Παρακλητικός Κανών εις την Οσία Μητέρα ημών Αναστασία της Πατρικίας

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 10 Μαρτίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσιόντας τῷ ἁγίῳ Ναῷ σου, καὶ τὴν θερμήν σου ἐκζητοῦντας πρεσβείαν, Ἀναστασία μῆτερ παμμακάριστε, πάσης ἀπολύτρωσαι, ἐπηρείας καὶ βλάβης, πειρασμῶν καὶ θλίψεων, διαλύουσα νέφος, καὶ τῶν πταισμάτων αἴτησαι ἡμῖν, παρὰ Κυρίου, Ὁσία τὴν ἄφεσιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Σκέπε Ὁσία, τοὺς σὲ τιμῶντας. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνοῦσα Ἀγγέλων θείοις χοροῖς, σὺν αὐτοῖς δυσώπει, λυτρωθῆναι πάσης ὀργῆς, τοὺς πίστει καὶ πόθῳ προσιόντας, Ἀναστασίᾳ τῇ θείᾳ σου χάριτι.

Κινδύνων ἀπάλλαξον χαλεπῶν, καὶ τῶν τοῦ βελίαρ, πολυστρόφων ἐπιφορῶν, τῇ σῇ πρὸς Χριστὸν ἱκετηρίᾳ, Ἀναστασία τοὺς σὲ μακαρίζοντας.

Ἐν πίστει προσήλθομεν τῷ σεπτῷ, Ναῷ σου Ὁσίᾳ, καὶ αἰτοῦμεν πανευλαβῶς, τῆς σῆς προστασίας τὰς ἐκφάνσεις, ἃς συμπαθῶς ἡμῖν δίδου ἑκάστοτε.

Θεοτοκίον.
Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, ἐπόμβρησον πᾶσιν οὐρανόθεν, τοῦ σοῦ ἐλέους τὰ ῥεῖθρα τὰ ἄφθονα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐπακούσασα Μῆτερ ὡς συμπαθὴς πρόσδεξαι, τὰς φωνὰς ἡμῶν τῶν ἐν πίστει, παρακαλούντων σε, καὶ δίδου ἅπασι, χαρὰν ὑγίειαν καὶ ῥῶσιν, καὶ παθῶν τὴν ἴασιν, καὶ βίον τὸν ἄλυπον.

Ὁ σὸς ἅγιος οἶκος οἷα λιμὴν ἄκλυστος, πᾶσι καθορᾶται Ὁσία, τῇ ἐπισκέψει σου, ἐν ᾧ προστρέχοντες, Ἀναστασία γαλήνης, θεϊκῆς πληρούμεθα, ἀνευφημοῦντές σε.

Συνοχῆς τῶν ἐν βίῳ ὀδυνηρῶν λύτρωσαι, καὶ τῶν ψυχικῶν συντριμμάτων καὶ πάσης θλίψεως, Ἀναστασία σεμνή, τοὺς ὁλοτρόπως ζητοῦντας, τῆς σῆς ἀντιλήψεως, τὴν ἐπισκίασιν.

Θεοτοκίον.
Ἱλασμὸν τῶν πταισμάτων καὶ τῶν δεινῶν λύτρωσιν, κεχαριτωμένη Παρθένε, Μῆτερ ἀνύμφευτε, αἴτει τοῖς δούλοις σου, τοῖς ἀκλινεῖ διανοίᾳ, Κόρη ἀτενίζουσι, τῇ σῇ χρηστότητι.

Διάσωσον, Ἀναστασία Ὁσία πάσης ἀνάγκης, τοὺς ἐν πίστει τῷ σῷ Ναῷ καταφεύγοντας, ὡς παῤῥησίαν πλουτοῦσα πρὸς τὸν Δεσπότην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ Ἀναστασίᾳ σπεύδοντες, πολλῶν πειρασμῶν ταχέως ἐκλυτρούμεθα· διὸ θερμῶς βοῶμέν σοι· ψυχικῶν νοσημάτων καὶ θλίψεων, καὶ τῶν ἐν βίῳ σεμνὴ ἀναγκῶν, ἡμᾶς ἀνωτέρους διαφύλαττε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀναβλύζει ἑκάστοτε, ἡ σεπτὴ εἰκών σου χάριν καὶ ἔλεος, ᾗ προσπίπτοντες πληρούμεθα, ὦ Ἀναστασία θείας χάριτος.

Τῶν παθῶν τὰ οἰδήματα, ἴασαι Ὁσία τῶν προσιόντων σοι, καὶ ποικίλων περιστάσεων, λύτρωσαι ἡμᾶς τοὺς σὲ γεραίροντας.

Ὁ ἰσάγγελος βίος σου, τῶν δαιμόνων ἔλυσε δεινὰ φάσματα, ὧν τῆς βλάβης ἀπολύτρωσαι, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Θεοτοκίον.
Ὑπερύμνητε Δέσποινα, ἡ τὸν Θεὸν Λόγον σαρκὶ κυήσασα, ἀλογίας τὴν καρδίαν μου, τῆς ἐκ τῶν δεινῶν παθῶν ἐκκάθαρον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπη ἀσφαλής, καὶ μεσίτις πρὸς τὸν Κύριον, καὶ βοήθειαν ἡμῖν ἔσο ἀεί, τοῖς προστρέχουσιν Ὁσία τῇ σῇ χάριτι.

Σύντριψον σεμνή, τοῦ δολίου πολεμήτορος, τὰ ὑπούλως τεκταινόμενα ἀεί, καθ’ ἡμῶν τῶν προστασίαν κεκτημένων σε.

Ἔχοντες σεμνή, τὸν ναόν σου τὸν πανάγιον, καταφεύγομεν ἐν τούτῳ εὐλαβῶς, καὶ λαμβάνομεν ἀπαύστως τὰ αἰτήματα.

Θεοτοκίον.
Τόμον σε καινόν, Ἡσαΐας προεώρακεν, ἐν ᾧ γέγραπται ὁ Λόγος τοῦ Θεοῦ, Θεοτόκε διὰ τοῦτό σε δοξάζομεν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάματα ἀναβλύζει Ὁσία, ἐπομβρίᾳ Παρακλήτου τῇ θείᾳ, ὁ σὸς Ναός, καὶ ξηραίνει ποικίλων, Ἀναστασία παθῶν τὴν ἐπίκλησιν· διὸ κηρύττομεν τὴν σήν, πρὸς ἡμᾶς ταχυτάτην ἀντίληψιν.

Μεγίστους, ἐν τῇ ἀσκήσει ἀγῶνας, διανύσασα στεῤῥῶς μακαρία, μεγίστης δόξης μετέσχες θεόθεν· διὸ μεγάλων ἀπάλλαξον θλίψεων, Ἀναστασία τοὺς θερμῶς, προσιόντας τῇ θείᾳ πρεσβείᾳ σου.

Ὡς αἴγλης τῆς ἀνεσπέρου Ὁσία, κοινωνοῦσα σὺν Ἁγίων τοῖς δήμοις, ἐν σκοτομήνης δεινῶν νοσημάτων, καὶ ζοφερῶν παθημάτων καὶ θλίψεων, Ἀναστασία θαυμαστή, τοὺς τιμῶντάς σε ῥύου ἑκάστοτε.

Θεοτοκίον.
Νοός μου τὸν σκοτασμὸν Θεοτόκε, καὶ ψυχῆς μου τὴν βαθείαν ὀμίχλην, φωτιστικῇ σου διάλυσον αἴγλῃ, καὶ τῷ φωτὶ προσταγμάτων τοῦ Κτίσαντος, ὁδήγησόν μου τὴν ζωήν, ἵνα δόξης μετάσχω τῆς κρείττονος.

Διάσωσον, Ἀναστασία Ὁσία πάσης ἀνάγκης, τοὺς ἐν πίστει τῷ σῷ Ναῷ καταφεύγοντας, ὡς παῤῥησίαν πλουτοῦσα πρὸς τὸν Δεσπότην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ πρὸς Θεόν σου πρεσβείᾳ θεόληπτε, τὴν τῶν πταισμάτων ἡμῖν δίδου ἄφεσιν, καὶ πάσης ἀνάγκης ἐκλύτρωσιν, καὶ εἰρηναίαν ἐν βίῳ κατάστασιν, Ἀναστασία ἡμῶν ἡ βοήθεια.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον τὸν ἰσάγγελον, πολιτευθεῖσα Ὁσία, ἰσαγγέλου ἔτυχες, δόξης καὶ λαμπρότητος θείῳ Πνεύματι· ἀλλ’ ἀεὶ πρέσβευε, Χριστῷ τῷ νυμφίῳ, τῷ λαμπρῶς σε μεγαλύναντι, δοῦναι συγχώρησιν, τῶν ἁμαρτιῶν τοῖς ἱκέταις σου, καὶ συμφορῶν λυτρώσασθαι, καὶ πολυειδῶν περιστάσεων, τοὺς τῇ σῇ εἰκόνι, προσπίπτοντας Ὁσία εὐλαβῶς, Ἀναστασία καὶ μέλποντας, τὰ σὰ κατορθώματα.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν παθῶν τὰς ὀδύνας καὶ ἐχθρῶν τὰς ἐφόδους σεμνὴ διάλυσον, τῇ σῇ ἐπιστασίᾳ Ἀναστασίᾳ Μῆτερ, ἐξ ἡμῶν τῶν βοώντων σοι· σὺ εἶ προστάτις ἡμῶν, καὶ σὲ ὑμνολογοῦμεν.

Ἀλγηδόνων ποικίλων καὶ σκανδάλων ἐν βίῳ ἡμᾶς ἀπάλλαξον, καὶ δίδου οὐρανόθεν, τὴν μητρικήν σου Μῆτερ εὐλογίαν τοῖς τέκνοις σου, ἵνα βιῶμεν σεμνή, ἐν εὐπραγίαις θείαις.

Συντονίᾳ ἀτρέπτῳ καὶ ἀσκήσει τὸν βίον σεμνὴ διήνυσας· διὸ ἐξ ἀκηδίας, ἡμᾶς καὶ ῥαθυμίας, ψυχοφθόρου ἐκλύτρωσαι, πρὸς ἀρετῶν τὴν ὁδόν, ἡμᾶς καθοδηγοῦσα.

Θεοτοκίον.
Γέρας εἴληφε θεῖον τῇ κυήσει σου Κόρη φύσις ἡ ἔκπτωτος· διὸ καταπτωθέντα, βυθῷ ἁμαρτιῶν με, τῇ πρεσβείᾳ σου ἔγειρον, καὶ ἴθυνόν με Ἁγνή, πρὸς τρίβον μετανοίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν τῷ Ναῷ σου, προσφεύγομεν Ὁσία, τῇ πρεσβείᾳ σου λαμβάνομεν ταχέως, τὰς σωτηριώδεις Ἀναστασία δόσεις.

Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τοῖς προσπίπτουσι σεμνὴ Ἀναστασία, τῇ πρὸς τὸν Σωτῆρα, θερμῇ σου ἱκεσίᾳ.

Ἀναστασίας, τὴν παναγίαν εἰκόνα, προσκυνήσωμεν οἱ πάσχοντες ποικίλως, βρύει γὰρ ἰάσεις, καὶ παύει τὰς ὀδύνας.

Θεοτοκίον.
Σὲ προστασίαν, καὶ ἀσφαλῆ ὁδηγίαν, Κόρη ἔχοντες λυτρούμεθα ὀξέως, τῶν ἐπερχομένων, ἡμῖν πικρῶν κινδύνων

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἡμῖν παράσχου, κατὰ τοῦ βελίαρ, Ἀναστασία ὁσία θεόληπτε, καὶ προστατεύειν μὴ παύσῃ, τῶν εὐφημούντων σε.

Μεγίστη σου ἡ χάρις, πᾶσι γὰρ παρέχεις, Ἀναστασία τὰ θεῖα δωρήματα· διὸ κηρύττομεν πάντες, τὴν προστασίαν σου.

Ὁλόφωτον Ὁσία, ἔχουσα παστάδα, ἐκ ζοφερῶν πειρασμῶν ἀπολύτρωσαι, Ἀναστασία τοὺς σπεύδοντας, τῇ σῇ χάριτι.

Θεοτοκίον.
Ὑπὲρ τῶν σὲ ὑμνούντων, Κεχαριτωμένη, τὸν σὸν Υἱὸν καὶ Θεὸν καθικέτευε, ἵνα ζωῆς αἰωνίου ἀξιωθείημεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, τῆς ἀγάπης τῆς θεϊκῆς, φαεινὴ λυχνία, διαχέουσα δαψιλῶς, ὦ Ἀναστασία, ὁσία μακαρία, τῶν ἀρετῶν ἀκτίνας, τοῖς σὲ γεραίρουσι.

Πάντα ἀπηρνήσω γνώμῃ στεῤῥᾷ, αὐλὰς βασιλείους, καὶ ἀξίωμα εὐκλεές, καὶ τὴν τοῦ Σωτῆρος, ἠγάπησας πτωχείαν, σοφὴ Ἀναστασία, ὁσίως ζήσασα.

Ἤμειψας τὸ ὄνομα νουνεχῶς, καὶ σχῆμα Ὁσία, καὶ τὸ φρόνημα ἀνδρικῶς καὶ ἐν τῷ σπηλαίῳ, ὑπερφυεῖς ἀγῶνας, Ἀναστασία Μῆτερ, στεῤῥῶς ἐτέλεσας.

Χαίρει ἡ χορεία τῶν εὐσεβῶν, τὸν σεπτὸν ναόν σου, ὡς ἁγίασμα νοητόν, ἔχουσα Ὁσία, ἐξ οὗ Ἀναστασία, λαμβάνομεν ἀπαύστως, ἃ ἐξαιτούμεθα.

Χαίροις ἐνδιαίτημα ἀρετῶν, μοναζουσῶν δόξα, καὶ Ὁσίων ἡ καλλονή· χαίροις εὐσεβούντων, Ἀναστασία μῆτερ, προστάτις καὶ μεσίτις, θερμὴ πρὸς Κύριον.

Πάσης ἡμᾶς λύτρωσαι ἀπειλῆς, φθορᾶς καὶ ἀνάγκης, κατὰ σῶμά τε καὶ ψυχήν, τοὺς τῇ σῇ πρεσβείᾳ, προστρέχοντας ὁσία, Ἀναστασία μῆτερ, καὶ εὐφημοῦντάς σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δόξης, κοινωνοῦσα θεϊκῆς, δέχου τὰς ἡμῶν ἱκεσίας, Ἀναστασία σεμνή, καὶ ταύτας προσάγαγε, τῷ Ζωοδότῃ Χριστῷ, ὡς ἂν εὕρωμεν ἔλεος, καὶ πάσης ῥυσθῶμεν, βλάβης καὶ κακώσεως, τοῦ πολεμήτορος, πάσης, συμφορᾶς καὶ ἀνάγκης, καὶ πολυειδῶν συμπτωμάτων, οἱ τῇ ἀρωγῇ σου καταφεύγοντες.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Πηγή Φωτό