Παρακλητικός Κανών των Οσίων Παισίου του Αγιορείτου και Αρσενίου του Καππαδόκου

Ἡ παροῦσα Ἀκολουθία ἔχει ἐρανησθῆ, διὰ τὰς ἀνάγκας τῆς ἐνορίας ἡμῶν, ἐκ τῶν Παρακλητικῶν Κανόνων τῆς Ἱερᾶς Μονῆς Ἰωάννου τοῦ Θεολόγου Σουρωτῆς, τοῦ π. Ἀθανασίου Σιμωνοπετρίτου καὶ τοῦ Σεβ. Μητροπολίτου Ἐδέσσης κ. Ἰωήλ.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐραστὴν τῆς ἱερᾶς ἡσυχίας καὶ μιμητὴν τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας, Παΐσιον τὸν ὅσιον ὑμνήσωμεν· οὗτος γὰρ ἐν Ἄθωνι καὶ Σινᾶ καὶ Στομίῳ ζήσας ὥσπερ ἄσαρκος, ἐκλογῆς ὤφθη σκεῦος· καὶ νῦν προστάτης καὶ χειραγωγὸς πάντων ὑπάρχει καὶ πρέσβυς πρὸς Κύριον.

Δόξα.
Ἦχος ὁ αὐτός.
Θεολαμπέστατε Ἀρσένιε πάτερ, Καππαδοκίας εὐωδέστατον ἄνθος, καὶ Ἐκκλησίας μέγιστε εὐχέτα πρὸς Χριστόν, ὕψωσον τὰς χεῑράς σου καὶ κατάγαγε χάριν, τοῦ ἁγίου Πνεύματος, εἰς ψυχὰς αἰτουμένων, τὴν πατρικὴν καὶ ζῶσαν σου εὐχήν, καὶ προσκυνούντων, σὰ πάνσεπτα λείψανα.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ Κανόνος τῶν Ἁγίων.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλέους τοῦ θείου ὁ μιμητής, Παΐσιε πάτερ, ὡς ἠλέεις διηνεκῶς, τοῖς πᾶσι γενόμενος τὰ πάντα, νῦν ταῖς πρεσβείαις σου πρόφθασον ἅπαντας.

Δοχεῖον χαρίτων ἀναδειχθείς, Παΐσιε πάτερ, μὴ ἐλλείπῃς ταῖς σαῖς εὐχαῖς, ἡμῖν παρασχὼν ὡς ἐλεήμων, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος πρόσφορα.

Συνέσει κεκόσμησαι ἐκ παιδός, γενόμενος οἶκος, χαρισμάτων τῶν θεϊκῶν, ὧν δεῖξον Ἀρσένιε μετόχους, καὶ τοὺς πιστῶς σε αἰτοῦντας ἑκάστοτε.

Θεοτοκίον.
Παντάνασσα Μῆτερ τοῦ Λυτρωτοῦ, νέφη τὰ ζοφώδη τῶν κινδύνων καὶ πειρασμῶν ταχέως διάλυσον καὶ σκέπε ὡς φωτοφόρος νεφέλη τὴν ποίμνην σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων ὡς πάλαι πολυειδῶν ὅσιε, πλείστους ἐλυτρώσω ἐντεύξει τῇ πρὸς τὸν Κύριον, οὕτως ἀπάλλαξον ἡμᾶς παθῶν ἀκαθάρτων, καὶ πάσης κακώσεως, πάτερ Ἀρσένιε.

Μεγαλύνας ἐν βίῳ τὸν τοῦ παντὸς Κύριον, εὔκλειαν μεγίστην ἐκτήσω, πάτερ Ἀρσένιε· ὅθεν ἐκλύτρωσαι ἡμᾶς μεγάλων κινδύνων καὶ τῶν ἐπιθέσεων τοῦ παναλάστορος.

Λαμπρυνθεὶς τῇ καρδίᾳ ἀσκητικοῖς πόνοις σου καὶ καταλαμφθεὶς διανοίᾳ φέγγει τῆς Χάριτος, φῶς ὅλος γέγονας· ὅθεν ἐκ ζόφου πταισμάτων ῥῦσαί με πρεσβείαις σου, πάτερ Παΐσιε.

Θεοτοκίον.
Χαρμονῇ, εὐφροσύνῃ καὶ γλυκασμὸς πέφυκας, Μήτηρ τῆς χαρᾶς γενομένη, Θεογεννήτρια· ὅθεν θλιβόμενος, πρὸς σὲ ἀεὶ καταφεύγω, τὴν θερμὴν παράκλησιν καὶ προστασίαν μου.

Ἐπάκουσον τῶν σὲ καλούντων, Παΐσιε θεοφόρε, χαριζόμενος συμπαθῶς αὐτῶν τὰ αἰτήματα, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ εὐθὺς ὁ λαὸς τὸ Κάθισμα τοῦ ἁγίου Ἀρσενίου.
Ἦχος β΄. Πρεσβεία θερμή.
Κλοιῷ τῶν παθῶν, Ἀρσένιε βαρούμενοι, φωνὴν ἰσχυρὰν ἀφίεμεν σοι λέγοντες· τὰς ψυχὰς καὶ τὰ σώματα ἴασαι, καὶ ἐνδυνάμωσον ἡμᾶς ὁδὸν τοῦ Κυρίου πορεύεσθαι.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νὺξ πικρᾶς ἀπογνώσεως τὴν ἐμὴν καρδίαν δεινῶς ἐκάλυψε· σὺ δὲ φῶς καὶ ἀγαλλίασις, ὅσιε Παΐσιε, ἐφάνης μοι.

Παρεδόθην ταῖς θλίψεσι, καὶ στενοχωρίαις πολλαῖς Παΐσιε, διὸ χάρισαι πρεσβείαις σου, τὴν ἐντὸς μου ὅσιε εἰρήνευσιν.

Δαιμονῶντας ὡς ἔσωσας ἐκ τῆς δυναστείας τοῦ πολεμήτορος, οὕτω λύτρωσαι, Ἀρσένιε, καὶ ἡμᾶς τῶν τούτου ἐπιθέσεων.

Θεοτοκίον.
Ἀπαθείας λαμπρότητι σκεῦος καθαρώτατον ὤφθης, Πάναγνε· ὅθεν κάθαρον τοὺς δούλους σου μολυσμοῦ σαρκὸς τε καὶ τοῦ πνεύματος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπασον ἡμᾶς ταῖς πρεσβείαις σου Ἀρσένιε, ὡς τῶν Φαράσων κώμην ἔσκεπες, ταῖς μυστικαῖς σου ἀγωγαῖς καὶ ἄθλοις πνεύματος.

Ἄσκησιν ἁγνὴν ἀγαπᾶν ἡμᾶς ἀξίωσον, δι᾿ ἧς παθῶν ψυχῇ καθαίρεται καὶ τῷ Κυρίῳ ὁμοιοῦται ὦ Ἀρσένιε.

Τεῖχος μοι γενοῦ σωτηρίας, πάτερ Παΐσιε, ἐν παντὶ καιρῷ καὶ τόπῳ ἀβλαβῆ ὡς προστάτης μου καλὸς διαφυλάττων με.

Θεοτοκίον.
Βήματι φρικτῷ τοῦ Υἱοῦ σου, μητροπάρθενε, ὅτε μέλλω παραστῆναι, δυσωπῶ, δεξιᾶς χειρὸς με κράτησον καὶ σῶσόν με.

ᾨδὴ ς΄. Τὴν δέησιν.
Ἡδύτητα, τῶν σῶν λόγων ὅσιε, οἱ συνόντες σοι ἐν ὄρει Ἁγίῳ, διατηροῦντες πρὸς σὲ ἐκ καρδίας, καθικετεύουσι πάτερ Παΐσιε, ταῖς σαῖς λιταῖς τὰς ἐκτροπάς, διανοίας αὐτῶν ἐπανόρθωσον.

Μιμνῄσκοντες, τῶν πολλῶν χαρίτων σου, ἐν πολλῇ πρὸς σὲ ἀγάπῃ βοῶμεν, ἐξ ἀναγκῶν καὶ παντοίων κινδύνων, καὶ ψυχικῶν ἀλγηδόνων Παΐσιε, ἐπισκοπῇ σου κραταιᾷ, τοὺς ὑμνητὰς σοῦ προστάτευσον πάντοτε.

Ὡδήγησας λογικὰ σου πρόβατα πρὸς Χριστὸν ἐν τοῖς Φαράσοις θεόφρον, λόγοις σεπτοῖς καὶ τῷ θείῳ σου βίῳ, ὥσπερ κηρὸς ἐξ ἀγάπης τηκόμενος, ὁδήγησον οὖν καὶ ἡμᾶς πρὸς αὐτὸν πλανωμένους Ἀρσένιε.

Θεοτοκίον.
Ὁ ἔμψυχος τοῦ Θεοῦ Παράδεισος, τὸ σεπτὸν τῆς εὐωδίας δοχεῖον, τῆς τῶν παθῶν δυσωδίας με ῥῦσαι καὶ ἀρετῶν οἰκητήριον δεῖξον με· σὺ γὰρ χαρίτων ἡ πηγῇ καὶ αἰτία ὑπάρχεις, πανάμωμε.

Διάσωσον ταῖς σαῖς πρεσβείαις Ἀρσένιε θεοφόρε, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ εὐθὺς ὁ λαὸς τὸ Κοντάκιον τοῦ ἁγίου Παϊσίου.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὑπομένων ὑπέμεινας τὸν Κύριον ἐν ἀσθενείαις τελειωθείς, Πάτερ ὅσιε· νῦν δὲ πόνων πολυειδῶν ἀνάπαυσιν εὑρών, ἄριστος ὤφθης ἰατρὸς παθῶν καὶ νόσων χαλεπῶν τῆς ψυχῆς καὶ τοῦ σώματος, βρύων παραμυθίαν καὶ ἄμισθον ἰατρείαν τοῖς καταφεύγουσιν εἰς σέ, πολυθαύμαστε Παΐσιε.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. (δὶς)
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. στ΄ 17-23)

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ  πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοι ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαρῆτε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τῶν σῶν Ὁσίων πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλος συνεχόμενος ἐν ἀπορίᾳ μεγίστῃ, κρημνισθεὶς εἰς βάραθρον δεινῆς ἀπογνώσεως καὶ ζοφώσεως, ὅσιε Παΐσιε, σὲ καθικετεύω, τὴν ὁδὸν τῆς ἀναβάσεως δεῖξον παρέχων μοι κλίμακα πρὸς φῶς τὴν ἀνάγουσαν, ταπείνωσιν, μετάνοιαν, πίστιν καὶ ἐλπίδα πρὸς Κύριον, ὅπως εἰς τὸ ὕψος ἀγάπης ἀναβὰς πνευματικῆς ἀγαλλιάσεως γένωμαι οὐρανίου μέτοχος.

Ἦχος ὁ αὐτός.
Ἥλιε χριστόφωτε, Καππαδοκῶν θεία δόξα, ἀσκητῶν ἀγλάϊσμα, ἱερέων καύχημα, πηγὴ ἄφθονος θαυμασίων ὅσιε, τῷ Χριστῷ πρεσβεύων μὴ ἐλλείπῃς ὑπὲρ δούλων σου, τὴν ἱκεσίαν σου αἰτουμένων πάτερ Ἀρσένιε· παθῶν ψυχῶν καὶ σώματος ἱλαρῶς ἡμᾶς ἀξιώμενος· ὅπως σῶν λειψάνων τὴν θήκην προσκυνῶμεν εὐλαβῶς καὶ εὐγνωμόνως δοξάζομεν σὲ τὸν θαυμαστώσαντα.

Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Χρῆμα ἔχων καὶ πλοῦτον τὴν ἀδάπανον χάριν τοῦ θείου Πνεύματος, ἑκάστῳ διεδίδως, ὡς φρόνιμος Κυρίου οἰκονόμος Ἀρσένιε, ἣν καὶ ἡμῖν δωρεὰν παράσχοις φιλανθρώπως.

Ὑψηλὰ ἔργα πράττων, σεαυτὸν ἐταπείνους πάτερ Ἀρσένιε, τὴν δόξαν τῷ Κυρίῳ διδοὺς ὡς ταπεινόφρων, ὅθεν δίδου ταπείνωσιν ἐπαιρομένοις πολλὰ ἡμῖν κατὰ Ὑψίστου.

Στενὰ πάντα μοι ὄντως καὶ δεινὰ καὶ ἐπώδυνα, πάτερ Παΐσιε· ἀλλὰ θαρρῶν τῷ σθένει τῶν θείων πρεσβειῶν σου, πρὸς τὴν σκέπην σου ἔδραμον· σὺ γὰρ ἐν τάχει θαυμαστῶς ἐκ πάντων διασῴζεις.

Θεοτοκίον.
Νοῦν, ψυχὴν καὶ καρδίαν πρὸς σὲ αἴρω, τὴν κόσμου μόνην βοήθειαν, καὶ πίστει ἀνακράζω· Κινδύνων πολυτρόπων τῶν κυκλούντων με λύτρωσαι τῇ μητρικῇ σου, Ἁγνή, πρὸς Κύριον πρεσβείᾳ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑπὲρ τοῦ ἔθνους πρὸς τὸν Σωτῆρα ὡς πρέσβυς στῆθι, ὅσιε Παΐσιε, πρεσβεύων ἐξ ἐχθρῶν παντοίων λυτροῦσθαι εἰς αἰῶνας.

Ἑσμὸν δειλίας, καὶ τῆς φοβίας σῇ ῥώμῃ, ἀπομάκρυνον ἐκ τῶν ἱκετευόντων, σὲ σημειοφόρε, Παΐσιε θεόφρον.

Παίδων μητέρας τὰς στειρευούσας, εὐχαῖς σου ὡς Ἀρσένιε πάτερ ἀποδείκνυς, οὕτω ἀκαρπούσας ψυχὰς δεῖξον ἐγκάρπους.

Θεοτοκίον.
Ἁγνὴ Παρθένε, ὅσα κἂν βούλῃ ἰσχύεις, ὡς τεκοῦσα τὸν ἁπάντων Βασιλέα· ὅθεν σε ὑμνοῦμεν ἀεὶ ἐν σοὶ θαῤῥοῦντες.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Θεράπευσον τὰ πάθη, τῇ τῶν σῶν λειψάνων ἀνεκφοιτήτῳ Ἀρσένιε χάριτι, πάντων τῶν πίστει τιμώντων τὴν θείαν μνήμην σου.

Ὁμοῦ σὺν Παϊσίῳ τῷ ἐκμιμητῇ σου, Χριστὸν ἱκέτευε πάτερ Ἀρσένιε, ὅπως ὑμῶν ὁδηγίαις, τοῦτον δοξάσωμεν.

Ἰδοὺ ἐν εὐλαβείᾳ, τείνοντες τὰς χεῖρας, καθικετεύομεν πάντες Παΐσιε, μὴ διαλείπῃς φροντίζων ἡμᾶς ἑκάστοτε.

Νῦν ἔτυχον ὁ τάλας θείας βοηθείας, ὅτε ἠσπάσθην θερμῶς τὴν εἰκόνα σου, ὦ θεοδόξαστε πάτερ ἡμῶν Παΐσιε.

Θεοτοκίον.
Νῦν φθάσαντα εἰς τέλος τῆς δεήσεως μου, ἀξίωσόν με, πανύμνητε Δέσποινα, εὐχαριστεῖν καὶ δοξάζειν καὶ μακαρίζειν σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τοῦ ἁγίου Παϊσίου·
Χαίροις ἡσυχίας ὁ ἐραστὴς καὶ τῆς εὐσπλαγχνίας τοῦ Κυρίου ὁ μιμητής· θείας γὰρ ἀγάπης πληρούμενος ἐδόθης Θεῷ καὶ τοῖς ἀνθρώποις, πάτερ Παΐσιε.

Χαίροις τῆς ἀγάπης θεῖος κρουνὸς καὶ τῆς συμπαθείας ἀνεξάντλητος ποταμός, χαίροις ὁ θεράπων ψυχῶν τε καὶ σωμάτων καὶ ὁ προστάτης πάντων, πάτερ Παΐσιε.

Πάτερ, τὴν Παρθένον ἑωρακὼς πολλάκις ἐν βίῳ ἀνεβόας ἐξεστηκώς· Μῆτερ τοῦ Θεοῦ μου, Παντάνασσα Μαρία, τῇ σκέπῃ σῶν πτερύγων σκέπε τὸν κόσμον σου.

Πρόσωπον πρὸς πρόσωπον νῦν ὁρῶν τὸν ὡραῖον κάλλει παρὰ πάντας υἱοὺς βροτῶν, Χριστὸν τὸν Σωτῆρα ὑπὲρ ἡμῶν δυσώπει συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.

Τοῦ ἁγίου Ἀρσενίου·
Χαίροις τῶν Ὁσίων ὁ κοινωνὸς διὰ πολιτείας καὶ ἀσκήσεως ἱερᾶς· χαίροις μοναζόντων καὶ ἱερέων κλέος, Καππαδοκίας δόξα, πάτερ Ἀρσένιε.

Χαίροις Καππαδόκα θαυματουργέ, παλαιῶν Πατέρων κατὰ πάντα ὁ μιμητής, χαῖρε καὶ προσδέχου αἰτήσεις τῶν ἐκ πόθου, Ἀρσένιε, τιμώντων σὰ θεῖα λείψανα.

Πόνοις ἐναρέτου πάτερ ζωῆς, σεαυτὸν καθάρας φρονημάτων τῶν γεηρῶν, ἐκ Θεοῦ ἐδέξω τὴν χάριν τῶν θαυμάτων, Ἀρσένιε, ἐκφαίνων πᾶσι τὰ κρείττονα.

Ὅπου ἡ σὴ μνήμη πανευλαβῶς ἄγεται τρισμάκαρ, δὸς τὴν χάριν σου ἐμφανῶς, πάθη ἀφανίζων, Ἀρσένιε, σωμάτων, καὶ τὴν Χριστοῦ εἰρήνην ψυχαῖς δωρούμενος.

Ἀμφοτέρων τῶν ἁγίων·
Ἐσχηκὼς διάδοχον ἀρετῶν, ὃν ὡς βρέφος Πάτερ ἀνεγέννησας ἐν Χριστῷ, τοῦτον καὶ σύμπρεσβυν παράλαβε παμμάκαρ, τὸ μέγα κλέος Ἄθω, θεῖον Παΐσιον.

Ἁγίων Καππαδοκῶν σεπτὴ δυάς, Παΐσιε πάτερ καὶ Ἀρσένιε ἱερέ, ῥύσασθε κινδύνων τοὺς πίστει ἐκζητοῦντας ὑμῶν τὴν προστασίαν, τὴν ἀπροσμάχητον.

Τὰ μεγαλυνάρια τῶν ἁγίων τοῦ ναοῦ
καὶ τῆς ἡμέρας. Εἶτα·
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ ψάλλομεν τὰ Ἀπολυτίκια·

Ἀπολυτίκιον ἁγίου Παϊσίου. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς ἐνθεοῦ ἀγάπης τὸ πῦρ δεξάμενος, ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας, λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν, Παΐσιε θεοφόρε· καὶ νῦν πρεσβεύεις ἀπαύστως ὑπὲρ παντὸς τοῦ κόσμου, ὅσιε.

Δόξα.
Ἀπολυτίκιον ἁγίου Ἀρσενίου. Ἦχος γ΄. Θείας πίστεως.
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων τὴν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν.
Θεοτοκίον. Ἦχος α΄.
Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σπεῦσον, ἐπιφάνηθι ἡμῖν τοῖς ἐν στεναγμοῖς καὶ δακρύοις ἐπιζητοῦσι θερμῶς, ἅγιε Παΐσιε, τὴν μεσιτείαν σου, καὶ παράσχου τὴν ἴασιν ψυχῶν καὶ σωμάτων, πᾶσαν δὲ ἐπίνοιαν δαιμόνων σύντριψον· ἵνα εὐχαρίστῳ καρδίᾳ σὲ τιμῶμεν, ὅσιε Πάτερ, καὶ τὸν σὲ δοξάσαντα δοξάζωμεν.

Ἦχος ὁ αὐτός.
Πάθεσι βαρούμενοι πολλοῖς, σὲ παρακαλοῦμεν θεόφρον πάτερ Ἀρσένιε, ἴασαι νοσήματα καὶ ἄλγη σώματος, τῆς ψυχῆς δὲ θεράπευσον ἀσθένειαν πᾶσαν, καὶ γονεῖς ἀνάδειξον τοὺς τοῦτο θέλοντας· σὲ γὰρ ὁ Δεσπότης τῷ κόσμῳ μέγαν ἐχαρίσατο πρέσβυν καὶ θαυματουργίαις σε ἐτίμησε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

 

Οσίου Αρσενίου
Παρακλητικός Κανών Οσίου Αρσενίου Καππαδόκου
Χαιρετισμοί Οσίου Αρσενίου Καππαδόκου

Οσίου Παισίου
Παρακλητικός Κανών Οσίου Παισίου Αγιορείτου
Χαιρετισμοί Οσίου Παισίου Αγιορείτου

Πηγή