρᾳκῶν οἱ ἐπόπται καὶ οἱ φρουροῖ, ἐκ πάσης στενώσεως τὸν λαόν, λυτρώσατε τάχιστα ταῖς θείαις, πρὸς τὸν Χριστὸν ἱκεσίαις πανεύφημοι.
Θεοτοκίον.
Ἰᾶται Παρθένε πᾶσαν πληγήν, ψυχῶν καὶ σωμάτων, τὸ σὸν ὄνομα τάχινως, διὸ τοὺς ἐν πίστει σε καλοῦντας, μὴ διαλίπῃς φρουροῦσα δυνάμει σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μανικὴν βουλιμίαν, τοῦ δυσμενοῦς δράκοντος, κατὰ τῶν πιστῶν τῆς πατρίδος, ὑμῶν σκεδάσατε, καὶ ταύτην ἅγιοι, εὐχαῖς σκεπάσατε πᾶσαν, ὡς ἀν τὰ βελτίονα, τοῦ βιοῦ κτήσηται.
Ὡς ὡραῖοι οἱ πόδες, ὑμῶν Ἀπόστολοι ἅγιοι, Μᾶρκε Ἀπελλῆ καὶ Ἀμπλία, Θρᾴκης οἱ ἥλιοι, διὸ αυγάσατε, τοὺς ἐν τῷ λάκκῳ πεσόντας, τῶν δεινῶν αἱρέσεων, ὑμῶν τῇ χάρητι.
Τυραννίδος παθῶν μου, θεοφιλεῖς μάρτυρες, Στέφανε ἐξ Αἴνου καὶ Δῆμε, καὶ οἱ Γεώργιοι, καὶ οἱ ἐπίλοιποι τῆς Θρᾴκης πάσης προστάται, ταῖς ὑμῶν δεήσεσι, ἀποτινάξατε.
Θεοτοκίον.
Ὡς μητέρα τοῦ Κτίστου, καὶ τῶν βροτῶν σώτειρα, Δέσποινα οἱ δοῦλοι σου χεῖρας, πρός σε ἐκτείνομεν, καθικετεύοντες, πυρὸς ἀσβέστου ῥυσθῆναι, ταῖς ἱκετηρίαις σοῦ, πρὸς τὸν Φιλάθρωπον.
Διάσωσον, πλειὰς ἁγίων τῆς Θρᾴκης ὑμῶν ἱκέτας, ἐκ παντοίων τοῦ πονηροῦ περιστάσεων, συμπτώσεων, καὶ στόνου νοσημάτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάται θερμοί, τῆς Θρᾴκης καὶ διδάσκαλοι, φανέντες σεμνοῖ, ὡς μάρτυρες ἀήττητοι, Πατριάρχαι ἔνδοξοι, Βασιλεῖς Ἀπόστολοι ἅγιοι, καὶ γυναικῶν γεναίων ὁ χορὸς πρεσβείαις ὑμῶν περισκεπάσατε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐποπτείας φρουρήσατε, Θρᾴκης τὴν πατρίδα, ὑμῶν μακάριοι, ἀπελαύναντες τοῦ δράκοντος, πᾶσαν κακουργίαν καὶ κακόνοιαν.
Ἐπαξίως οἱ σύλογοι, τῶν Θρᾳκῶν τὴν μνήμην τε, καὶ τὰ θαύματα, τὰ ὑμετέρα γεραίρουσι, διὸ ἐξ ἀνάγκης τούτους σώσατε.
Ἰατῆρες ἀνάργυροι, τῶν ἐπικαλούντων ὑμῶν τὸ ὄνομα, ταῖς πρεσβείες ἀνεδείχθητε, ἅγιοι τῆς Θρᾴκης θεοφώτιστοι.
Θεοτοκίον.
Σωστικαῖς ἐνεργείαις σου, τῶν ἁμαρτιῶν μου σειρᾷς διάλυσον, Θεοτόκε ἁειπάρθενε, ὡς ἂν ἀνυμνῶ τὰ μεγαλεῖα σοῦ.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κύριλλε σεμνέ, Βασιλίδος πρωτεπίσκοπε, καὶ οἱ λοιποὶ Ἀρχιερεῖς τοῦ Χριστοῦ, τῆς Θρᾴκης κλῆρον, καὶ λαὸν λιταῖς φωτίσατε.
Ὅλως τῷ Χριστῷ, τὰς ψυχὰς ἡμῶν ἰθύνατε, πάσης Θρᾴκης ἀθλοφόρων οἱ χοροί, ἵνα σχῶμεν, τὴν εἰρήνην καὶ τὸν ἔλεον.
Πέντε ἀθληταί, Νεομάρτυρες καὶ Σύσσειε, σὺν τοῖς ἄλλοις τοῖς ὁπλίταις τοῦ Χριστοῦ, ὑπὲρ πάντων, τὸν Δεσπότην δυσωπήσατε.
Θεοτοκίον.
Ὤφθης θαυμαστώς, τῷ σῷ τόκῳ Κομοσώτειρα, διὸ δώρησαι τὸ ἄκος τοῖς βροτοῖς, ἀσθενοῦσι, καὶ ἀλγοῦσι Ἀειπάρθενε.
ᾨδὴ στ΄. Τὴν Δέησιν.
Ὡς τείχισμα, ἀῤῥαγές πανεύφυμοι, πάσης Θρᾴκης τὸν λαὸν τοῦ Κυρίου, ἐξ’ ἀδοκήτων κακῶν καὶ πρὸς Χριστὸν ὑμῶν εὐχαῖς, ὡς προστάται φιλόστοργοι ἅπαντες.
Διάλυσον, χαμερπῆ φρονήματα, τοῦ νόος μου τὰ ὀχλοῦντά με πάνυ, Παρασκευῇ καὶ σεμνῇ Μελιτίνη, καὶ Γλυκερία τῆς Θρᾴκης τὸ καύχημα, σῦν τῇ Εἰρήνη τῆ κλεινῇ, γυναικῶν εὐσεβῶν τὰ καυχήματα.
Ἡδέως σε, ἱκετεύω ἅγιε Θεοκύρηξ καὶ Ἀπόστολε Μᾶρκε, μὴ διαλίπῃς ταῖς σαῖς φωταυγίαις, καταλάμπρυνων ψυχῆς μου τὴν σκοτόμαιναν, σὺ γὰρ συνέγραψας σοφῶς, τοῦ Χριστοῦ τὸ σεπτὸν Εὐαγγέλιον.
Θεοτοκίον.
Νενίκηται, Θεοτόκε Ἄχραντε, κοσμοκράτορος βελίαρ τὸ κράτος, καὶ ἀνυψώθη τὸ γένος ἀνθρώπων, ἐν δεξιὰν τοῦ Πατρὸς τῇ κυήσει σοῦ, διὸ ἀπέλασον μακράν, ἀφ’ ἡμῶν τοῦ σατάν τὴν ἐπήρειαν.
Διάσωσον, πλειὰς ἁγίων τῆς Θρᾴκης ὑμῶν ἱκέτας, ἐκ παντοίων τοῦ πονηροῦ περιστάσεων, συμπτώσεων, καὶ στόνου νοσημάτων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀντιλήπτορες Θρᾴκης οἱ μέγιστοι, πᾶσα ἡ χώρα τιμᾷ τὰ μνημόσυνα, ὑμῶν θεόφρονες ψάλλουσα ἄσματα, καὶ ἐξαιτεῖται ἐν πίστει τά πρόσφορα, αὑτῆς γὰρ παρέχετε στήριγμα.
Καὶ εὐθύς τὸ Προκείμενον. Ἦχος δ΄.
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὑτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Ἰωάννη
(Κεφ. ιε΄ 17-27, ιστ΄ 1-2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιοι πανθαύμαστοι, πάσης τῆς Θρᾴκης προστάται, γηγενεῖς αὐτόχθονες, καὶ πατρίδων ἄλλων, λαμπρᾷ βλαστήματα, ἀσκηταί ἔνδοξοι μάρτυρες Κυρίου, βασιλέων ἡ ὁμήγυρις, θυτῶν ὁ θίασος, καὶ ἀρχιερέων συνάθροισις γυναῖκες ἀξιάγαστοι, πάντες τῷ Κυρίῳ δουλεύσαντες πρεσβείαις ἁγίαις, ὡς σχόντες παῤῥησίαν πρὸς Χριστόν, ὑπὲρ ἡμῶν ἱκετεύσατε, τυχεῖν τὰ ὠφέλημα.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν παθών τήν μανίαν, ἡδονῶν ψυχοκτόνων τὰς ἐφαμάρτους ὁρμᾷς, σαρκὸς ἐπαναστάσεις, βροτῶν τῶν ταλαιπώρων, οἱ τῆς Θρᾴκης ἐπώνυμοι, ταῖς ἐνεργείαις ὑμῶν, συστείλατε συντόνως.
Ὤσπερ ἄσωτοι ὦμεν, κερατίοις ἀλόγων ἡδυπαθείας ῥοπῶν, ἐσθίοντες οἱ πάντες, ὦ ἅγιοι τῆς Θρᾴκης, διὸ χεῖρας ἐκτείνατε, πρὸς σωτηρίαν ἡμῶν, ταχέως θεοφόροι.
Νικολάου Δασίου, Γαβριήλ στεφανίτου, καὶ Ἐπισκόπου ὁμοῦ, Στεφάνου ἀθλοφόρου, καὶ τοῦ Ἀγαθαγγέλου, ταῖς πρεσβείες ἐλπίζομεν, ἀποφυγεῖν οἱ πιστοῖ, πυρὸς ἀκατασβέστου.
Θεοτοκίον.
Ἀπορεῖ πᾶσα κτίσῃς, Θεοτόκε Παρθένε, τῶν γηγενῶν ἡ χαρά, πως τέτοκας τὸν Κτίστην, ἀνάνδρως καὶ ασπόρως, καὶ Παρθένος διέμεινας, διὸ ὑμνοῦμεν στεῤῥῶς, καί σε καὶ τὸν Υἱόν σου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γαύρων δαιμόνων, τὰς πονηρᾶς ἐπιθέσεις, ἐναντίον τῶν Θρᾳκῶν σημειοφόροι, ταῖς πρὸς τὸν Δεσπότην, σκεδάσατε πρεσβείαις.
Ἴαμα ἔστιν, ἀῤῥωστημάτων παντοῖων, ἡ ἐπίκλησις ὑμῶν τῶν Θεοφόρων, Θρᾴκης γὰρ εὐάνδρου, τυγχάνετε προστάται.
Ὡς παραστάται, πολλῶν ἀνθρώπων τῆς Θρᾴκης, μὴ ὀκνεῖτε προστατεύοντες ἀπαύστως, τούτους ἐκ σκανδάλων, τοῦ βίου πολυστρόφων.
Θεοτοκίον.
Νῦν ἐν τῆ Θρᾴκη, μετὰ τῶν ἄλλων ἁγίων, Ἀειπάρθενε βοήθει τοὺς ὑμνοῦντας, ἐν πολλῇ ἀγάπη, καὶ πίστει τὸν Υἱόν σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰὸν τῆς ἀθεΐας, παύσατε τελέως, ἐκ τῆς νεότητος ἅγιοι ἔνδοξοι, καὶ πρὸς τὰ κρείττω τοὺς νέους, ἤμεις ἰθύνατε.
Ὡς ἔχοντες μεγίστην, ἅγιοι Πατέρες, πρὸς τὸν Χριστὸν παῤῥησίαν πρεσβεύσατε, ὑπὲρ λαοῦ καὶ τοῦ κλήρου, τῆς Θρᾴκης πάντοτε.
Η Θρᾴκη πᾶσα μέλπει, τοὺς αὑτῆς ἁγίους, καὶ ἐκζητεῖ ἐξ αὑτῶν τὴν βοήθειαν, τὸν φωτισμόν καὶ ὑγιείαν, ψυχῆς καὶ σώματος.
Θεοτοκίον.
Λιμὴν θαλαττευόντων, ἐν τῷ βίῳ μῆτερ, τῷ πολυφρόντιδι φάνηθι χάριτι, καὶ προστασίᾳ καὶ σκέπει τῇ σῇ Θεόνυμφε.
Τό Ἄξιον ἐστι καί τά παρόντα Μεγαλυνάρια.
Χαίροις ἡ τῆς Θρᾴκης παρεμβολή, Μάρτυρες Κυρίου, Ἱεράρχαι καί Βασιλεῖς, ὁσίων τό πλῆθος, γυναίων ἡ χορεία, οἱ τόν Χριστόν ενθέως, ὑπηρετήσαντες.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἡ τῆς Θράκης παρέμβολη, Μάρτυρες Κυρίου, ἱεράρχαι καὶ βασιλεῖς, ὁσίων τὸ πλῆθος, γυναίων ἡ χορεία, οἱ τὸν Χριστὸν ἐνθέως ὑπήρετήσαντες.
Στάχυ καὶ Ἀμπλία σὺν Ἀπελλῆ, Μᾶρκε θεοφόρε, οἱ Ἀπόστολοι τοῦ Χριστοῦ, τῆς Θρᾴκης ἀπάσης ἐπόπται καὶ προστάται, Χριστοῦ τῆς ἀληθείας, τὰ θεῖα στόματα.
Γεώργιοι πλεῖστοι οἱ ἀθληταί, Νικόλαε Δῆμε, Ἀθανάσιε Μιχαήλ, καὶ πληθῦς μαρτύρων, γνωστῶν καὶ ἀνωνύμων, ὑπὲρ τῆς Θρᾴκης πάντες, νυνί πρεσβεύσατε.
Ἰωάννη ἅγιε Βασιλεῦ, σὺν τῷ Ἰουστίνῳ, καὶ τῷ Λέοντι τῷ τρανῶ, Βασιλεῖς Κυρίου, θεόφρονες ἐν πᾶσι, ὑπὲρ ἡμῶν ἀπαύστως, καθικετεύσατε.
Δεῦτε τὴν χορείαν τῶν ἀσκητῶν, καὶ τῶν ὁσίαθλων, τὴν παράταξιν οἱ πιστοί, τιμήσωμεν ὕμνοις, καὶ ταῖς ᾠδαῖς συμφώνως, αὐτοὶ γὰρ ἐν τῆ Θρᾴκη, ὡς ἄστρα ἔλαμψαν.
Πατριάρχαι ἅγιοι τοῦ Χριστοῦ, Ἐπίσκοποι θείοι, καὶ ὁ θίασος τῶν θυτῶν, οἱ τὸ γένος σχόντες, ἐκ Θρᾴκης τῆς εὐάνδρου, μὴ παύσητε πρεσβείαις, αὑτὴν φυλάττοντες.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν ἁγίων τῆς Θρᾴκης πολυάρθμον σύλλογον, ἐπαινετικῶς ἀνυμνοῦμεν βιοτὴν ἀξιέραστον, τὰ ἔργα καὶ σημεῖα θαυμαστά, καὶ πίστιν τὴν Ὀρθόδοξον ὁμοῦ, τὰ μαρτύρια καὶ ἄθλους πολυειδεῖς, κραυγάζοντες ὁμοφώνως· Δόξα τῷ ἀναδείξαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ ἡμῶν, πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Δεῦτε πολυάριθμον χορόν, τῶν σεπτῶν ἁγίων τῆς Θρᾴκης, τοὺς θείους Μάρτυρας, τοὺς Ὁσίους γέροντας, γυναίων συλλόγου, Πατριάρχας θεόφρονας, σεμνούς Ἐπισκόπους, ἀνάκτων τὸν ὅμιλον, γνωστούς καὶ ἄλλους τε, δεῦτε ἱκετεύσωμεν πάντες, τὴν ἡμῶν πατρίδα φρουρῆσαι, ἐκ τῶν ἀδοκήτων περιστάσεων.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.