Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Νεόφυτο τον Αμοργίνο
Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη
† Εορτάζεται την Κυριακή μεταξύ 11 και 17 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισον μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὰ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν Νεοφύτου ἀρετὴν ἐξυμνοῦντες, τὸν χαριτώσαντα αὐτὸν Θεὸν Λόγον, λατρευτικῶς τιμήσωμεν βοῶντες θερμῶς· σκέπασον ἐν τῇ δυνάμει σου, Ἀμοργοῦ καὶ Λειψοῦς πιστούς, πᾶσι δὲ χορήγησον Νεοφύτου τὴν χάριν· καὶ μιμητὰς ἀξίωσον ἡμᾶς, ἀναδειχθῆναι, τοῦ ὁσιομάρτυρος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τῆ Θεοτόκῳ ταπεινῶς ἐβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ἐνέδραις· τῇ μητρικῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς· δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον τὰς ὁρμὰς παθῶν, καὶ δαιμόνῶν μανίαν· σὺ γὰρ ὑπάρχεις Δέσποινα Αγνή, Μήτηρ καὶ σκέπη, καὶ θεία ἀντίληψις.
Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
ΝΕΟΦΥΤΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΤΙΜΩ. ΝΙΚΟΔΗΜΟΥ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νεόφυτον μέλψωμεν εὐλαβῶς, Ἀμοργοῦ τὸν γόνον, καὶ Λειψοῦς ἀσκητήν κλεινόν, τὸν ὁσιομάρτυρα Κυρίου, καὶ τῶν πιστῶν ἀντιλήπτορα κράτιστον.
Ἐνοίκησον Πνεῦμα πανσθενουργόν, τῇ ἐμῇ καρδίᾳ, τοῦ ὑμνῆσαι θεοπρεπῶς, ζωὴν Νεοφύτου τὴν Ἀγίαν, καὶ τελευτὴν τὴν αὐτοῦ ἀξιάγαστον.
Ὀμοῦ συναγάλλεται Ἀμοργός, Λειψοῖ καὶ τῇ Πάτμῳ, ἑορτάζουσα ἔν χαρᾷ, τὴν μνήμην τοῦ θείου Νεοφύτου, τοῦ ἀσκητοῦ ἐν ἁγίοις καὶ μάρτυρος.
Θεοτοκίον.
Φωτὶ τῆς Τριάδος καταυγασθείς, Νεόφυτος πέλει, μονυδρίῳ σου Μαριάμ, ἐν Σκάφῃ Λειψοῦς σοὶ ὑμνηπόλος, καὶ μιμητὴς σῆς ἁγνείας πανάριστος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
‘Υψιπέτην ὁρῶμεν, τὸν θαυμαστόν μάρτυρα, μέγαν ἀσκητὴν ἐν τῇ Σκάφῃ, κλεινὸν Νεόφυτον, τὸν ἔν ἀγάπῃ θερμῇ, καὶ ταπεινώσει τελείᾳ, τῶν πατέρων στέρξαντα τὰ ἀγωνίσματα.
Τὧν ἀσκητῶν ἐμιμήσω, τὴν βιοτὴν Ὅσιε, καὶ ὁμολογίαν μαρτύρων, πάτερ Νεόφυτε· διὸ ἐστέφθης λαμπρῶς, ὑπὸ Κυρίου τρισμάκαρ, ἐν ὁσιομάρτυσι, συναυλιζόμενος.
Ὀλοψύχως ἠρνήθης, ζωὴν τρεπτὴν Ἅγιε, καὶ τῶν ἐπιγείων ἁπάντων, τὴν ματαιότητα, ἀποδεχθεὶς ἐν χαρά, τὸν τῆς ἀσκήσεως βίον, καὶ μαρτύρων στέφανον, καὶ δόξαν ἄφθιτον.
Θεοτοκίον.
Νεανίδων ἐξάρχεις, καὶ μοναχῶν Δέσποινα, καὶ τῶν πανενδόξων μητέρων, πέλεις τὸ καύχημα, τῶν δὲ πιστῶν ἀληθής, καταφυγὴ καὶ προστάτις, καὶ τῶν ἐν ταῖς θλίψεσι, μέγα προσφύγιον.
Διάσωσον, ἀπὸ κινδύνων πρεσβείαις σου θεοφόρε, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς, σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄.Τὰ ἄνω ζητῶν.
Ποθῶν βιοτήν, τῆς χάριτος Νεόφυτε, ἠρνήθης τῆς γῆς, ἐπίκηρα καὶ μάταια, θεαρέστως ἥγνισας πάντιμε, τὴν ζωήν σου ἅπασαν· καθορῶν Χριστὸν τὸν Θεόν, ἱκέτευε Πάτερ, ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Οὑρανοῦ ἐπεπόθησας, τὸν σαββατισμὸν Νεόφυτε ὅσιε· διὸ πάντα τὰ ἐπίκηρα, καὶ τὰς ἡδονὰς κόσμου ἀπέφυγες.
Σὺ ταπείνωσιν ἔστερξας, καὶ τὴν ἡσυχίαν σεπτὲ Νεόφυτε, καὶ καρδίας τὴν κατάνυξιν, καὶ τῆς προσευχῆς τὸ ἀδιάλειπτον.
Ἰερώτατον σφάγιον, ὑπὲρ τοῦ Χριστοῦ ἐτύθης Νεόφυτε, διὸ εἴληφας τὸν στέφανον, τοῦ ὁσιομάρτυρος πανεύφημε.
Θεοτοκίον.
Οὑρανὸς ὅλη γέγονας, τοῦ Πατρὸς τὸν Λόγον κυοφορήσασα, Θεοτόκε παντευλόγητε, καὶ τὰς πύλας οὐρανοῦ ἠνέῳξας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγιστος φρουρός, ἀνεδείχθης πάτερ ἔνδοξε, τῆς Ἀμοργοῦ καὶ πάντων τῶν εὐσεβῶν, ὡς ἐστεμμένος, ἐν ἄνω Σιὼν Νεόφυτε.
Ἀῤῥητος ζωή, καὶ ἀνάπαυσις αἰώνιος, σοὶ ἐδωρήθη πάτερ ἐν οὐρανοῖς, καθικετεύοντι Λόγον, ἀεὶ Νεόφυτε.
Ῥίψας ἐν χαρᾷ, τὸν δερμάτινον χιτῶνά σου, κατηξιώθης φέρειν προπτωτικόν, τῆς ἀφθαρσίας, χιτῶνα κλεινὲ Νεόφυτε.
Θεοτοκίον.
Τεῖχος τῶν πιστῶν, καὶ προπύργιον Πανάμωμε, καὶ βακτηρία πέλεις ἐν συμφοραῖς, ὧς Μήτηρ οὖσα, τοῦ Λόγου Θεοχαρίτωτε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑψώθης, τῇ τοῦ Χριστοῦ Νεόφυτε, ἐνεργείᾳ εἰς ζωὴν ὑπὲρ λόγον, ἐπιποθῶν, γὰρ ζωὴν τὴν ἀγήρω, καὶ παραδείσου τρυφὴν τὴν αἰώνιον, κατέλιπες τὰ ἐπὶ γῆς, πάντα κόσμου τερπνὰ καὶ ἐπίκηρα.
Ῥὠννύμενος, ἐνεργείᾳ Πνεύματος, ἐν μονῇ ἀφιερώθης ἐμφρόνως, καὶ τὴν ζωήν, ἀσκητῶν καὶ ὁσίων, ἐν προσευχῇ καὶ ἁγνείᾳ ἀντέγραψας, καὶ μάρτυς ὑπὲρ τοῦ Χριστοῦ, ἐν Λειψοῖ ἀνεδείχθης Νεόφυτε.
Ἀσκησιν, Νεοφύτου ψάλλοντες, Ἀμοργίνων τὸ φιλάγια πλήθη, καὶ τὴν αὐτοῦ πολιτείαν ζηλοῦντες, ἐπιποθήσωμεν βίον τῆς χάριτος, καὶ βασιλείαν οὐρανῶν, τὰ τοῦ κόσμου τερπνὰ ἀπαρνούμενοι.
Θεοτοκίον.
Ταπείνωσιν, ἐκδιδάσκεις Δέσποινα, καὶ ἀγάπην ἀληθῆ πρὸς τὸν Λόγον, καὶ ἐκκοπήν τοῦ θελήματος Μῆτερ, καὶ τοῦ φρονήματος Θεομακάριστε, καὶ πᾶσαν ἄλλην ἀρετήν, δι᾽ ἀσπίλου σου βίου Πανάμωμε.
Αἰτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασῖα τῶν Χριστιανῶν.
Ἀμοργίνων Νεόφυτε πέλεις τὸ καύχημα, καὶ Λειψοῦς καὶ Πάτμου τὸ σεπτὸν ἐγκαλλώπισμα, ἀσκηθεὶς καὶ τελευτήσας ὡς μάρτυς τοῦ Χριστοῦ· διὸ εἴληφας ἐν οὐρανῷ, σαββατισμοῦ τὴν δωρεάν, καὶ χαρὰν ὑπερκόσμιον· σπεῦσὸν εἰς ἱκεσίαν, ὑπὲρ τῶν σὲ εὐφημούντων, πρὸς τὸν Σωτῆρα Ἰησοῦν, Ἀμοργοῦ προστάτα καὶ ἔφορε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. στ’ 17-22).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε τὸν Νεόφυτον, ἀνευφημήσωμεν ὕμνοις, μοναχῶν ἐγκώμιον, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως, προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, τῶν μαρτύρων ἐγκαλλώπισμα, πιστῶν ὑπόδειγμα, καὶ τῶν Ἀμοργίνων τὸ κόσμημα. τῆς πίστεως τὸ ἔρεισμα, καὶ τῆς ἀρετῆς ἀκροθίνιον· πλοῦτον Ἐκκλησίας, τὸν κόσμον τῆς μονῆς ἐν τῇ Λειψοῖ, τῶν ἀθλουμένων ἀγλάισμα, καὶ τῆς Πάτμου καύχημα.
Σῶσον ὃ Θεὸς τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσχύι σου τὸν Κτίστην, ἱκετεύεις ἀπαύστως, ἔν παῤῥησίᾳ πολλῇ, ὑπὲρ τῶν σὲ τιμώντων, καὶ Χριστῷ λατρευόντων, ἐκβοώντων ἐν ἄσμασιν· Ὃ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. .
Μὴ παύσῃ ἱκετεύων, τὸν Χριστὸν καὶ Δεσπότην, Νεόφυτε πάτερ κλεινέ, τοῦ σῶσαι Ἀμοργίνων, ψυχὰς τῶν σὲ τιμώντων, καὶ βοὦντων ἐν ᾷσμασιν· Ὃ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὡράισμα ἐδείχθης, τῇ τοῦ Λόγου δυνάμει, ἐν βασιλείᾳ αὐτοῦ, Νεόφυτε τρισμάκαρ, συγχαίρων Ἀμοργίνοις, μεθ᾽ ὧν ψάλλεις πρὸς Κύριον· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Θεοτοκίον.
Νεάνιδες παρθένοι, τὴν παρθένον Μαρίαν, παρθενικῇ βιοτῇ, τιμῶσι θεαρέστως, ὁμοῦ σὺν ταύτης Τόκῳ, ᾧ ἀπαύστως συνἀδουσιν· Ὃ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχύι Λόγου, κατανικήσας Βελίαρ, διὰ βίου Νεόφυτος μέλπει, τὸν Χριστὸν ὡς Κτίστην, εἰς πάντας τοὺς αἰῶνας.
Κατατηξιώθη, ἀγγελικῆς πολιτείας, καὶ μαρτύρων Νεόφυτος δόξης, τοῦ ὑμνεῖν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὀλοκαρδίως, τῶν μοναχῶν πολιτείᾳ, ἐμιμήθης Ἀγγέλων τὸν βίον, οἵτινες ὑμνοῦσι, Νεόφυτε Τριάδα.
Θεοτοκίον.
Δοξολογοῦμεν, οἱ γηγενεῖς τὴν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡδέως ἀπηρνήθης, κόσμον θεοφόρε, καὶ ἐπιγείων ἡδέα, καὶ πάντα φθαρτά, ἀξιωθεὶς οὐρανίου, τρυφῆς Νεόφυτε.
Μακάριος ὑπάρχεις, ὡς ὁσιομάρτυς, συμμοναστὴς δὲ πατέρων ἐν Σκάφῃ Λειψοῦς, διὸ κλεινὲ ἐκοσμήθης, θεόθεν στέφεσιν.
Ὀμότροπος Ὁσίων, Νεόφυτε πέλεις, καὶ ἀσκητῶν συνοδίτης Χριστοῦ μιμητής, τῆς Ἀμοργοῦ ὃ κοσμήτωρ, καὶ ἐγκαλλώπισμα.
Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, καὶ δοξολογοῦμεν, τὸν ὑπὸ σοῦ γεννηθέντα Υἱὸν τοῦ Θεοῦ, καὶ σὺν ἁγίων χορείαις, σὲ μεγαλύνομεν.
Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.
καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀμοργίνων ὃ φρυκτωρός, καὶ μονῆς ἐν Σκάφῃ, θεοφώτιστος μοναστής, Νεόφυτε Πάτερ, Λειψοῦς κόσμος καὶ πλοῦτος, τῆς Ἀμοργοῦ τὸ κλέος, καὶ Πάτμου καύχημα.
Χαίροις μοναζόντων ἣ καλλονή, καὶ τῶν Ἀμοργίνων ἀντιλήπτωρ καὶ ἀρωγός, τῶν χριστομαρτύρων, ἀντίγραφον καὶ δόξα, Νεόφυτε παμμάκαρ, Ἀγγέλων σύσκηνε.
Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, Νεόφυτον ὕμνοις, Ἀμοργοῦ τὸν σεπτὸν βλαστόν, τῆς Λειψοῦς τὸ κλέος, καὶ τῶν μαρτύρων δόξαν, προστάτην Ἀμοργίνων, τὸν θεοδώρητον.
Κλέος Ἀμοργίνων καὶ ἀδελφός, Νεόφυτε πέλεις, καὶ προστάτης καὶ ἀρωγός, τῆς μονῆς ἐν Σκάφῃ, φρουρὸς ὁμοῦ καὶ φύλαξ, καὶ τῶν φιλομαρτύρων, λαμπρὸν ὑπόδειγμα.
Τὸν τῆς κατανύξεως ἐραστήν, καὶ τῆς Βασιλείας, θεοτίμητον βιὰστήν, τῆς ὁμολογίας, κλεινὸν τροπαιοφόρον, Νεόφυτον ἐν ὕμνοις, ἐγκωμιάσωμεν.
Τοὖς ὁσιομάρτυρας ἀνυμνῶ, Ἰωνᾶν τῆς Λέρου, καὶ Παρθένιον ἱερόν, Νεόφυτον θεῖον, καὶ Ἰωνᾶν Νισύρου, σὺν τούτοις Ἀμοργῖνον, κλεινὸν Νεόφυτον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀμοργοῦ θεῖον γόνον, καὶ μέγα καύχημα, ἔνθεον δῶρον ἐκ Πάτμου, ἐν τῇ μονῇ τῆς Λειψοῦς, εὐφημήσωμεν σεπτῶς, κλεινὸν Νεόφυτον· ὅτι μονάσας ἐν Χριστῷ, καὶ μαρτυρήσας εὐκλεῶς, ἐστέφθη ὑπὸ Κυρίου, καὶ πρεσβεύει ἀδιαλείπτως, ὑπὲρ τῶν πίστει εὐφημούντων αὐτόν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε Ἀμοργοῦ θεῖον βλαστόν, καὶ τῶν Ἀμοργίνων προστάτην, καὶ τῆς Λειψοῦς φρυκτωρόν, Πάτμου δὲ τὸ καύχημα, πιστῶν τὸν φύλακα, ἐν ᾧδαῖς εὐφημήσωμεν, ὁσίων τὸν κόσμον, πλοῦτον ἀσκουμένων τε, μαρτύρων ἕδρασμα, πάσης Ἐκκλησίας τὸ κλέος, καὶ τῶν μοναζόντων τὸν τύπον, τὸν ὁσιομάρτυρα Νεόφυτον.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν.