150 Ψαλμοί τοῦ προφήτου καί Βασιλέως Δαυΐδ

Ψαλμός  1
Μακάριος ἀνήρ, ὅς οὑκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καί ἐν ὀδῷ ἁμαρτωλῶν οὑκ ἔστη καί ἐπί καθέδρα λοιμῶν οὑκ ἐκάθισεν. Αλλ΄ ἤ ἐν τῷ νόμῳ Κυρίου τό θέλημα αὑτοῦ καί ἐν τῷ νόμῳ αὑτοῦ μελετήσει ἡμέρας καί νυκτός. Καί ἔσται ὡς τό ξύλον τό πεφυτευμένον παρά τάς διεξόδους τῶν ὑδάτων, ὅ τόν καρπόν αὑτοῦ δώσει ἐν καιρῶ αὑτοῦ καί τό φύλλον αὑτοῦ οὑκ ἀπορρυήσεται καί πάντα, ὅσα ἀν ποιεῖ, κατευοδωθήσεται. Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως αλλ΄ ἤ ὡσεί χνοῦς, ὄν ἐκρίπτει ὁ ἄνεμος ἀπό προσώπου τῆς γῆς. Διά τοῦτο οὑκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδέ ἁμαρτωλοί ἐν βουλή δικαίων. Ὅτι γινώσκει Κύριος ὀδόν δικαίων καί ὀδός ἀσεβῶν ἀπολεῖται.

Ψαλμός 2
Ινατί ἐφρύαξαν ἔθνη καί λαοί ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καί οἱ ἄρχοντες συνήχθησαν ἐπί τό αὑτό κατά τοῦ Κυρίου καί κατά τοῦ χριστοῦ αὑτοῦ. Διαρρήξωμεν τούς δεσμούς αὑτῶν καί ἀπορρίψωμεν αφ΄ ἡμῶν τόν ζυγόν αὑτῶν. Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὑτούς καί ὁ Κύριος εκμυκτηριεί αὑτούς. Τότε λαλήσει πρός αὑτούς ἐν ὀργή αὑτοῦ καί ἐν τῷ θυμῶ αὑτοῦ ταράξει αὑτούς. Ἐγώ δε κατεστάθην βασιλεύς υπ΄ αὑτοῦ ἐπί Σίων ὄρος τό ἅγιον αὑτοῦ, διαγγέλλων τό πρόσταγμα Κυρίου. Κύριος εἶπε πρός με υἱός μου εἷ σύ. Ἐγώ σήμερον γεγέννηκα σε. Αἴτησαι παρ΄ ἐμοῦ καί δώσω σοι ἔθνη τήν κληρονομίαν σου καί τήν κατάσχεσιν σου τά πέρατα τῆς γῆς. Ποιμανεῖς αὑτούς ἐν ῥάβδῳ σιδηρᾶ, ὡς σκεύη κεραμέως συντρίψεις αὑτούς. Καί νῦν, βασιλεῖς, σύνετε παιδεύθητε, πάντες οἱ κρίνοντες τήν γῆν. Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καί αγαλλιάσθε αὑτῷ ἐν τρόμῳ. Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος καί ἀπολεῖσθε ἐξ ὀδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμός αὑτοῦ, μακάριοι πάντες οἱ πεποιθότες επ΄ αὑτῷ.

Ψαλμός 3
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντες με; πολλοί ἐπανίστανται επ΄ ἐμέ. Πολλοί λέγουσι τῆ ψυχή μου οὑκ ἔστι σωτηρία αὑτῷ ἐν τῷ Θεῶ αὑτοῦ. Σύ δε, Κύριε, ἀντιλήπτωρ μου εἷ, δόξα μου καί ὑψῶν τήν κεφαλήν μου. Φωνή μου πρός Κύριον εκέκραξα καί ἐπήκουσε μου ἐξ ὄρους ἀγίου αὑτοῦ. Ἐγώ ἐκοιμήθην καί ὕπνωσα ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεται μου. Οὗ φοβηθήσομαι ἀπό μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ανάστα, Κύριε, σῶσον με ὁ Θεός μου ὅτι σύ ἐπάταξας πάντας τούς ἐχθραίνοντας μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία καί ἐπί τόν λαόν σου ἡ εὐλογία σου.

Ψαλμός 4
Ἐν τῷ ἐπικαλεῖσθαι με εἰσήκουσας μου, ὁ Θεός τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνας με οικτείρησον με καί εἰσάκουσον τῆς προσευχῆς μου. Υἱοί ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ινατί ἀγαπᾶτε ματαιότητα καί ζητεῖτε ψεῦδος; Καί γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τόν ὅσιον αὑτοῦ. Κύριος εἰσακούσεται μου ἐν τῷ κεκγραγέναι με πρός αὑτόν. Ὀργίζεσθε καί μή ἁμαρτάνετε ἆ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπί ταῖς κοίταις ὑμῶν κατανύγητε. Θύσατε θυσίαν δικαιοσύνης καί ἐλπίσατε ἐπί Κύριον πολλοί λέγουσι τις δείξει ἡμῖν τά ἀγαθά; Ἐσημειώθη εφ΄ ἡμᾶς τό φώς τοῦ προσώπου σου, Κύριε. ΄Εδωκας εὐφροσύνη εἰς τήν καρδίαν μου, ἀπό καρποῦ σίτου, οἴνου καί ἐλαίου αὑτῶν ἐπληθύνθησαν. Ἐν εἰρήνη ἐπί τό αὑτό κοιμηθήσομαι καί ὑπνώσω ὅτι σύ, Κύριε, κατά μόνας επ΄ ἐλπίδι κατῴκισας με.

Ψαλμός  5
Τά ῥήματα μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου. Πρόσχες τῆ φωνή τῆς δεήσεως μου, ὁ βασιλεύς μου καί ὁ Θεός μου ὅτι πρός σε προσεύξομαι, Κύριε. Τό πρωί εἰσακούσῃ τῆς φωνῆς μου τό πρωί παραστήσομαι σοι καί ἐπόψει με ὅτι οὐχί Θεός θέλων ἀνομίαν σύ εἰ. Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδέ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ἐμίσησας πάντας τούς ἐργαζομένους τήν ἀνομίαν ἀπολεῖς πάντας τούς λαλοῦντας τό ψεῦδος. Ἄνδρα αἱμάτων καί δόλιον βδελύσσεται Κύριος. Ἐγώ δε ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τόν οἶκον σου, προσκυνήσω πρός ναόν ἅγιον σου ἐν φόβῳ σου. Κύριε, ὁδήγησον με ἐν τῆ δικαιοσύνη σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιον σου τήν ὀδόν μου. Ὅτι οὑκ ἔστιν ἐν τῷ στόματι αὑτῶν ἀλήθεια ἡ καρδία αὑτῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὑτῶν, ταῖς γλώσσαις αὑτῶν εδολιούσαν κρίνον αὑτούς, ὁ Θεός. Αποπεσάτωσαν ἀπό τῶν διαβουλιῶν αὑτῶν κατά τό πλῆθος τῶν ἀσεβειῶν αὑτῶν ἔξωσον αὑτούς, ὅτι παρεπίκραναν σε, Κύριε. Καί εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπί σε• εἰς αἰῶνα αγαλλιάσονται καί κατασκηνώσεις ἐν αὑτοῖς καί καυχήσονται ἐν σοι πάντες οἱ ἀγαπῶντες τό ὄνομα σου. Ὅτι σύ εὐλογήσεις δίκαιον Κύριε ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.

Ψαλμός 6
Κύριε, μή τῷ θυμῶ σου ἐλέγξῃς με, μηδέ τῆ ὀργή σου παιδεύσῃς με. Ἐλέησον με, Κύριε, ὅτι ἀσθενής ειμί• ἴασαι με, Κύριε, ὅτι ἐταράχθη τά ὀστᾶ μου καί ἡ ψυχή μου ἐταράχθη σφόδρα καί σύ, Κύριε, ἕως πότε; Ἐπίστρεψον, Κύριε, ῥῦσαι τήν ψυχήν μου σῶσον με ἕνεκεν τοῦ ἐλέους σου. Ὅτι οὑκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου ἐν δε τῷ ΄Αδη τίς εξομολογήσεται σοι; Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ΄ ἑκάστην νύκτα τήν κλίνην μου, ἐν δάκρυσι μου τήν στρωμνήν μου βρέξω. Ἐταράχθη ἀπό θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Ἀπόστητε απ΄ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τήν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Ἤκουσε Κύριος τῆς δεήσεως μου, Κύριος τήν προσευχήν μου προσεδέξατο. Αἰσχυνθείησαν καί ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καί καταισχυνθείησαν σφόδρα διά τάχους.

Ψαλμός 7
Κύριε ὁ Θεός μου, ἐπί σοι ἤλπισα σῶσον με ἐκ πάντων τῶν διωκόντων με καί ῥῦσαι με. Μήποτε ἁρπάσῃ ὡς λέων τήν ψυχήν μου, μή ὄντος λυτρουμένου, μηδέ σῴζοντος. Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἷ ἔστιν ἀδικία ἐν χερσί μου. Εἷ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσι μοι κακά, ἀποπέσοιμι ἄρα ἀπό τῶν ἐχθρῶν μου κενός. Καταδιώξαι ἄρα ὁ ἐχθρός τήν ψυχήν μου καί καταλάβοι καί καταπατήσαι εἰς γῆν τήν ζωήν μου καί τήν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. Ἀνάστηθι, Κύριε, ἐν ὀργή σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. Καί ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ὦ ἐνετείλω καί συναγωγή λαῶν κυκλώσει σε καί ὑπέρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Κύριος κρινεῖ λαούς. Κρίνον με, Κύριε, κατά τήν δικαιοσύνην μου καί κατά τήν ἀκακίαν μου επ΄ ἐμοί. Συντελεσθήτω δή πονηρία ἁμαρτωλῶν καί κατευθυνεῖς δίκαιον, ἐτάζων καρδίας καί νεφρούς ὁ Θεός. Δικαία ἡ βοήθεια μου παρά τοῦ Θεοῦ, τοῦ σῴζοντος τούς εὐθεῖς τῆ καρδία. Ὁ Θεός κριτής δίκαιος καί ἰσχυρός καί μακρόθυμος καί μή ὀργήν ἐπάγων καθ΄ ἑκάστην ἡμέραν. Ἐάν μή ἐπιστραφῆτε, τήν ῥομφαίαν αὑτοῦ στιλβώσει, τό τόξον αὑτοῦ ἐνέτεινε καί ἡτοίμασεν αὑτό. Καί ἐν αὑτῷ ἡτοίμασε σκεύη θανάτου, τά βέλη αὑτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Ἰδού ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καί ἔτεκεν ἀνομίαν. Λάκκον ὤρυξε καί ανέσκαψεν αὑτόν καί ἐμπεσεῖται εἰς βόθρον, ὄν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὑτοῦ εἰς κεφαλήν αὑτοῦ καί ἐπί κορυφήν αὑτοῦ ἡ ἀδικία αὑτοῦ καταβήσεται. Εξομολογήσομαι τῷ Κυρίῳ κατά τήν δικαιοσύνην αὑτοῦ καί ψαλῶ τό ὀνόματι Κυρίου τοῦ Ὑψίστου.

Ψαλμός 8
Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστόν τό ὄνομα σου ἐν πάσῃ τῆ γῆ! Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπεια σου ὑπεράνω τῶν οὐρανῶν. Ἐκ στόματος νηπίων καί θηλαζόντων κατηρτίσω αἶνον, ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλύσαι ἐχθρόν καί ἐκδικητήν. Ὅτι ὄψομαι τούς οὐρανούς ἔργα τῶν δακτύλων σου, σελήνην καί ἀστέρας, ἆ σύ ἐθεμελίωσας. Τί ἔστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὑτοῦ; ἤ υἱός ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὑτόν; Ἠλάττωσας αὑτόν βραχύ τι παρ΄ ἀγγέλους δόξῃ καί τιμή ἐστεφάνωσας αὑτόν καί κατέστησας αὑτόν ἐπί τά ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὑτοῦ, πρόβατα καί βόας ἀπᾴσας, ἔτι δε καί τά κτήνη τοῦ πεδίου. Τά πετεινά τοῦ οὐρανοῦ καί τούς ἰχθύας τῆς θαλάσσης, τά διαπορευόμενα τρίβους θαλασσῶν. Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστόν τό ὄνομα σου ἐν πάσῃ τῆ γῆ!

Ψαλμός 9
Εξομολογήσομαι σοι, Κύριε, ἐν ὄλῃ καρδία μου, διηγήσομαι πάντα τά θαυμάσια σου. Εὐφρανθήσομαι καί αγαλλιάσομαι ἐν σοι, ψαλῶ τό ὀνόματι σου, ΄Υψιστε. Ἐν τῷ ἀποστραφῆναι τόν ἐχθρόν μου εἰς τά ὀπίσω, ασθενήσουσι καί ἀπολοῦνται ἀπό προσώπου σου.Ότι ἐποίησας τήν κρίσιν μου καί τήν δίκην μου ἐκάθισας ἐπί θρόνου ὁ κρίνων δικαιοσύνην. Ἐπετίμησας ἔθνεσι καί ἀπώλετο ὁ ἀσεβής τό ὄνομα αὑτοῦ ἐξήλειψας εἰς τόν αἰῶνα καί εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος καί πόλεις καθεῖλες. Ἀπώλετο τό μνημόσυνον αὑτοῦ μετ΄ ἤχου καί ὁ Κύριος εἰς τόν αἰῶνα μένει. Ἡτοίμασεν ἐν κρίσει τόν θρόνον αὑτοῦ καί αὑτός κρινεῖ τήν οἰκουμένην ἐν δικαιοσύνη, κρινεῖ λαούς ἐν εὐθύτητι. Καί ἐγένετο Κύριος καταφυγή τῷ πένητι, βοηθός ἐν εὐκαιρίαις, ἐν θλίψεσι. Καί ἐλπισάτωσαν ἐπί σοι οἱ γινώσκοντες τό ὄνομα σου, ὅτι οὑκ ἐγκατέλιπες τούς ἐκζητοῦντας σε, Κύριε. Ψάλατε τῷ Κυρίῳ, τῷ κατοικοῦντι ἐν Σίων, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τά ἐπιτηδεύματα αὑτοῦ. Ὅτι ὁ ἐκζητῶν τά αἵματα αὑτῶν ἐμνήσθη, οὑκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. Ἐλέησον με, Κύριε, ἴδε τήν ταπείνωσιν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλών τοῦ θανάτου. ΄Οπως ἀν ἐξαγγείλω πάσας τάς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρός Σίων αγαλλιασόμεθα ἐπί τῷ σωτηρίῳ σου. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορά, ἤ ἐποίησαν ἐν παγίδι ταύτῃ, ἤ ἔκρυψαν, συνελήφθη ὁ πούς αὑτῶν. Γινώσκεται Κύριος κρίματα ποιῶν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὑτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοί εἰς τόν ΄Αδην, πάντα τά ἔθνη τά ἐπιλανθανόμενα τοῦ Θεοῦ. Ὅτι οὑκ εἰς τέλος επιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονή τῶν πενήτων οὑκ ἀπολεῖται εἰς τέλος. Ἀνάστηθι, Κύριε, μή κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιον σου. Κατάστησον, Κύριε, νομοθέτην επ΄ αὑτούς γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἷσιν. Ινατί Κύριε, ἀφέστηκας μακρόθεν; ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν; Ἐν τῷ υπερηφανεύεσθαι τόν ἀσεβῆ, εμπυρίζεται ὁ πτωχός• συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλός ἐν ταῖς ἐπιθυμίαις τῆ ψυχῆς αὑτοῦ καί ὁ ἀδικῶν ἐνευλογεῖται. Παρώξυνε τόν Κύριον ὁ αμαρτωλός• κατά τό πλῆθος τῆς ὀργῆς αὑτοῦ οὑκ ἐκζητήσει οὑκ ἔστιν ὁ Θεός ἐνώπιον αὑτοῦ. Βεβηλούνται αἱ ὀδοί αὑτοῦ ἐν παντί καιρῶ ανταναιρεῖται τά κρίματα σου ἀπό προσώπου αὑτοῦ, πάντων τῶν ἐχθρῶν αὑτοῦ κατακυριεύσει. Εἶπε γάρ ἐν καρδία αὑτοῦ Οὐ μή σαλευθῶ ἀπό γενεάς εἰς γενεάν ἄνευ κακοῦ. Οὐ ἀράς τό στόμα αὑτοῦ γέμει καί πικρίας καί δόλου ὑπό τήν γλῶσσαν αὑτοῦ κόπος καί πόνος. Ἐγκάθηται ἐν ἐνέδρα μετά πλουσίων, ἐν ἀποκρύφοις τοῦ ἀποκτείναι ἀθῷον οἱ ὀφθαλμοί αὑτοῦ εἰς τόν πένητα ἀποβλέπουσιν. Ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λεών ἐν τῆ μάνδρα αὑτοῦ ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχόν ἐν τῷ ἑλκύσαι αὑτόν. Ἐν τῆ παγίδι αὑτοῦ ταπεινώσει αὑτόν κύψει καί πεσεῖται ἐν τῷ αὑτόν κατακυριεύσαι τῶν πενήτων. Εἶπε γάρ ἐν καρδία αὑτοῦ ἐπιλέλησται ὁ Θεός, ἀπέστρεψε τό πρόσωπον αὑτοῦ τοῦ μή βλέπειν εἰς τέλος. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μή ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβής τόν Θεόν; εἶπε γάρ ἐν καρδία αὑτοῦ οὑκ ἐκζητήσει. Βλέπεις, ὅτι σύ πόνον καί θυμόν κατανοεῖς, τοῦ παραδοῦναι αὑτόν εἰς χεῖρας σου. Σοι ἐγκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σύ ἦσθα βοηθός. Σύντριψον τόν βραχίονα τοῦ ἁμαρτωλοῦ καί πονηροῦ ζητηθήσεται ἡ ἁμαρτία αὑτοῦ καί οὐ μή εὑρεθῇ. Κύριος βασιλεύς εἰς τόν αἰῶνα καί εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Ἀπολεῖσθε ἔθνη ἐκ τῆς γῆς αὑτοῦ. Τήν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε• τῆ ἑτοιμασία τῆς καρδίας αὑτῶν προσέσχε τό οὕς σου. Κρίναι ὀρφανῷ καί ταπεινῶ, ἶνα μή προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπί τῆς γῆς.

Ψαλμός  10
Ἐπί τῷ Κυρίῳ πέποιθα, πως ἐρεῖτε τῆ ψυχή μου, μεταναστεύου ἐπί τά ὄρη ὡς στρουθίον; Ὅτι ἰδού οἱ ἁμαρτωλοί ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεύσαι ἐν σκοτομήνη τούς εὐθεῖς τῆ καρδία. Ὅτι ἆ σύ κατηρτίσω, αὐτοί καθεῖλον ὁ δε δίκαιος τί ἐποίησε; Κύριος ἐν ναῶ ἁγίῳ αὑτοῦ Κύριος ἐν οὐρανῶ ὁ θρόνος αὑτοῦ οἱ ὀφθαλμοί αὑτοῦ εἰς τόν πένητα ἀποβλέπουσι τά βλέφαρα αὑτοῦ ἐξετάζει τούς υἱούς τῶν ἀνθρώπων. Κύριος ἐξετάζει τόν δίκαιον καί τόν ἀσεβῆ ὁ δε ἀγαπῶν τήν ἀδικίαν μισεῖ τήν ἑαυτοῦ ψυχήν. Επιβρέξει ἐπί ἁμαρτωλούς παγίδας, πῦρ καί θεῖον καί πνεῦμα καταιγίδος ἡ μερίς τοῦ ποτηρίου αὑτῶν. Ὅτι δίκαιος Κύριος καί δικαιοσύνας ἠγάπησεν, εὐθύτητας εἶδε τό πρόσωπον αὑτοῦ.

Ψαλμός  11
Σῶσον με, Κύριε, ὅτι ἐκλέλοιπεν όσιος• ὅτι ωλιγώθησαν αἱ ἀλήθειαι ἀπό τῶν υἱῶν τῶν ἀνθρώπων. Μάταια ἐλάλησεν ἕκαστος πρός τόν πλησίον αυτού• χείλη δόλια ἐν καρδία καί ἐν καρδία ἐλάλησε κακά. Ἐξολοθρεύσαι Κύριος πάντα τά χείλη τά δόλια καί γλῶσσαν μεγαλορρήμονα. Τούς ειπόντας• Τήν γλῶσσαν ἡμῶν μεγαλυνούμεν, τά χείλη ἡμῶν παρ΄ ἡμῖν έστι• τις ἡμῶν Κύριος ἔστιν; Ἀπό τῆς ταλαιπωρίας τῶν πτωχῶν καί τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος θήσομαι ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὑτῷ. Τά λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῆ γῆ κεκαθαρισμένον ἑπταπλασίως. Σύ, Κύριε, φυλάξαις ἡμᾶς καί διατηρήσαις ἡμᾶς ἀπό τῆς γενεάς ταύτης καί εἰς τόν αἰῶνα. Κύκλῳ οἱ ἀσεβεῖς περιπατούσι• κατά τό ὕψος σου επολυώρησας τούς υἱούς τῶν ἀνθρώπων.

Ψαλμός 12
Ἕως πότε, Κύριε, ἐπιλύσει μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τό πρόσωπον σου απ΄ ἐμοῦ; Ἕως τίνος θήσομαι βουλάς ἐν ψυχή μου, ὀδύνας ἐν καρδία μου ἡμέρας καί νυκτός; Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου επ΄ ἐμέ; Ἐπίβλεψον, εἰσάκουσον μου, Κύριε ὁ Θεός μου φώτισον τούς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον. Μήποτε εἴπῃ ὁ ἐχθρός μου΄Ισχυσα πρός αὑτόν. Οἱ θλίβοντες με αγαλλιάσονται, ἐάν σαλευθῶ. Ἐγώ δε ἐπί τῷ ἐλέει σου ἤλπισα. Αγαλλιάσεται ἡ καρδία μου ἐπί τῷ σωτηρίῳ σου. ἄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντι με καί ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου.

Ψαλμός 13
Εἶπεν ἄφρων ἐν καρδία αὑτοῦ οὑκ ἔστι Θεός. Διεφθάρησαν καί ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, οὑκ ἔστι ποιῶν χρηστότητα, οὑκ ἔστιν ἕως ἑνός. Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπί τούς υἱούς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιών ἤ ἐκζητῶν τόν Θεόν. Πάντες ἐξέκλιναν, ἄμα ἠχρειώθησαν οὑκ ἔστι ποιῶν χρηστότητα, οὑκ ἔστιν ἕως ἑνός. Οὐχί γνώσονται πάντες οἱ ἐργαζόμενοι τήν ἀνομίαν; οἱ ἐσθίοντες τόν λαόν μου ἐν βρώσει ἄρτου, τόν Κύριον οὑκ ἐπεκαλέσαντο. Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὑκ ἤν φόβος ὅτι ὁ Κύριος ἐν γενεά δικαίων. Βουλήν πτωχοῦ κατησχύνατε• ὁ δε Κύριος ἐλπίς αὑτοῦ ἔστι. Τις δώσει ἐκ Σίων τό σωτήριον τοῦ Ἰσραήλ; Ἐν τῷ ἐπιστρέψαι Κύριον τήν αἰχμαλωσίαν τοῦ λαοῦ αὑτοῦ, αγαλλιάσεται Ιακώβ καί εὐφρανθήσεται Ἰσραήλ.

Ψαλμός 14
Κύριε, τις παροικήσει ἐν τῷ σκηνώματι σου; ἤ τις κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Πορευόμενος ἄμωμος καί ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδία αὑτοῦ ΄Ος οὑκ ἐδόλωσεν ἐν γλώσσῃ αὑτοῦ καί οὑκ ἐποίησε τῷ πλησίον αὑτοῦ κακόν καί ὀνειδισμόν οὑκ ἔλαβεν ἐπί τοῖς ἔγγιστα αὑτοῦ. Ἐξουδενωταί ἐνώπιον αὑτοῦ πονηρευόμενος, τούς δε φοβουμένους τόν Κύριον δοξάζει. Ὁ ὀμνύων τόν πλησίον αὑτοῦ καί οὑκ αθετών• τό ἀργύριον αὑτοῦ οὑκ ἔδωκεν ἐπί τόκῳ καί δῶρα επ΄ ἀθῴοις οὑκ ἔλαβεν. Ὁ ποιῶν ταύτᾳ, οὐ σαλευθήσεται εἰς τόν αἰῶνα.

Ψαλμός 15
Φύλαξον με, Κύριε, ὅτι ἐπί σοι ἤλπισα εἶπα τῷ Κυρίῳ Κύριος μου εἰ σύ, ὅτι τῶν ἀγαθῶν μου οὗ χρείαν ἔχεις. Τοῖς ἁγίοις τοῖς ἐν τῆ γῆ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τά θελήματα αὑτοῦ ἐν αὑτοῖς. Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὑτῶν, μετά ταύτᾳ ἐτάχυναν. Οὐ μή συναγάγω τάς συναγωγάς αὑτῶν ἐξ αἱμάτων, ουδ΄ οὐ μή μνησθῶ τῷ ὀνομάτων αὑτῶν διά χειλέων μου. Κύριος μερίς τῆς κληρονομίας μου καί τοῦ ποτηρίου μου σύ εἷ ὁ αποκαθιστών τήν κληρονομίαν μου ἐμοί. Σχοινία ἐπέπεσε μοι ἐν τοῖς κρατίστοις καί γάρ ἡ κληρονομία μου κρατίστη μοι ἔστιν. Εὐλογήσω τόν Κύριον τόν συνετίσαντα με, ἔτι δε καί ἕως νυκτός ἐπαίδευσαν με οἱ νεφροί μου. Προωρώμην τόν Κύριον ἐνώπιον μου διά παντός, ὅτι ἐκ δεξιῶν μου ἔστιν, ἶνα μή σαλευθῶ. Διά τοῦτο εὐφράνθη ἡ καρδία μου καί ηγαλλιάσατο ἡ γλῶσσα μου, ἔτι δε καί ἡ σάρξ μου κατασκηνώσει επ΄ ἐλπίδι. Ὅτι οὑκ ἐγκαταλείψεις τήν ψυχήν μου εἰς ἄδην, οὐδέ δώσεις τόν ὅσιον σου ἰδεῖν διαφθοράν. Ἐγνώρισας μοι ὀδούς ζωῆς, πληρώσεις  με εὐφροσύνης μετά τοῦ προσώπου σου• τερπνότητες ἐν τῆ δεξιά σου εἰς τέλος.

Ψαλμός 16
Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῆ δεήσει μου. Ἐνώτισαι τήν προσευχήν μου, οὑκ ἐν χείλεσι δολίοις. Ἐκ προσώπου σου τό κρίμα μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας. Ἐδοκίμασας τήν καρδίαν μου, ἐπεσκέψω νυκτός ἐπύρωσας με καί οὐχ εὑρέθη ἐν ἐμοί ἀδικία. ΄Οπως ἀν μή λαλήσῃ τό στόμα μου τά ἔργα τῶν ἀνθρώπων, διά τούς λόγους τῶν χειλέων σου ἐγώ ἐφύλαξα ὀδούς σκληράς. Κατάρτισαι τά διαβήματα μου ἐν ταῖς τρίβοις σου, ἶνα μή σαλευθῶσι τά διαβήματα μου. Ἐγώ εκέκραξα, ὅτι ἐπήκουσας μου, ὁ Θεός κλῖνον τό οὕς σου ἐμοί καί εἰσάκουσον τῶν ῥημάτων μου. Θαυμάστωσον τά ἐλέη σου, ὁ σῴζων τούς ἐλπίζοντας ἐπί σε ἐκ τῶν ἀνθεστηκότων τῆ δεξιά σου φύλαξον με, Κύριε, ὡς κόρην ὀφθαλμοῦ. Ἐν σκέπη τῶν πτερύγων σου σκεπάσεις με, ἀπό προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. Οἱ ἐχθροί μου τήν ψυχήν μου περιέσχον• τό στέαρ αὑτῶν συνέκλεισαν, τό στόμα αὑτῶν ἐλάλησεν ὑπερηφανίαν. Ἐκβαλόντες με νυνί περιεκύκλωσαν με, τούς ὀφθαλμούς αὑτῶν ἔθεντο ἐκκλίναι ἐν τῆ γῆ. Ὑπέλαβον με ὡσεί λέων ἕτοιμος εἰς θήραν καί ὡσεί σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. Ἀνάστηθι, Κύριε, πρόφθασον αὑτούς καί ὑποσκέλισον αὑτούς ῥῦσαι τήν ψυχήν μου ἀπό ἀσεβοῦς, ῥομφαίαν σου ἀπό ἐχθρῶν τῆς χειρός σου. Κύριε, ἀπό ὀλίγων ἀπό γῆς διαμέρισον αὑτούς ἐν τῆ ζωή αυτών,και τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστήρ αὑτῶν. Ἐχορτάσθησαν ὑείων καί ἀφῆκαν τά κατάλοιπα τοῖς νηπίοις αὑτῶν. Ἐγώ δε ἐν δικαιοσύνη ὀφθήσομαι τῷ προσώπῳ σου• χορτασθήσομαι ἐν τῷ ὀφθῆναι μοι τήν δόξαν σου.

Ψαλμός 17
Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου. Κύριος στερέωμα μου καί καταφυγή μου καί ῥύστης μου. Ὁ Θεός μου, βοηθός μου καί ἐλπιῶ επ΄ αὑτόν ὑπερασπιστής μου καί κέρας σωτηρίας μου καί ἀντιλήπτωρ μου. Αἰνῶν ἐπικαλέσομαι τόν Κύριον καί ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. Περιέσχον με ὠδῖνες θανάτου καί χείμαρροι ἀνομίας ἐξετάραξαν με. Ὠδῖνες ᾄδου περιεκύκλωσαν με, προέφθασαν με παγίδες θανάτου. Καί ἐν τῷ θλίβεσθαι με ἐπεκαλεσάμην τόν Κύριον καί πρός τόν Θεόν μου εκέκραξα. ΄Ηκουσεν ἐκ ναοῦ ἀγίου αὑτοῦ φωνῆς μου καί ἡ κραυγή μου ἐνώπιον αὑτοῦ εἰσελεύσεται εἰς τά ὦτα αὑτοῦ. Καί ἐσαλεύθη καί ἔντρομος ἐγενήθη ἡ γῆ καί τά θεμέλια τῶν ὀρέων ἐταράχθησαν καί ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὑτοῖς ὁ Θεός. Ἀνέβη καπνός ἐν ὀργή αὑτοῦ καί πῦρ ἀπό προσώπου αὑτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν απ΄ αὑτοῦ. Καί ἔκλινεν οὐρανούς καί κατέβη καί γνόφος ὑπό τούς πόδας αὑτοῦ. Καί ἐπέβη ἐπί Χερουβίμ καί επετάσθη• ἐπετάσθη ἐπί πτερύγων ἀνέμων. Καί ἔθετο σκότος ἀποκρυφήν αὑτοῦ, κύκλῳ αὑτοῦ ἡ σκηνή αὑτοῦ, σκοτεινόν ὕδωρ ἐν νεφέλαις αέρων. Ἀπό τῆς τηλαυγήσεως ἐνώπιον αὑτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καί ἄνθρακες πυρός. Καί ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος καί ὁ ΄Υψιστος ἔδωκε φωνήν αὑτοῦ. Ἐξαπέστειλε βέλη καί ἐσκόρπισεν αὑτούς καί ἀστραπάς ἐπλήθυνε καί συνετάραξεν αὑτούς. Καί ὤφθησαν αἱ πηγαί τῶν ὑδάτων καί ἀνεκαλύφθη τά θεμέλια τῆς οἰκουμένης ἀπό ἐπιτιμήσεως σου, Κύριε, ἀπό ἐμπνεύσεως πνεύματος ὀργῆς σου. Ἐξαπέστειλεν ἐξ ὕψους καί ἔλαβε με προσελάβετο με ἐξ ὑδάτων πολλῶν. Ῥύσεται με ἐξ ἐχθρῶν μου δυνατῶν καί ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπέρ ἐμέ. Προέφθασαν με ἐν ἡμέρα κακώσεως μου• καί ἐγένετο Κύριος ἀντιστήριγμα μου. Καί ἐξήγαγε με εἰς πλατυσμόν ῥύσεται με, ὅτι ἠθέλησε με. Καί ἀνταποδώσει μοι Κύριος κατά τήν δικαιοσύνην μου καί κατά τήν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι. Ὅτι ἐφύλαξα τάς ὀδούς Κυρίου καί οὑκ ἠσέβησα ἀπό τοῦ Θεοῦ μου. Ὅτι πάντα τά κρίματα αὑτοῦ ἐνώπιον μου καί τά δικαιώματα αὑτοῦ οὑκ ἀπέστησαν απ΄ ἐμοῦ. Καί ἔσομαι ἄμωμος μετ΄ αὑτοῦ καί φυλάξομαι ἀπό τῆς ἀνομίας μου. Καί ἀνταποδώσει μοι Κύριος κατά τήν δικαιοσύνην μου καί κατά τήν καθαριότητα τῶν χειρῶν μου, ἐνώπιον τῶν ὀφθαλμῶν αὑτοῦ. Μετά ὁσίου ὅσιος ἔσῃ καί μετά ἀνδρός ἀθῴου ἀθῷος έση• καί μετά ἐκλεκτοῦ ἐκλεκτός ἔσῃ καί μετά στρεβλοῦ διαστρέψεις. Ὅτι σύ λαόν ταπεινόν σώσεις καί ὀφθαλμούς ὑπερηφάνων ταπεινώσεις. Ὅτι σύ φωτιεῖς λύχνον μου, Κύριε ὁ Θεός μου, φωτιεῖς τό σκότος μου. Ὅτι ἐν σοι ῥυσθήσομαι ἀπό πειρατηρίου καί ἐν τῷ Θεῶ μου ὑπερβήσομαι τεῖχος. Ὁ Θεός μου, ἄμωμος ἡ ὀδός αυτού• τά λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἔστι πάντων τῶν ἐλπιζόντων επ΄ αὑτόν. Ὅτι τίς Θεός παρέξ τοῦ Κυρίου; ἤ τίς Θεός πλήν τοῦ Θεοῦ ἡμῶν; Ὁ Θεός ὁ περιζωννύων με δύναμιν καί ἔθετο ἄμωμον τήν ὀδόν μου. Καταρτιζόμενος τούς πόδας μου ὡσεί ἐλάφου καί ἐπί τά ὑψηλά ἱστών με. Διδάσκων χεῖρας μου εἰς πόλεμον• καί ἔθου τόξον χαλκοῦν τούς βραχίονας μου. Καί ἔδωκας μοι ὑπερασπισμόν σωτηρίας καί ἡ δεξιά σου ἀντελάβετο μου. Καί ἡ παιδεία σου ἀνώρθωσε με εἰς τέλος καί ἡ παιδεία σου αὑτῇ με διδάξει. Ἐπλάτυνας τά διαβήματα μου ὑποκάτω μου καί οὑκ ἠσθένησαν τά ἴχνη μου. Καταδιώξω τούς ἐχθρούς μου καί καταλήψομαι αὑτούς καί οὑκ ἀποστραφήσομαι, ἕως ἄν ἐκλίπωσιν. Ἐκθλίψω αὑτούς καί οὐ μή δύνωνται στήναι• πεσοῦνται ὑπό τούς πόδας μου. Καί περιέζωσας με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τούς ἐπανισταμένους επ΄ ἐμέ ὑποκάτω μου. Καί τούς ἐχθρούς μου ἔδωκας μοι νῶτον καί τούς μισοῦντας με ἐξωλόθρευσας. Εκέκραξαν καί οὑκ ἤν ὁ σῴζων, πρός Κύριον καί οὑκ εἰσήκουσεν αὑτῶν. Καί λεπτυνῶ αὑτούς ὡσεί χνοῦν κατά πρόσωπον ἀνέμου, ὡς πηλόν πλατειῶν λεανῶ αὑτούς. Ῥύσῃ με ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις με εἰς κεφαλήν ἐθνῶν. Λαός, ὄν οὑκ ἔγνων, ἐδούλευσε μοι εἰς ἀκοήν ὠτίου ὑπήκουσε μου. Υἱοί ἀλλότριοι ἐψεύσαντο μοι υἱοί ἀλλότριοι ἐπαλαιώθησαν καί ἐχώλαναν ἀπό τῶν τρίβων αὑτῶν.  Ζῆ Κύριος καί εὐλογητός ὁ Θεός μου καί ὑψωθήτω ὁ Θεός τῆς σωτηρίας μου. Ὁ Θεός, ὁ διδούς ἐκδικήσεις ἐμοί καί ὑποτάξας λαούς υπ΄ ἐμέ ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων. Ἀπό τῶν ἐπανισταμένων επ΄ ἐμέ ὑψώσεις με, ἀπό ἀνδρός ἀδίκου ῥύσῃ με. Διά τοῦτο εξομολογήσομαι σοι ἐν ἔθνεσι, Κύριε καί τῷ ὀνόματι σου ψαλῶ. Μεγαλύνων τάς σωτηρίας τοῦ βασιλέως αὑτοῦ καί ποιῶν ἔλεος τῷ χριστῷ αὑτοῦ, τῷ Δαυΐδ καί τῷ σπέρματι αὑτοῦ ἕως αἰῶνος.

Ψαλμός 18
Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δε χειρῶν αὑτοῦ ἀναγγέλλει τό στερέωμα.  Ἡμέρα τῆ ἡμέρα ἐρεύγεται ῥῆμα καί νύξ νυκτί ἀναγγέλλει γνῶσιν. Οὑκ εἰσί λαλιαί οὐδέ λόγοι, ὤν οὐχί ἀκούονται αἱ φωναί αὑτῶν. Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὑτῶν καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ῥήματα αὑτῶν. Ἐν τῷ ἡλίῳ ἔθετο τό σκήνωμα αὑτοῦ καί αὑτός ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὑτοῦ. Αγαλλιάσεται ὡς γίγας δραμεῖν ὀδόν αυτού• απ΄ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὑτοῦ καί τό κατάντημα αὑτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ καί οὑκ ἔστιν ὅς ἀποκρυβήσεται τῆς θέρμης αὑτοῦ. Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς ἡ μαρτυρία Κυρίου πιστή, σοφίζουσα νήπια. Τά δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντα καρδίαν ἡ ἐντολή Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς. Ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος τά κρίματα Κυρίου ἀληθινά, δεδικαιωμένα ἐπί τό αὑτό. Ἐπιθυμητά ὑπέρ χρυσίον καί λίθον τίμιον πολύν καί γλυκύτερα ὑπέρ μέλι καί κηρίον. Καί γάρ ὁ δοῦλος σου φυλάσσει αυτά• ἐν τῷ φυλάσσειν αὑτά ἀνταπόδοσις πολλή. Παραπτώματα τις συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισον με καί ἀπό ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. Ἐάν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καί καθαρισθήσομαι ἀπό ἁμαρτίας μεγάλης. Καί ἔσονται εἰς εὐδοκίαν τά λόγια τοῦ στόματος μου καί ἡ μελέτη τῆς καρδίας μου ἐνώπιον σου διά παντός. Κύριε, βοηθέ μου καί λυτρωτά μου.

Ψαλμός 19
Ἐπακούσαι σου Κύριος ἐν ἡμέρα θλίψεως υπερασπίσαι σου τό ὄνομα τοῦ Θεοῦ Ιακώβ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἀγίου καί ἐκ Σίων ἀντιλάβοιτο σου. Μνησθείη πάσης θυσίας σου καί τό ὁλοκαύτωμα σου πιανάτω. Δώη σοι Κύριος κατά τήν καρδίαν σου καί πᾶσαν τήν βουλήν σου πληρώσαι. Αγαλλιασόμεθα ἐπί τῷ σωτηρίῳ σου καί ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πληρώσαι Κύριος πάντα τά αἰτήματα σου νῦν ἔγνων, ὅτι ἔσωσε Κύριος τόν χριστόν αὑτοῦ. Ἐπακούσεται αὑτοῦ ἐξ οὐρανοῦ ἀγίου αὑτοῦ ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιάς αὑτοῦ. Οὗτοι ἐν ἄρμασι καί οὗτοι ἐν ἵπποις ἡμεῖς δε ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Αὐτοί συνεποδίσθησαν καί ἔπεσαν ἡμεῖς δε ἀνέστημεν καί ἀνωρθώθημεν. Κύριε, σῶσον τόν Βασιλέα καί ἐπάκουσον ἡμῶν, ἐν ἤ ἀν ἡμέρα ἐπικαλεσώμεθα σε.

Ψαλμός 20
Κύριε, ἐν τῆ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς καί ἐπί τῷ σωτηρίῳ σου αγαλλιάσεται σφόδρα. Τήν ἐπιθυμίαν τῆς καρδίας αὑτοῦ ἔδωκας αὑτῷ καί τήν θέλησιν τῶν χειλέων αὑτοῦ οὑκ ἐστέρησας αὑτόν. Ὅτι προέφθασας αὑτόν ἐν εὐλογίαις χρηστότητος ἔθηκας ἐπί τήν κεφαλήν αὑτοῦ στέφανον ἐκ λίθου τιμίου. Ζωήν ᾐτήσατο σε καί ἔδωκας αὑτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. Μεγάλη ἡ δόξα αὑτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καί μεγαλοπρέπειαν ἐπιθήσεις επ΄ αὑτόν. Ὅτι δώσεις αὑτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος εὐφρανεῖς αὑτόν ἐν χαρά μετά τοῦ προσώπου σου. Ὅτι ὁ βασιλεύς ἐλπίζει ἐπί Κύριον καί ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μή σαλευθῇ. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου ἡ δεξιά σου εὕροι πάντας τούς μισοῦντας σε. Ὅτι θήσεις αὑτούς εἰς κλίβανον πυρός εἰς καιρόν τοῦ προσώπου σου Κύριος ἐν ὀργή αὑτοῦ συνταράξει αὑτούς καί καταφάγεται αὑτούς πῦρ. Τόν καρπόν αὑτῶν ἀπό τῆς γῆς ἀπολεῖς καί τό σπέρμα αὑτῶν ἀπό υἱῶν ἀνθρώπων. Ὅτι ἔκλιναν εἰς σε κακά, διελογίσαντο βουλάς, αἷς οὐ μή δύνωνται στῆναι. Ὅτι θήσεις αὑτούς νῶτον ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τό πρόσωπον αὑτῶν. Ὑψώθητι, Κύριε, ἐν τῆ δυνάμει σου ἄσομεν καί ψαλοῦμεν τάς δυναστείας σου.

Ψαλμός 21
Ὁ Θεός, ὁ Θεός μου, πρόσχες μοι• ἶνα τί ἐγκατέλιπες με; μακρά ἀπό τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. Ὁ Θεός μου, κεκράξομαι ἡμέρας καί ούκ εἰσακούσῃ καί νυκτός καί ούκ εἰς ἄνοιαν ἐμοί. Σύ δε ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. Ἐπί σοι ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καί ἐρρύσω αὑτούς. Πρός σε εκέκραξαν καί ἐσώθησαν, ἐπί σοι ἤλπισαν καί οὗ κατῃσχύνθησαν. Ἐγώ δε εἶμι σκώληξ καί ούκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καί ἐξουθένημα λαοῦ. Πάντες οἱ θεωροῦντες με ἐξεμυκτήρισαν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. ΄Ηλπισεν ἐπί Κύριον, ῥυσάσθω αὑτόν, σωσάτω αὑτόν, ὅτι θέλει αὑτόν. Ὅτι σύ εἰ ὁ εκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπό μαστῶν τῆς μητρός μου ἐπί σε επερρίφην ἐκ μήτρας. Ἀπό γαστρός μητρός μου Θεός μου εἰ σύ, μή ἀποστῇς απ΄ ἐμοῦ. Ὅτι θλῖψις ἐγγύς, ὅτι ούκ ἔστιν ὁ βοηθῶν μοι. Περιεκύκλωσαν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με. ΄Ηνοιξαν επ΄ ἐμέ τό στόμα αὑτῶν, ὡς λέων ἁρπάζων καί ὠρυόμενος. Ὡσεί ὕδωρ ἐξεχύθην καί διεσκορπίσθη πάντα τά ὀστᾶ μου• ἐγενήθη ἡ καρδία μου ὡσεί κηρός τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. Ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου καί ἡ γλῶσσα μου κεκόλληται τῷ λάρυγγι μου καί εἰς χοῦν θανάτου κατήγαγες με. Ὅτι ἐκύκλωσαν με κύνες πολλοί, συναγωγή πονηρευομένων περιέσχον με. ΄Ωρυξαν χεῖρας μου καί πόδας μου• ἐξηρίθμησαν πάντα τά ὀστᾶ μου αὐτοί δε κατενόησαν καί ἐπεῖδον με. Διεμερίσαντο τά ἱμάτια μου ἑαυτοῖς καί ἐπί τόν ἱματισμόν μου ἔβαλον κλῆρον. Σύ δε, Κύριε, μή μακρύνῃς τήν βοήθειαν σου απ΄ ἐμοῦ, εἰς τήν αντίληψην μου πρόσχες. Ῥῦσαι ἀπό ῥομφαίας τήν ψυχήν μου καί ἐκ χειρός κυνός τήν μονογενῆ μου. Σῶσον με ἐκ στόματος λέοντος καί ἀπό κεράτων μονοκερώτων τήν ταπείνωσιν μου. Διηγήσομαι τό ὄνομα σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Οἱ φοβούμενοι τόν Κύριον αἰνέσατε αὑτόν, ἅπαν τό σπέρμα Ιακώβ δοξάσατε αὑτόν. Φοβηθήτω δή απ΄ αὑτοῦ ἅπαν τό σπέρμα Ἰσραήλ. Ὅτι ούκ εξουδένωσεν, οὐδέ προσώχθισε τῆ δεήσει τοῦ πτωχοῦ, οὐδέ ἀπέστρεψε τό πρόσωπον αὑτοῦ απ΄ ἐμοῦ καί ἐν τῷ κεκραγέναι με πρός αὑτόν εἰσήκουσε με. Παρά σου ὁ ἔπαινος μου ἐν ἐκκλησία μεγάλη εξομολογήσομαι σοι• τάς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων σε. Φάγονται πένητες καί ἐμπλησθήσονται καί αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αυτόν• ζήσονται αἱ καρδίαι αὑτῶν εἰς αἰῶνα αἰῶνος. Μνησθήσονται καί ἐπιστραφήσονται πρός Κύριον πάντα τά πέρατα τῆς γῆς καί προσκυνήσουσιν ἐνώπιον αὑτοῦ πάσαι αἱ πατριαί τῶν ἐθνῶν. Ὅτι τοῦ Κυρίου ἡ βασιλεία καί αὑτός δεσπόζει τῶν ἐθνῶν. ΄Εφαγον καί προσεκύνησαν πάντες οἱ πίονες τῆς γης• ἐνώπιον αὑτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. Καί ἡ ψυχή μου αὑτῷ ζῆ καί τό σπέρμα μου δουλεύσει αὑτῷ. Αναγγελήσεται τῷ Κυρίῳ γενεά ἡ ερχομένη καί ἀναγγελοῦσι τήν δικαιοσύνην αὑτοῦ λαῷ τῷ τεχθησομένῳ, ὄν ἐποίησεν ὁ Κύριος.

Ψαλμός 22
Κύριος ποιμαίνει με καί οὐδέν με ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπί ὕδατος ἀναπαύσεως ἐξέθρεψε με. Τήν ψυχήν μου ἐπέστρεψεν, ὡδήγησε με ἐπί τρίβους δικαιοσύνης, ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ. Ἐάν γάρ καί πορευθῶ ἐν μέσῳ σκιάς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σύ μετ΄ ἐμοῦ εἰ. Ἡ ῥάβδος σου καί ἡ βακτηρία σου αὗται με παρεκάλεσαν. Ἡτοίμασας ἐνώπιον μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τήν κεφαλήν μου καί τό ποτήριον σου μεθύσκον με ὡσεί κράτιστον. Καί τό ἔλεος σου καταδιώξει με πάσας τάς ἡμέρας τῆς ζωῆς μου καί τό κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

Ψαλμός 23
Τοῦ Κυρίου ἡ γῆ καί τό πλήρωμα αὑτῆς, ἡ οἰκουμένη καί πάντες οἱ κατοικοῦντες ἐν αὑτῇ. Αὑτός ἐπί θαλασσῶν ἐθεμελίωσεν αὑτήν καί ἐπί ποταμῶν ἡτοίμασεν αὑτήν. Τίς ἀναβήσεται εἰς τό ὄρος τοῦ Κυρίου, ἤ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὑτοῦ; Ἀθῷος χερσί καί καθαρός τῆ καρδία, ὅς ούκ ἔλαβεν ἐπί ματαίῳ τήν ψυχήν αὑτοῦ καί ούκ ὤμοσεν ἐπί δόλῳ τῷ πλησίον αὑτοῦ. Οὗτος λήψεται εὐλογίαν παρά Κυρίου καί ἐλεημοσύνην παρά Θεοῦ σωτῆρος αὑτοῦ. Αὕτη ἡ γενεά ζητούντων τόν Κύριον, ζητούντων τό πρόσωπον τοῦ Θεοῦ Ιακώβ. Ἀρατέ πύλας οἱ ἄρχοντες υμών• καί ἐπάρθητε πύλαι αἰώνιοι καί εἰσελεύσεται ὁ βασιλεύς τῆς δόξης. Τίς ἔστιν οὗτος ὁ βασιλεύς τῆς δόξης; Κύριος κραταιός καί δυνατός, Κύριος δυνατός ἐν πολέμῳ. Ἀρατέ πύλας οἱ ἄρχοντες ὑμῶν καί ἐπάρθητε πύλαι αἰώνιοι καί εἰσελεύσεται ὁ βασιλεύς τῆς δόξης. Τίς ἔστιν οὗτος ὁ βασιλεύς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὑτός ἔστιν ὁ βασιλεύς τῆς δόξης.

Ψαλμός 24
Πρός σε, Κύριε, ἤρα τήν ψυχήν μου. Ὁ Θεός μου, ἐπί σοι πέποιθα μή καταισχυνθείην εἰς τόν αἰῶνα, μηδέ καταγελασάτωσαν με οἱ ἐχθροί μου. Καί γάρ πάντες οἱ ὑπομένοντες σε οὐ μή καταισχυνθῶσιν. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενής.Τας ὀδούς σου, Κύριε, γνώρισον μοι καί τάς τρίβους σου δίδαξον με. Ὁδήγησον με ἐπί τήν ἀλήθειαν σου καί δίδαξον με, ὅτι σύ εἷ ὁ Θεός ὁ σωτήρ μου• καί σε ὑπέμεινα ὅλην τήν ἡμέραν. Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε καί τά ἐλέη σου, ὅτι ἀπό τοῦ αἰῶνος εἷσιν. Ἁμαρτίας νεότητος μου καί ἀγνοίας μου μή μνησθῇς, κατά τό ἔλεος σου μνήσθητι μου, σύ, ἕνεκεν τῆς χρηστότητος σου, Κύριε. Χρηστός καί εὐθύς ὁ Κύριος διά τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὀδῷ. Ὁδηγήσει πραείς ἐν κρίσει, διδάξει πραείς ὀδούς αὑτοῦ. Πάσαι αἱ ὀδοί Κυρίου ἔλεος καί ἀλήθεια, τοῖς ἐκζητοῦσι τήν διαθήκην αὑτοῦ καί τά μαρτύρια αὑτοῦ. ΄Ενεκεν τοῦ ὀνόματος σου, Κύριε καί ἱλάσθητι τῆ ἁμαρτία μου• πολλή γάρ ἔστι. Τίς ἔστιν ἄνθρωπος ὁ φοβούμενος τόν Κύριον; νομοθετήσει αὑτῷ ἐν ὀδῷ, ἤ ηρετίσατο. Ἡ ψυχή αὑτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται καί τό σπέρμα αὑτοῦ κληρονομήσει γῆν. Κραταίωμα Κύριος τῶν φοβουμένων αὑτόν καί ἡ διαθήκη αὑτοῦ δηλώσει αὑτοῖς. Οἱ ὀφθαλμοί μου διά παντός πρός τόν Κύριον, ὅτι αὑτός ἐκσπάσει ἐκ παγίδος τούς πόδας μου. Ἐπίβλεψον επ΄εμέ καί ἐλέησον με ὅτι μονογενής καί πτωχός εἶμι ἐγώ. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγε με. ΄Ιδε τήν ταπείνωσιν μου καί τόν κόπον μου καί ἄφες πάσας τάς ἁμαρτίας μου. ΄Ιδε τούς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καί μῖσος ἄδικον ἐμίσησαν με. Φύλαξον τήν ψυχήν μου καί ῥῦσαι με μή καταισχυνθείην, ὅτι ἤλπισα ἐπί σε. ΄Ακακοι καί εὐθεῖς εκολλώντο μοι, ὅτι ὑπέμεινα σε, Κύριε. Λύτρωσαι, ὁ Θεός, τόν Ἰσραήλ ἐκ πασῶν τῶν θλίψεων αὑτοῦ.

 

Ψαλμός 25

Κρίνον με, Κύριε, ὅτι ἐγώ ἐν ἀκακία μου επορεύθην• καί ἐπί τῷ Κυρίῳ ἐλπίζων, οὐ μή ἀσθενήσω. Δοκίμασον με, Κύριε καί πείρασον με πύρωσον τούς νεφρούς μου καί τήν καρδίαν μου. Ὅτι τό ἔλεος σου κατέναντι τῶν ὀφθαλμῶν μου ἔστι καί εὐηρέστησα ἐν τῆ ἀληθείᾳ σου. Ούκ ἐκάθισα μετά συνεδρίου ματαιότητος καί μετά παρανομούντων οὐ μή εἰσέλθω. Ἐμίσησα ἐκκλησίαν πονηρευομένων καί μετά ἀσεβῶν οὐ μή καθίσω. Νίψομαι ἐν ἀθῴοις τάς χεῖρας μου καί κυκλώσω τό θυσιαστήριον σου, Κύριε, τοῦ ἀκούσαι με φωνῆς αἰνέσεως σου καί διηγήσασθαι πάντα τά θαυμάσια σου. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καί τόπον σκηνώματος δόξης σου. Μή συναπολέσῃς μετά ἀσεβῶν τήν ψυχήν μου καί μετά ἀνδρών αἱμάτων τήν ζωήν μου, ὤν ἐν χερσίν αἱ ἀνομίαι, ἡ δεξιά αὑτῶν ἐπλήσθη δώρων. Ἐγώ δε ἐν ἀκακία μου ἐπορεύθην, λύτρωσαι με, Κύριε καί ἐλέησον με. Ὁ πούς μου ἔστη ἐν ευθύτητι• ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.

Ψαλμός 26
Κύριος φωτισμός μου καί σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστής τῆς ζωῆς μου, ἀπό τίνος δειλιάσω; Ἐν τῷ ἐγγίζειν επ΄εμέ κακοῦντας, τοῦ φαγεῖν τάς σάρκας μου. Οἱ θλίβοντες με καί οἱ ἐχθροί μου, αὐτοί ἠσθένησαν καί ἔπεσον. Ἐάν παρατάξηται επ΄εμέ παρεμβολή, οὗ φοβηθήσεται ἡ καρδία μου ἐάν ἐπαναστῇ επ΄εμέ πόλεμος, ἐν ταύτῃ ἐγώ ἐλπίζω. Μίαν ᾐτησάμην παρά Κυρίου, ταύτην ζητήσω τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου, πάσας τάς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τήν τερπνότητα Κυρίου καί ἐπισκέπτεσθαι τόν ναόν τόν ἅγιον αὑτοῦ. Ὅτι ἔκρυψε με ἐν σκηνή αὑτοῦ ἐν ἡμέρα κακῶν μου, ἐσκέπασε με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὑτοῦ, ἐν πέτρα ὕψωσε με.  Καί νῦν ἰδού ὕψωσε τήν κεφαλήν μου επ΄εχθρούς μου. Ἐκύκλωσα καί ἔθυσα ἐν τῆ σκηνή αὑτοῦ θυσίαν αἰνέσεως καί ἀλαλαγμοῦ ἄσω καί ψαλῶ τῷ Κυρίῳ. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἦς εκέκραξα ἐλέησον με καί εἰσάκουσον μου. Σοι εἶπεν ἡ καρδία μου• Κύριον ζητήσω. Ἐξεζήτησε σε τό πρόσωπον μου τό πρόσωπον σου, Κύριε, ζητήσω. Μή ἀποστρέψῃς τό πρόσωπον σου απ΄εμού καί μή ἐκκλίνῃς ἐν ὀργή ἀπό τοῦ δούλου σου. Βοηθός μου γενοῦ, μή αποσκορακίσης με καί μή ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτήρ μου. Ὅτι ὁ πατήρ μου καί ἡ μήτηρ μου ἐγκατέλιπον με, ὁ δε Κύριος προσελάβετο με. Νομοθέτησον με, Κύριε, ἐν τῆ ὀδῷ σου καί ὁδήγησον με ἐν τρίβω εὐθείᾳ, ἕνεκα τῶν ἐχθρῶν μου. Μή παραδῷς με εἰς ψυχάς θλιβόντων με, ὅτι ἐπανέστησαν μοι μάρτυρες ἄδικοι καί ἐψεύσατο  ἡ ἀδικία ἑαυτῇ. Πιστεύω τοῦ ἰδεῖν τά ἀγαθά Κυρίου ἐν γῆ ζώντων. Ὑπόμεινον τόν Κύριον ἀνδρίζου καί κραταιούσθω ἡ καρδία σου καί ὑπόμεινον τόν Κύριον.

Ψαλμός 27
Πρός σε, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μή παρασιωπήσης απ΄εμού καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς τῆς δεήσεως μου, ἐν τῷ δέεσθαι με πρός σε, ἐν τῷ αἴρειν με χεῖρας μου πρός ναόν ἅγιον σου. Μή συνελκύσῃς με μετά ἁμαρτωλῶν καί μετά ἐργαζομένων ἀδικίαν μή συναπολέσῃς με, τῶν λαλούντων εἰρήνην μετά τῶν πλησίον αὑτῶν, κακά δε ἐν ταῖς καρδίαις αὑτῶν. Δός αὑτοῖς Κύριε κατά τά ἔργα αὑτῶν καί κατά τήν πονηρίαν τῶν ἐπιτηδευμάτων αὑτῶν κατά τά ἔργα τῶν χειρῶν αὑτῶν, δός αὑτοῖς, ἀπόδος τό ἀνταπόδομα αὑτῶν αὑτοῖς. Ὅτι οὐ συνῆκαν εἰς τά ἔργα Κυρίου καί εἰς τά ἔργα τῶν χειρῶν αὑτοῦ. Καθελείς αὑτούς καί οὐ μή οἰκοδομήσεις αὑτούς. Εὐλογητός Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου. Κύριος βοηθός μου καί ὑπερασπιστής μου επ΄αυτώ ἤλπισεν ἡ καρδία μου καί ἐβοηθήθην καί ἀνέθαλεν ἡ σάρξ μου καί ἐκ θελήματος μου εξομολογήσομαι αὑτῷ. Κύριος κραταίωμα τοῦ λαοῦ αὑτοῦ καί ὑπερασπιστής τῶν σωτηρίων τοῦ χριστοῦ αὑτοῦ ἔστι. Σῶσον τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου καί ποίμανον αὑτούς καί ἔπαρον αὑτούς ἕως τοῦ αἰῶνος.

Ψαλμός 28
Ἐνέγκατε τῷ Κυρίῳ, υἱοί Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱούς κριῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καί τιμήν. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὑτούς, προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλή ἀγία αὑτοῦ. Φωνή Κυρίου ἐν ἰσχύϊ, φωνή Κυρίου ἐν μεγαλοπρεπείᾳ. Φωνή Κυρίου συντρίβοντος κέδρους καί συντρίψει Κύριος τάς κέδρους τοῦ Λιβάνου. Καί λεπτυνεῖ αὑτάς ὡς τόν μόσχον τοῦ Λιβάνου καί ὁ ἠγαπημένος ὡς υἱός μονοκερώτων. Φωνή Κυρίου διακόπτοντος φλόγα πυρός. Φωνή Κυρίου συσσείοντος ἔρημον καί συσσείσει Κύριος τήν ἔρημον Κάδδης. Φωνή Κυρίου καταρτιζομένη ἐλάφους καί ἀποκαλύψει δρυμούς καί ἐν τῷ ναῶ αὑτοῦ πᾶς τις λέγει δόξαν. Κύριος τόν κατακλυσμόν κατοικιεῖ καί καθιείται Κύριος Βασιλεύς εἰς τόν αἰῶνα. Κύριος ἰσχύν τῷ λαῷ αὑτοῦ δώσει• Κύριος εὐλογήσει τόν λαόν αὑτοῦ ἐν εἰρήνη.

Ψαλμός 29
Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβες με καί ούκ εὔφρανας τούς ἐχθρούς μου επ΄εμέ. Κύριε ὁ Θεός μου, εκέκραξα πρός σε καί ἰάσω με. Κύριε, ἀνήγαγες ἐξ ᾌδου τήν ψυχήν μου, ἔσωσας με ἀπό τῶν καταβαινόντων εἰς λάκκον. Ψάλατε τῷ Κυρίῳ οἱ ὅσιοι αὑτοῦ καί ἐξομολογεῖσθε τῆ μνήμη τῆς ἁγιωσύνης αὑτοῦ. Ὅτι ὀργή ἐν τῷ θυμῶ αὑτοῦ καί ζωή ἐν τῷ θελήματι αυτού• τό ἑσπέρας αὐλισθήσεται κλαυθμός καί ἐν τῷ πρωί ἀγαλλίασις. Ἐγώ δε εἶπα ἐν τῆ εὐθηνία μου οὐ μή σαλευθῶ εἰς τόν αἰῶνα. Κύριε, ἐν τῷ θελήματι σου παρέσχου τῷ κάλλει μου δύναμιν, ἀπέστρεψας δε τό πρόσωπον σου καί ἐγενήθην τεταραγμένος Πρός σε, Κύριε, κεκράξομαι καί πρός τόν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῶν αἵματι μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Μή εξομολογήσεται σοι χοῦς ἤ ἀναγγελεῖ τήν ἀλήθειαν σου; Ἤκουσε Κύριος καί ἠλέησε με• Κύριος ἐγεννήθη βοηθός μου. ΄Εστρεψας τόν κοπετόν μου εἰς χαράν ἐμοί, διέρρηξας τόν σάκκον μου καί περιέζωσας με εὐφροσύνην. Ὅπως ἀν ψάλῃ σοι ἡ δόξα μου καί οὐ μή κατανυγώ Κύριε ὁ Θεός μου, εἰς τόν αἰῶνα εξομολογήσομαι σοι.

Ψαλμός 30
Ἐπί σοι, Κύριε, ἤλπισα μή καταισχυνθείην εἰς τόν αἰῶνα ἐν τῆ δικαιοσύνη σου ῥῦσαι με καί ἐξελοῦ με. Κλῖνον πρός με τό οὕς σου τάχυνον τοῦ ἐξελέσθαι με. Γενοῦ μοι εἰς Θεόν ὑπερασπιστήν καί εἰς οἶκον καταφυγῆς τοῦ σώσαι με. Ὅτι κραταίωμα μου καί καταφυγή μου εἰ σύ καί ἕνεκεν τοῦ ὀνόματος σου ὁδηγήσεις με καί διαθρέψεις με. Ἐξάξεις με ἐκ παγίδος ταύτης, ἦς ἔκρυψαν μοι, ὅτι σύ εἷ ὁ ὑπερασπιστής μου, Κύριε. Εἰς χεῖρας σου παραθήσομαι τό πνεῦμα μου• ἐλυτρώσω με, Κύριε, ὁ Θεός τῆς ἀληθείας. Ἐμίσησας τούς διαφυλάσσοντας ματαιότητας διακενῆς ἐγώ δε ἐπί τῷ Κυρίῳ ἤλπισα. Αγαλλιάσομαι καί εὐφρανθήσομαι ἐπί τῷ ἐλέει σου ὅτι ἐπεῖδες ἐπί τήν ταπείνωσιν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τήν ψυχήν μου. Καί οὗ συνέκλεισας με εἰς χεῖρας ἐχθρῶν, ἔστησας ἐν εὐρυχώρῳ τούς πόδας μου. Ἐλέησον με, Κύριε, ὅτι θλίβομαι ἐταράχθη ἐν θυμῶ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καί ἡ γαστήρ μου. Ὅτι ἐξέλιπεν ἐν ὀδύνη ἡ ζωή μου καί τά ἔτη μου ἐν στεναγμοῖς. Ἠσθένησεν ἐν πτωχεία ἡ ἰσχύς μου καί τά ὀστᾶ μου ἐταράχθησαν. Παρά πάντας τούς ἐχθρούς μου ἐγενήθην ὄνειδος καί τοῖς γείτοσι μου σφόδρα καί φόβος τοῖς γνωστοῖς μου. Οἱ θεωροῦντες με ἔξω ἔφυγον απ΄ ἐμοῦ. Επελήσθην ὡσεί νεκρός ἀπό καρδίας. Ἐγενήθην ὡσεί σκεῦος ἀπολωλός. Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν ἐν τῷ ἐπισυναχθῆναι αὑτούς ἄμα επ΄εμέ, τοῦ λαβεῖν τήν ψυχήν μου ἐβουλεύσαντο. Ἐγώ δε ἐπί σοι, Κύριε, ἤλπισα εἶπα Σύ εἷ ὁ Θεός μου• ἐν ταῖς χερσί σου οἱ κλῆροι μου. Ῥῦσαι με ἐκ χειρός ἐχθρῶν μου καί ἐκ τῶν καταδιωκόντων με. Επίφανον τό πρόσωπον σου ἐπί τόν δοῦλον σου, σῶσον με ἐν τῷ ἐλέει σου. Κύριε, μή καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε• αἰσχυνθείησαν ἀσεβεῖς καί καταχθείησαν εἰς ᾄδου. Ἄλαλα γενηθήτω τά χείλη τά δόλια, τά λαλοῦντα κατά τοῦ δικαίου ἀνομίαν, ἐν ὑπερηφανία καί ἐξουδενώσει. Ὡς πολύ τό πλῆθος τῆς χρηστότητος σου, Κύριε, ἦς ἔκρυψας τοῖς φοβουμένοις σε! Ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπί σε, ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. Κατακρύψεις αὑτούς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπό ταραχῆς ἀνθρώπων, σκεπάσεις αὑτούς ἐν σκηνή ἀπό ἀντιλογίας γλωσσῶν. Εὐλογητός Κύριος, ὅτι ἐθαυμάστωσε τό ἔλεος αὑτοῦ ἐν πόλει περιοχῆς. Ἐγώ δε εἶπα ἐν τῆ ἐκστάσει μου ἀπέρριμμαι ἀπό προσώπου τῶν ὀφθαλμῶν σου διά τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεως μου, ἐν τῷ κεκραγέναι με πρός σε. Ἀγαπήσατε τόν Κύριον, πάντες οἱ ὅσιοι αὑτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ Κύριος καί ἀνταποδίδωσι τοῖς περισσώς πιοῦσιν ὑπερηφανίαν. Ἀνδρίζεσθε καί κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπί Κύριον.

Ψαλμός 31
Μακάριοι, ὤν ἀφέθησαν αἱ ἀνομίαι καί ὤν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Μακάριος ἀνήρ, ὦ οὐ μή λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἔστιν ἐν τῷ στόματι αὑτοῦ δόλος. Ὅτι ἐσίγησα, ἐπαλαιώθη τά ὀστᾶ μου, ἀπό τοῦ κράζειν με ὅλην τήν ἡμέραν. Ὅτι ἡμέρας καί νυκτός ἐβαρύνθη επ΄εμέ ἡ χείρ σου, ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι μοι ἄκανθαν. Τήν ἀνομίαν μου ἐγνώρισα καί τήν ἁμαρτίαν μου οὑκ ἐκάλυψα. Είπα• Ἐξαγορεύσω κατ΄εμού τήν ἀνομίαν μου τῷ Κυρίῳ καί σύ ἀφῆκας τήν ἀσέβειαν τῆς καρδίας μου. Ὑπέρ ταύτης προσεύξεται πρός σε πᾶς ὅσιος ἐν καιρῶ εὐθέτῳ πλήν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρός αὑτόν οὑκ ἐγγιοῦσι. Σύ μου εἷ καταφυγή ἀπό θλίψεως τῆς περιεχούσης με, τό ἀγαλλίαμα μου λύτρωσαι με ἀπό τῶν κυκλωσάντων με. Συνετιώ σε καί συμβιβῶ σε ἐν ὀδῷ ταύτῃ, ἤ πορεύσῃ, επιστηριώ ἐπί σε τούς ὀφθαλμούς μου. Μή γίνεσθε ὦς ἵππος καί ἡμίονος, οἷς οὑκ ἔστι σύνεσις• ἐν κημῶ καί χαλινῶ τάς σιαγόνας αὑτῶν ἄγξαι, τῶν μή ἐγγιζόντων πρός σε. Πολλαί αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τόν δε ἐλπίζοντα ἐπί Κύριον ἔλεος κυκλώσει. Εὐφράνθητε ἐπί Κύριον καί αγαλλιάσθε, δίκαιοι καί καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῆ καρδία.

Ψαλμός 32
Αγαλλιάσθε δίκαιοι, ἐν Κυρίῳ τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρα, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὑτῷ. ΄Ασατε αὑτῷ ἄσμα καινόν, καλῶς ψάλατε αὑτῷ ἐν ἀλαλαγμῷ. Ὅτι εὐθύς ὁ λόγος τοῦ Κυρίου, πάντα τά ἔργα αὑτοῦ ἐν πίστει. Ἀγαπᾷ ἐλεημοσύνην καί κρίσιν ὁ Κύριος• τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Τῷ λόγῳ Κυρίου οἱ οὐρανοί ἐστερεώθησαν καί τῷ πνεύματι τοῦ στόματος αὑτοῦ πᾶσα ἡ δύναμις αὑτῶν.  Συνάγων ὡσεί ἀσκόν ὕδατα θαλάσσης, τιθείς ἐν θησαυροῖς ἀβύσσους. Φοβηθήτω τόν Κύριον πᾶσα ἡ γῆ, απ΄αυτού δε σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τήν οἰκουμένην. Ὅτι αὑτός εἶπε καί εγενήθησαν• αὑτός ἐνετείλατο καί ἐκτίσθησαν. Κύριος διασκεδάζει βουλάς ἐθνῶν, ἀθετεῖ δε λογισμούς λαῶν καί ἀθετεῖ βουλάς ἀρχόντων. Ἡ δε βουλή τοῦ Κυρίου εἰς τόν αἰῶνα μένει, λογισμοί τῆς καρδίας αὑτοῦ εἰς γενεάν καί γενεάν. Μακάριον τό ἔθνος, οὐ ἔστι Κύριος ὁ Θεός αὑτοῦ, λαός, ὀν  ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τούς υἱούς τῶν ἀνθρώπων. Ἐξ ἑτοίμου κατοικητηρίου αὑτοῦ ἐπέβλεψεν ἐπί πάντας τούς κατοικοῦντας τήν γῆν. Ὁ πλάσας κατά μόνας τάς καρδίας αὑτῶν, ὁ συνιείς πάντα τά ἔργα αὑτῶν. Οὗ σῴζεται βασιλεύς διά πολλήν δύναμιν καί γίγας οὗ σωθήσεται ἐν πλήθει ἰσχύος αὑτοῦ. Ψευδής ἵππος εἰς σωτηρίαν, ἐν δε πλήθει δυνάμεως αὑτοῦ, οὗ σωθήσεται. Ἰδού οἱ ὀφθαλμοί Κυρίου ἐπί τούς φοβουμένους αὑτόν, τούς ἐλπίζοντας ἐπί τό ἔλεος αὑτοῦ. Ῥύσασθαι ἐκ θανάτου τάς ψυχάς αὑτῶν καί διαθρέψαι αὑτούς ἐν λιμῷ. Ἡ ψυχή ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθός καί ὑπερασπιστής ἡμῶν ἔστιν. Ὅτι ἐν αὑτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν καί ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὑτοῦ ἠλπίσαμεν. Γένοιτο, Κύριε, τό ἔλεος σου εφ΄ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπί σε.

Ψαλμός 33
Εὐλογήσω τόν Κύριον ἐν παντί καιρῶ, διά παντός ἡ αἴνεσις αὑτοῦ ἐν τῷ στόματι μου. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου ἀκουσάτωσαν πραείς καί εὐφρανθήτωσαν. Μεγαλύνατε τόν Κύριον σύν ἐμοί καί ὑψώσωμεν τό ὄνομα αὑτοῦ ἐπί τό αὑτό. Ἐξεζήτησα τόν Κύριον καί ἐπήκουσε μου καί ἐκ πασῶν τῶν θλίψεων μου ἐρρύσατο με. Προσέλθετε πρός αὑτόν καί φωτίσθητε καί τά πρόσωπα ὑμῶν οὐ μή καταισχυνθῇ. Οὗτος ὁ πτωχός εκέκραξε καί ὁ Κύριος εἰσήκουσεν αὑτοῦ καί ἐκ πασῶν τῶν θλίψεων αὑτοῦ ἔσωσεν αὑτόν.  Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὑτόν καί ῥύσεται αὑτούς. Γεύσασθε καί ἴδετε ὅτι χρηστός ὁ Κύριος• μακάριος ἀνήρ, ὅς ἐλπίζει επ΄αυτόν. Φοβήθητε τόν Κύριον, πάντες οἱ ἅγιοι αὑτοῦ, ὅτι οὑκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὑτόν. Πλούσιοι ἐπτώχευσαν καί επείνασαν• οἱ δε ἐκζητοῦντες τόν Κύριον οὑκ ἐλαττωθήσονται παντός ἀγαθοῦ. Δεῦτε, τέκνα, ἀκούσατε μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἔστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τήν γλῶσσαν σου ἀπό κακοῦ καί χείλη σου τοῦ μή λαλήσαι δόλον. ΄Εκλινον ἀπό κακοῦ καί ποίησον ἀγαθόν ζήτησον εἰρήνην καί δίωξον αὑτήν. Ὀφθαλμοί Κυρίου ἐπί δικαίους καί ὦτα αὑτοῦ εἰς δέησιν αὑτῶν. Πρόσωπον δε Κυρίου ἐπί ποιοῦντας κακά, τοῦ ἐξολοθρεύσαι ἐκ γῆς τό μνημόσυνον αὑτῶν. εκέκραξαν οἱ δίκαιοι καί ὁ Κύριος εἰσήκουσεν αὑτῶν καί ἐκ πασῶν τῶν θλίψεων αὑτῶν ἐρρύσατο αὑτούς. Ἐγγύς Κύριος τοῖς συντετριμμένοις τήν καρδίαν καί τούς ταπεινούς τῷ πνεύματι σώσει. Πολλαί αἱ θλίψεις τῶν δικαίων καί ἐκ πασῶν αὑτῶν ῥύσεται αὑτούς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τά ὀστᾶ αὑτῶν, ἔν ἐξ αὑτῶν οὐ συντριβήσεται. Θάνατος ἁμαρτωλῶν πονηρός καί οἱ μισοῦντες τόν δίκαιον πλημμελήσουσι. Λυτρώσεται Κύριος ψυχάς δούλων αὑτοῦ καί οὐ μή πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες επ΄αυτόν.

Ψαλμός 34
Δίκασον, Κύριε, τούς ἀδικοῦντας με• πολέμησον τούς πολεμοῦντας με. Ἐπιλαβοῦ ὅπλου καί θυρεοῦ καί ἀνάστηθι εἰς τήν βοήθειαν μου. ΄Εκχεον ῥομφαίαν καί σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με• εἶπον τῆ ψυχή μου Σωτηρία σου ἐγώ εἶμι. Αἰσχυνθήτωσαν καί ἐντραπήτωσαν οἱ ζητοῦντες τήν ψυχήν μου• ἀποστραφήτωσαν εἰς τά ὀπίσω καί καταισχυνθήτωσαν οἱ λογιζόμενοι μοι κακά. Γενηθήτωσαν ὡσεί χνοῦς κατά πρόσωπον ἀνέμου καί ἄγγελος Κυρίου ἐκθλίβων αὑτούς. Γενηθήτω ἡ ὀδός αὑτῶν σκότος καί ὀλίσθημα καί ἄγγελος Κυρίου καταδιώκων αὑτούς Ὅτι δωρεάν ἔκρυψαν μοι διαφθοράν παγίδος αὑτῶν, μάτην ὠνείδισαν τήν ψυχήν μου. Ἐλθέτω αὑτῷ παγίς, ἤν οὗ γινώσκει καί ἡ θήρα, ἤν ἔκρυψε, συλλαβέτω αὑτόν καί ἐν τῆ παγίδι πεσεῖται ἐν αὑτῇ. Ἡ δε ψυχή μου αγαλλιάσεται ἐπί τῷ Κυρίῳ, τερφθήσεται ἐπί τῷ σωτηρίῳ αὑτοῦ. Πάντα τά ὀστᾶ μου ερούσι• Κύριε, Κύριε, τίς ὅμοιος σοι; Ῥυόμενος πτωχόν ἐκ χειρός στερεωτέρων αὑτοῦ καί πτωχόν καί πένητα ἀπό τῶν διαρπαζόντων αὑτόν. Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἆ οὑκ εγίνωσκον ἠρώτων με. Ἀνταπεδίδοσαν μοι πονηρά ἀντί ἀγαθῶν καί ἀτεκνίαν τῆ ψυχή μου. Ἐγώ δε, ἐν τῷ αὑτούς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον καί εταπείνουν ἐν νηστεία τήν ψυχήν μου καί ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. Ὡς πλησίον, ὡς ἀδελφῷ ἡμετέρῳ, οὕτως ευηρέστουν ὡς πενθῶν καί σκυθρωπάζων, οὕτως ἐταπεινούμην. Καί κατ΄εμού εὐφράνθησαν καί συνήχθησαν συνήχθησαν επ΄εμέ μάστιγες καί οὑκ ἔγνων. Διεσχίσθησαν καί οὗ κατενύγησαν. Ἐπείρασαν με, ἐξεμυκτήρισαν με μυκτηρισμῷ, ἔβρυξαν επ΄ ἐμέ τούς ὀδόντας αὑτῶν. Κύριε, πότε ἐπόψει; ἀποκατάστησον τήν ψυχήν μου ἀπό τῆς κακουργίας αὑτῶν, ἀπό λεόντων τήν μονογενῆ μου. Εξομολογήσομαι σοι ἐν ἐκκλησία πολλή, ἐν λαῷ βαρεῖ αἰνέσω σε. Μή ἐπιχαρείησαν μοι οἱ ἐχθραίνοντες μοι ἀδίκως, οἱ μισοῦντες με δωρεάν καί διανεύοντες ὀφθαλμοῖς. Ὅτι ἐμοί μέν εἰρηνικά ἐλάλουν καί επ΄οργήν δόλους διελογίζοντο. Καί ἐπλάτυναν επ΄εμέ τό στόμα αὑτῶν εἶπον Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοί ἡμῶν! Εἶδες, Κύριε, μή παρασιωπήσης Κύριε, μή ἀποστῇς απ΄εμού. Ἐξεγέρθητι, Κύριε καί πρόσχες τῆ κρίσει μου, ὁ Θεός μου καί ὁ Κύριος μου, εἰς τήν δίκην μου. Κρίνον με, Κύριε, κατά τήν δικαιοσύνην σου, Κύριε, ὁ Θεός μου καί μή ἐπιχαρείησαν μοι. Μή είποισαν ἐν καρδίαις αὑτῶν Εὖγε, εὖγε τῆ ψυχή ἡμῶν μή δε εἴποιεν Κατεπίομεν αὑτόν. Αἰσχυνθείησαν καί ἐντραπείησαν ἄμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου Ἐνδυσάσθωσαν αἰσχύνην καί ἐντροπήν οἱ μεγαλορρημονοῦντες επ΄εμέ. Αγαλλιάσθωσαν καί εὐφρανθήτωσαν οἱ θέλοντες τήν δικαιοσύνην μου καί ειπάτωσαν διαπαντός. Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τήν εἰρήνην τοῦ δούλου αὑτοῦ. Καί ἡ γλῶσσα μου μελετήσει τήν δικαιοσύνην σου, ὅλην τήν ἡμέρα τόν ἔπαινον σου.

Ψαλμός 35
Φησίν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, οὑκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὑτοῦ. Ὅτι ἐδόλωσεν ἐνώπιον αὑτοῦ, τοῦ εὑρεῖν τήν ἀνομίαν αὑτοῦ καί μισήσαι. Τά ῥήματα τοῦ στόματος αὑτοῦ ἀνομία καί δόλος, οὑκ ἠβουλήθη συνιέναι τοῦ αγαθύναι. Ἀνομίαν διελογίσατο ἐπί τοῖς κοίτης αὑτοῦ, παρέστη πάσῃ ὀδῷ οὑκ ἀγαθή, κακία δε οὗ προσώχθισε. Κύριε, ἐν τῷ οὐρανῶ τό ἔλεος σου καί ἡ ἀλήθεια σου ἕως νεφελῶν. Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, τά κρίματα σου ἄβυσσος πολλή Ανθώπους καί κτήνη σώσεις, Κύριε. Ὡς ἐπλήθυνας τό ἔλεος σου, ὁ Θεός. Οἱ δε υἱοί τῶν ἀνθρώπων ἐν σκέπη τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπό πιότητος οἴκου σου καί τόν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὑτούς. Ὅτι παρά σοι  πηγή ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φώς. Παράτεινον τό ἔλεος σου τοῖς γινώσκουσι σε καί τήν δικαιοσύνην σου τοῖς εὐθέσι τῆ καρδία. Μή ἐλθέτω μοι πούς ὑπερηφανίας καί χείρ ἁμαρτωλοῦ μή σαλεύσαι με. Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τήν ἀνομίαν εξώσθησαν καί οὐ μή δύνωνται στῆναι.

Ψαλμός 36
Μή παραζήλου ἐν πονηρευομένοις, μηδέ ζήλου τούς ποιοῦντας τήν ἀνομίαν. Ὅτι ὡσεί χόρτος ταχύ ἀποξηρανθήσεται καί ὡσεί λάχανα χλόης ταχύ ἀποπεσοῦνται. ΄Ελπισον ἐπί Κύριον καί ποίει χρηστότητα καί κατασκήνου τήν γῆν καί ποιμανθήσῃ ἐπί τῷ πλούτῳ αὑτῆς. Κατατρύφησον τοῦ Κυρίου καί δώσει σοι τά αἰτήματα τῆς καρδίας σου. Ἀποκάλυψον πρός Κύριον τήν ὀδόν σου καί ἔλπισον επ΄αυτόν καί αὑτός ποιήσει. Καί ἐξοίσει ὡς φώς τήν δικαιοσύνην σου καί τό κρίμα σου ὡς μεσημβρίαν. Ὑποτάγηθι τῷ Κυρίῳ καί ἱκέτευσον αὑτόν, μή παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῆ ὀδῷ αὑτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν. Παύσαι ἀπό ὀργῆς καί ἐγκατάλιπε θυμόν, μή παραζήλου ὥστε πονηρεύεσθαι. Ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, οἱ δε ὑπομένοντες τόν Κύριον, αὐτοί κληρονομήσουσι γῆν. Καί ἔτι ὀλίγον καί οὗ μή ὑπάρξῃ ὁ ἁμαρτωλός καί ζητήσεις τόν τόπον αὑτοῦ καί οὗ μή εὕρῃς. Οἱ δε πραείς κληρονομήσουσι γῆν καί κατατρυφήσουσιν ἐπί πλήθει εἰρήνης. Παρατηρήσεται ὁ ἁμαρτωλός τόν δίκαιον καί βρύξει επ΄αυτόν τούς ὀδόντας αὑτοῦ. Ὁ δε Κύριος ἐκγελάσεται αὑτόν, ὅτι προβλέπει, ὅτι ἥξει ἡ ἡμέρα αὑτοῦ. Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί, ἐνέτειναν τόξον αὑτῶν τοῦ καταβαλεῖν πτωχόν καί πένητα, τοῦ σφάξαι τούς εὐθεῖς τῆ καρδία. Ἡ ῥομφαία αὑτῶν εἰσέλθοι εἰς τάς καρδίας αὑτῶν καί τά τόξα αὑτῶν συντριβείη. Κρεῖσσον ὀλίγον τῷ δικαίῳ, ὑπέρ πλοῦτον ἁμαρτωλῶν πολύν. Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑποστηρίζει δε δικαίους ὁ Κύριος. Γινώσκει Κύριος τάς ὀδούς τῶν ἀμώμων καί ἡ κληρονομία αὑτῶν εἰς αἰῶνα ἔσται. Οὗ καταισχυνθήσονται ἐν καιρῶ πονηρῷ καί ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. Ὅτι οἱ ἁμαρτωλοί ἀπολοῦνται, οἱ δε ἐχθροί τοῦ Κυρίου, ἄμα τῷ δοξασθῆναι αὑτούς καί ὑψωθῆναι, ἐκλείποντες ὡσεί καπνός ἐξέλιπον. Δανείζεται ὁ ἁμαρτωλός καί οὑκ ἀποτίσει ὁ δε δίκαιος οἰκτείρει καί δίδωσιν. Ὅτι οἱ εὐλογοῦντες αὑτόν κληρονομήσουσι γῆν, οἱ δε καταρώμενοι αὑτόν ἐξολοθρευθήσονται. Παρά Κυρίου τά διαβήματα ἀνθρώπου κατευθύνεται καί τήν ὀδόν αὑτοῦ θελήσει σφόδρα. ΄Οταν πέση, οὗ καταρραχθήσεται• ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὑτοῦ. Νεώτερος ἐγενόμην καί γάρ ἐγήρασα καί οὑκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδέ τό σπέρμα αὑτοῦ ζητοῦν ἄρτους. ΄Ολην τήν ἡμέραν ἐλεεῖ καί δανείζει ὁ δίκαιος καί τό σπέρμα αὑτοῦ εἰς εὐλογίαν ἔσται. Ἔκκλινον ἀπό κακοῦ καί ποίησον ἀγαθόν καί κατασκήνου εἰς αἰῶνα αἰῶνος. Ὅτι Κύριος ἀγαπᾷ κρίσιν καί οὑκ ἐγκαταλείψει τούς ὁσίους αὑτοῦ, εἰς τόν αἰῶνα φυλαχθήσονται. ΄Ανομοι δε ἐκδιωχθήσονται καί σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. Δίκαιοι δε κληρονομήσουσι γῆν καί κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος επ΄αυτής. Στόμα δικαίου μελετήσει σοφίαν καί ἡ γλῶσσα αὑτοῦ λαλήσει κρίσιν. Ὁ νόμος τοῦ Θεοῦ αὑτοῦ ἐν καρδία αὑτοῦ καί οὐχ υποσκελισθήσεται τά διαβήματα αὑτοῦ. Κατανοεῖ ὁ ἁμαρτωλός τόν δίκαιον καί ζητεῖ τοῦ θανατώσαι αὑτόν. Ὁ δε Κύριος οὐ μή ἐγκαταλίπῃ αὑτόν εἰς τάς χεῖρας αὑτοῦ, οὐδέ μή καταδικάσηται αὑτόν, ὅταν κρίνηται αὑτῷ. Ὑπόμεινον τόν Κύριον καί φύλαξον τήν ὀδόν αὑτοῦ καί ὑψώσει σε τοῦ κατακληρονομήσαι γῆν ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλούς ὄψει. Εἶδον τόν ἀσεβῆ ὑπερυψούμενον καί ἐπαιρόμενον ὡς τάς κέδρους τοῦ Λιβάνου. Καί παρῆλθεν καί ἰδού οὑκ ἤν καί ἐζήτησα αὑτόν καί οὐχ εὑρέθη ὁ τόπος αὑτοῦ. Φύλασσε ἀκακίαν καί ἴδε εὐθύτητα, ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. Οἱ δε παράνομοι ἐξολοθρευθήσονται ἐπί τό αὑτό τά ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολοθρευθήσονται. Σωτηρία δε τῶν δικαίων παρά Κυρίου καί ὑπερασπιστής αὑτῶν ἔστιν ἐν καιρῶ θλίψεως. Καί βοηθήσει αὑτοῖς Κύριος καί ῥύσεται αὑτούς καί εξελείται αὑτούς ἐξ ἁμαρτωλῶν καί σώσει αὑτούς, ὅτι ἤλπισαν επ΄αυτόν.

Ψαλμός 37
Κύριε, μή τῷ θυμῶ σου ἐλέγξῃς με, μηδέ τῆ ὀργή σου παιδεύσῃς με. Ὅτι τά βέλη σου ἐνεπάγησαν μοι καί ἐπεστήριξας επ΄εμέ τήν χεῖρα σου. Οὑκ ἔστιν ἴασις ἐν τῆ σαρκί μου ἀπό προσώπου τῆς ὀργῆς σου• οὑκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπό προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τήν κεφαλήν μου, ὡσεί φορτίον βαρύ ἐβαρύνθησαν επ΄εμέ. Προσώζεσαν καί ἐσάπησαν οἱ μώλωπες μου ἀπό προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα καί κατεκάμφθην ἕως τέλους• ὅλην τήν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων καί οὑκ ἔστιν ἴασις ἐν τῆ σαρκί μου. Ἐκακώθην καί ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπό στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου καί ὁ στεναγμός μου ἀπό σου οὑκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπε με ἡ ἰσχύς μου καί τό φώς τῶν ὀφθαλμῶν μου καί αὑτό οὑκ ἔστι μετ΄εμού. Οἱ φίλοι μου καί οἱ πλησίον μου εξ΄εναντίας μου ἤγγισαν καί ἔστησαν καί οἱ ἔγγιστα μου ἀπό μακρόθεν ἔστησαν. Καί ἐξεβιάζοντο οἱ ζητοῦντες τήν ψυχήν μου καί οἱ ζητοῦντες τά κακά μοι ἐλάλησαν ματαιότητας καί δολιότητας ὅλην τήν ἡμέραν ἐμελέτησαν. Ἐγώ δε ὡσεί κωφός οὑκ ἤκουον καί ὡσεί ἄλαλος οὑκ ἀνοίγων τό στόμα αὑτοῦ. Καί ἐγενόμην ὡσεί ἄνθρωπος οὑκ ἀκούων καί οὑκ ἔχων ἐν τῷ στόματι αὑτοῦ ἐλεγμούς. Ὅτι ἐπί σοι, Κύριε, ἤλπισα σύ εἰσακούσῃ, Κύριε, ὁ Θεός μου. Ὅτι εἶπον Μήποτε ἐπιχαρῶσι μοι οἱ ἐχθροί μου καί ἐν τῷ σαλευθῆναι πόδας μου, επ΄εμέ εμεγαλορρημόνησαν. Ὅτι ἐγώ εἰς μάστιγας ἕτοιμος καί ἡ ἀλγηδών μου ἐνώπιον μου ἔστι διαπαντός. Ὅτι τήν ἀνομίαν μου ἐγώ ἀναγγελῶ καί μεριμνήσω ὑπέρ τῆς ἁμαρτίας μου. Οἱ δε ἐχθροί μου ζῶσι καί κεκραταίωνται ὑπέρ ἐμέ καί ἐπληθύνθησαν οἱ μισοῦντες με ἀδίκως. Οἱ ἀνταποδιδόντες μοι κακά ἀντί ἀγαθῶν ενδιέβαλλον με, ἐπεί κατεδίωκον ἀγαθωσύνην. Μή ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μή ἀποστῇς απ΄εμού. Πρόσχες εἰς τήν βοήθειαν μου, Κύριε τῆς σωτηρίας μου.

Ψαλμός 38
Είπα• Φυλάξω τάς ὀδούς μου τοῦ μή ἁμαρτάνειν με ἐν γλώσσῃ μου• ἐθέμην τῷ στόματι μου φυλακήν ἐν τῷ συστῆναι τόν ἁμαρτωλόν ἐναντίον μου. Ἐκωφώθην  καί ἐταπεινώθην καί ἐσίγησα ἐξ ἀγαθῶν καί τό ἄλγημα μου ἀνεκαινίσθη. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου καί ἐν τῆ μελέτη μου ἐκκαυθήσεται πῦρ ἐλάλησα ἐν γλώσσῃ μου. Γνώρισον μοι, Κύριε, τό πέρας μου καί τόν ἀριθμόν τῶν ἡμερῶν μου, τίς ἔστιν, ἶνα γνῶ τί ὑστερῶ ἐγώ. Ἰδού παλαιστάς ἔθου τάς ἡμέρας μου καί ἡ ὑπόστασις μου ὡσεί οὐδέν ἐνώπιον σου πλήν τά σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλήν μάτην ταράσσεται θησαυρίζει καί οὗ γινώσκει τίνι συνάξει αὑτά. Καί νῦν, τίς ἡ ὑπομονή μου; οὐχί ὁ Κύριος; καί ἡ ὑπόστασις μου παρά σου ἔστιν. Ἀπό πασῶν τῶν ἀνομιῶν μου ῥῦσαι με ὄνειδος ἄφρονι, ἔδωκας με. Ἐκωφώθην καί ἤνοιξα τό στόμα μου, ὅτι σύ ἐποίησας. Ἀπόστησον απ΄εμού τάς μάστιγας σου ἀπό γάρ τῆς ἰσχύος τῆς χειρός σου ἐγώ ἐξέλιπον. Ἐν ἐλεγμοῖς ὑπέρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον καί ἐξέτηξας ὡς ἀράχνην τήν ψυχήν αὑτοῦ πλήν μάτην ταράσσεται πᾶς ἄνθρωπος. Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε καί τῆς δεήσεως μου ἐνώτισαι τῶν δακρύων μου. Μή παρασιωπήσης, ὅτι πάροικος ἐγώ εἶμι παρά σοι καί παρεπίδημος, καθώς πάντες οἱ πατέρες μου. Ἄνες μου, ἶνα ἀναψύξω πρό τοῦ με ἀπελθεῖν καί οὐκέτι οὐ μή ὑπάρξω.

Ψαλμός 39
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεως μου. Καί ἀνήγαγε με ἐκ λάκκου ταλαιπωρίας καί ἀπό πηλοῦ ἰλύος καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατηύθυνε τά διαβήματα μου. Καί ἐνέβαλεν εἰς τό στόμα μου ἄσμα καινόν, ὕμνον τῷ Θεῶ ἡμῶν. ΄Οψονται πολλοί καί φοβηθήσονται καί ἐλπιοῦσιν ἐπί Κύριον. Μακάριος ἀνήρ, οὗ ἔστι τό ὄνομα Κυρίου ἐλπίς αὑτοῦ καί οὑκ ἐπέβλεψεν εἰς ματαιότητας καί μανίας ψευδεῖς. Πολλά ἐποίησας σύ, Κύριε ὁ Θεός μου, τά θαυμάσια σου καί τοῖς διαλογισμοῖς σου οὑκ ἔστι τίς ὁμοιωθήσεται σοι. Ἀπήγγειλα καί ἐλάλησα, ἐπληθύνθησαν ὑπέρ ἀριθμόν. Θυσίαν καί προσφοράν οὑκ ἠθέλησας, σῶμα δε κατηρτίσω μοι. Ὁλοκαυτώματα καί περί ἁμαρτίας οὑκ ᾔτησας. Τότε εἶπον Ἰδού ἥκω ἐν κεφαλίδι βιβλίου γέγραπται περί ἐμοῦ. Τοῦ ποιήσαι τό θέλημα σου, ὁ Θεός μου, ἠβουλήθην καί τόν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησία μεγάλη• ἰδού τά χείλη μου οὐ μή κωλύσω Κύριε, σύ ἔγνως. Τήν δικαιοσύνην σου οὑκ ἔκρυψα ἐν τῆ καρδία μου• τήν ἀλήθειαν σου καί τό σωτήριον σου εἶπα. Οὑκ ἔκρυψα τό ἔλεος σου καί τήν ἀλήθειαν σου ἀπό συναγωγῆς πολλῆς. Σύ δε, Κύριε, μή μακρύνῃς τούς οικτοιρμούς σου απ΄εμού τό ἔλεος σου καί ἡ ἀλήθεια σου διαπαντός ἀντιλάβοιντο μου. Ὅτι περιέσχον με κακά, ὤν οὑκ ἔστιν ἀριθμός κατέλαβον με αἱ ἀνομίαι μου καί οὑκ ἠδυνήθην τοῦ βλέπειν. Ἐπληθύνθησαν ὑπέρ τάς τρίχας τῆς κεφαλῆς μου καί ἡ καρδία μου  ἐγκατέλιπε με. Εὐδόκησον, Κύριε, τοῦ ῥύσασθαι με• Κύριε, εἰς τό βοηθήσαι μοι πρόσχες. Καταισχυνθείησαν καί ἐντραπείησαν ἄμα οἱ ζητοῦντες τήν ψυχήν μου τοῦ ἐξάραι αυτήν• ἀποστραφείησαν εἰς τά ὀπίσω καί καταισχυνθείησαν οἱ θέλοντες μοι κακά. Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὑτῶν οἱ λέγοντες μοι, εὖγε, εὖγε. Αγαλλιάσθωσαν καί εὐφρανθήτωσαν ἐπί σοι πάντες  οἱ ζητοῦντες σε, Κύριε καί ειπάτωσαν διαπαντός, μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τό σωτήριον σου. Ἐγώ δε πτωχός εἰμί καί πένης, Κύριος φροντιεῖ μοι βοηθός μου καί ὑπερασπιστής μου εἰ σύ, ὁ Θεός μου, μή χρονίσῃς.

Ψαλμός 40
Μακάριος ὁ συνιών ἐπί πτωχόν καί πένητα, ἐν ἡμέρα πονηρά ῥύσεται αὑτόν ὁ Κύριος. Κύριος διαφυλάξαι αὑτόν καί ζήσαι αὑτόν καί μακαρίσαι αὑτόν ἐν τῆ γῆ καί μή παραδῶ αὑτόν εἰς χεῖρας ἐχθρῶν αὑτοῦ. Κύριος βοηθήσαι αὑτῷ ἐπί κλίνης ὀδύνης αὑτοῦ, ὅλην τήν κοίτην αὑτοῦ ἔστρεψας ἐν τῆ ἀρρωστία αὑτοῦ. Ἐγώ εἶπα Κύριε, ἐλέησον με, ἴασαι τήν ψυχήν μου, ὅτι ἥμαρτον σοι. Οἱ ἐχθροί μου εἶπον κακά μοι πότε ἀποθανεῖται καί ἀπολεῖται τό ὄνομα αὑτοῦ; Καί εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὑτοῦ, συνήγαγεν ἀνομίαν ἑαυτῷ ἐξεπορεύετο ἔξω καί ἐλάλει ἐπί τό αὑτό. Κατ΄εμού ἐλογίζοντο κακά μοι. Λόγον παράνομον κατέθεντο κατ΄ ἐμοῦ μή ὁ κοιμώμενος οὐχί προσθήσει τοῦ ἀναστῆναι; Καί γάρ ἄνθρωπος τῆς εἰρήνης μου, εφ΄ον ἤλπισα, ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν επ΄εμέ πτερνισμόν. Σύ δε, Κύριε, ἐλέησον με καί ἀνάστησον με καί ἀνταποδώσω αὑτοῖς. Ἐν τούτῳ ἔγνων, ὅτι τεθέληκας με, ὅτι οὐ μή ἐπιχαρῆ ὁ ἐχθρός μου επ΄εμέ. Ἐμοῦ δε διά τήν ἀκακίαν ἀντελάβου καί ἐβεβαίωσας με ἐνώπιον σου εἰς τόν αἰῶνα. Εὐλογητός Κύριος ὁ Θεός τοῦ Ἰσραήλ ἀπό τοῦ αἰῶνος καί εἰς τόν αἰῶνα. Γένοιτο, γένοιτο.

Ψαλμός 41
Ὀν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπί τάς πηγάς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρός σε, ὁ Θεός. Ἐδίψησεν ἡ ψυχή μου πρός τόν Θεόν, τόν ἰσχυρόν, τόν ζῶντα πότε ἥξω καί ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Ἐγενήθη τά δάκρυα μου ἐμοί ἄρτος ἡμέρας καί νυκτός, ἐν τῷ λέγεσθαι με καθ΄εκάστην ἡμέραν Πού ἔστιν ὁ Θεός σου; Ταύτᾳ ἐμνήσθην καί ἐξέχεα επ΄εμέ τήν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστής, ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνή ἀγαλλιάσεως καί ἐξομολογήσεως ἤχου ἑορτάζοντος. Ινατί περίλυπος εἷ ἡ ψυχή μου; καί ινατί συνταράσσεις με; Ἔλπισον ἐπί τόν Θεόν, ὅτι εξομολογήσομαι αὑτῷ, σωτήριον τοῦ προσώπου μου καί ὁ Θεός μου. Πρός ἐμαυτόν ἡ ψυχή μου ἐταράχθη, διά τοῦτο μνησθήσομαι σου ἐκ γῆς Ἰορδάνου καί Ερμωνιείμ, ἀπό ὄρους μικροῦ. Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται, εἰς φωνήν τῶν καταρρακτῶν σου πάντες οἱ μετεωρισμοί σου καί τά κύματα σου επ΄εμέ διῆλθον. Ἡμέρας ἐντελεῖται Κύριος τό ἔλεος αὑτοῦ καί νυκτός ᾠδή αὑτῷ, παρ΄εμοί προσευχή τῷ Θεῶ τῆς ζωῆς μου. Ἐρῶ τῷ Θεώ• ἀντιλήπτωρ μου εἰ Διατί μου ἐπελάθου; καί ινατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τόν ἐχθρόν μου; Ἐν τῷ καταθλάσθαι τά ὀστᾶ μου, ὠνείδιζον με οἱ ἐχθροί μου ἐν τῷ λέγειν αὑτούς μοι καθ΄εκάστην ημέραν• Πού ἔστιν ὁ Θεός σου; Ινατί περίλυπος εἷ ἡ ψυχή μου; καί ινατί συνταράσσεις με; Ἔλπισον ἐπί τόν Θεόν, ὅτι εξομολογήσομαι αὑτῷ, σωτήριον τοῦ προσώπου μου καί ὁ Θεός μου.

Ψαλμός 42
Κρίνον με ὁ Θεός καί δίκασον τήν δίκην μου  ἐξ ἔθνους οὐχ ὁσίου, ἀπό ἀνθρώπου ἀδίκου καί δολίου ῥῦσαι με. Ὅτι σύ εἷ ὁ Θεός κραταίωμα μου, ινατί ἀπώσω με; καί ινατί σκυθρωπάζων πορεύομαι, ἐν τῷ ἐκθλίβειν τόν ἐχθρόν μου; Ἐξαπόστειλον τό φώς σου καί τήν ἀλήθειαν σου, αὑτά με ὡδήγησαν καί ἤγαγον με εἰς ὄρος ἅγιον σου καί εἰς τά σκηνώματα σου. Καί εἰσελεύσομαι πρός τό θυσιαστήριον τοῦ Θεοῦ, πρός τόν Θεόν τόν εὐφραίνοντα τήν νεότητα μου εξομολογήσομαι σοι ἐν κιθάρα, ὁ Θεός, ὁ Θεός μου. Ινατί περίλυπος εἷ ἡ ψυχή μου; καί ινατί συνταράσσεις με; ΄Ελπισον ἐπί τόν Θεόν, ὅτι εξομολογήσομαι αὑτῷ, σωτήριον τοῦ προσώπου μου καί ὁ Θεός μου.

Ψαλμός 43
Ὁ Θεός ἐν τοῖς ὠσίν ἡμῶν ακούσαμεν καί οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὁ εἰργάσω ἐν ταῖς ἡμέραις αὑτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε καί κατεφύτευσας αὑτούς, ἐκάκωσας λαούς καί ἐξέβαλες αὑτούς. Οὐ γάρ ἐν τῆ ῥομφαία αὑτῶν ἐκληρονόμησαν γῆν καί ὁ βραχίων αὑτῶν ούκ ἔσωσεν αὑτούς. Αλλ΄ ἡ δεξιά σου καί ὁ βραχίων σου καί ὁ φωτισμός τοῦ προσώπου σου, ὅτι ηὐδόκησας ἐν αὑτοῖς. Σύ εἰ αὑτός ὁ Βασιλεύς μου καί ὁ Θεός μου, ὁ ἐντελλόμενος τάς σωτηρίας Ιακώβ. Ἐν σοι τούς ἐχθρούς ἡμῶν κερατιούμεν καί ἐν τῷ ὀνόματι σου εξουδενώσομεν τούς ἐπανισταμένους ἡμῖν. Οὗ γάρ ἐπί τῷ τόξῳ μου ἐλπιῶ καί ἡ ῥομφαία μου οὗ σώσει με. Ἔσωσας γάρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καί τούς μισοῦντας ἡμᾶς κατῄσχυνας. Ἐν τῷ Θεῶ ἐπαινεθησόμεθα ὅλην τήν ἡμέρας καί ἐν τῷ ὀνόματι σου εξομολογηθησόμεθα  εἰς τόν αἰῶνα. Νυνί δε ἀπώσω καί κατῄσχυνας ἡμᾶς καί οὑκ ἐξελεύσῃ ὁ Θεός ἐν ταῖς δυνάμεσιν ἡμῶν. Ἀπέστρεψας ἡμᾶς εἰς τά ὀπίσω παρά τούς ἐχθρούς ἡμῶν καί οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. ΄Εδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως καί ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς. Ἀπέδου τόν λαόν σου ἄνευ τιμῆς καί οὑκ ἤν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν ἡμῶν. Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμόν καί χλευασμόν τοῖς κύκλῳ ἡμῶν. Ἔθου ἡμᾶς εἰς παραβολήν ἐν τοῖς ἔθνεσιν, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. ΄Ολην τήν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μου ἔστι καί ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψε με. Ἀπό φωνῆς ὀνειδίζοντος καί καταλαλοῦντος, ἀπό προσώπου ἐχθροῦ καί ἐκδιώκοντος. Ταύτᾳ πάντα ἦλθεν εφ΄ ἡμᾶς καί ούκ ἐπελαθόμεθα σου καί ούκ ἠδικήσαμεν ἐν τῆ διαθήκη σου. Καί ούκ ἀπέστη εἰς τά ὀπίσω ἡ καρδία ἡμῶν καί ἐξέκλινας τάς τρίβους ἡμῶν ἀπό τῆς ὀδοῦ σου. Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως καί ἐπεκάλυψεν ἡμᾶς σκιά θανάτου. Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν καί εἷ διεπετάσαμεν χεῖρας ἡμῶν πρός Θεόν ἀλλότριον. Οὐχί ὁ Θεός ἐκζητήσει ταύτᾳ; αὑτός γάρ γινώσκει τά κρύφια τῆς καρδίας. Ὅτι ἕνεκα σου θανατούμεθα ὅλην τήν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἐξεγέρθητι, ινατί ὑπνοῖς, Κύριε; ἀνάστηθι καί μή ἀπώσῃ εἰς τέλος. Ινατί τό πρόσωπον σου ἀποστρέφεις; ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καί τῆς θλίψεως ἡμῶν; Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχή ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστήρ ἡμῶν. Ανάστα Κύριε, βοήθησον ἡμῖν καί λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματος σου.

Ψαλμός 44
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν λέγω ἐγώ τά ἔργα μου τῷ βασιλεῖ ἡ γλῶσσα μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρά τούς υἱούς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσι σου, διά τοῦτο εὐλόγησε σε ὁ Θεός εἰς τόν αἰῶνα. Περίζωσαι τήν ῥομφαίαν σου ἐπί τόν μηρόν σου, δυνατέ, τῆ ὡραιότητι σου καί τῷ κάλλει σου. Καί ἔντεινον καί κατευοδοῦ καί βασίλευε ἕνεκεν ἀληθείας καί πραότητος καί δικαιοσύνης καί ὁδηγήσει σε θαυμαστώς ἡ δεξιά σου. Τά βέλη σου ἠκονημένα, Δυνατέ, λαοί ὑποκάτω σου πεσοῦνται, ἐν καρδία ἐχθρῶν τοῦ βασιλέως. Ὁ θρόνος σου, ὁ Θεός, εἰς τόν αἰῶνα τοῦ αἰῶνος ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καί ἐμίσησας ἀνομίαν διά τοῦτο ἔχρισε σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρά τούς μετόχους σου. Σμύρνα καί στακτή καί κασσία ἀπό τῶν ἱματίων σου, ἀπό βάρεων ἐλεφαντίνων ἐξ ὤν εὔφραναν σε θυγατέρες βασιλέων ἐν τῆ τιμή σου. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ἄκουσον, θύγατερ καί ἴδε καί κλῖνον τό οὕς σου καί ἐπιλαθοῦ τοῦ λαοῦ σου καί τοῦ οἴκου τοῦ πατρός σου. Καί ἐπιθυμήσει ὁ βασιλεύς τοῦ κάλλους σου, ὅτι αὑτός ἔστι Κύριος σου καί προσκυνήσεις αὑτῷ. Καί προσκυνήσουσιν αὑτῷ θυγατέρες Τύρου ἐν δώροις τό πρόσωπον σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Πᾶσα ἡ δόξα τῆς θυγατρός τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὑτῆς, αἱ πλησίον αὑτῆς ἀπενεχθήσονται σοι. Ἀπενεχθήσονται ἐν εὐφροσύνη καί ἀγαλλιάσει, ἀχθήσονται εἰς ναόν βασιλέως. Ἀντί τῶν πατέρων σου ἐγενήθησαν σοι υἱοί καταστήσεις αὑτούς ἄρχοντας ἐπί πᾶσαν τήν γῆν. Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεά καί γενεά διά τοῦτο λαοί εξομολογήσονται σοι εἰς τόν αἰῶνα καί εἰς τόν αἰῶνα τοῦ αἰῶνος.

Ψαλμός 45
Ὁ Θεός ἡμῶν καταφυγή καί δύναμις, βοηθός ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Διά τοῦτο οὗ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τήν γῆν καί μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. ΄Ηχησαν καί ἐταράχθησαν τά ὕδατα αὑτῶν, ἐταράχθησαν τά ὄρη ἐν τῆ κραταιότητι αὑτοῦ. Τοῦ ποταμοῦ τά ὁρμήματα εὐφραίνουσι τήν πόλιν τοῦ Θεοῦ ἡγίασε τό σκήνωμα αὑτοῦ ὁ Ὕψιστος. Ὁ Θεός ἐν μέσῳ αὑτῆς καί οὗ σαλευθήσεται βοηθήσει αὑτῇ ὁ Θεός τό  πρός πρωί πρωί. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνήν αὑτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. Κύριος τῶν δυνάμεων μεθ΄ημών, ἀντιλήπτωρ ἡμῶν ὁ Θεός Ιακώβ. Δεῦτε καί ἴδετε τά ἔργα τοῦ Θεοῦ,  ἆ ἔθετο τέρατα ἐπί τῆς γῆς. Ανταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καί συνθλάσει ὅπλον καί θυρεούς κατακαύσει ἐν πυρί. Σχολάσατε καί γνῶτε, ὅτι ἐγώ εἶμι ὁ Θεός ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῆ γῆ. Κύριος τῶν δυνάμεων μεθ΄ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεός, Ιακώβ.

Ψαλμός 46
Πάντα τά ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῶ ἐν φωνή ἀγαλλιάσεως. Ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεύς μέγας ἐπί πᾶσαν τήν γῆν. Ὑπέταξε λαούς ἡμῖν καί ἔθνη ὑπό τούς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τήν κληρονομίαν ἑαυτῷ, τήν καλλονήν Ιακώβ, ἤν ἠγάπησεν. Ἀνέβη ὁ Θεός ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνή σάλπιγγος. Ψάλατε τῷ Θεῶ ἡμῶν, ψάλατε• ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. Ὅτι βασιλεύς πάσης τῆς γῆς ὁ Θεός, ψάλατε συνετῶς. Ἐβασίλευσεν ὁ Θεός ἐπί τά ἔθνη ὁ Θεός κάθηται ἐπί θρόνου ἀγίου αὑτοῦ. Ἄρχοντες λαῶν συνήχθησαν μετά τοῦ Θεοῦ Ἀβραάμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοί τῆς γῆς σφόδρα ἐπήρθησαν.

Ψαλμός 47
Μέγας Κύριος καί αἰνετός σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὑτοῦ, εὐρίζῳ ἀγαλλιάματι πάσης τῆς γῆς. Ὄρη Σίων, τά πλευρά τοῦ βορρᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ὁ Θεός ἐν ταῖς βάρεσιν αὑτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὑτῆς. Ὅτι ἰδού οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, διήλθοσαν ἐπί τό αὑτό. Αὐτοί ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπελάβετο αὑτῶν ἐκεῖ ὠδῖνες ὡς τικτούσης. Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς. Καθάπερ ἠκούσαμεν, οὕτω καί εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. Ὁ Θεός ἐθεμελίωσεν αὑτήν εἰς τόν αἰῶνα. Ὑπελάβομεν, ὁ Θεός, τό ἔλεος σου ἐν μέσῳ τοῦ λαοῦ σου. Κατά τό ὄνομα σου, ὁ Θεός, οὕτω καί ἡ αἴνεσις σου ἐπί τά πέρατα τῆς γῆς, δικαιοσύνης πλήρης ἡ δεξιά σου. Εὐφρανθήτω τό ὄρος Σίων καί αγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν κριμάτων, σου Κύριε. Κυκλώσατε Σίων καί περιλάβετε αὑτήν, διηγήσασθε ἐν τοῖς πύργοις αὑτῆς. Θέσθε τάς καρδίας ὑμῶν εἰς τήν δύναμιν αὑτῆς καί καταδιέλεσθε τάς βαρεῖς αὑτῆς, ὅπως ἀν διηγήσησθε εἰς γενεάν ἑτέραν. Ὅτι οὗτος ἔστιν ὁ Θεός ἡμῶν εἰς τόν αἰῶνα καί εἰς τόν αἰῶνα τοῦ αιώνος• αὑτός ποιμανεῖ ἡμᾶς εἰς τούς αἰῶνας.

Ψαλμός 48
Ἀκούσατε ταύτᾳ πάντα τά ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τήν οἰκουμένην. Οἱ τε γηγενεῖς καί οἱ υἱοί τῶν ἀνθρώπων, ἐπί τό αὑτό πλούσιος καί πένης. Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Κλινῶ εἰς παραβολήν τό οὕς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τό πρόβλημα μου. Ινατί φοβοῦμαι ἐν ἡμέρα πονηρά; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Οἱ πεποιθότες ἐπί τῆ δυνάμει αὑτῶν καί ἐπί τῷ πλήθει τοῦ πλούτου αὑτῶν καυχώμενοι. Ἀδελφός οὗ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Οὗ δώσει τῷ Θεῶ ἐξίλασμα ἑαυτοῦ καί τήν τιμήν τῆς λυτρώσεως τῆς ψυχῆς αὑτοῦ καί ἐκοπίασεν εἰς τόν αἰῶνα καί ζήσεται εἰς τέλος. Ὅτι ούκ ὄψεται καταφθοράν, ὅταν ἴδη σοφούς ἀποθνῄσκοντας. Ἐπί τό αὑτό ἄφρων καί ἄνους ἀπολοῦνται καί καταλείψουσιν ἀλλοτρίοις τόν πλοῦτον αὑτῶν. Καί οἱ τάφοι αὑτῶν οἰκίαι αὑτῶν εἰς τόν αιώνα• σκηνώματα αὑτῶν εἰς γενεάν καί γενεάν, ἐπεκαλέσαντο τά ὀνόματα αὑτῶν ἐπί τῶν γαιών αὑτῶν. Καί ἄνθρωπος ἐν τιμή ὤν οὗ συνήκε• παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καί ὡμοιώθη αὑτοῖς. Αὕτη ἡ ὀδός αὑτῶν σκάνδαλον αὑτοῖς καί μετά ταύτᾳ ἐν τῷ στόματι αὑτῶν εὐδοκήσουσιν. Ὡς πρόβατα ἐν ᾄδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὑτούς. Καί κατακυριεύσουσιν αὑτῶν οἱ εὐθεῖς τό πρωϊ καί ἡ βοήθεια αὑτῶν παλαιωθήσεται ἐν τῷ ᾄδῃ, ἐκ τῆς δόξης αὑτῶν εξώσθησαν. Πλήν ὁ Θεός λυτρώσεται τήν ψυχήν μου ἐκ χειρός ᾄδου ὅταν λαμβάνῃ με. Μή φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἤ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὑτοῦ. Ὅτι ούκ ἐν τῷ ἀποθνῄσκειν αὑτόν λήψεται τά πάντα, οὐδέ συγκαταβήσεται αὑτῷ ἡ δόξα αὑτοῦ. Ὅτι ἡ ψυχή αὑτοῦ ἐν τῆ ζωή αὑτοῦ εὐλογηθήσεται, εξομολογήσεται σοι, ὅταν ἀγαθύνῃς αὑτῷ. Εἰσελεύσεται ἕως γενεάς πατέρων αὑτοῦ, ἕως αἰῶνος ούκ ὄψεται φώς. Καί ἄνθρωπος ἐν τιμή ὤν οὗ συνῆκε παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καί ὡμοιώθη αὑτοῖς.

Ψαλμός 49
Θεός Θεῶν Κύριος ἐλάλησε καί ἐκάλεσε τήν γῆν ἀπό ἀνατολῶν ἠλίου μέχρι δυσμῶν. Ἐκ Σίων ἡ εὐπρέπεια τῆς ὡραιότητος αὑτοῦ. Ὁ Θεός ἐμφανῶς ἥξει, ὁ Θεός ἡμῶν καί οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὑτοῦ καυθήσεται καί κύκλῳ αὑτοῦ καταιγίς σφόδρα. Προσκαλέσεται τόν οὐρανόν ἄνω καί τήν γῆν, τοῦ διακρίναι τόν λαόν αὑτοῦ. Συναγάγετε αὑτῷ τούς ὁσίους αὑτοῦ, τούς διατιθεμένους τήν διαθήκην αὑτοῦ ἐπί θυσίαις. Καί ἀναγγελοῦσιν οἱ οὐρανοί τήν δικαιοσύνην αὑτοῦ ὅτι ὁ Θεός κριτής ἔστιν. Ἄκουσον, λαός μου καί λαλήσω σοι, Ἰσραήλ καί διαμαρτύρομαι σοι• ὁ Θεός, ὁ Θεός σου εἰμί ἐγώ. Ούκ ἐπί ταῖς θυσίαις σου ἐλέγξω σε, τά δε ὁλοκαυτώματα σου ἐνώπιον μου ἔστι διαπαντός. Οὗ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδέ ἐκ τῶν ποιμνίων σου χιμάρους. Ὅτι ἐμά ἔστι πάντα τά θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καί βόες. Ἔγνωκα πάντα τά πετεινά τοῦ οὐρανοῦ καί ὡραιότης μετ΄εμού ἔστιν. Ἐάν πεινάσω, οὐ μή σοι εἴπω, ἐμή γάρ ἔστιν ἡ οἰκουμένη καί τό πλήρωμα αὑτῆς. Μή φάγομαι κρέας ταύρων, ἤ αἷμα τράγων πίομαι; Θῦσον τῷ Θεῶ θυσίαν αἰνέσεως καί ἀπόδος τῷ Ὑψίστῳ τάς εὐχάς σου. Καί ἐπικαλέσαι με ἐν ἡμέρα θλίψεως σου καί εξελούμαι σε καί δοξάσεις με. Τῷ δε ἁμαρτωλῷ εἶπεν ὁ Θεός• Ινατί σύ ἐκδιηγῇ τά δικαιώματα μου καί ἀναλαμβάνεις τήν διαθήκην μου διά στόματος σου; Σύ ἐμίσησας παιδείαν καί ἐξέβαλες τούς λόγους μου εἰς τά ὀπίσω. Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὑτῷ καί μετά μοιχοῦ τήν μερίδα σου ἐτίθεις. Τό στόμα σου επλεόνασε κακίαν καί ἡ γλῶσσα σου περιέπλεκε δολιότητας. Καθήμενος κατά τοῦ ἀδελφοῦ σου κατελάλεις καί κατά τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ταύτᾳ ἐποίησας καί ἐσίγησα ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαι σοι όμοιος• ἐλέγξω σε καί παραστήσω κατά πρόσωπον σου τάς ἁμαρτίας σου. Σύνετε δή ταύτᾳ, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ, μήποτε ἁρπάσῃ καί οὗ μή ἤ ὁ ῥυόμενος. Θυσία αἰνέσεως δοξάσει με καί ἐκεῖ ὀδός, ἤ δείξω αὑτῷ τό σωτήριον μου.

Ψαλμός 50
Ἐλέησον με, ὁ Θεός, κατά τό μέγα ἔλεος σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλύνον με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἔστι διαπαντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον σου ἐποίησα ὅπως ἀν δικαιωθῇς ἐν τοῖς λόγοις οσυ καί νικήσῃς ἐν τῷ κρίνεσθαι σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτίεις μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός καί πνεῦμα ευθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου καί τό πνεῦμα σου τό ἅγιον μή αντανέλῃς απ΄εμού. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἡγεμονικῷ στήριξον με. Διδάξω ἀνόμους τάς ὀδούς σου καί ἀσεβεῖς ἐπί σε ἐπιστρέψουσι. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν ὁλοκαυτώματα ούκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ὰγάθυνον Κύριε ἐν τῆ εὐδοκία σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σου μόσχους.

 

Ψαλμός 51
Τι ἐγκαυχᾷ ἐν κακία ὁ δυνατός; Ἀνομίαν ὅλην τήν ἡμέραν, ἀδικίαν ἐλογίσατο ἡ γλῶσσα σου, ὡσεί ξυρόν ἠκονημένον ἐποίησας δόλον. Ἠγάπησας κακίαν ὑπέρ ἀγαθωσύνην, ἀδικίαν ὑπέρ τοῦ λαλήσαι δικαιοσύνην. Ἠγάπησας πάντα τά ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. Διά τοῦτο ὁ Θεός καθέλοι σε εἰς τέλος• ἐκτίλαι σε καί μεταναστεύσαι σε ἀπό σκηνώματος σου καί τό ῥίζωμα σου ἐκ γῆς ζώντων. ΄Οψονται δίκαιοι καί φοβηθήσονται καί επ΄αυτόν γελάσονται καί ἐροῦσιν. Ἰδού ἄνθρωπος, ὅς ούκ ἔθετο τόν Θεόν βοηθόν αὑτοῦ, αλλ΄ ἐπήλπισεν ἐπί τῷ πλήθει τοῦ πλούτου αὑτοῦ καί ενεδυναμώθη ἐπί τῆ ματαιότητι αὑτοῦ. Ἐγώ δε, ὡσεί ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἤλπισα ἐπί τό ἔλεος τοῦ Θεοῦ εἰς τόν αἰῶνα καί εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Εξομολογήσομαι σοι εἰς τόν αἰῶνα, ὅτι ἐποίησας καί ὑπομενῶ τό ὄνομα σου, ὅτι χρηστόν ἐναντίον τῶν ὁσίων σου.

Ψαλμός 52
Εἶπεν ἄφρων ἐν τῆ καρδία αὑτοῦ Ούκ ἔστι Θεός. Διεφθάρησαν καί ἐβδελύχθησαν ἐν ἀνομίαις, ούκ ἔστι ποιῶν ἀγαθόν. Ὁ Θεός ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπί τούς υἱούς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἷ ἔστι συνιών ἤ ἐκζητῶν τόν Θεόν. Πάντες ἐξέκλιναν, ἄμα ἠχρειώθησαν, ούκ ἔστι ποιῶν ἀγαθόν, ούκ ἔστιν ἕως ἑνός. Οὐχί γνώσονται πάντες οἱ ἐργαζόμενοι τήν ἀνομίαν, οἱ κατεσθίοντες τόν λαόν μου ἐν βρώσει ἄρτου; τόν Κύριον ούκ ἐπεκαλέσαντο. Ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ ούκ ἤν φόβος ὅτι ὁ Θεός διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, κατῃσχύνθησαν, ὅτι ὁ Θεός εξουδένωσεν αὑτούς. Τις δώσει ἐκ Σίων τό σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι τόν Θεόν τήν αἰχμαλωσίαν τοῦ λαοῦ αὑτοῦ, αγαλλιάσεται Ιακώβ καί εὐφρανθήσεται Ἰσραήλ.

Ψαλμός 53
Ὁ Θεός ἐν τῷ ὀνόματι σου σῶσον με καί ἐν τῆ δυνάμει σου κρινεῖς με. Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τά ῥήματα τοῦ στόματος μου. ΄Οτι ἀλλότριοι ἐπανέστησαν επ΄εμέ καί κραταιοί ἐζήτησαν τήν ψυχήν μου καί οὗ προέθεντο τόν Θεόν ἐνώπιον αὑτῶν. Ἰδού γάρ ὁ Θεός βοηθεῖ μοι καί ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψει τά κακά τοῖς ἐχθροῖς μου, ἐν τῆ ἀληθείᾳ σου ἐξολόθρευσον αὑτούς. Ἑκουσίως θύσω σοι, εξομολογήσομαι τῷ ὀνόματι σου, Κύριε, ὅτι ἀγαθόν. ΄Οτι ἐκ πάσης θλίψεως ἐρρύσω με καί ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.

Ψαλμός 54
Ἐνώτισαι, ὁ Θεός, τήν προσευχήν μου καί μή ὑπερίδῃς τήν δέησιν μου. Πρόσχες μοι καί εἰσάκουσον μου• ἐλυπήθην ἐν τῆ ἀδολεσχία μου καί ἐταράχθην ἀπό φωνῆς ἐχθροῦ καί ἀπό θλίψεως ἁμαρτωλοῦ. ΄Οτι ἐξέκλιναν επ΄εμέ ἀνομίαν καί ἐν ὀργή ενεκότουν μοι. Ἡ καρδία μου ἐταράχθην ἐν ἐμοί καί δειλία θανάτου ἐπέπεσεν επ΄εμέ. Φόβος καί τρόμος ἦλθεν επ΄εμέ καί ἐκάλυψε με σκότος. Καί εἶπα Τίς δώσει μοι πτέρυγας ὡσεί περιστεράς καί πετασθήσομαι καί καταπαύσω; Ἰδού εμάκρυνα φυγαδεύων καί ηὐλίσθην ἐν τῆ ἐρήμῳ. Προσεδεχόμην τόν Θεόν, τόν σῴζοντα με ἀπό ὀλιγοψυχίας καί ἀπό καταιγίδος. Καταπόντισον, Κύριε καί καταδίελε τάς γλώσσας αὑτῶν, ὅτι εἶδον ἀνομίαν καί ἀντιλογίαν ἐν τῆ πόλει. Ἡμέρας καί νυκτός κυκλώσει αὑτήν ἐπί τά τείχη αὑτῆς ἀνομία καί κόπος ἐν μέσῳ αὑτῆς καί ἀδικία. Καί ούκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὑτῆς τόκος καί δόλος. ΄Οτι εἷ ὁ ἐχθρός ὠνείδισε με, ὑπήνεγκα ἀν καί εἷ ὁ μισῶν επ΄εμέ εμεγαλορρημόνησεν, ἐκρύβην ἀν απ΄αυτού. Σύ δε, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καί γνωστέ μου. ΄Ος ἐπί τό αὑτό ἐγλύκανας μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθην ἐν ὁμονοίᾳ. Ἐλθέτω δή θάνατος επ΄αυτούς καί καταβήτωσαν εἰς ᾄδου ζῶντες ὅτι πονηρία ἐν ταῖς παροικίαις αὑτῶν, ἐν μέσῳ αὑτῶν. Ἐγώ πρός τόν Θεόν εκέκραξα καί ὁ Κύριος εἰσήκουσε μου. Ἑσπέρας καί πρωί καί μεσημβρίας διηγήσομαι καί ἀπαγγελῶ καί εἰσακούσεται τῆς φωνῆς μου. Λυτρώσεται ἐν εἰρήνη τήν ψυχήν μου ἀπό τῶν ἐγγιζόντων μοι ὅτι ἐν πολλοῖς ἦσαν σύν ἐμοί. Εἰσακούσεται ὁ Θεός καί ταπεινώσει αὑτούς ὁ ὑπάρχων πρό τῶν αἰώνων. Οὗ γάρ ἔστιν αὑτοῖς ἀντάλλαγμα, ὅτι ούκ ἐφοβήθησαν τόν Θεόν. Ἐξέτεινε τήν χεῖρα αὑτοῦ ἐν τῷ ἀποδιδόναι ἐβεβήλωσαν τήν διαθήκην αὑτοῦ. Διεμερίσθησαν ἀπό ὀργῆς τοῦ προσώπου αὑτοῦ καί ἤγγισαν αἱ καρδίαι αὑτῶν ηπαλύνθησαν οἱ λόγοι αὑτῶν ὑπέρ ἔλαιον καί αὐτοί εἷσι βολίδες. Ἐπίρριψον ἐπί Κύριον τήν μέριμνάν σου καί αὑτός σε διαθρέψει οὐ δώσει εἰς τόν αἰῶνα σάλον τῷ δικαίῳ. Σύ δε, ὁ Θεός, κατάξεις αὑτούς εἰς φρέαρ διαφθοράς. Ἄνδρες αἱμάτων καί δολιότητος οὗ μή ἡμισεύσωσι τάς ἡμέρας αυτών• ἐγώ δε, Κύριε, ἐλπιῶ ἐπί σε.

Ψαλμός 55
Ἐλέησον με ὁ Θεός, ὅτι κατεπάτησε με ἄνθρωπος ὅλην τήν ἡμέραν, πολεμῶν ἔθλιψε με. Κατεπάτησαν με οἱ ἐχθροί μου ὅλην τήν ἡμέραν, ὅτι πολλοί οἱ πολεμοῦντες με ἀπό ὕψους. Ἡμέρας οὐ φοβηθήσομαι, ἐγώ δε ἐλπιῶ ἐπί σε. Ἐν τῷ Θεῶ ἐπαινέσω τούς λόγους μου, ἐπί τῷ Θεῶ ἤλπισα οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ. ΄Ολην τήν ἡμέραν τούς λόγους μου εβδελύσσοντο• κατ΄εμού πάντες οἱ διαλογισμοί αὑτῶν εἰς κακόν. Παροικήσουσι καί κατακρύψουσιν αὐτοί τήν πτέρναν μου φυλάξουσιν, καθάπερ ὑπέμειναν τήν ψυχήν μου. Ὑπέρ τοῦ μηθενός σώσεις αὑτούς, ἐν ὀργή λαούς κατάξεις, ὁ Θεός. Τήν ζωήν μου ἐξήγγειλα σοι ἔθου τά δάκρυα μου ἐνώπιον σου, ὡς καί ἐν τῆ ἐπαγγελία σου. Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τά ὀπίσω ἐν ἤ ἀν ἡμέρα ἐπικαλέσωμαι σε, ἰδού ἔγνων ὅτι Θεός μου εἰ σύ. Ἐπί τῷ Θεῶ αἰνέσω ῥῆμα, ἐπί τῷ Κυρίῳ αἰνέσω λόγον. Ἐπί τῷ Θεῶ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ἐν ἐμοί ὁ Θεός, εὐχαί, ἆς ἀποδώσω αἰνέσεως σου. Ὅτι ἐρρύσω τήν ψυχήν μου ἐκ θανάτου, τούς ὀφθαλμούς μου ἀπό δακρύων καί τούς πόδας μου ἀπό ὀλισθήματος, τοῦ εὐαρεστήσαι ἐνώπιον Κυρίου, ἐν φωτί ζώντων.

Ψαλμός 56
Ελέησόν με ὁ Θεός, ἐλέησον με ὅτι ἐπί σε πέποιθεν ἡ ψυχή μου καί ἐν τῆ σκιά τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὐ παρέλθῃ ἡ ἀνομία. Κεκράξομαι πρός τόν Θεόν τόν Ὕψιστον, τόν Θεόν τόν εὐεργετήσαντα με. Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καί ἔσωσε με, ἔδωκεν εἰς ὄνειδος τούς καταπατοῦντας με. Ἐξαπέστειλεν ὁ Θεός τό ἔλεος αὑτοῦ καί τήν ἀλήθειαν αὑτοῦ καί ἐρρύσατο τήν ψυχήν μου ἐκ μέσου σκύμνων ἐκοιμήθην τεταραγμένος. Υἱοί ἀνθρώπων, οἱ ἰδόντες αὑτῶν ὅπλα καί βέλη καί ἡ γλῶσσα αὑτῶν μάχαιρα ὀξείᾳ. Ὑψώθητι ἐπί τούς οὐρανούς, ὁ Θεός καί ἐπί πᾶσαν τήν γῆν ἡ δόξα σου. Παγίδα ἡτοίμασαν τοῖς ποσί μου καί κατέκαμψαν τήν ψυχήν μου ὤρυξαν πρό προσώπου μου βόθρον καί ἐνέπεσον εἰς αὑτόν. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου ᾄσομαι καί ψαλῶ ἐν τῆ δόξῃ μου. Ἐξεγέρθητι ἡ δόξα μου, ἐξεγέρθητι ψαλτήριον καί κιθάρα ἐξεγερθήσομαι ὄρθρου. Εξομολογήσομαι σοι ἐν λαοῖς Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Ὅτι ἐμεγαλύνθη ἐῷς τῶν οὐρανῶν τό ἔλεος σου καί ἐῷς τῶν νεφελῶν ἡ ἀλήθεια σου. Ὑψώθητι ἐπί τούς οὐρανούς, ὁ Θεός καί ἐπί πᾶσαν τήν γῆν ἡ δόξα σου.

Ψαλμός 57
Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνετε, οἱ υἱοί τῶν ἀνθρώπων. Καί γάρ ἐν καρδία ἀνομίαν ἐργάζεσθε ἐν τῆ γῆ, ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσι. Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοί ἀπό μήτρας, ἐπλανήθησαν ἀπό γαστρός, ἐλάλησαν ψευδῆ. Θυμός αὑτοῖς κατά τήν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεί ἀσπίδος κωφῆς καί βυούσης τά ὦτα αὑτῆς, Ἥτις οὑκ εἰσακούσεται φωνῆς ἐπᾳδόντων, φαρμάκου τε φαρμακευομένου παρά σοφοῦ. Ὁ Θεός συντρίψει τούς ὀδόντας αὑτῶν ἐν τῷ στόματι αυτών• τάς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος. Εξουδενωθήσονται ὡσεί ὕδωρ διαπορευόμενον• ἐντενεῖ τό τόξον αὑτοῦ, ἐῷς οὐ ασθενήσουσι. Ὡσεί κηρός τακείς ανταναιρεθήσονται ἔπεσε πῦρ επ΄αυτούς καί οὑκ εἶδον τόν ἥλιον. Πρό τοῦ συνιέναι τάς ἀκάνθας ἡμῶν τήν ῥάμνον, ὡσεί ζῶντας, ὡσεί ἐν ὀργή καταπίεται αὑτούς. Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδη ἐκδίκησιν, τάς χεῖρας αὑτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. Καί ἐρεῖ άνθρωπος• Εἰ ἄρα ἔστι καρπός τῷ δικαίῳ, ἄρα ἔστιν ὁ Θεός, κρίνων αὑτούς ἐν τῆ γῆ.

Ψαλμός 58
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός καί ἐκ τῶν ἐπανισταμένων επ΄εμέ λύτρωσαι με. Ῥῦσαι με ἐκ τῶν ἐργαζομένων τήν ἀνομίαν καί ἐξ ἀνδρών αἱμάτων σῶσον με. ΄Οτι ἰδού ἐθήρευσαν τήν ψυχήν μου, ἐπέθεντο επ΄εμέ κραταιοί οὔτε ἡ ἀνομία μου  οὔτε ἡ ἁμαρτία μου, Κύριε. Ἄνευ ἀνομίας ἔδραμον καί κατεύθυνα• εξεργέθητι εἰς συνάντησιν μου καί ἴδε. Καί σύ Κύριε, ὁ Θεός τῶν δυνάμεων, ὁ Θεός τοῦ Ἰσραήλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τά ἔθνη μή οικτειρήσης πάντας τούς ἐργαζομένους τήν ἀνομίαν. Ἐπιστρέψουσιν εἰς ἑσπέραν καί λιμώξουσιν ὡς κύων καί κυκλώσουσι πόλιν. Ἰδού αὐτοί αποφθέγξονται ἐν τῷ στόματι αὑτῶν καί ῥομφαία ἐν τοῖς χείλεσιν αὑτῶν ὅτι τίς ἤκουσε; Καί σύ, Κύριε, εκγελάσεις αὑτούς, ἐξουδενώσεις πάντα τά ἔθνη. Τό κράτος μου πρός σε φυλάξω, ὅτι σύ ὁ Θεός ἀντιλήπτωρ μου εἰ. Ὁ Θεός μου, τό ἔλεος σου προφθάσει με ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου. Μή ἀποκτείνῃς αὑτούς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου διασκόρπισον αὑτούς ἐν τῆ δυνάμει σου καί κατάγαγε αὑτούς ὁ ὑπερασπιστής μου, Κύριε. Ἁμαρτία στόματος αὑτῶν, λόγος χειλέων αὑτῶν καί συλληφθήτωσαν ἐν τῆ ὑπερηφανία αὑτῶν καί ἐξ ἀράς καί ψεύδους διαγγελήσονται συντέλειαι. Ἐν ὀργή συντελείας καί οὐ μή ὑπάρξωσι καί γνώσονται, ὅτι Θεός δεσπόζει τοῦ Ιακώβ καί τῶν περάτων τῆς γῆς. Ἐπιστρέψουσιν εἰς ἑσπέραν καί λιμώξουσιν ὡς κύων καί κυκλώσουσι πόλιν. Αὐτοί διασκορπισθήσονται τοῦ φαγεῖν ἐάν δε μή χορτασθῶσι καί γογγύσουσι. Ἐγώ δε ᾄσομαι τῆ δυνάμει σου καί αγαλλιάσομαι τό πρωί τό ἔλεος σου ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καί καταφυγή μου ἐν ἡμέρα θλίψεως μου. Βοηθός μου εἰ, σοι ψαλῶ ὅτι σύ, ὁ Θεός, ἀντιλήπτωρ μου εἷ, ὁ Θεός μου, τό έλεός μου.

Ψαλμός 59
Ὁ Θεός, ἀπώσω ἡμᾶς καί καθεῖλες ημάς• ὠργίσθης καί ωκτείρησας ἡμᾶς. Συνέσεισας τήν γῆν καί συνετάραξας αὑτήν ἴασαι τά συντρίμματα αὑτῆς ὅτι ἐσαλεύθη. ΄Εδειξας τῷ λαῷ σου σκληρά ἐπότισας ἡμᾶς οἶνον κατανύξεως. ΄Εδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπό προσώπου τόξου. ΄Οπως ἀν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῆ δεξιά σου καί ἐπάκουσον μου. Ὁ Θεός ἐλάλησεν ἐν τῷ ἁγίῳ αυτού• αγαλλιάσομαι καί διαμεριῶ Σίκιμα καί τήν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Ἐμός ἔστι Γαλαάδ καί ἐμός ἔστι Μανασσής καί Εφραίμ κραταίωσις τῆς κεφαλῆς μου Ἰούδας βασιλεύς μου. Μωάβ λέβης τῆς ἐλπίδος μου• ἐπί τήν Ἰδουμαίαν ἐκτενῶ τό ὑπόδημα μου, ἐμοί ἀλλόφυλοι ὑπετάγησαν. Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἤ τίς ὁδηγήσει με ἐῷς τῆς Ἰδουμαίας; Οὐχί σύ, ὁ Θεός, ὁ ἀπωσάμενος ἡμᾶς; καί οὑκ ἐξελεύσῃ ὁ Θεός ἐν ταῖς δυνάμεσιν ἡμῶν; Δός ἡμῖν βοήθειαν ἐκ θλίψεως καί ματαία σωτηρία ἀνθρώπου. Ἐν τῷ Θεῶ ποιήσωμεν δύναμιν καί αὑτός ἐξουδενώσει τούς θλίβοντας ἡμᾶς.

Ψαλμός 60
Εισάκουσoν, ὁ Θεός, τῆς δεήσεως μου, πρόσχες τῆ προσευχή μου. Ἀπό τῶν περάτων τῆς γῆς πρός σε εκέκραξα, ἐν τῷ ακηδιάσαι τήν καρδίαν μου• ἐν πέτρα ὕψωσας με. Ὡδήγησας με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπό προσώπου ἐχθροῦ. Παροικήσω ἐν τῷ σκηνώματι σου εἰς τούς αἰῶνας σκεπασθήσομαι ἐν τῆ σκέπη τῶν πτερύγων σου. Ὅτι σύ, ὁ Θεός, εἰσήκουσας τῶν εὐχῶν μου• ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τό ὄνομα σου. Ἡμέρας εφ΄ ἡμέρας τοῦ βασιλέως προσθήσεις, τά ἔτη αὑτοῦ ἐῷς ἡμέρας γενεάς καί γενεάς. Διαμενεῖ εἰς τόν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ ἔλεος καί ἀλήθειαν τίς ἐκζητήσει; Οὕτω ψαλῶ τῷ ὀνόματι σου εἰς τούς αἰῶνας, τοῦ ἀποδοῦναι με τάς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.

Ψαλμός 61  
Οὐχί τῷ Θεῶ ὑποταγήσεται ἡ ψυχή μου; παρ΄αυτώ γάρ τό σωτήριον μου. Καί γάρ αὑτός Θεός μου καί σωτήρ μου καί ἀντιλήπτωρ μου οὐ μή σαλευθῶ ἐπί πλεῖον. ΄Εως πότε ἐπιτίθεσθε επ΄άνθρωπον; φονεύετε πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καί φραγμῷ ωσμένω;  Πλήν τήν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι ἔδραμον ἐν δίψη τῷ στόματι αὑτῶν εὐλόγουν καί τῆ καρδία αὑτῶν κατηρῶντο. Πλήν τῷ Θεῶ ὑποτάγηθι ἡ ψυχή μου, ὅτι παρ΄αυτώ ἡ ὑπομονή μου. Ὅτι αὑτός Θεός μου καί σωτήρ μου, ἀντιλήπτωρ μου οὐ μή μεταναστεύσω. Ἐπί τῷ Θεῶ τό σωτήριον μου καί ἡ δόξα μου ὁ Θεός τῆς βοηθείας μου καί ἡ ἐλπίς μου ἐπί τῷ Θεῶ. Ἐλπίσατε επ΄αυτόν πᾶσα συναγωγή λαῶν, εκχέετε ἐνώπιον αὑτοῦ τάς καρδίας ὑμῶν, ὅτι ὁ Θεός βοηθός ἡμῶν. Πλήν μάταιοι οἱ υἱοί τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοί τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικήσαι αὐτοί ἐκ ματαιότητος ἐπί τό αὑτό. Μή ἐλπίζετε επ΄αδικίαν καί ἐπί ἅρπαγμα μή ἐπιποθεῖτε πλοῦτος ἐάν ῥέη, μή προστίθεσθε καρδίαν. Ἅπαξ ἐλάλησεν ὁ Θεός δύο ταύτᾳ ἤκουσα, ὅτι τό κράτος τοῦ Θεοῦ καί σου Κύριε, τό ἔλεος ὅτι σύ ἀποδώσεις ἑκάστῳ κατά τά ἔργα αὑτοῦ.

Ψαλμός 62  
Ὁ Θεός, ὁ Θεός μου, πρός σε ὀρθρίζω ἐδίψησε σε ἡ ψυχή μου, ποσαπλώς σοι ἡ σάρξ μου ἐν γῆ ἐρήμῳ καί ἀβάτῳ καί ἀνύδρῳ. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τήν δύναμιν σου καί τήν δόξαν σου. Ὅτι κρεῖσσον τό ἔλεος σου ὑπέρ ζωάς τά χείλη μου ἐπαινέσουσι σε. Οὕτως εὐλογήσω σε ἐν τῆ ζωή μου καί ἐν τῷ ὀνόματι σου ἀρῶ τάς χεῖρας μου. Ὡς ἐκ στέατος καί πιότητος ἐμπλησθείη ἡ ψυχή μου καί χείλη ἀγαλλιάσεως αἰνέσει τό στόμα μου. Εἰ ἐμνημόνευον σου ἐπί τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σε. Ὅτι ἐγενήθης βοηθός μου καί ἐν τῆ σκέπη τῶν πτερύγων σου αγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ δε ἀντελάβετο ἡ δεξιά σου. Αὐτοί δε εἰς μάτην ἐζήτησαν τήν ψυχήν μου, εἰσελεύσονται εἰς τά κατώτατα τῆς γῆς, παραδοθήσονται εἰς χεῖρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται. Ὁ δε βασιλεύς εὐφρανθήσεται ἐπί τῷ Θεώ• ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὑτῷ ὅτι  ἐνεφράγη στόμα λαλούντων ἄδικα.

Ψαλμός 63  
Εἰσάκουσον ὁ Θεός, τῆς προσευχῆς μου, ἐν τῷ δέεσθαι με πρός σε ἀπό φόβου ἐχθροῦ ἐξελοῦ τήν ψυχήν μου. Σκέπασον με ἀπό συστροφῆς πονηρευομένων, ἀπό πλήθους ἐργαζομένων ἀδικίαν. Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τάς γλώσσας αὑτῶν, ἐνέτειναν τόξον αὑτῶν, πρᾶγμα πικρόν. Τοῦ κατατοξεύσαι ἐν ἀποκρύφοις ἄμωμον ἐξάπινα κατατοξεύσουσιν αὑτόν καί οὐ φοβηθήσονται. Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν διηγήσαντο τοῦ κρύψαι παγίδα εἶπον Τίς ὄψεται αὑτούς; Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις. Προσελεύσεται ἄνθρωπος καί καρδία βαθείᾳ καί ὑψωθήσεται ὁ Θεός. Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαί αὑτῶν καί ἐξησθένησαν επ΄ αὑτούς αἱ γλῶσσαι αὑτῶν. Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὑτούς καί ἐφοβήθη πᾶς ἄνθρωπος. Καί ἀνήγγειλαν τά ἔργα τοῦ Θεοῦ καί τά ποιήματα αὑτοῦ συνῆκαν. Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καί ἐλπιεῖ επ΄αυτόν καί ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῆ καρδία.

Ψαλμός 64  
Σοι πρέπει ὕμνος, ὁ Θεός, ἐν Σίων καί σοι ἀποδοθήσεται εὐχή ἐν Ἱερουσαλήμ. Εἰσάκουσον προσευχῆς μου, πρός σε πᾶσα σάρξ ἥξει. Λόγοι ἀνόμων υπερεδυνάμωσαν ἡμᾶς καί τάς ἀσεβείας ἡμῶν σύ ἱλάσῃ. Μακάριος, ὀν ἐξελέξω καί προσελάβου, κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου ἅγιος ὁ ναός σου, θαυμαστός  ἐν δικαιοσύνη. Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν. Ἑτοιμάζων ὄρη ἐν τῆ ἰσχύϊ αὑτοῦ, περιεζωσμένος ἐν δυναστεία, ὁ συνταράσσων τό κύτος τῆς θαλάσσης ἤχους κυμάτων αὑτῆς τίς ὑποστήσεται; Ταραχθήσονται τά ἔθνη καί φοβηθήσονται οἱ κατοικοῦντες τά πέρατα ἀπό τῶν σημείων σου ἐξόδους πρωίας καί ἑσπέρας τέρψεις. Ἐπεσκέψω τήν γῆν καί ἐμέθυσας αὑτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὑτήν. Ὁ ποταμός τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων ἡτοίμασας τήν τροφήν αὑτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία. Τούς αὔλακας αὑτῆς μέθυσον, πλήθυνον τά γεννήματα αὑτῆς ἐν ταῖς σταγόσιν αὑτῆς εὐφρανθήσεται ἀνατέλλουσα. Εὐλογήσεις τόν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητος σου καί τά πεδία σου πλησθήσονται πιότητος. Πιανθήσονται τά ὄρη τῆς ἐρήμου καί ἀγαλλίασιν οἱ βουνοί περιζώσονται. Ἐνεδύσαντο οἱ κριοί τῶν προβάτων καί αἱ κοιλάδες πληθυνοῦσι σῖτον κεκράξονται καί γάρ ὑμνήσουσι.

Ψαλμός 65  
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Ψάλατε δή τῷ ὀνόματι αὑτοῦ, δότε δόξαν ἐν αἰνέσει αὑτοῦ. Εἴπατε τῷ Θεώ• Ὡς φοβερά τά ἔργα σου! ἐν τῷ πλήθει τῆς δυνάμεως σου ψεύσονται σε οἱ ἐχθροί σου. Πᾶσα ἡ γῆ προσκυνησάτωσαν σοι καί ψαλάτωσαν σοι ψαλάτωσαν δή τῷ ὀνόματι σου, Ὕψιστε. Δεῦτε καί ἴδετε τά ἔργα τοῦ Θεοῦ, ὡς φοβερός ἐν βουλαῖς, ὑπέρ τούς υἱούς τῶν ἀνθρώπων. Ὁ μεταστρέφων τήν θάλασσαν εἰς ξηράν ἐν ποταμῷ διελεύσονται ποδί ἐκεῖ εὐφρανθησόμεθα επ΄αυτώ. Τῷ δεσπόζοντι ἐν τῆ δυναστεία αὑτοῦ τοῦ αἰῶνος οἱ ὀφθαλμοί αὑτοῦ ἐπί τά ἔθνη ἐπιβλέπουσιν οἱ παραπικραίνοντες μή ὑψούσθωσαν ἐν ἑαυτοῖς. Εὐλογεῖτε, ἔθνη, τόν Θεόν ἡμῶν καί ακουτίσασθε τήν φωνήν τῆς αἰνέσεως αὑτοῦ, τοῦ θεμένου τήν ψυχήν μου εἰς ζωήν καί μή δόντος εἰς σάλον τούς πόδας μου. Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεός ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τό ἀργύριον. Εἰσήγαγες ἡμᾶς εἰς τήν παγίδαR ἔθου θλίψεις ἐπί τόν νῶτον ἡμῶν. Ἐπεβίβασας ἀνθρώπους ἐπί τάς κεφαλάς ἡμῶν διήλθομεν διά πυρός καί ὕδατος καί ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Εἰσελεύσομαι εἰς τόν οἶκον σου ἐν ὁλοκαυτώματι ἀποδώσω σοι τάς εὐχάς μου, ἆς διέστειλε τά χείλη μου καί ἐλάλησε τό στόμα μου ἐν τῆ θλίψει μου. Ὁλοκαυτώματα μεμυελωμένα ἀνοίσω σοι μετά θυμιάματος  καί κριῶν ἀνοίσω σοι βόας μετά χιμάρων. Δεῦτε, ἀκούσατε καί διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τόν Θεόν, ὅσα ἐποίησε τῆ ψυχή μου. Πρός αὑτόν τῷ στόματι μου εκέκραξα καί ὕψωσα ὑπό τήν γλῶσσαν μου. Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδία μου, μή εἰσακουσάτω μου Κύριος. Διά τοῦτο εἰσήκουσε μου ὁ Θεός, προσέσχε τῆ φωνή τῆς δεήσεως μου. Εὐλογητός ὁ Θεός, ὅς ούκ ἀπέστησε τήν προσευχήν μου καί τό ἔλεος αὑτοῦ απ΄εμού.

Ψαλμός 66  
Ὁ Θεός οικτειρήσαι ἡμᾶς καί εὐλογήσαι ἡμᾶς επιφάναι τό πρόσωπον αὑτοῦ εφ΄ημάς καί ἐλεήσαι ἡμᾶς. Τοῦ γνῶναι ἐν τῆ γῆ τήν ὀδόν σου, ἐν πᾶσιν ἔθνεσι τό σωτήριον σου. Εξομολογησάσθωσαν σοι λαοί, ὁ Θεός• εξομολογησάσθωσαν οἱ λαοί πάντες. Εὐφρανθήτωσαν καί αγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαούς ἐν εὐθύτητι καί ἔθνη ἐν τῆ γῆ ὁδηγήσεις. Εξομολογησάσθωσαν σοι λαοί, ὁ Θεός εξομολογησάσθωσαν σοι λαοί πάντες. Γῆ ἔδωκε τόν καρπόν αὑτῆς εὐλογήσαι ἡμᾶς ὁ Θεός, ὁ Θεός ἡμῶν. Εὐλογήσαι ἡμᾶς ὁ Θεός καί φοβηθήτωσαν αὑτόν πάντα τά πέρατα τῆς γῆς.

Ψαλμός 67  
Ἀναστήτω ὁ Θεός καί διασκορπισθήτωσαν οἱ ἐχθροί αὑτοῦ καί φυγέτωσαν ἀπό προσώπου αὑτοῦ οἱ μισοῦντες αὑτόν. Ὡς ἐκλείπει καπνός, ἐκλειπέτωσαν ὡς τήκεται κηρός ἀπό προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοί ἀπό προσώπου τοῦ Θεοῦ. Καί οἱ δίκαιοι εὐφρανθήτωσαν αγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνη. ΄Ασατε τῷ Θεῶ, ψάλατε τῷ ὀνόματι αὑτοῦ, ὡδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπί δυσμῶν Κύριος ὄνομα αυτώ• καί αγαλλιάσθε ἐνώπιον αὑτοῦ. Ταραχθήτωσαν ἀπό προσώπου αὑτοῦ, τοῦ πατρός τῶν ὀρφανῶν, τοῦ κριτοῦ τῶν χηρῶν ὁ Θεός ἐν τόπῳ ἁγίῳ αὑτοῦ. Ὁ Θεός κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρεία, ὁμοίως τούς παραπικραίνοντας, τούς κατοικοῦντας ἐν τάφοις. Ὁ Θεός, ἐν τῷ ἐκπορεύεσθαι σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῆ ἐρήμῳ. Γῆ ἐσείσθη καί γάρ οἱ οὐρανοί έσταξαν ἀπό προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ, ἀπό προσώπου τοῦ Θεοῦ Ἰσραήλ. Βροχήν ἑκούσιον ἀφοριεῖς, ὁ Θεός, τῆ κληρονομία σου καί ἠσθένησε, σύ δε κατηρτίσω αὑτήν. Τά ζῷα σου κατοικοῦσιν ἐν αὑτῇ ἡτοίμασας ἐν τῆ χρηστότητι σου τῷ πτωχῷ, ὁ Θεός. Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλή. Ὁ βασιλεύς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῆ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. Ἐάν κοιμηθῆτε ἀνάμεσον τῶν κλήρων, πτέρυγες περιστεράς• περιηργυρωμέναι καί τά μετάφρενα αὑτῆς ἐν χλωρότητι χρυσίου. Ἐν τῷ διαστέλλειν τόν Ἐπουράνιον βασιλεῖς επ΄αυτής χιονωθήσονται ἐν Σελμών, Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. Ινατί ὑπολαμβάνετε ὄρη τετυρωμένα, τό ὄρος, ὅ εὐδόκησεν ὁ Θεός κατοικεῖν ἐν αὑτῷ; καί γάρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος. Τό ἄρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων. Κύριος ἐν αὑτοῖς ἐν Σινᾶ ἤν, ἐν τῷ ἁγίῳ. Ἀναβάς εἰς ὕψος, ηχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ανθρώποις• καί γάρ ἀπειθοῦντας τοῦ κατασκηνώσαι. Κύριος ὁ Θεός εὐλογητός, εὐλογητός Κύριος ἡμέραν καθ΄ημέραν κατευοδώσαι ἡμῖν Θεός τῶν σωτηρίων ἡμῶν. Ὁ Θεός ἡμῶν, ὁ Θεός τοῦ σώζειν• καί τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. Πλήν ὁ Θεός συνθλάσει κεφαλάς ἐχθρῶν αὑτοῦ, κορυφήν τριχός διαπορευομένων ἐν πλημμελείαις αὑτῶν. Εἶπε Κύριος ἐκ Βᾶσαν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης. ΄Οπως ἀν βαφή ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ΄αυτού. Ἐθεωρήθησαν αἱ πορεῖαι σου, ὁ Θεός, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ. Προέφθασαν ἄρχοντες, ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. Ἐν ἐκκλησίαις εὐλογεῖτε τόν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. Ἐκεῖ Βενιαμίν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὑτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ. Ἔντειλαι ὁ Θεός, τῆ δυνάμει σου δυνάμωσον ὁ Θεός, τοῦτο, ὁ κατειργάσω ἐν ἡμῖν. Ἀπό τοῦ ναοῦ σου ἐπί Ἱερουσαλήμ, σοι οἴσουσι βασιλεῖς δῶρα. Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου, ἡ συναγωγή τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν τοῦ μή ἀποκλεισθῆναι τούς δεδοκιμασμένους τῷ ἀργυρίῳ διασκόρπισον ἔθνη τά τούς πολέμους θέλοντα. Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὑτῆς τῷ Θεῶ. Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῶ, ψάλατε τῷ Κυρίῳ, τῷ ἐπιβεβηκότι ἐπί τόν οὐρανόν τοῦ οὐρανοῦ κατά ἀνατολάς ἰδού δώσει τῆ φωνή αὑτοῦ φωνήν δυνάμεως. Δότε δόξαν τῷ Θεῶ ἐπί τόν Ἰσραήλ ἡ μεγαλοπρέπεια αὑτοῦ καί ἡ δύναμις αὑτοῦ ἐν ταῖς νεφέλαις. Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὑτοῦ ὁ Θεός Ἰσραήλ, αὑτός δώσει δύναμιν καί κραταίωσιν τῷ λαῷ αὑτοῦ. Εὐλογητός ὁ Θεός.

Ψαλμός 68  
Σῶσον με, ὁ Θεός, ὅτι εισήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ἰλύν βυθοῦ καί οὑκ ἔστιν ὑπόστασις ἦλθον εἰς τά βάθη τῆς θαλάσσης καί καταιγίς κατεπόντισε με. Ἐκοπίασα κράζων, εβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπό τοῦ ἐλπίζειν με ἐπί τόν Θεόν μου. Ἐπληθύνθησαν ὑπέρ τάς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντες με δωρεάν ἐκραταιώθησαν οἱ ἐχθροί μου, οἱ ἐκδιώκοντες με ἀδίκως ἆ οὐχ ἥρπασα, τότε απετίννυον. Ὁ Θεός, σύ ἔγνως τήν ἀφροσύνην μου καί αἱ πλημμέλειαι μου ἀπό σου ούκ ἀπεκρύβησαν. Μή αἰσχυνθείησαν επ΄εμέ οἱ ὑπομένοντες σε, Κύριε, Κύριε τῶν δυνάμεων μηδέ ἐντραπείησαν επ΄εμέ οἱ ζητοῦντες σε, ὁ Θεός τοῦ Ἰσραήλ. Ὅτι ἕνεκα σου ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπή τό πρόσωπον μου. Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου καί ξένος τοῖς υἱοῖς τῆς μητρός μου. Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγε με καί οἱ ὀνειδισμοί τῶν ὀνειδιζόντων σε ἐπέπεσον επ΄εμέ. Καί συνεκάλυψα ἐν νηστεία τήν ψυχήν μου καί ἐγενήθη εἰς ὀνειδισμούς ἐμοί. Καί ἐθέμην τό ἔνδυμα μου σάκκον καί ἐγενόμην αὑτοῖς εἰς παραβολήν. Κατ΄εμού ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις καί εἰς ἐμέ ἔψαλλον οἱ πίνοντες οἶνον. Ἐγώ δε τῆ προσευχή μου πρός σε, Κύριε• καιρός εὐδοκίας ὁ Θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσον μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. Σῶσον με ἀπό πηλοῦ, ἶνα μή εμπαγώ• ῥυσθείην ἐκ τῶν μισούντων με καί ἐκ τῶν βαθέων τῶν ὑδάτων. Μή με καταποντισάτω καταιγίς ὕδατος, μηδέ καταπιέτω με βυθός, μηδέ συσχέτω επ΄εμέ φρέαρ τό στόμα αὑτοῦ. Εἰσάκουσον μου, Κύριε, ὅτι χρηστόν τό ἔλεος σου, κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἐπίβλεψον επ΄εμέ. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπό τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχύ ἐπάκουσον μου. Πρόσχες τῆ ψυχή μου καί λύτρωσαι αὑτήν ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαι με. Σύ γάρ γινώσκεις τόν ὀνειδισμόν μου καί τήν αἰσχύνην μου καί τήν ἐντροπήν μου ἐναντίον σου πάντες οἱ θλίβοντες με. Ὀνειδισμόν προσεδόκησεν ἡ ψυχή μου καί ταλαιπωρίαν καί ὑπέμεινα συλλυπούμενον καί οὐχ ὑπῆρξε καί παρακαλοῦντας καί οὐχ εὗρον. Καί ἔδωκαν εἰς τό βρῶμα μου χολήν καί εἰς τήν δίψαν μου ἐπότισαν με ὄξος. Γενηθήτω ἡ τράπεζα αὑτῶν ἐνώπιον αὑτῶν εἰς παγίδα καί εἰς ἀνταπόδοσιν καί εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱ ὀφθαλμοί αὑτῶν τοῦ μή βλέπειν καί τόν νῶτον αὑτῶν διαπαντός σύγκαμψον. ΄Εκχεον επ΄αυτούς τήν ὀργήν σου καί ὁ θυμός τῆς ὀργῆς σου καταλάβοι αὑτούς. Γενηθήτω ἡ ἔπαυλις αὑτῶν ἠρημωμένη καί ἐν τοῖς σκηνώμασιν αὑτῶν μή ἔστω ὁ κατοικῶν. Ὅτι, ὄν σύ ἐπάταξας, αὐτοί κατεδίωξαν καί ἐπί τό ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. Πρόσθες ἀνομίαν ἐπί τῆ ἀνομία αὑτῶν καί μή εἰσελθέτωσαν ἐν δικαιοσύνη σου. Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καί μετά δικαίων μή γραφήτωσαν. Πτωχός καί ἀλγῶν εἰμί εγώR ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτο μοι. Αἰνέσω τό ὄνομα τοῦ Θεοῦ μετ΄ωδής, μεγαλύνω αὑτόν ἐν αἰνέσει. Καί ἀρέσει τῷ Θεῶ ὑπέρ μόσχον νέον, κέρατα ἐκφέρονται καί ὁπλάς. Ἰδέτωσαν πτωχοί καί εὐφρανθήτωσαν ἐκζητήσατε τόν Θεόν καί ζήσεται ἡ ψυχή ἡμῶν. Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος καί τούς πεπεδημένους αὑτοῦ ούκ εξουδένωσε. Αἰνεσάτωσαν αὑτόν οἱ οὐρανοί καί ἡ γῆ, θάλασσα καί πάντα τά ἕρποντα ἐν αὑτῇ. Ὅτι ὁ Θεός σώσει τήν Σίων καί οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας καί κατοικήσουσιν ἐκεῖ καί κληρονομήσουσιν αὑτήν. Καί τό σπέρμα τῶν δούλων σου καθέξουσιν αὑτήν καί οἱ ἀγαπῶντες τό ὄνομα σου κατασκηνώσουσιν ἐν αὑτῇ.

Ψαλμός 69  
Ὁ Θεός, εἰς τήν βοήθειαν μου πρόσχες Κύριε, εἰς τό βοηθήσαι μοι σπεῦσον. Αἰσχυνθήτωσαν καί ἐντραπήτωσαν οἱ ζητοῦντες τήν ψυχήν μου ἀποστραφήτωσαν εἰς τά ὀπίσω καί καταισχυνθήτωσαν οἱ βουλόμενοι μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντες μοι Εὖγε, εὖγε! Αγαλλιάσθωσαν καί εὐφρανθήτωσαν ἐπί σοι πάντες οἱ ζητοῦντες σε, ὁ Θεός καί λεγέτωσαν διαπαντός. Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τό σωτήριον σου. Ἐγώ δε πτωχός εἰμί καί πένης ὁ Θεός, βοήθησον μοι βοηθός μου καί ῥύστης μου εἰ σύ, Κύριε μή χρονίσῃς.

Ψαλμός 70  
Ἐπί σοί, Κύριε, ἤλπισα μή καταισχυνθείην εἰς τόν αἰῶνα. Ἐν τῆ δικαιοσύνη σου ῥῦσαι με καί ἐξελοῦ με• κλῖνον πρός με τό οὕς σου καί σῶσον με. Γενοῦ μοι εἰς Θεόν ὑπερασπιστήν καί εἰς τόπον ὀχυρόν τοῦ σώσαι με• ὅτι στερέωμα μου καί καταφυγή μου εἰ σύ. Ὁ Θεός μου, ῥῦσαι με ἐκ χειρός ἁμαρτωλοῦ, ἐκ χειρός παρανομοῦντος καί ἀδικοῦντος. Ὅτι σύ εἰ ἡ ὑπομονή μου, Κύριε Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητος μου. Ἐπί σε ἐπεστηρίχθην ἀπό γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἰ σκεπαστής ἐν σοι ἡ ὕμνησις μου διά παντός. Ὡσεί τέρας ἐγενήθην ἐν πολλοῖς καί σύ βοηθός μου κραταιός. Πληρωθήτω τό στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τήν δόξαν σου, ὅλην τήν ἡμέραν τήν μεγαλοπρέπειαν σου. Μή ἀπορρίψῃς με εἰς καιρόν γήρως• ἐν τῶν ἐκλείπειν τήν ἰσχύν μου μή ἐγκαταλίπῃς με. Ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοί καί οἱ φυλάσσοντες τήν ψυχήν μου ἐβουλεύσαντο ἐπί τό αὑτό. Λέγοντες ὁ Θεός ἐγκατέλιπεν αὑτόν καταδιώξατε καί καταλάβετε αὑτόν, ὅτι ούκ ἔστιν ὁ ῥυόμενος. Ὁ Θεός μου, μή μακρύνῃς απ΄εμού ὁ Θεός μου, εἰς τήν βοήθειαν μου πρόσχες. Αἰσχυνθήτωσαν καί ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τήν ψυχήν μου περιβαλλέσθωσαν αἰσχύνην καί ἐντροπήν οἱ ζητοῦντες τά κακά μοι. Ἐγώ δε διαπαντός ἐλπιῶ ἐπί σε καί προσθήσω ἐπί πᾶσαν τήν αἴνεσιν σου. Τό στόμα μου ἀναγγελεῖ τήν δικαιοσύνην σου, ὅλην τήν ἡμέραν τήν σωτηρίαν σου ὅτι ούκ ἔγνων γραμματείας. Εἰσελεύσομαι ἐν δυναστεία Κυρίου, Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. Ὁ Θεός μου, ἆ ἐδίδαξας με ἐκ νεότητος μου καί μέχρι τοῦ νῦν ἀπαγγελῶ τά θαυμάσια σου. Καί ἕως γήρως καί πρεσβείου, ὁ Θεός μου, μή ἐγκαταλίπῃς με ἕως ἀν ἀπαγγείλω τόν βραχίονα σου τῆ γενεά πάσῃ τῆ ἐρχομένη. Τήν δυναστείαν σου καί τήν δικαιοσύνην σου, ὁ Θεός, ἕως τῶν ὑψίστων, ἆ ἐποίησας μοι μεγαλεία. Ὁ Θεός, τίς ὅμοιος σοι; ΄Οσας ἔδειξας μοι θλίψεις πολλάς καί κακάς καί ἐπιστρέψας παρεκάλεσας με καί ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγες με. Καί γάρ ἐγώ ἐξομολογήσομαι σοι ἐν λαοῖς, Κύριε, ἐν σκεύεσι ψαλμοῦ τήν ἀλήθειαν σου, ὁ Θεός ψαλῶ σοι ἐν κιθάρα, ὁ ἅγιος τοῦ Ἰσραήλ. Ἀγαλλιάσονται τά χείλη μου, ὅταν ψάλω σοι καί ἡ ψυχή μου, ἤν ἐλυτρώσω. ΄Ετι δε καί ἡ γλῶσσα μου ὅλην τήν ἡμέραν μελετήσει τήν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσι καί ἐντραπῶσιν οἱ ζητοῦντες τά κακά μοι.

Ψαλμός 71  
Ὁ Θεός, τό κρίμα σου τῷ βασιλεῖ δός καί τήν δικαιοσύνην σου τῷ υἱῶ τοῦ βασιλέως. Κρίνειν τόν λαόν σου ἐν δικαιοσύνη καί τούς πτωχούς σου ἐν κρίσει. Ἀναλαβέτω τά ὄρη εἰρήνην τῷ λαῷ καί οἱ βουνοί δικαιοσύνην. Κρινεῖ τούς πτωχούς τοῦ λαοῦ καί σώσει τούς υἱούς τῶν πενήτων καί ταπεινώσει συκοφάντην. Καί συμπαραμενεῖ τῷ ἡλίῳ καί πρό τῆς σελήνης γενεάς γενεῶν. Καταβήσεται ὡς ὑετός ἐπί πόκον καί ὡσεί σταγών ἡ στάζουσα ἐπί τήν γῆν. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὑτοῦ δικαιοσύνη καί πλῆθος εἰρήνης, ἐῷς οὐ ανταναιρεθῇ ἡ σελήνη. Καί κατακυριεύσει ἀπό θαλάσσης ἐῷς θαλάσσης καί ἀπό ποταμῶν ἐῷς περάτων τῆς οἰκουμένης. Ἐνώπιον αὑτοῦ προπεσοῦνται Αἰθίοπες καί οἱ ἐχθροί αὑτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσεῖς καί νήσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καί Σαβά δῶρα προσάξουσι. Καί προσκυνήσουσιν αὑτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τά ἔθνη δουλεύσουσιν αὑτῷ. Ὅτι ἐρρύσατο πτωχόν ἐκ δυνάστου καί πένητα, ὦ οὐχ ὑπῆρχε βοηθός. Φείσεται πτωχοῦ καί πένητος καί ψυχάς πενήτων σώσει. Ἐκ τόκου καί ἐξ ἀδικίας λυτρώσεται τάς ψυχάς αὑτῶν καί ἔντιμον τό ὄνομα αὑτοῦ ἐνώπιον αὑτῶν. Καί ζήσεται καί δοθήσεται αὑτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας καί προσεύξονται περί αὑτοῦ διά παντός ὅλην τήν ἡμέραν εὐλογήσουσιν αὑτόν. ΄Εσται στήριγμα ἐν τῆ γῆ επ΄άκρων τῶν ὀρέων ὑπεραρθήσεται ὑπέρ τόν Λίβανον ὁ καρπός αὑτοῦ καί ἐξανθήσουσιν ἐκ πόλεως ὡσεί χόρτος τῆς γῆς. ΄Εσται τό ὄνομα αὑτοῦ εὐλογημένον εἰς τούς αἰῶνας πρό τοῦ ἠλίου διαμένει τό ὄνομα αυτού• καί ἐνευλογηθήσονται ἐν αὑτῷ πάσαι αἱ φυλαί τῆς γῆς, πάντα τά ἔθνη μακαριοῦσιν αὑτόν. Εὐλογητός Κύριος, ὁ Θεός τῷ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος. Καί εὐλογημένον τό ὄνομα τῆς δόξης αὑτοῦ εἰς τόν αἰῶνα καί εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Καί πληρωθήσεται τῆς δόξης αὑτοῦ πᾶσα  ἡ γῆ. Γένοιτο, γένοιτο.

Ψαλμός 72  
Ὡς ἀγαθός ὁ Θεός τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῆ καρδία! Ἐμοῦ δε παραμικρόν ἐσαλεύθησαν οἱ πόδες, παρ΄ολίγον ἐξεχύθη τά διαβήματα μου. Ὅτι ἐζήλωσα ἐπί τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν. Ὅτι οὑκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὑτῶν καί στερέωμα ἐν τῆ μάστιγι αὑτῶν. Ἐν κόποις ἀνθρώπων οὑκ εἰσί καί μετά ἀνθρώπων οὐ μαστιγωθήσονται. Διά τοῦτο ἐκράτησεν αὑτούς ἡ ὑπερηφανία αὑτῶν εἰς τέλος, περιεβάλοντο ἀδικίαν καί ἀσέβειαν ἑαυτῶν. Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αυτών• διήλθοσαν εἰς διάθεσιν καρδίας. Διενοήθησαν καί ἐλάλησαν ἐν πονηρία• ἀδικίαν εἰς τό ὕψος ἐλάλησαν. Ἔθεντο εἰς οὐρανόν τό στόμα αὑτῶν καί ἡ γλῶσσα αὑτῶν διῆλθε ἐπί τῆς γῆς. Διά τοῦτο ἐπιστρέψει ὁ λαός μου ενταύθα• καί ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὑτοῖς. Καί εἶπον Πώς ἔγνω ὁ Θεός; καί εἷ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ; Ἰδού οὗτοι οἱ ἁμαρτωλοί καί οἱ εὐθηνοῦντες εἰς τόν αἰῶνα κατέσχον πλούτου. Καί είπα• Ἄρα ματαίως ἐδικαίωσα τήν καρδίαν μου καί ἐνιψάμην ἐν ἀθῴοις τάς χεῖρας μου. Καί ἐγενόμην μεμαστιγωμένος ὅλην τήν ἡμέραν καί ὁ ἔλεγχος μου εἰς τάς πρωίας. Καί ἔλεγον Διηγήσομαι ούτως• ἰδού τῆ γενεά τῶν υἱῶν σου ησυνθέτηκα. Καί ὑπέλαβον τοῦ γνώναι• τοῦτο κόπος ἐστίν ἐνώπιον μου. Ἕως οὐ εἰσέλθω εἰς τό ἁγιαστήριον τοῦ Θεοῦ καί συνῶ εἰς τά ἔσχατα αὑτῶν. Πλήν διά τάς δολιότητας αὑτῶν ἔθου αὑτοῖς κακά, κατέβαλες αὑτούς ἐν τῷ ἐπαρθῆναι. Πώς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διά τήν ἀνομίαν αὑτῶν. Ὡσεί ἐνύπνιον ἐξεγειρομένου, Κύριε, ἐν τῆ πόλει σου τήν εἰκόνα αὑτῶν ἐξουδενώσεις. Ὅτι ἐξεκαύθη ἡ καρδία μου καί οἱ νεφροί μου ἠλλοιώθησαν. Κἀγώ εξουδενωμένος καί οὑκ ἔγνων κτηνώδης ἐγενήθην παρά σοι, κἀγώ διαπαντός μετά σου. Ἐκράτησας τῆς χειρός τῆς δεξιάς μου καί ἐν τῆ βουλή σου ὡδήγησας με καί μετά δόξης προσελάβου με. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῶ; καί παρά σου τί ἠθέλησα ἐπί τῆς γῆς; Ἐξέλιπεν ἡ καρδία μου καί ἡ σάρξ μου ὁ Θεός τῆς καρδίας μου καί ἡ μερίς μου  ὁ Θεός εἰς τόν αἰῶνα. Ὅτι ἰδού οἱ μακρύνοντες ἑαυτούς ἀπό σου, ἀπολοῦνται ἐξωλόθρευσας πάντα τόν πορνεύονται ἀπό σου. Ἐμοί δε τό προσκολλᾶσθαι τῷ Θεῶ ἀγαθόν ἐστί, τίθεσθαι ἐν τῷ Κυρίῳ τήν ἐλπίδα μου, τοῦ ἐξαγγείλαι με πάσας τάς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρός Σίων.

Ψαλμός 73  
Ινατί, ὁ Θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπί πρόβατα νομῆς σου; Μνήσθητι τῆς συναγωγῆς σου, ἦς ἐκτήσω απ΄αρχής. Ἐλυτρώσω ῥάβδον κληρονομίας σου ὄρος Σίων τοῦτο, ὁ κατεσκήνωσας ἐν αὑτῷ. Ἔπαρον τάς χεῖρας σου ἐπί τάς ὑπερηφανίας αὑτῶν εἰς τέλος ὅσα επονηρεύσατο ὁ ἐχθρός ἐν τῷ ἁγίῳ σου. Καί ενεκαυχήσαντο οἱ μισοῦντες σε ἐν μέσῳ τῆς ἑορτῆς σου. Ἔθεντο τά σημεία αὑτῶν σημεία καί ούκ ἔγνωσαν, ὡς εἰς τήν ἔξοδον ὑπεράνω. Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τάς θύρας αὑτῆς ἐπί τό αὑτό ἐν πελέκει καί λαξευτηρίῳ κατέρραξαν αὑτήν. Ενεπύρισαν ἐν πυρί τό ἁγιαστήριον σου, εἰς τήν γῆν ἐβεβήλωσαν τό σκήνωμα τοῦ ὀνόματος σου. Εἶπον ἐν τῆ καρδία αὑτῶν αἱ συγγένειαι αὑτῶν ἐπί τό αὑτό Δεῦτε καί καταπαύσωμεν πάσας τάς ἑορτάς τοῦ Θεοῦ ἀπό τῆς γῆς. Τά σημεία αὑτῶν ούκ εἴδομεν ούκ ἔστιν ἔτι προφήτης καί ἡμᾶς οὐ γνώσεται ἔτι. Ἕως πότε, ὁ Θεός, ὀνειδιεῖ ὁ ἐχθρός, παροξυνεῖ ὁ ὑπεναντίος τό ὄνομα σου εἰς τέλος; Ινατί ἀποστρέφεις τήν χεῖρα σου καί τήν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου  σου εἰς τέλος; Ὁ δε Θεός βασιλεύς ἡμῶν πρό αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Σύ ἐκραταίωσας ἐν τῆ δυνάμει σου τήν θάλασσαν σύ συνέτριψας τάς κεφαλάς τῶν δρακόντων ἐπί τοῦ ὕδατος. Σύ συνέθλασας τήν κεφαλήν τοῦ δράκοντος, ἔδωκας αὑτόν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. Σύ διέρρηξας πηγάς καί χειμάρρους• σύ ἐξήρανας ποταμούς Ηθάμ. Σή ἐστίν ἡ ἡμέρα καί σή ἐστίν ἡ νύξ σύ κατηρτίσω φαῦσιν καί ἥλιον. Σύ ἐποίησας πάντα τά ὡραία τῆς γῆς, θέρος καί ἔαρ σύ ἔπλασας αὑτά. Μνήσθητι ταύτης• ἐχθρός ὠνείδισε τόν Κύριον καί λαός ἄφρων παρώξυνε τό ὄνομα σου. Μή παραδῷς τοῖς θηρίοις ψυχήν ἐξομολογουμένην σοι τῶν ψυχῶν τῶν πενήτων σου μή ἐπιλάθῃ εἰς τέλος. Ἐπίβλεψον  ἐπί τήν διαθήκην σου• ὅτι ἐπληρώθησαν οἱ εσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. Μή ἀποστραφήτω τεταπεινωμένος καί κατῃσχυμμένος πτωχός καί πένης αἰνέσουσι τό ὄνομα σου. Ανάστα ὁ Θεός, δίκασον τήν δίκην σου μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπό ἄφρονος ὅλην τήν ἡμέραν. Μή ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διά παντός.

Ψαλμός 74  
Εξομολογήσομαι σοι, ὁ Θεός εξομολογησόμεθα σοι καί επικαλεσόμεθα τό ὄνομα σου διηγήσομαι πάντα τά θαυμάσια τοῦ. ΄Οταν λάβω καιρόν, ἐγώ εὐθύτητας κρινῶ. Ἐτάκη ἡ γῆ καί πάντες οἱ κατοικοῦντες ἐν αυτή• ἐγώ ἐστερέωσα τούς στύλους αὑτῆς. Εἶπα τοῖς παρανομούσιR Μή παρανομεῖτε καί τοῖς ἁμαρτάνουσι Μή ὑψοῦτε κέρας. Μή ἐπαίρετε εἰς ὕψος τό κέρας ὑμῶν καί μή λαλεῖτε κατά τοῦ Θεοῦ ἀδικίαν. Ὅτι οὔτε ἐξ ἐξόδων, οὔτε ἀπό δυσμῶν, οὔτε ἀπό ἐρήμων ὀρέων ὅτι ὁ Θεός κριτής ἔστι. Τοῦτον ταπεινοί καί τοῦτον υψοί• ὅτι ποτήριον ἐν χειρί Κυρίου, οἴνου ἀκράτου, πλῆρες κεράσματος. Καί ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλήν ὁ τρυγίας αὑτοῦ ούκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοί τῆς γῆς. Ἐγώ δε αγαλλιάσομαι εἰς τόν αἰῶνα, ψαλῶ τῷ Θεῶ Ιακώβ. Καί πάντα τά κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω καί ὑψωθήσεται τό κέρας τοῦ δικαίου.

Ψαλμός 75  
Γνωστός ἐν τῆ Ἰουδαία ὁ Θεός ἐν τῷ Ἰσραήλ μέγα τό ὄνομα αὑτοῦ. Καί ἐγενήθη ἐν εἰρήνη ὁ τόπος αὑτοῦ καί τό κατοικητήριον αὑτοῦ ἐν Σίων. Ἐκεῖ συνέτριψε τά κράτη τῶν τόξων, ὅπλον καί ῥομφαίαν καί πόλεμον. Φωτίζεις σύ θαυμαστώς ἀπό ὀρέων αἰωνίων. Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῆ καρδία ὕπνωσαν ὕπνον αὑτῶν καί οὐχ εὗρον οὐδέν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσίν αὑτῶν. Ἀπό ἐπιτιμήσεως σου, ὁ Θεός Ιακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις. Σύ φοβερός εἰ καί τίς ἀντιστήσεται σοι; ἀπό τότε ἡ ὀργή σου. Ἐκ τοῦ οὐρανοῦ ηκούτισας κρίσιν. Γῆ ἐφοβήθην καί ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τόν Θεόν, τοῦ σώσαι πάντας τούς πραείς τῆς γῆς. Ὅτι ἐνθύμιον ἀνθρώπου εξομολογήσεται σοι καί ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Εὔξασθε καί ἀπόδοτε Κυρίῳ τῷ Θεῶ ἡμῶν πάντες οἱ κύκλῳ αὑτοῦ οἴσουσι δῶρα. Τῷ φοβερῷ καί ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρά τοῖς βασιλεῦσι τῆς γῆς.

 

Ψαλμός 76  
Φωνή μου πρός Κύριον εκέκραξα, φωνή μου πρός τόν Θεόν καί προσέσχε μοι. Ἐν ἡμέρα θλίψεως μου τόν Θεόν ἐξεζήτησα ταῖς χερσί μου νυκτός ἐναντίον αὑτοῦ καί ούκ ηπατήθην• ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. Ἐμνήσθην τοῦ Θεοῦ καί εὐφράνθην ἠδολέσχησα καί ὠλιγοψύχησε τό πνεῦμα μου. Προκατελάβοντο φύλακας οἱ ὀφθαλμοί μου ἐταράχθην καί ούκ ἐλάλησα. Διελογισάμην ἡμέρας ἀρχαίας καί ἔτη αἰώνια ἐμνήσθην καί ἐμελέτησα. Νυκτός μετά καρδίας μου ἠδολέσχουν καί έσκαλλε τό πνεῦμα μου. Μή εἰς τούς αἰῶνας ἀπώσεται Κύριος καί οὐ προσθήσει τοῦ εὐδοκήσαι ἔτι; ΄Η εἰς τέλος τό ἔλεος αὑτοῦ ἀποκόψει; συνετέλεσε ῥῆμα ἀπό γενεάς εἰς γενεάν; ΄Η ἐπιλήσεται τοῦ οικτειρήσαι ὁ Θεός; ἤ συνέξει ἐν τῆ ὀργή αὑτοῦ τούς οἰκτιρμούς αὑτοῦ; Καί εἶπα Νῦν ἠρξάμην αὕτη ἡ ἀλλοίωσις τῆς δεξιάς τοῦ Ὑψίστου. Ἐμνήσθην τῶν ἔργων Κυρίου ὅτι μνησθήσομαι ἀπό τῆς ἀρχῆς τῶν θαυμασίων σου. Καί μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου καί ἐν τοῖς ἐπιτηδεύμασι σου ἀδολεσχήσω. Ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὀδός σου τίς Θεός μέγας ὡς ὁ Θεός ἡμῶν; σύ εἷ ὁ Θεός, ὁ ποιῶν θαυμάσια. Ἐγνώρισας ἐν τοῖς λαοῖς τήν δύναμιν σου, ἐλυτρώσω ἐν τῷ βραχίονι σου τόν λαόν σου, τούς υἱούς Ιακώβ καί Ιωσήφ. Είδοσαν σε ὕδατα ὁ Θεός, είδοσαν σε ὕδατα καί ἐφοβήθησαν ἐταράχθησαν ἄβυσσοι πλῆθος ἠχοῦς ὑδάτων. Φωνήν ἔδωκαν αἱ νεφέλαι καί γάρ τά βέλη σου διαπορεύονται. Φωνή τῆς βροντῆς σου ἐν τῷ τροχῶ έφαναν αἱ ἀστραπαί σου τῆ οἰκουμένη ἐσαλεύθη καί ἔντρομος ἐγενήθη ἡ γῆ. Ἐν τῆ θαλάσσῃ αἱ ὀδοί σου καί αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς καί τά ἴχνη σου οὐ γνωσθήσονται. Ὡδήγησας ὡς πρόβατα τόν λαόν σου ἐν χειρί Μωυσῆ καί Ααρών.  

Ψαλμός 77
Προσέχετε, λαός μου, τῷ νόμῳ μου κλίνατε τό οὕς ὑμῶν εἰς τά ῥήματα τοῦ στόματος μου. Ἀνοίξω ἐν παραβολαῖς τό στόμα μου• φθέγξομαι προβλήματα απ΄αρχής. ΄Οσα ἠκούσαμεν καί ἔγνωμεν αὑτά καί οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Ούκ ἐκρύβη ἀπό τῶν τέκνων αὑτῶν εἰς γενεάν ἑτέραν, απαγγέλοντες τάς αἰνέσεις τοῦ Κυρίου καί τάς δυναστείας αὑτοῦ καί τά θαυμάσια αὑτοῦ, ἆ ἐποίησε. Καί ἀνέστησε μαρτύριον ἐν Ιακώβ καί νόμον ἔθετο ἐν Ἰσραήλ. ΄Οσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν τοῦ γνωρίσαι αὑτά τοῖς υἱοῖς αὑτῶν. ΄Οπως ἀν γνῶ γενεά ἑτέρα, υἱοί οἱ τεχθησόμενοι καί ἀναστήσονται καί ἀπαγγελοῦσιν αὑτά τοῖς υἱοῖς αὑτῶν. ΄Ινα θῶνται ἐπί τόν Θεόν τήν ἐλπίδα αὑτῶν καί μή ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ καί τάς ἐντολάς αὑτοῦ ἐκζητήσωσι. ΄Ινα μή γένωνται ὡς οἱ πατέρες αὑτῶν, γενεά σκολιά καί παραπικραίνουσα. Γενεά, ἥτις οὐ κατηύθυνε τήν καρδία ἑαυτῆς καί ούκ ἐπιστώθη μετά τοῦ Θεοῦ τό πνεῦμα αὑτῆς. Υἱοί Εφραίμ, ἐντείνοντες καί βάλλοντες τόξοις, ἐστράφησαν ἐν ἡμέρα πολέμου. Ούκ ἐφύλαξαν τήν διαθήκην τοῦ Θεοῦ καί ἐν τῷ νόμῳ αὑτοῦ ούκ ἠβουλήθησαν πορεύεσθαι. Καί ἐπελάθοντο τῶν εὐεργεσιῶν αὑτοῦ καί τῶν θαυμασίων αὑτοῦ, ὤν ἔδειξεν αὑτοῖς. Ἐναντίον τῶν πατέρων αὑτῶν, ἆ ἐποίησε θαυμάσια ἐν γῆ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως. Διέρρηξε θάλασσαν καί διήγαγεν αυτούς• παρέστησεν ὕδατα ὡσεί ἀσκόν. Καί ὡδήγησεν αὑτούς ἐν νεφέλη ἡμέρας καί ὅλην τήν νύκτα ἐν φωτισμῷ πυρός. Διέρρηξε πέτραν ἐν ἐρήμῳ καί ἐπότισεν αὑτούς ὡς ἐν ἀβύσσῳ πολλή. Καί ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καί κατήγαγεν ὡς ποταμούς ὕδατα. Καί προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αυτώR παρεπίκραναν τόν Ὕψιστον ἐν ἀνύδρῳ. Καί εξεπείρασαν τόν Θεόν ἐν ταῖς καρδίαις αὑτῶν, τοῦ αἰτήσαι βρώματα ταῖς ψυχαῖς αὑτῶν. Καί κατελάλησαν τοῦ Θεοῦ καί είπον• Μή δυνήσεται ὁ Θεός ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; Ἐπεί ἐπάταξε πέτραν καί ἐρρύησαν ὕδατα καί χείμαρροι κατεκλύσθησαν• μή καί ἄρτον δύναται δοῦναι, ἤ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὑτοῦ; Διά τοῦτο ἤκουσε Κύριος καί ἀνεβάλετο καί πῦρ ἀνήφθη ἐν Ιακώβ καί ὀργή ἀνέβη ἐπί τόν Ἰσραήλ. Ὅτι ούκ ἐπίστευσαν ἐν τῷ Θεῶ, οὐδέ ἤλπισαν ἐπί τό σωτήριον αὑτοῦ. Καί ἐνετείλατο νεφέλαις ὑπεράνωθεν καί θύρας οὐρανοῦ ἀνέῳξε. Καί ἔβρεξεν αὑτοῖς μάννα φαγεῖν καί ἄρτον οὐρανοῦ ἔδωκεν αὑτοῖς. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισμόν ἀπέστειλεν αὑτοῖς εἰς πλησμονήν. Ἀπῆρε Νότον ἐξ οὐρανοῦ καί ἐπήγαγεν ἐν τῆ δυνάμει αὑτοῦ Λίβα. Καί ἔβρεξεν επ΄αυτούς ὡσεί χοῦν σάρκας καί ὡσεί ἄμμον θαλασσῶν πετεινά πτερωτά. Καί ἐπέπεσον ἐν μέσῳ παρεμβολῆς αὑτῶν, κύκλῳ τῶν σκηνωμάτων αὑτῶν. Καί ἔφαγον καί ἐνεπλήσθησαν σφόδρα καί τήν ἐπιθυμίαν αὑτῶν ἤνεγκεν αυτοίς• ούκ ἐστερήθησαν ἀπό τῆς ἐπιθυμίας αὑτῶν. ΄Ετι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὑτῶν καί ἡ ὀργή τοῦ Θεοῦ ἀνέβη επ΄αυτούς καί ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὑτῶν καί τούς ἐκλεκτούς τούς Ἰσραήλ συνεπόδισεν. Ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι καί ούκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὑτοῦ. Καί ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὑτῶν καί τά ἔτη αὑτῶν μετά σπουδῆς. Ὅταν ἀπέκτεινεν αὑτούς, τότε ἐξεζήτουν αὑτόν καί ἐπέστρεφον καί ώρθριζον πρός τόν Θεόν. Καί ἐμνήσθησαν ὅτι ὁ Θεός βοηθός αὑτῶν ἔστι καί ὁ Θεός ὁ Ὕψιστος λυτρωτής αὑτῶν ἔστι. Καί ἠγάπησαν αὑτόν ἐν τῷ στόματι αὑτῶν καί τῆ γλώσσῃ αὑτῶν ἐψεύσαντο αὑτῷ. Ἡ δε καρδία αὑτῶν ούκ εὐθείᾳ μετ΄αυτού, οὐδέ ἐπιστώθησαν ἐν τῆ διαθήκη αὑτοῦ. Αὑτός δε ἔστιν οἰκτίρμων καί ἱλάσκεται ταῖς ἁμαρτίαις αὑτῶν. Καί οὗ διαφθερεῖ καί πληθυνεῖ τοῦ ἀποστρέψαι τόν θυμόν αὑτοῦ καί οὐχί ἐκκαύσει πᾶσαν τήν ὀργήν αὑτοῦ. Καί ἐμνήσθη ὅτι σάρξ εἷσι, πνεῦμα πορευόμενον καί ούκ ἐπιστρέφον. Ποσάκις παρεπίκραναν αὑτόν ἐν τῆ ἐρήμῳ, παρώργισαν αὑτόν ἐν γῆ ἀνύδρῳ; Καί ἐπέστρεψαν καί ἐπείρασαν τόν Θεόν καί τόν ἅγιον τοῦ Ἰσραήλ παρώξυναν. Καί ούκ ἐμνήσθησαν τῆς χειρός αὑτοῦ, ἡμέρας ἦς ἐλυτρώσατο αὑτούς ἐκ χειρός θλίβοντος. Ὡς ἔθετο ἐν Αἰγύπτῳ τά σημεία αὑτοῦ καί τά τέρατα αὑτοῦ ἐν πεδίῳ Τάνεως. Καί μετέστρεψεν εἰς αἷμα τούς ποταμούς αὑτῶν καί τά ὀμβρήματα αὑτῶν, ὅπως μή πίωσι. Ἐξαπέστειλεν εἰς αὑτούς κυνόμυιαν καί κατέφαγεν αυτούς• καί βάτραχον καί διέφθειρεν αὑτούς. Καί ἔδωκε τῆ ἐρυσίβη τούς καρπούς αὑτῶν καί τούς πόνους αὑτῶν τῆ ἀκρίδι. Ἀπέκτεινεν ἐν χαλάζῃ τήν ἄμπελον αὑτῶν καί τούς συκαμίνους αὑτῶν ἐν τῆ πάχνη. Καί παρέδωκεν εἰς χάλαζαν τά κτήνη αὑτῶν καί τήν ὕπαρξιν αὑτῶν τῷ πυρί. Ἐξαπέστειλεν εἰς αὑτούς ὀργήν θυμοῦ αὑτοῦ, θυμόν καί ὀργήν καί θλῖψιν, ἀποστολήν δι΄αγγέλων πονηρῶν. Ὡδοποίησε τρίβον τῆ ὀργή αυτούR καί ούκ ἐφείσατο ἀπό θανάτου τῶν ψυχῶν αὑτῶν καί τά κτήνη αὑτῶν εἰς θάνατον συνέκλεισε. Καί ἐπάταξε πάν πρωτότοκον ἐν γῆ Αἰγύπτῳ, ἀπαρχήν παντός πόνου αὑτῶν, ἐν τοῖς σκηνώμασι Χαμ. Καί ἀπῆρεν ὡς πρόβατα τόν λαόν αὑτοῦ καί ἀνήγαγεν αὑτούς ὡς ποίμνιον ἐν ἐρήμῳ. Καί ὡδήγησεν αὑτούς επ΄ελπίδι καί ούκ έδειλίασανR καί τούς ἐχθρούς αὑτῶν ἐκάλυψε θάλασσα. Καί εἰσήγαγεν αὑτούς εἰς ὄρος ἁγιάσματος αὑτοῦ, ὄρος τοῦτο, ὅ ἐκτήσατο ἡ δεξιά αὑτοῦ. Καί ἐξέβαλεν ἀπό προσώπου αὑτῶν ἔθνη καί εκληροδότησεν αὑτούς ἐν σχοινίῳ κληροδοσίας. Καί κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὑτῶν τάς φυλάς τοῦ Ἰσραήλ. Καί ἐπείρασαν καί παρεπίκραναν τόν Θεόν τόν Ὕψιστον καί τά μαρτύρια αὑτοῦ ούκ ἐφυλάξαντο. Καί ἀπέστρεψαν καί ἠθέτησαν, καθώς καί οἱ πατέρες αὑτῶν μετεστράφησαν εἰς τόξον στρεβλόν. Καί παρώργισαν αὑτόν ἐν τοῖς βουνοῖς αὑτῶν καί ἐν τοῖς γλυπτοῖς αὑτῶν παρεζήλωσαν αὑτόν. ΄Ηκουσεν ὁ Θεός καί ὑπερεῖδε καί εξουδένωσε σφόδρα τόν Ἰσραήλ. Καί απώσατο τήν σκηνήν Σηλώμ, σκήνωμα, ὅ κατεσκήνωσεν ἐν ἀνθρώποις. Καί παρέδωκεν εἰς αἰχμαλωσίαν τήν ἰσχύν αὑτῶν καί τήν καλλονήν αὑτῶν εἰς χεῖρας ἐχθρῶν. Καί συνέκλεισεν ἐν ῥομφαία τόν λαόν αὑτοῦ. καί τήν κληρονομίαν αὑτοῦ ὑπερεῖδε. Τούς νεανίσκους αὑτῶν κατέφαγε πῦρ καί αἱ παρθένοι αὑτῶν ούκ ἐπένθησαν. Οἱ ἱερεῖς αὑτῶν ἐν ῥομφαία ἔπεσον καί αἱ χῆραι αὑτῶν οὐ κλαυθήσονται. Καί ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατός κεκραιπαληκώς ἐξ οἴνου. Καί ἐπάταξε τούς ἐχθρούς αὑτοῦ εἰς τά ὀπίσω, ὄνειδος αἰώνιον ἔδωκεν αὑτοῖς. Καί απώσατο τό σκήνωμα Ιωσήφ καί τήν φυλήν Εφραίμ ούκ ἐξελέξατο. Καί ἐξελέξατο τήν φυλήν τοῦ Ἰούδα, τό ὄρος τό Σίων, ὅ ἠγάπησε. Καί ᾠκοδόμησεν ὡς μονοκέρωτος τό ἁγίασμα αὑτοῦ ἐν τῆ γῆ ἐθεμελίωσεν αὑτήν εἰς τόν αἰῶνα. Καί ἐξελέξατο Δαυΐδ τόν δοῦλον αὑτοῦ καί ἀνέλαβεν αὑτόν ἐκ τῶν ποιμνίων τῶν προβάτων. Ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὑτόν, ποιμαίνειν Ιακώβ τόν δοῦλον αὑτοῦ καί Ἰσραήλ τήν κληρονομίαν αὑτοῦ. Καί ἐποίμανεν αὑτούς ἐν τῆ ἀκακία τῆς καρδίας αὑτοῦ καί ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὑτοῦ ὡδήγησεν αὑτούς.

Ψαλμός 78  
Ὁ Θεός, ήλθοσαν ἔθνη εἰς κληρονομίαν σου, ἐμίαναν τόν ναόν τόν ἅγιον σου, ἔθεντο Ἱερουσαλήμ ὡς ὀπωροφυλάκιον. ΄Εθεντο τά θνησιμαία τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τάς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Ἐξέχεαν τό αἷμα αὑτῶν ὡσεί ὕδωρ κύκλῳ Ἱερουσαλήμ καί ούκ ἤν ὁ θάπτων. Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμός καί χλευασμός τοῖς κύκλῳ ἡμῶν. Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλος σου; ΄Εκχεον τήν ὀργήν σου ἐπί τά ἔθνη τά μή γινώσκοντα σε καί ἐπί βασιλείας, αἵ τό ὄνομα σου ούκ ἐπεκαλέσαντο. Ὅτι κατέφαγον τόν Ιακώβ καί τόν τόπον αὑτοῦ ἠρήμωσαν. Μή μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων ταχύ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν, ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματος σου Κύριε, ῥῦσαι ἡμᾶς καί ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματος σου. Μήποτε εἴπωσι τά ἔθνη Πού ἔστιν ὁ Θεός αὑτῶν; Καί γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου ἐκκεχυμένου. Εἰσελθέτω ἐνώπιον σου ὁ στεναγμός τῶν πεπεδημένων, κατά τήν μεγαλωσύνην τοῦ βραχίονος σου περιποίησαι τούς υἱούς τῶν τεθανατωμένων. Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τόν κόλπον αὑτῶν τόν ὀνειδισμόν αὑτῶν, ὄν ὠνείδισαν σε, Κύριε. Ἡμεῖς δε λαός σου καί πρόβατα νομῆς σου, ἀνθομολογησόμεθα σοι, ὁ Θεός, εἰς τόν αἰῶνα, εἰς γενεάν καί γενεάν εξαγελλούμεν τήν αἴνεσιν σου.

Ψαλμός 79  
Ὁ ποιμαίνων τόν Ἰσραήλ πρόσχες, ὁ ὁδηγῶν ὡσεί πρόβατον τόν Ιωσήφ. Ὁ καθήμενος ἐπί τῶν Χερουβείμ ἐμφάνηθι, ἐναντίον Εφραίμ καί Βενιαμίν καί Μανασσή, Ἐξέγειρον τήν δυναστείαν σου καί ἐλθέ εἰς τό σώσαι ἡμᾶς. Ὁ Θεός, ἐπίστρεψον ἡμᾶς καί επίφανον τό πρόσωπον σου καί σωθησόμεθα. Κύριε ὁ Θεός τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπί τήν προσευχήν τῶν δούλων σου; Ψωμιείς ἡμᾶς ἄρτον δακρύων; καί ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ; ΄Εθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν καί οἱ ἐχθροί ἡμῶν ἐμυκτήρισαν ἡμᾶς. Κύριε ὁ Θεός τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καί επίφανον τό πρόσωπον σου καί σωθησόμεθα. ΄Αμπελον ἐξ Αἰγύπτου μετῆρας ἐξέβαλες ἔθνη καί κατεφύτευσας αὑτήν. Ὡδοποίησας ἔμπροσθεν αὑτῆς καί κατεφύτευσας τάς ῥίζας αὑτῆς καί ἐπλήρωσε τήν γῆν. Ἐκάλυψεν ὄρη ἡ σκιά αὑτῆς καί αἱ ἀναδενδράδες αὑτῆς τάς κέδρους τοῦ Θεοῦ. Ἐξέτεινε τά κλήματα αὑτῆς ἕως θαλάσσης καί ἕως ποταμῶν τάς παραφυάδας αὑτῆς. Ινατί καθεῖλες τόν φραγμός αὑτῆς καί τρυγῶσιν αὑτήν πάντες οἱ παραπορευόμενοι τήν ὀδόν; Ἐλυμήνατο αὑτήν σῦς ἐκ δρυμοῦ καί μονιός ἄγριος κατενεμήσατο αὑτήν. Ὁ Θεός τῶν δυνάμεων, ἐπίστρεψον δή καί ἐπίβλεψον ἐξ οὐρανοῦ καί ἴδε καί επίσκεψε τήν ἄμπελον ταύτην. Καί κατάρτισαι αὑτήν, ἤ ἐφύτευσεν ἡ δεξιά σου καί ἐπί υἱόν ἀνθρώπου, ὄν ἐκραταίωσας σεαυτῷ. Εμπεπυρισμένη πυρί καί ανεσκαμμένη• ἀπό ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. Γενηθήτω ἡ χείρ σου επ΄άνδρα δεξιάς σου καί ἐπί υἱόν ἀνθρώπου, ὄν ἐκραταίωσας σεαυτῷ. Καί οὐ μή ἀποστῶμεν ἀπό σου ζωώσεις ἡμᾶς καί τό ὄνομα σου επικαλεσόμεθα. Κύριε, ὁ Θεός τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καί επίφανον τό πρόσωπον σου καί σωθησόμεθα.

Ψαλμός 80  
Ἀγαλλιάσθε τῷ Θεῶ βοηθῶ ἡμῶν, ἀλαλάξατε τῷ Θεῶ Ιακώβ. Λάβετε ψαλμόν καί δότε τύμπανον, ψαλτήριον τερπνόν μετά κιθάρας. Σαλπίσατε ἐν νεομηνία σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρα ἑορτῆς ὑμῶν. Ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἔστι καί κρίμα τῷ Θεῶ Ιακώβ. Μαρτύριον ἐν τῷ Ιωσήφ ἔθετο αὑτόν, ἐν τῷ ἐξελθεῖν αὑτόν ἐκ γῆς Αἰγύπτου γλῶσσαν, ἤν ούκ ἔγνω, ἤκουσε. Ἀπέστησεν ἀπό ἄρσεων τόν νῶτον αὑτοῦ, αἱ χεῖρες αὑτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν Ἐν θλίψει ἐπεκαλέσω με καί ἐρρυσάμην σε• ἐπήκουσα σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασα σε ἐπί ὕδατος ἀντιλογίας. Ἄκουσον, λαός μου καί λαλήσω σοι, Ἰσραήλ καί διαμαρτύρομαι σοι. Ἐάν ἀκούσης μου, ούκ ἔσται ἐν σοι Θεός πρόσφατος, οὐδέ προσκυνήσεις Θεῶ ἀλλοτρίῳ. Ἐγώ γάρ εἶμι Κύριος ὁ Θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου πλάτυνον τό στόμα σου καί πληρώσω αὑτό. Καί ούκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου καί Ἰσραήλ οὗ προσέσχε μοι. Καί ἐξαπέστειλα αὑτούς κατά τά ἐπιτηδεύματα τῶν καρδιῶν αὑτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασι αὑτῶν. Εἰ ὁ λαός μου ἤκουσε μου, Ἰσραήλ ταῖς ὀδοῖς μου εἷ ἐπορεύθη. Ἐν τῷ μηδενί ἀν τούς ἐχθρούς αὑτῶν ἐταπείνωσα καί ἐπί τούς θλίβοντες αὑτούς ἐπέβαλον ἀν τήν χεῖρα μου. Οἱ ἐχθροί Κυρίου ἐψεύσαντο αὑτῷ καί ἔσται ὁ καιρός αὑτῶν εἰς τόν αἰῶνα. Καί ἐψώμισεν αὑτούς ἐκ στέατος πυροῦ καί ἐκ πέτρας μέλι ἐχόρτασεν αὑτούς.

Ψαλμός 81  
Ὁ Θεός ἔστη ἐν συναγωγή θεῶν, ἐν μέσῳ δε θεούς διακρινεῖ. Ἕως πότε κρίνετε ἀδικίαν καί πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε ὀρφανῷ καί πτωχῷ, ταπεινόν καί πένητα δικαιώσατε. Ἐξέλεσθε πένητα καί πτωχόν, ἐκ χειρός ἁμαρτωλοῦ ῥύσασθε αὑτόν. Ούκ ἔγνωσαν, οὐδέ συνῆκαν, ἐν σκότει διαπορεύονται, σαλευθήτωσαν πάντα τά θεμέλια τῆς γῆς. Ἐγώ είπα• Θεοί ἔστε καί υἱοί Ὑψίστου πάντες. Ὑμεῖς δε ὡς ἄνθρωποι ἀποθνῄσκετε καί ὡς εἰς τῶν ἀρχόντων πίπτετε. Ανάστα, ὁ Θεός, κρίνων τήν γῆν, ὅτι σύ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.

Ψαλμός 82  
Ὁ Θεός, τίς ὁμοιωθήσεται σοι; μή σιγήσῃς, μηδέ καταπραΰνῃς, ὁ Θεός. Ὅτι ἰδού οἱ ἐχθροί σου ἤχησαν, καί οἱ μισοῦντες σε ἦραν κεφαλήν. Ἐπί τόν λαόν σου κατεπανουργεύσαντο γνώμην καί ἐβουλεύσαντο κατά τῶν ἁγίων σου. Εἶπον Δεῦτε καί ἐξολοθρεύσωμεν αὑτούς ἐξ ἔθνους, καί οὐ μή μνησθῇ τό ὄνομα Ἰσραήλ ἔτι. Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπί τό αὑτό, κατά σου διαθήκην διέθεντο• τά σκηνώματα τῶν Ιδουμαίων καί οἱ Ἰσμαηλῖται. Μωάβ καί οἱ Ἀγαρηνοί, Γεβάλ, καί Ἀμμῶν, καί Αμαλήκ, ἀλλόφυλοι μετά τῶν κατοικούντων Τύρον. Καί γάρ Ασσούρ συμπαρεγένετο μετ΄αυτών, ἐγενήθησαν εἰς αντίληψην τοῖς υἱοῖς Λώτ. Ποίησον αὑτοῖς ὡς τῆ Μαδιάμ καί τῷ Σίσαρα, ἐν τῷ Ιαβείμ ἐν τῷ χειμάρρῳ Κισσών. Ἐξωλοθρεύθησαν ἐν Αενδώρ, ἐγενήθησαν ὡσεί κόπρος τῆ γῆ. Θοῦ τούς ἄρχοντας αὑτῶν ὡς τόν Ωρήβ καί Ζήβ καί Ζεβεέ καί Σαλμανάν πάντας τούς ἄρχοντας αὑτῶν, οἵτινες είπον• Κληρονομήσωμεν ἑαυτοῖς τό ἁγιαστήριον τοῦ Θεοῦ. Ὁ Θεός μου, θοῦ αὑτούς ὡς τροχόν, ὡς καλάμην κατά πρόσωπον ἀνέμου. Ὡσεί πῦρ, ὅ διαφλέξει δρυμόν, ὡσεί φλόξ, ἤ κατακαύσει ὄρη. Οὕτω καταδιώξεις αὑτούς ἐν τῆ καταιγίδι σου, καί ἐν τῆ ὀργή σου συνταράξεις αὑτούς. Πλήρωσον τά πρόσωπα αὑτῶν ἀτιμίας, καί ζητήσουσι τό ὄνομα σου, Κύριε. Αἰσχυνθήτωσαν καί ταραχθήτωσαν εἰς τόν αἰῶνα τοῦ αἰῶνος καί ἐντραπήτωσαν καί ἀπολέσθωσαν. Καί γνώτωσαν, ὅτι ὄνομα σοι Κύριος, σύ μόνος  Ὕψιστος ἐπί πᾶσαν τήν γῆν.

Ψαλμός 83  
Ὡς ἀγαπητά τά σκηνώματα σου, Κύριε, τῶν δυνάμεων. Ἐπιποθεῖ καί ἐκλείπει ἡ ψυχή μου εἰς τάς αὐλάς τοῦ Κυρίου ἡ καρδία μου καί ἡ σάρξ μου ηγαλλιάσαντο ἐπί Θεόν ζῶντα. Καί γάρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καί τρυγών νοσσιάν ἑαυτῇ, οὗ θήσει τά νοσσία ἑαυτῆς τά θυσιαστήρια σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καί ὁ Θεός μου. Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τούς αἰῶνας τῶν αἰώνων αἰνέσουσι σε. Μακάριος ἀνήρ, ὦ ἔστιν ἀντίληψις αὑτῷ παρά σου ἀναβάσεις ἐν τῆ καρδία αὑτοῦ διέθετο, εἰς τήν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τόν τόπον, ὀν ἔθετο. Καί γάρ εὐλογίας δώσει ὁ νομοθετών• πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ Θεός τῶν θεῶν ἐν Σίων. Κύριε ὁ Θεός τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι ὁ Θεός Ιακώβ. Ὑπερασπιστά ἡμῶν ἰδέ, ὁ Θεός, καί ἐπίβλεψον εἰς τό πρόσωπον τοῦ χριστοῦ σου. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπέρ χιλιάδας ἐξελεξάμην παραρριπτείσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἤ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ὅτι ἔλεος καί ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καί δόξαν δώσει Κύριος οὗ στερήσει τά ἀγαθά τοῖς πορευομένοις ἐν ἀκακία. Κύριε, ὁ Θεός τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπί σε.

Ψαλμός 84  
Εὐδόκησας, Κύριε τήν γῆν σου, ἀπέστρεψας τήν αἰχμαλωσίαν Ιακώβ. Ἀφῆκας τάς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τάς ἁμαρτίας αὑτῶν. Κατέπαυσας πᾶσαν τήν ὀργήν σου, ἀπέστρεψας ἀπό ὀργῆς θυμοῦ σου. Ἐπίστρεψον ἡμᾶς, ὁ Θεός τῶν σωτηρίων ἡμῶν, καί ἀπόστρεψον τόν θυμόν σου αφ΄ημών. Μή εἰς τούς αἰῶνας ὀργισθῇς ἡμῖν; ἤ διατενεῖς τήν ὀργήν σου ἀπό γενεάς εἰς γενεάν; Ὁ Θεός, σύ ἐπιστρέψας ζωώσεις ἡμᾶς,  καί ὁ λαός σου εὐφρανθήσεται ἐπί σοι. Δεῖξον ἡμῖν, Κύριε, τό ἔλεος σου καί τό σωτήριον σου δώης ἡμῖν. Ἀκούσομαι τί λαλήσει ἐν ἐμοί Κύριος ὁ Θεός ὅτι λαλήσει εἰρήνην ἐπί τόν λαόν αὑτοῦ, καί ἐπί τούς ὁσίους αὑτοῦ καί ἐπί τούς ἐπιστρέφοντας καρδίαν επ΄αυτόν. Πλήν ἐγγύς τῶν φοβουμένων αὑτόν τό σωτήριον αὑτοῦ, τοῦ κατασκηνώσαι δόξαν ἐν τῆ γῆ ἡμῶν. ΄Ελεος καί ἀλήθεια συνήντησαν, δικαιοσύνη καί εἰρήνη κατεφίλησαν. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καί δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. Καί γάρ ὁ Κύριος δώσει χρηστότητα, καί ἡ γῆ ἡμῶν δώσει τόν καρπόν αὑτῆς. Δικαιοσύνη ἐνώπιον αὑτοῦ προπορεύσεται καί θήσει εἰς ὀδόν τά διαβήματα αὑτοῦ.

Ψαλμός 85  
Κλῖνον, Κύριε, τό οὕς σου, καί ἐπάκουσον μου, ὅτι πτωχός καί πένης εἰμί ἐγώ. Φύλαξον τήν ψυχήν μου, ὁ Θεός μου, τόν ἐλπίζοντα ἐπί σε. Ἐλέησον με, Κύριε, ὅτι πρός σε κεκράξομαι ὅλην τήν ἡμέραν. Εὔφρανον τήν ψυχήν τοῦ δούλου σου, ὅτι πρός σε ἤρα τήν ψυχήν μου. Ὅτι σύ, Κύριε, χρηστός καί ἐπιεικής καί πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτισαι, Κύριε, τήν προσευχήν μου καί πρόσχες τῆ φωνή τῆς δεήσεως μου. Ἐν ἡμέρα θλίψεως μου εκέκραξα πρός σε, ὅτι ἐπήκουσας μου. Ούκ ἔστιν ὅμοιος σοι ἐν θεοῖς, Κύριε, καί οὑκ ἔστι κατά τά ἔργα σου. Πάντα τά ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καί προσκυνήσουσιν ἐνώπιον σου, Κύριε, καί δοξάσουσι τό ὄνομα σου. Ὅτι μέγας εἷ σύ καί ποιῶν θαυμάσια• σύ εἷ Θεός μόνος. Ὁδήγησον με, Κύριε, ἐν τῆ ὀδῷ σου, καί πορεύσομαι ἐν τῆ ἀληθείᾳ σου εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τό ὄνομα σου. Εξομολογήσομαι σοι, Κύριε, ὁ Θεός μου, ἐν ὄλῃ καρδία μου καί δοξάσω τό ὄνομα σου εἰς τόν αἰῶνα. Ὅτι τό ἔλεος σου μέγα επ΄εμέ καί ἐρρύσω τήν ψυχήν μου ἐξ ᾄδου κατωτάτου. Ὁ Θεός, παράνομοι ἐπανέστησαν επ΄εμέ καί συναγωγή κραταιῶν ἐζήτησαν τήν ψυχήν μου, καί οὗ προέθεντο σε ἐνώπιον αὑτῶν. Καί σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καί ἐλεήμων, μακρόθυμος καί πολυέλεος καί ἀληθινός. Ἐπίβλεψον επ΄εμέ καί ἐλέησον με δός τό κράτος σου τῷ παιδί σου καί σῶσον τόν υἱόν τῆς παιδίσκης σου. Ποίησον μετ΄εμού σημεῖον εἰς ἀγαθόν, καί ἰδέτωσαν οἱ μισοῦντες με καί αἰσχυνθήτωσαν ὅτι σύ, Κύριε, ἐβοήθησας μοι καί παρεκάλεσας με.

Ψαλμός 86  
Οἱ θεμέλιοι αὑτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Ἀγαπᾷ Κύριος τάς πύλας Σίων, ὑπέρ πάντα τά σκηνώματα Ιακώβ. Δεδοξασμένα ἐλαλήθη περί σου, ἡ πόλις τοῦ Θεοῦ. Μνησθήσομαι Ραάβ καί Βαβυλῶνος τοῖς γινώσκουσι με• καί ἰδού ἀλλόφυλοι, καί Τύρος καί λαός τῶν Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. Μήτηρ Σίων ἐρεῖ ἄνθρωπος, καί ἄνθρωπος ἐγενήθη ἐν αὑτῇ, καί αὑτός ἐθεμελίωσεν αὑτήν ὁ Ὕψιστος. Κύριος διηγήσεται ἐν γραφή λαῶν καί ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὑτῇ. Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοι.

Ψαλμός 87  
Κύριε, ὁ Θεός τῆς σωτηρίας μου, ἡμέρας εκέκραξα καί ἐν νυκτί ἐναντίον σου. Εἰσελθέτω ἐνώπιον σου ἡ προσευχή μου, κλῖνον τό οὕς σου εἰς τήν δέησιν μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καί ἡ ζωή μου τῷ ᾄδῃ ἤγγισε. Προσελογίσθην μετά τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεί ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος. Ὡσεί τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὤν ούκ ἐμνήσθης ἔτι, καί αὐτοί ἐκ τῆς χειρός  σου απώσθησαν. ΄Εθεντο με ἐν λάκκῳ κατωτάτω, ἐν σκοτεινοῖς καί ἐν σκιά θανάτου. Επ΄εμέ ἐπεστηρίχθη ὁ θυμός σου, καί πάντας τούς μετεωρισμούς σου ἐπήγαγες επ΄εμέ. Εμάκρυνας τούς γνωστούς μου απ΄εμού, ἔθεντο με βδέλυγμα ἑαυτοῖς. Παρεδόθην, καί ούκ εξεπορευόμην• οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπό πτωχείας. Εκέκραξα πρός σε, Κύριε, ὅλην τήν ἡμέραν, διεπέτασα πρός σε τάς χεῖρας μου. Μή τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἤ ἰατροί ἀναστήσουσι, καί εξομολογήσονται σοι; Μή διηγήσεται τις ἐν τῷ τάφῳ τό ἔλεος σου καί τήν ἀλήθειαν σου ἐν τῆ ἀπωλείᾳ; Μή γνωσθήσεται ἐν τῷ σκότει τά θαυμάσια σου καί ἡ δικαιοσύνη σου ἐν γῆ ἐπιλελησμένη; Κἀγώ πρός σε, Κύριε, εκέκραξα, καί τό πρωί ἡ προσευχή μου προφθάσει με. Ινατί, Κύριε, ἀπωθεῖς τήν ψυχήν μου, ἀποστρέφεις τό πρόσωπον σου απ΄εμού; Πτωχός εἰμί ἐγώ καί ἐν κόποις ἐκ νεότητος μου. ὑψωθείς δε ἐταπεινώθην καί ἐξηπορήθην.  Επ΄εμέ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξαν με ἐκύκλωσαν με ὡσεί ὕδωρ, ὅλην τήν ἡμέραν περιέσχον με ἄμα. Εμάκρυνας απ΄εμού φίλον καί πλησίον καί τούς γνωστούς μου ἀπό ταλαιπωρίας.

Ψαλμός 88  
Τά ἐλέη σου, Κύριε, εἰς τόν αἰῶνα ᾄσομαι, εἰς γενεάν καί γενεάν ἀπαγγελῶ τήν ἀλήθειαν σου ἐν τῷ στόματι μου. Ὅτι εἶπας Εἰς τόν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθεια σου. Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυΐδ τῷ δούλῳ σου. Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τό σπέρμα σου καί οἰκοδομήσω εἰς γενεάν καί γενεάν τόν θρόνον σου. Εξομολογήσονται οἱ οὐρανοί τά θαυμάσια σου, Κύριε, καί τήν ἀλήθειαν σου ἐν ἐκκλησία ἁγίων. Ὅτι τίς ἐν νεφέλαις ισωθήσεται τῷ Κυρίῳ; καί τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν ὕοις Θεοῦ; Ὁ Θεός, ὁ ἐνδοξαζόμενος ἐν βουλή ἁγίων, μέγας καί φοβερός ἔστιν ἐπί πάντας τούς περικύκλῳ αὑτοῦ. Κύριε ὁ Θεός τῶν δυνάμεων, τίς ὅμοιος σοι; δυνατός εἷ, Κύριε, καί ἡ ἀλήθεια σου κύκλῳ σου. Σύ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τόν δε σάλον τῶν κυμάτων αὑτῆς σύ καταπραύνεις. Σύ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, ἐν τῷ βραχίονι τῆς δυνάμεως σου διεσκόρπισας τούς ἐχθρούς σου. Σοί εἰσίν οἱ οὐρανοί, καί σή ἔστιν ἡ γῆ τήν οἰκουμένην καί τό πλήρωμα αὑτῆς σύ ἐθεμελίωσας. Τόν βορρᾶν καί τήν θάλασσαν σύ ἔκτισας. Θαβώρ καί Ἑρμῶν ἐν τῷ ὀνόματι σου αγαλλιάσονται. Σός ὁ βραχίων μετά δυναστείας κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. Δικαιοσύνη καί κρίμα ἑτοιμασία τοῦ θρόνου σου• ἔλεος καί ἀλήθεια προπορεύσονται πρό προσώπου σου μακάριος ὁ λαός ὁ γινώσκων ἀλαλαγμόν. Κύριε, ἐν τῷ φωτί τοῦ προσώπου σου προπορεύσονται καί ἐν τῷ ὀνόματι σου αγαλλιάσονται ὅλην τήν ἡμέραν καί ἐν τῆ δικαιοσύνη σου ὑψωθήσονται. Ὅτι καύχημα τῆς δυνάμεως αὑτῶν σύ εἷ, καί ἐν τῆ εὐδοκία σου ὑψωθήσεται τό κέρας ἡμῶν. Ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις καί τοῦ ἀγίου Ἰσραήλ βασιλέως ἡμῶν. Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου καί εἶπας ἐθέμην βοήθειαν ἐπί δυνατόν, ὕψωσα ἐκλεκτόν ἐκ τοῦ λαοῦ μου. Εὗρον Δαυΐδ τόν δοῦλον μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὑτόν. Ἡ γάρ χείρ σου συναντιλήψεται αὑτῷ καί ὁ βραχίων μου κατισχύσει αὑτόν. Ούκ ὠφελήσει ἐχθρός ἐν αὑτῷ, καί υἱός ἀνομίας οὐ προσθήσει τοῦ κακώσαι αὑτόν. Καί συγκόψω ἀπό προσώπου αὑτοῦ τούς ἐχθρούς αὑτοῦ καί τούς μισοῦντας αὑτόν τροπώσομαι. Καί ἡ ἀλήθεια μου καί τό ἔλεος μου μετ΄αυτού, καί ἐν τῷ ὀνόματι μου ὑψωθήσεται τό κέρας αὑτοῦ. Καί θήσομαι ἐν θαλάσσῃ χεῖρα αὑτοῦ καί ἐν ποταμοῖς δεξιάν αὑτοῦ. Αὑτός ἐπικαλέσεται με Πατήρ μου εἰ σύ, Θεός μου, καί ἀντιλήπτωρ τῆς σωτηρίας μου. Κἀγώ πρωτότοκον θήσομαι αὑτόν, ὑψηλόν παρά τοῖς βασιλεῦσι τῆς γῆς. Εἰς τόν αἰῶνα φυλάξω αὑτῷ τό ἔλεος μου, καί ἡ διαθήκη μου πιστή αὑτῷ. Καί θήσομαι εἰς τόν αἰῶνα τοῦ αἰῶνος τό σπέρμα αὑτοῦ καί τόν θρόνον αὑτοῦ εἰς τάς ἡμέρας τοῦ οὐρανοῦ. Ἐάν ἐγκαταλίπωσιν οἱ υἱοί αὑτοῦ τόν νόμον μου καί τοῖς κρίμασι μου μή πορευθῶσι, ἐάν τά δικαιώματα μου βεβηλώσωσι καί τάς ἐντολάς μου μή φυλάξωσι, ἐπισκέψομαι ἐν ῥάβδῳ τάς ἀνομίας αὑτῶν καί ἐν μάστιξι τάς ἀδικίας αὑτῶν. Τό δε ἔλεος μου οὐ μή διασκεδάσω απ΄αυτών, ουδ΄ού μή ἀδικήσω ἐν τῆ ἀληθείᾳ μου. Ουδ΄ού μή βεβηλώσω τήν διαθήκην μου καί τά ἐκπορευόμενα διά τῶν χειλέων μου οὗ μή ἀθετήσω. ΄Απαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἷ τῷ Δαυίβ ψεύσομαι. Τό σπέρμα αὑτοῦ εἰς τόν αἰῶνα μενεῖ καί ὁ θρόνος αὑτοῦ, ὡς ὁ ἥλιος ἐναντίον μου καί ὡς ἡ σελήνη κατηρτισμένη εἰς τόν αἰῶνα καί ὁ μάρτυς ἐν οὐρανῶ πιστός. Σύ δε ἀπώσω καί εξουδένωσας, ἀνεβάλου τόν χριστόν σου. Κατέστρεψας τήν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τήν γῆν τό ἁγίασμα αὑτοῦ. Καθεῖλες πάντας τούς φραγμούς αὑτοῦ, ἔθου τά ὀχυρώματα αὑτοῦ δειλίαν. Διήρπαζον αὑτόν πάντες οἱ διοδεύοντες ὀδόν, ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὑτοῦ. Ὕψωσας τήν δεξιάν τῶν θλιβόντων αὑτόν, εὔφρανας πάντας τούς ἐχθρούς αὑτοῦ. Ἀπέστρεψας τήν βοήθειαν τῆς ῥομφαίας αὑτοῦ καί ούκ ἀντελάβου αὑτοῦ ἐν τῷ πολέμῳ. Κατέλυσας ἀπό καθαρισμοῦ αὑτοῦ, τόν θρόνον αὑτοῦ εἰς τήν γῆν κατέρραξας. Εσμίκρυνας τάς ἡμέρας τοῦ χρόνου αὑτοῦ, κατέχεας αὑτοῦ αἰσχύνην. Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; Μνήσθητι τίς μου ἡ ὑπόστασις μή γάρ ματαίως ἔκτισας πάντας τούς υἱούς τῶν ἀνθρώπων; Τίς ἔστιν ἄνθρωπος, ὅς ζήσεται, καί ούκ ὄψεται θάνατον; ῥύσεται τήν ψυχήν αὑτοῦ ἐκ χειρός ᾄδου; Πού εἷσι τά ἐλέη σου τά ἀρχαία, Κύριε, ἆ ὤμοσας τῷ Δαυΐδ ἐν τῆ ἀλήθεια σου; Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ πολλῶν ἐθνῶν. Οὐ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τό ἀντάλλαγμα τοῦ χριστοῦ σου. Εὐλογητός Κύριος εἰς τόν αἰῶνα. Γένοιτο. Γένοιτο.

Ψαλμός 89  
Κύριε, καταφυγή ἐγενήθης ἡμῖν ἐν γενεά καί γενεά. Πρό τοῦ ὄρη γενηθῆναι καί πλασθῆναι τήν γῆν καί τήν οἰκουμένην, καί ἀπό τοῦ αἰῶνος καί ἕως τοῦ αἰῶνος σύ εἰ. Μή ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν καί είπας• Ἐπιστρέψατε υἱοί τῶν ἀνθρώπων. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθε, καί φυλακή ἐν νυκτί.  Τά ἐξουδενώματα αὑτῶν ἔτη ἔσονται, τό πρωί ὡσεί χλόη παρέλθοι. Τό πρωί ἀνθήσαι καί παρέλθοι, τό ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καί ξηρανθείη. Ὅτι ἐξελίπομεν ἐν τῆ ὀργή σου καί ἐν τῷ θυμῶ σου ἐταράχθημεν. ΄Εθου τάς ἀνομίας ἡμῶν ἐναντίον σου• ὁ αἰών ἡμῶν εἰς φωτισμόν τοῦ προσώπου σου. Ὅτι πάσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καί ἐν τῆ ὀργή σου ἐξελίπομεν τά ἔτη ἡμῶν ὡσεί ἀράχνη ἐμελέτων. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὑτοῖς ἑβδομήκοντα ἔτη, ἐάν δε ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καί τό πλεῖον αὑτῶν κόπος καί πόνος• ὅτι ἐπῆλθε πραότης εφ΄ ἡμᾶς καί παιδευθησόμεθα. Τίς γινώσκει τό κράτος τῆς ὀργῆς σου; καί ἀπό τοῦ φόβου σου τόν θυμόν σου ἐξαριθμήσασθαι; Τήν δεξιάν σου οὕτω γνώρισον μοι καί τούς πεπαιδευμένους τῆ καρδία ἐν σοφία. Ἐπίστρεψον, Κύριε, ἕως πότε; καί παρακλήθητι ἐπί τοῖς δούλοις σου. Ἐνεπλήσθημεν τό πρωί τοῦ ἐλέους σου, Κύριε, καί ηγαλιασσάμεθα καί εὐφράνθημεν. Ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν ανθ΄ων ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὤν εἴδομεν κακά. Καί ἴδε ἐπί τούς δούλους σου καί ἐπί τά ἔργα σου καί ὁδήγησον τούς υἱούς αὑτῶν. Καί ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν εφ΄ ἡμᾶς, καί τά ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον εφ΄ ἡμᾶς καί τό έργο τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Ψαλμός 90  
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπη τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίω• Ἀντιλήπτωρ μου εἰ καί καταφυγή μου, ὁ Θεός μου, καί ἐλπιῶ επ΄ αὑτόν. Ὅτι αὑτός ῥύσεται σε ἐκ παγίδος θηρευτῶν καί ἀπό λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι, καί ὑπό τάς πτέρυγας αὑτοῦ ἐλπιεῖς ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὑτοῦ. Οὗ φοβηθήσει ἀπό φόβου νυκτερινοῦ, ἀπό βέλους πετομένου ἡμέρας, ἀπό πράγματος ἐν σκότει διαπορευομένου, ἀπό συμπτώματος καί δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς καί μυριάς ἐκ δεξιῶν σου, πρός σε δε ούκ ἐγγιεῖ. Πλήν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καί ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὅτι σύ Κύριε ἡ ἐλπίς μου τόν Ὕψιστον ἔθου καταφυγήν σου. Οὗ προσελεύσεται πρός σε κακά, καί μάστιξ ούκ ἐγγιεῖ ἐν τῷ σκηνώματι σου. Ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περί σου, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὀδοῖς σου. Ἐπί χειρῶν ἀροῦσι σε, μήποτε προσκόψῃς πρός λίθον τόν πόδα σου. Ἐπί ἀσπίδα καί βασιλίσκον ἐπιβήσῃ καί καταπατήσεις λέοντα καί δράκοντα. Ὅτι επ΄ ἐμέ ἤλπισε καί ῥύσομαι αὑτόν, σκεπάσω αὑτόν, ὅτι ἔγνω τό ὄνομα μου. Κεκράξεται πρός με, καί ἐπακούσομαι αὑτοῦ μετ΄ αὑτοῦ εἶμι ἐν θλίψει, ἐξελοῦμαι αὑτόν, καί δοξάσω αὑτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὑτόν καί δείξω αὑτῷ τό σωτήριον μου.

 

Ψαλμός 91  
Ἀγαθόν τό ἐξομολογεῖσθαι τῷ Κυρίῳ καί ψάλλειν τῷ ὀνόματι σου, Ὕψιστε. Τοῦ ἀναγγέλλειν τό πρωί τό ἔλεος σου καί τήν ἀλήθειαν σου κατά νύκτα, ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ΄ ᾠδῆς ἐν κιθάρα. Ὅτι εὔφρανας με, Κύριε, ἐν τοῖς ποιήμασι σου καί ἐν τοῖς ἔργοις τῶν χειρῶν σου αγαλλιάσομαι. Ὡς ἐμεγαλύνθη τά ἔργα σου Κύριε σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου. Ἀνήρ ἄφρων οὐ γνώσεται καί ἀσύνετος οὗ συνήσει ταύτᾳ. Ἐν τῷ ἀνατείλαι ἁμαρτωλούς ὡσεί χόρτον καί διέκυψαν πάντες οἱ ἐργαζόμενοι τήν ἀνομίαν. ΄Οπως ἀν ἐξολοθρευθῶσιν εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Σύ δε Ὕψιστος εἰς τόν αἰῶνα, Κύριε. Ὅτι ἰδού οἱ ἐχθροί σου, Κύριε, ὅτι ἰδού οἱ ἐχθροί σου ἀπολοῦνται καί διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τήν ἀνομίαν. Καί ὑψωθήσεται ὡς μονοκέρωτος τό κέρας μου καί τό γῆρας μου ἐν ἐλαίῳ πίονι. Καί ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου καί ἐν τοῖς ἐπανισταμένοις επ΄ ἐμέ πονηρευομένοις ἀκούσεται τό οὕς μου. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. Ὅτι πληθυνθήσονται ἐν γήρει πίονι καί εὐπαθοῦντες ἔσονται, τοῦ ἀναγγείλαι ὅτι εὐθύς Κύριος ὁ Θεός ἡμῶν καί ούκ ἔστιν ἀδικία ἐν αὑτῷ.

Ψαλμός 92  
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο ἐνεδύσατο Κύριος δύναμιν καί περιεζώσατο καί γάρ ἐστερέωσε τήν οἰκουμένην, ἥτις οὗ σαλευθήσεται. ΄Ετοιμος ὁ θρόνος σου ἀπό τότε, ἀπό τοῦ αἰῶνος σύ εἷ. Ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοί φωνάς αὑτῶν ἀροῦσιν οἱ ποταμοί ἐπιτρίψεις αὑτῶν, ἀπό φωνῶν ὑδάτων πολλῶν. Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος. Τά μαρτύρια σου ἐπιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα Κύριε, εἰς μακρότητα ἡμερῶν.

Ψαλμός 93  
Θεός ἐκδικήσεων Κύριος Θεός ἐκδικήσεων ἐπαρρησιάσατο. Ὑψώθητι ὁ κρίνων τήν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. ΄Εως πότε ἁμαρτωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοί καυχήσονται; Φθέγξονται καί λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τήν ἀνομίαν; Τόν λαόν σου, Κύριε, ἐταπείνωσαν καί τήν κληρονομίαν σου ἐκάκωσαν. Χήραν καί ὀρφανόν ἀπέκτειναν καί προσήλυτον ἐφόνευσαν. Καί είπον• Ούκ ὄψεται Κύριος, οὐδέ συνήσει ὁ Θεός τοῦ Ιακώβ. Σύνετε δή ἄφρονες ἐν τῷ λαῷ καί μωροί ποτέ φρονήσατε. Ὁ φυτεύσας τό οὕς οὐχί ἀκούει; ἤ ὁ πλάσας τόν ὀφθαλμόν οὐχί κατανοεῖ; Ὁ παιδεύων ἔθνη οὐχί ἐλέγξει; ὁ διδάσκων ἄνθρωπον γνῶσιν; Κύριος γινώσκει τούς διαλογισμούς τῶν ἀνθρώπων ὅτι εἰσί μάταιοι. Μακάριος ἄνθρωπος, ὄν ἄν παιδεύσῃς, Κύριε καί ἐκ τοῦ νόμου σου διδάξῃς αὑτόν. Τοῦ πραϋναι αὑτόν αφ΄ ἡμερῶν πονηρῶν, ἕως οὐ ὀρυγή τῷ ἁμαρτωλῷ βόθρος. Ὅτι ούκ ἀπώσεται Κύριος τόν λαόν αὑτοῦ καί τήν κληρονομίαν αὑτοῦ ούκ ἐγκαταλείψει. ΄Εως οὐ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν καί ἐχόμενοι αὑτῆς πάντες οἱ εὐθεῖς τῆ καρδία. Τίς ἀναστήσεται μοι ἐπί πονηρευομένοις; ἤ τις συμπαραστήσεται μοι ἐπί τοῖς ἐργαζομένοις τήν ἀνομίαν; Εἰ μή ὅτι Κύριος ἐβοήθησε μοι, παρά βραχύ παρῴκησε τῷ ᾄδῃ ἡ ψυχή μου. Εἷ ἔλεγον Σεσάλευται ὁ πούς μου, τό ἔλεος σου, Κύριε, ἐβοήθει μοι. Κύριε, κατά τό πλῆθος τῶν ὀδυνῶν μου ἐν τῆ καρδία μου αἱ παρακλήσεις σου εὔφραναν τήν ψυχήν μου. Μή συμπροσέστω σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπί πρόσταγμα. Θηρεύσουσιν ἐπί ψυχήν δικαίου καί αἷμα ἀθῷον καταδικάσονται.  Καί ἐγένετο μοι Κύριος εἰς καταφυγήν καί ὁ Θεός μου εἰς βοηθόν ἐλπίδος μου. Καί ἀποδώσει αὑτοῖς Κύριος τήν ἀνομίαν αὑτῶν καί κατά τήν πονηρίαν αὑτῶν ἀφανιεῖ αὑτούς Κύριος ὁ Θεός.

Ψαλμός 94  
Ἀσᾶτε τῷ Κυρίῳ ἄσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. ΄Ασατε τῷ Κυρίῳ, εὐλογήσατε τό ὄνομα αυτού• εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τό σωτήριον αὑτοῦ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τήν δόξαν αὑτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τά θαυμάσια αὑτοῦ. Ὅτι μέγας Κύριος καί αἰνετός σφόδρα φοβερός ἔστιν ὑπέρ πάντας τούς θεούς. Ὅτι πάντες οἱ θεοί τῶν ἐθνῶν δαιμόνια ὁ δε Κύριος τούς οὐρανούς ἐποίησε. Ἐξομολόγησις καί ὡραιότης ἐνώπιον αὑτοῦ ἁγιωσύνη καί μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὑτοῦ. Ἐνέγκατε τῷ Κυρίῳ αἱ πατριαί τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καί τιμήν ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὑτοῦ, ἄρατε θυσίας καί εἰσπορεύεσθε εἰς τάς αὐλάς αυτούR προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλή ἀγία αὑτοῦ σαλευθήτω ἀπό προσώπου αὑτοῦ πᾶσα ἡ γῆ. Εἴπατε ἐν τοῖς ἔθνεσι Ὅτι Κύριος ἐβασίλευσε καί γάρ κατώρθωσε τήν οἰκουμένην, ἥτις οὐ σαλευθήσεταιR κρινεῖ λαούς ἐν εὐθύτητι. Εὐφραινέσθωσαν οἱ οὐρανοί καί αγαλλιάσθω ἡ γηR σαλευθήτω ἡ θάλασσα καί τό πλήρωμα αὑτῆς, χαρήσεται τά πεδία καί πάντα τά ἐν αὑτοῖς. Τότε αγαλλιάσονται πάντα τά ξύλα τοῦ δρυμοῦ ἀπό προσώπου Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρίναι τήν γῆν. Κρινεῖ τήν οἰκουμένην ἐν δικαιοσύνη καί λαούς ἐν τῆ ἀληθείᾳ αὑτοῦ.

Ψαλμός 95  
ᾌσατε τῷ Κυρίῳ ἄσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. ᾌσατε τῷ Κυρίῳ· εὐλογήσατε τό ὄνομα αὑτοῦ, εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τό σωτήριον αὑτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔνθεσι τήν δόξαν αὑτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τά θαυμάσια αὑτοῦ. Ὅτι μέγας Κύριος καί αἰνετός σφόδρα, φοβερός ἐστιν ὑπέρ πάντας τούς θεούς· ὅτι πάντες οἱ θεοί τῶν ἐθνῶν δαιμόνια, ὁ δε Κύριος τούς οὐρανούς ἐποίησεν. ἐξομολόγησις καί ὡραιότης ἐνώπιον αὑτοῦ, ἁγιωσύνη καί μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αυτού.Ενέγκατε τῷ Κυρίῳ, αἱ πατριαί τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καί τιμήν· ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὑτοῦ, ἄρατε θυσίας καί εἰσπορεύσεσθε εἰς τάς αὐλάς αὑτοῦ· προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλή ἀγία αὑτοῦ, σαλευθήτω ἀπό προσώπου αὑτοῦ πᾶσα ἡ γῆ. Εἴπατε ἐν τοῖς ἔθνεσιν· ὁ Κύριος ἐβασίλευσε καί γάρ κατώρθωσε τήν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται, κρινεῖ λαούς ἐν εὐθύτητι. Εὐφραινέσθωσαν οἱ οὐρανοί καί αγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καί τό πλήρωμα αὑτῆς· χαρήσεται τά παιδία καί πάντα τά ἐν αυτοίς·τότε αγαλλιάσονται πάντα τά ξύλα τοῦ δρυμοῦ πρό προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρίναι τήν γῆν. Κρινεῖ τήν οἰκουμένην ἐν δικαιοσύνη καί λαούς ἐν τῆ ἀληθείᾳ αὑτοῦ.

Ψαλμός 96  
Ὁ Κύριος ἐβασίλευσεν, αγαλλιάσθω ἡ γη•. εὐφρανθήτωσαν νήσοι πολλαί. Νέφη καί γνόφος κύκλῳ αυτούR δικαιοσύνη καί κρίμα κατόρθωσις τοῦ θρόνου αὑτοῦ. Πῦρ ἐνώπιον αὑτοῦ προπορεύσεται καί φλογιεί κύκλῳ τούς ἐχθρούς αὑτοῦ. Ἐφαναν αἱ ἀστραπαί αὑτοῦ τῆ οικουμένη• εἶδε καί ἐσαλεύθη ἡ γῆ. Τά ὄρη ὡσεί κηρός ἐτάκησαν ἀπό προσώπου Κυρίου, ἀπό προσώπου Κυρίου πάσης τῆς γῆς. Ἀνήγγειλαν οἱ οὐρανοί τήν δικαιοσύνην αὑτοῦ καί είδοσαν πάντες οἱ λαοί τήν δόξαν αὑτοῦ. Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αυτώνR προσκυνήσατε αὑτῷ πάντες οἱ ἄγγελοι αὑτοῦ. Ἤκουσε καί εὐφράνθη ἡ Σίων καί ηγαλλιάσαντο οἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε. Ὅτι σύ Κύριος ὕψιστος ἐπί πᾶσαν τήν γῆν, σφόδρα ὑπερυψώθης ὑπέρ πάντας τούς θεούς. Οἱ ἀγαπῶντες τόν Κύριον μισεῖτε πονηρά• φυλάσσει Κύριος τάς ψυχάς τῶν ὁσίων αὑτοῦ, ἐκ χειρός ἁμαρτωλοῦ ῥύσεται αὑτούς. Φώς ἀνέτειλε τῷ δικαίῳ καί τοῖς εὐθέσι τῆ καρδία εὐφροσύνη. Εὐφράνθητε δίκαιοι ἐν τῷ Κυρίῳ καί ἐξομολογεῖσθε τῆ μνήμη τῆς ἁγιωσύνης αὑτοῦ.

Ψαλμός 97  
Ἀσᾶτε τῷ Κυρίῳ ἄσμα καινόν, ὅτι θαυμαστά ἐποίησεν ὁ Κύριος• ἔσωσεν αὑτόν ἡ δεξιά αὑτοῦ καί ὁ βραχίων ὁ ἅγιος αὑτοῦ. Ἐγνώρισε Κύριος τό σωτήριον αὑτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τήν δικαιοσύνην αὑτοῦ. Ἐμνήσθη τοῦ ἐλέους αὑτοῦ τῷ Ιακώβ καί τῆς ἀληθείας αὑτοῦ τῷ οἴκῳ Ισραήλ• είδοσαν πάντα τά πέρατα τῆς γῆς τό σωτήριον τοῦ Θεοῦ ἡμῶν. Ἀλαλάξατε τῷ Θεῶ πᾶσα ἡ γῆ ᾄσατε καί αγαλλιάσθε καί ψάλατε. Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρα, ἐν κιθάρα καί φωνή ψαλμοῦ, ἐν σάλπιγξιν ἐλαταῖς καί φωνή σάλπιγγος κερατίνης, ἀλαλάξατε ἐνώπιον τοῦ Βασιλέως Κυρίου σαλευθήτω ἡ θάλασσα καί τό πλήρωμα αὑτῆς, ἡ οἰκουμένη καί πάντες οἱ κατοικοῦντες ἐν αὑτῇ. Ποταμοί κροτήσουσι χειρί ἐπί τό αὑτό τά ὄρη αγαλλιάσονται ἀπό προσώπου Κυρίου ὅτι ἔρχεται ὅτι ᾔκει κρίναι τήν γῆν. Κρινεῖ τήν οἰκουμένην ἐν δικαιοσύνη καί λαούς ἐν εὐθύτητι.

Ψαλμός 98  
Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί ὁ καθήμενος ἐπί τῶν Χερουβείμ, σαλευθήτω ἡ γῆ. Κύριος ἐν Σίων μέγας καί ὑψηλός ἔστιν ἐπί πάντας τούς λαούς. Εξομολογησάσθωσαν τῷ ὀνόματι σου τῷ μεγάλῳ, ὅτι φοβερόν καί ἅγιον έστιR καί τιμή βασιλέως κρίσιν ἀγαπᾷ. Σύ ἡτοίμασας ευθύτητας• κρίσιν καί δικαιοσύνην ἐν Ιακώβ σύ ἐποίησας. Ὑψοῦτε Κύριον τόν Θεόν ἡμῶν καί προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὑτοῦ, ὅτι ἅγιος ἔστι. Μωυσῆς καί Ααρών ἐν τοῖς ἱερεῦσιν αὑτοῦ καί Σαμουήλ ἐν τοῖς ἐπικαλουμένοις τό ὄνομα αυτού• ἐπεκαλοῦντο τόν Κύριον καί αὑτός εἰσήκουσεν αὑτῶν. Ἐν στύλῳ νεφέλης ἐλάλει πρός αὑτούς ὅτι ἐφύλασσον τά μαρτύρια αὑτοῦ καί τά προστάγματα αὑτοῦ, ἆ ἔδωκεν αὑτοῖς. Κύριε ὁ Θεός ἡμῶν, σύ ἐπήκουσας αυτών• ὁ Θεός, σύ εὐίλατος ἐγίνου αὑτοῖς καί ἐκδικῶν ἐπί πάντα τά ἐπιτηδεύματα αὑτῶν. Ὑψοῦτε Κύριον τόν Θεόν ἡμῶν καί προσκυνεῖτε εἰς ὄρος ἅγιον αὑτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεός ἡμῶν.

Ψαλμός 99  
Ἀλαλάξατε τῷ Θεῶ πᾶσα ἡ γῆ, δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνη εἰσέλθετε ἐνώπιον αὑτοῦ ἐν ἀγαλλιάσει. Γνῶτε ὅτι Κύριος αὑτός ἔστιν ὁ Θεός ἡμῶν, αὑτός ἐποίησεν ἡμᾶς καί οὐχ ημείς• ἡμεῖς δε λαός αὑτοῦ καί πρόβατα νομῆς αὑτοῦ. Εἰσέλθετε εἰς τάς πύλας αὑτοῦ ἐν ἐξομολογήσει, εἰς τάς αὐλάς αὑτοῦ ἐν ὕμνοις, ἐξομολογεῖσθε αὑτῷ αἰνεῖτε τό ὄνομα αὑτοῦ. Ὅτι χρηστός Κύριος εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ καί ἕως γενεάς καί γενεάς ἡ ἀλήθεια αὑτοῦ.

Ψαλμός 100  
Ἔλεος καί κρίσιν ᾄσομαι σοι, Κύριε. Ψαλῶ καί συνήσω ἐν ὀδῷ ἀμώμῳ πότε ἥξεις πρός με; διεπορευόμην ἐν ἀκακία καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Οὗ προετιθέμην πρό ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα. Ούκ ἐκολλήθη μοι καρδία σκαμβή. ἐκκλίνοντος απ΄ ἐμοῦ τοῦ πονηροῦ, ούκ εγίνωσκον. Τόν καταλαλοῦντα λάθρα τόν πλησίον αὑτοῦ, τοῦτον ἐξεδίωκον ὑπερηφάνῳ ὀφθαλμῷ καί ἀπλήστῳ καρδία τούτῳ οὗ συνήσθιον. Οἱ ὀφθαλμοί μου ἐπί τούς πιστούς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὑτούς μετ΄ ἐμοῦ πορευόμενος ἐν ὀδῷ ἀμώμῳ, οὗτος μοι ἐλειτούργει. Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Εἰς τάς πρωίας ἀπέκτεινον πάντας τούς ἁμαρτωλούς τῆς γῆς, ἐξολοθρεύσαι ἐκ πόλεως Κυρίου πάντας τούς ἐργαζομένους τήν ἀνομίαν.

Ψαλμός 101  
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου καί ἡ κραυγή μου πρός σε ἐλθέτω. Μή ἀποστρέψῃς τό πρόσωπον σου απ΄ ἐμοῦ ἐν ἤ ἀν ἡμέρα θλίβωμαι, κλῖνον πρός με τό οὕς σου• ἐν ἤ ἀν ἡμέρα ἐπικαλέσωμαι σε, ταχύ ἐπάκουσον μου. Ὅτι ἐξέλιπον ὡσεί καπνός αἱ ἡμέραι μου καί τά ὀστᾶ μου ὡσεί φρύγιον συνεφρύγησαν. Ἐπλήγην ὡσεί χόρτος καί ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τόν ἄρτον μου. Ἀπό φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τό ὀστοῦν μου τῆ σαρκί μου. Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεί νυκτικόραξ ἐν οἰκοπέδῳ. Ἠγρύπνησα καί ἐγενόμην  ὡς στρουθίον μονάζον ἐπί δώματος. ΄Ολην τήν ἡμέραν ὠνείδιζον με οἱ ἐχθροί μου καί οἱ ἐπαινοῦντες με κατ΄εμού ὤμνυον. Ὅτι σποδόν ὡσεί ἄρτον ἔφαγον καί τό πόμα μου μετά κλαυθμοῦ εκίρνων. Ἀπό προσώπου τῆς ὀργῆς σου καί τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέρραξας με. Αἱ ἡμέραι μου ὡσεί σκιά ἐκλίθησαν, κἀγώ ὡσεί χόρτος ἐξηράνθην. Σύ δε, Κύριε, εἰς τόν αἰῶνα μένεις καί τό μνημόσυνον σου εἰς γενεάν καί γενεάν. Σύ ἀναστάς οικτειρήσεις τήν Σίων, ὅτι καιρός τοῦ οικτειρήσαι αὑτήν, ὅτι ᾔκει καιρός. Ὅτι εὐδόκησαν οἱ δοῦλοι σου τούς λίθους αυτής• καί τόν χοῦν αὑτῆς οικτειρήσουσι. Καί φοβηθήσονται τά ἔθνη τό ὄνομα σου, Κύριε καί πάντες οἱ βασιλεῖς τῆς γῆς τήν δόξαν σου. Ὅτι οἰκοδομήσει Κύριος τήν Σίων καί ὀφθήσεται ἐν τῆ δόξῃ αὑτοῦ. Ἐπέβλεψεν ἐπί τήν προσευχήν τῶν ταπεινῶν καί οὑκ εξουδένωσε τήν δέησιν αὑτῶν. Γραφήτω αὕτη εἰς γενεάν ἑτέραν καί λαός, ὁ κτιζόμενος, αἰνέσει τόν Κύριον. Ὅτι εξέκυψεν ἐξ ὕψους ἀγίου αὑτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπί τήν γῆν ἐπέβλεψε. Τοῦ ἀκούσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λύσαι τούς υἱούς τῶν τεθανατωμένων. Τοῦ ἀναγγείλαι ἐν Σίων τό ὄνομα Κυρίου καί τήν αἴνεσιν αὑτοῦ ἐν Ἱερουσαλήμ. Ἐν τῷ ἐπισυναχθῆναι λαούς ἐπί τό αὑτό καί βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ. Ἀπεκρίθη αὑτῷ ἐν ὀδῷ ἰσχύος αὑτοῦ τήν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλον μοι. Μή ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου• ἐν γενεά γενεῶν τά ἔτη σου. Κατ΄ ἀρχάς σύ, Κύριε, τήν γῆν ἐθεμελίωσας καί ἔργα τῶν χειρῶν σου εἷσιν οἱ οὐρανοί. Αὐτοί ἀπολοῦνται σύ δε διαμένεις καί πάντες ὡς ἱμάτιον παλαιωθήσονται καί ὡσεί περιβόλαιον ἑλίξεις αὑτούς καί ἀλλαγήσονται. Σύ δε ὁ αὑτός εἰ καί τά ἔτη σου οὑκ ἐκλείψουσι. Οἱ υἱοί τῶν δούλων σου κατασκηνώσουσι καί τό σπέρμα αὑτῶν εἰς τόν αἰῶνα κατευθυνθήσεται.

Ψαλμός 102  
Εὐλόγει ἡ ψυχή μου, τόν Κύριον καί πάντα τά ἐντός μου τό ὄνομα τό ἅγιον αὑτοῦ. Εὐλόγει ἡ ψυχή μου τόν Κύριον καί μή ἐπιλανθάνου πάσας τάς ἀνταποδόσεις αὑτοῦ. Τόν ευϊλατεύοντα πάσας τάς ἀνομίας σου, τόν ἰώμενον πάσας τάς νόσους σου. Τόν λυτρούμενον ἐκ φθοράς τήν ζωήν σου, τόν στεφανοῦντα σε ἐν ἐλέει καί οἰκτιρμοῖς. Τόν εμπιπλώντα ἐν ἀγαθοῖς τήν ἐπιθυμίαν σου, ανακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος καί κρίμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τάς ὀδούς αὑτοῦ τῷ Μωυσῆ, τοῖς υἱοῖς Ἰσραήλ τά θελήματα αὑτοῦ. Οἰκτίρμων καί ἐλεήμων ὁ Κύριος, μακρόθυμος καί πολυέλεος οὑκ εἰς τέλος ὀργισθήσεται, οὐδέ εἰς τόν αἰῶνα μηνιεῖ. Οὗ κατά τάς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδέ κατά τάς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Ὅτι κατά τό ὕψος τοῦ οὐρανοῦ ἀπό τῆς γῆς ἐκραταίωσε Κύριος τό ἔλεος αὑτοῦ ἐπί τούς φοβουμένους αὑτόν. Καθόσον ἀπέχουσιν ἀνατολαί ἀπό δυσμῶν, εμάκρυνεν αφ΄ ἡμῶν τάς ἀνομίας ἡμῶν. Καθώς οἰκτείρει πατήρ υἱούς, ωκτείρησε Κύριος τούς φοβουμένους αὑτόν, ὅτι αὑτός ἔγνω τό πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμέν. ΄Ανθρωπος, ὡσεί χόρτος αἱ ἡμέραι αὑτοῦ, ὡσεί ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει. Ὅτι πνεῦμα διῆλθεν ἐν αὑτῷ καί οὐχ ὑπάρξει καί οὑκ ἐπιγνώσεται ἔτι τόν τόπον αὑτοῦ. Τό δε ἔλεος τοῦ Κυρίου ἀπό τοῦ αἰῶνος καί ἕως τοῦ αἰῶνος ἐπί τούς φοβουμένους αὑτόν. Καί ἡ δικαιοσύνη αὑτοῦ ἐπί υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τήν διαθήκην αὑτοῦ καί μεμνημένοις τῶν ἐντολῶν αὑτοῦ τοῦ ποιήσαι αὑτάς. Κύριος ἐν τῷ οὐρανῶ ἡτοίμασε τόν θρόνον αὑτοῦ καί ἡ βασιλεία αὑτοῦ πάντων δεσπόζει. Εὐλογεῖτε τόν Κύριον, πάντες οἱ ἄγγελοι αὑτοῦ, δυνατοί ἰσχύϊ ποιοῦντες τόν λόγον αὑτοῦ, τοῦ ἀκούσαι τῆς φωνῆς τῶν λόγων αὑτοῦ. Εὐλογεῖτε τόν Κύριον, πάσαι αἱ δυνάμεις αὑτοῦ, λειτουργοί αὑτοῦ οἱ ποιοῦντες τό θέλημα αὑτοῦ. Εὐλογεῖτε τόν Κύριον, πάντα τά ἔργα αὑτοῦ, ἐν παντί τόπῳ τῆς δεσποτείας αυτού• εὐλόγει ἡ ψυχή μου, τόν Κύριον.

Ψαλμός 103  
Εὐλόγει, ἡ ψυχή μου, τόν Κύριον Κύριε, ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καί μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φώς ὡς ἱμάτιον. Ἐκτείνων τόν οὐρανόν ὡσεί δέρριν, ὁ στεγάζων ἐν ὕδασι τά ὑπερῷα αὑτοῦ. Ὁ τιθείς νέφη τήν ἐπίβασιν αὑτοῦ, ὁ περιπατῶν ἐπί πτερύγων ἀνέμων. Ὁ ποιῶν τούς ἀγγέλους αὑτοῦ πνεύματα καί τούς λειτουργούς αὑτοῦ πυρός φλόγα. Ὁ θεμελιῶν τήν γῆν ἐπί τήν ἀσφάλειαν αὑτῆς, οὗ κλιθήσεται εἰς τόν αἰῶνα τοῦ αἰῶνος. ΄Αβυσσος ὡς ἱμάτιον τό περιβόλαιον αὑτοῦ, ἐπί τῷ ὀρέων στήσονται ὕδατα. Ἀπό ἐπιτιμήσεως σου φεύξονται, ἀπό φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη καί καταβαίνουσι πεδία εἰς τόν τόπον, ὄν ἐθεμελίωσας αὑτά. ΄Οριον ἔθου, ὅ οὗ παρελεύσονται, οὐδέ ἐπιστρέψουσι καλύψαι τήν γῆν. Ὁ ἐξαποστέλλων πηγάς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τά θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὑτῶν. Επ΄αυτά τά πετεινά τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρών δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αυτού• ἀπό καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καί χλόην τῆ δουλεία τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. Καί οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ιλαρύναι πρόσωπον ἐν ἐλαίῳ καί ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τά ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἆς ἐφύτευσας. Ἐκεῖ στρουθία εννοσσεύσουσι• τοῦ ἐρῳδιοῦ ἡ κατοικία ἡγεῖται αὑτῶν. ΄Ορη τά ὑψηλά ταῖς ἐλάφοις, πέτρα καταφυγή τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς• ὁ ἥλιος ἔγνω τήν δύσιν αὑτοῦ. ΄Εθου σκότος καί ἐγένετο νύξ, ἐν αὑτῇ διελεύσονται πάντα τά θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καί ζητήσαι παρά τῷ Θεῶ βρῶσιν αὑτοῖς. Ἀνέτειλεν ὁ ἥλιος καί συνήχθησαν καί εἰς τάς μάνδρας αὑτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπί τό ἔργον αὑτοῦ καί ἐπί τήν ἐργασίαν αὑτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τά ἔργα σου, Κύριε, πάντα ἐν σοφία ἐποίησας ἐπληρώθη ἡ γῆ τῆς κτίσεως σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καί εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὤν οὑκ ἔστιν ἀριθμός, ζῷα μικρά μετά μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται δράκων οὗτος ὄν ἔπλασας, ἐμπαίζειν αὑτῇ. Πάντα πρός σε προσδοκῶσι, δοῦναι τήν τροφήν αὑτῶν εἰς εὔκαιρον δόντος σου αὑτοῖς, συλλέξουσιν. Ἀνοίξαντος σου τήν χεῖρα, τά σύμπαντα πλησθήσονται χρηστότητος. Ἀποστρέψαντος δε σου τό πρόσωπον, ταραχθήσονταιR αντανελείς τό πνεῦμα αὑτῶν καί ἐκλείψουσι καί εἰς τόν χοῦν αὑτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τό πνεῦμα σου καί κτισθήσονται καί ανακαινιείς τό πρόσωπον τῆς γῆς. ΄Ητω ἡ δόξα Κυρίου εἰς τούς αιώνας• εὐφρανθήσεται Κύριος ἐπί τοῖς ἔργοις αὑτοῦ. Ὁ ἐπιβλέπων ἐπί τήν γῆν καί ποιῶν αὑτήν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καί καπνίζονται. ΄Ασω τῷ Κυρίῳ, ἐν τῆ ζωή μου, ψαλῶ τῷ Θεῶ μου ἕως ὑπάρχω. Ηδυνθείη αὑτῷ ἡ διαλογή μου, ἐγώ δε εὐφρανθήσομαι ἐπί τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοί ἀπό τῆς γῆς καί ἄνομοι, ὥστε μή ὑπάρχειν αὑτούς. Εὐλόγει ἡ ψυχή μου, τόν Κύριον.

Ψαλμός 104  
Ἐξομολογεῖσθε τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα αὑτοῦ, ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τά ἔργα αὑτοῦ. ΄Ασατε αὑτῷ καί ψάλατε αυτώR διηγήσασθε πάντα τά θαυμάσια αὑτοῦ. Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὑτοῦ εὐφρανθήτω καρδία ζητούντων τόν Κύριον. Ζητήσατε τόν Κύριον καί κραταιώθητε ζητήσατε τό πρόσωπον αὑτοῦ διαπαντός. Μνήσθητε τῶν θαυμασίων αὑτοῦ, ὤν ἐποίησε, τά τέρατα αὑτοῦ καί τά κρίματα τοῦ στόματος αὑτοῦ. Σπέρμα Ἀβραάμ δουλοῖ αὑτοῦ, υἱοί Ιακώβ ἐκλεκτοί αὑτοῦ. Αὑτός Κύριος ὁ Θεός ἡμῶν ἐν πάσῃ τῆ γῆ τά κρίματα αὑτοῦ. Ἐμνήσθη εἰς τόν αἰῶνα διαθήκης αὑτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς. ΄Ον διέθετο τῷ Ἀβραάμ καί τοῦ ὅρκου αὑτοῦ τῷ Ισαάκ. Καί ἔστησεν αὑτόν τῷ Ιακώβ εἰς πρόσταγμα καί τῷ Ἰσραήλ εἰς διαθήκην αἰώνιον, λέγων• Σοί δώσω τήν γῆν Χαναάν, σχοίνισμα κληρονομίας ὑμῶν. Ἐν τῷ εἷναι αὑτούς ἀριθμῶ βραχείς, ὀλιγοστούς καί παροίκους ἐν αὑτῇ. Καί διῆλθεν ἐξ ἔθνους εἰς ἔθνος καί ἐκ βασιλείας εἰς λαόν ἕτερον. Οὑκ ἀφῆκεν ἄνθρωπον ἀδικήσαι αὑτούς καί ἤλεγξεν ὑπέρ αὑτῶν βασιλεῖς. Μή ἅπτεσθε τῶν χριστῶν μου καί ἐν τοῖς προφήταις μου μή πονηρεύεσθε. Καί ἐκάλεσε λιμόν ἐπί τήν γῆν, πάν στήριγμα ἄρτου συνέτριψε. Ἀπέστειλεν ἔμπροσθεν αὑτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ιωσήφ. Ἐταπείνωσαν ἐν πέδαις τούς πόδας αὑτοῦ, σίδηρον διῆλθε ἡ ψυχή αὑτοῦ μέχρι τοῦ ἐλθεῖν τόν λόγον αὑτοῦ. Τό λόγιον τοῦ Κυρίου ἐπύρωσεν αὑτόν ἀπέστειλε βασιλεύς καί ἔλυσεν αὑτόν, ἄρχων λαοῦ καί ἀφῆκεν αὑτόν. Κατέστησεν αὑτόν κύριον τοῦ οἴκου αὑτοῦ καί ἄρχοντα πάσης τῆς κτήσεως αὑτοῦ. Τοῦ παιδεύσαι τούς ἄρχοντας αὑτοῦ ὡς ἑαυτόν καί τούς πρεσβυτέρους αὑτοῦ σοφίσαι. Καί εἰσῆλθεν Ἰσραήλ εἰς Αἴγυπτον καί Ιακώβ παρῴκησεν ἐν γῆ Χαμ. Καί ηὔξησε τόν λαόν αὑτοῦ σφόδρα καί ἐκραταίωσεν αὑτόν ὑπέρ τούς ἐχθρούς αὑτοῦ. Μετέστρεψε τήν καρδίαν αὑτοῦ τοῦ μισήσαι τόν λαόν αὑτοῦ, τοῦ δολιούσθαι ἐν τοῖς δούλοις αὑτοῦ. Ἐξαπέστειλε Μωυσῆς τόν δοῦλον αὑτοῦ, Ααρών, ὄν ἐξελέξατο ἑαυτῷ. Ἔθετο ἐν αὑτοῖς τούς λόγους τῶν σημείων αὑτοῦ καί τῶν τεράτων αὑτοῦ ἐν γῆ Χαμ. Ἐξαπέστειλε σκότος καί εσκότασεν, ὅτι παρεπίκραναν τούς λόγους αὑτοῦ. Μετέστρεψε τά ὕδατα αὑτῶν εἰς αἷμα καί ἀπέκτεινε τούς ἰχθύας αὑτῶν. Εξύρψεν ἡ γῆ αὑτῶν βατράχους ἐν τοῖς ταμείοις τῶν βασιλέων αὑτῶν. Εἶπε καί ἦλθε κυνόμυια καί σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὑτῶν. Ἔθετο τάς βροχάς αὑτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῆ γῆ αὑτῶν. Καί ἐπάταξε τάς ἀμπέλους αὑτῶν καί τάς συκάς αυτώνR καί συνέτριψε πάν ξύλον ὀρίου αὑτῶν. Εἶπε καί ἦλθεν ἀκρίς καί βρούχος, οὗ οὑκ ἤν ἀριθμός. Καί κατέφαγε πάντα χόρτον ἐν τῆ γῆ αὑτῶν καί κατέφαγε πάντα τόν καρπόν τῆς γῆς αὑτῶν. Καί ἐπάταξε πάν πρωτότοκον ἐν τῆ γῆ αὑτῶν ἀπαρχήν παντός πόνου αὑτῶν. Καί ἐξήγαγεν αὑτούς ἐν ἀργυρίῳ καί χρυσίῳ καί οὑκ ἤν ἐν ταῖς φυλαῖς αὑτῶν ὁ ἀσθενῶν. Εὐφράνθη Αἴγυπτος ἐν τῆ ἐξόδῳ αὑτῶν, ὅτι ἐπέπεσεν ὁ φόβος αὑτῶν επ΄αυτούς.  Διεπέτασε νεφέλην εἰς σκέπην αὑτοῖς καί πῦρ τοῦ φωτισμοῦ αὑτοῖς τήν νύκτα. ΄Ητησαν καί ἦλθεν ὀρτυγομήτρα καί ἄρτον οὐρανοῦ ἐνέπλησεν αὑτούς. Διέρρηξε πέτραν καί ἐρρύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί. Ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἀγίου αὑτοῦ, τοῦ πρός Ἀβραάμ τόν δοῦλον αὑτοῦ. Καί ἐξήγαγε τόν λαόν αὑτοῦ ἐν ἀγαλλιάσει καί τούς ἐκλεκτούς αὑτοῦ ἐν εὐφροσύνη. Καί ἔδωκεν αὑτοῖς χώρας ἐθνῶν καί πόνους λαῶν κατεκληρονόμησαν. Ὅπως ἀν φυλάξωσι τά δικαιώματα αὑτοῦ καί τόν νόμον αὑτοῦ ἐκζητήσωσιν.

Ψαλμός 105  
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Τίς λαλήσει τάς δυναστείας τοῦ Κυρίου, ἀκουστάς ποιήσει πάσας τάς αἰνέσεις αὑτοῦ; Μακάριοι οἱ φυλάσσοντες κρίσιν καί ποιοῦντες δικαιοσύνην ἐν παντί καιρῶ. Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῆ εὐδοκία τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου. Τοῦ ἰδεῖν ἐν τῆ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῆ εὐφροσύνη τοῦ έθνου σου, τοῦ ἐπαινεῖσθαι μετά τῆς κληρονομίας σου. Ἡμάρτομεν μετά τῶν πατέρων ἡμῶν, ηνομήσαμεν, ἠδικήσαμεν. Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τά θαυμάσια σου καί οὑκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου καί παρεπίκραναν ἀναβαίνοντες ἐν τῆ ἐρυθρά θαλάσσῃ. Καί ἔσωσεν αὑτούς ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ, τοῦ γνωρίσαι τήν δυναστείαν αὑτοῦ. Καί ἐπετίμησε τῆ ἐρυθρά θαλάσσῃ καί εξηράνθη• καί ὡδήγησεν αὑτούς ἐν ἀβύσσῳ, ὦς ἐν ἐρήμῳ. Καί ἔσωσεν αὑτούς ἐκ χειρός μισοῦντος καί ἐλυτρώσατο αὑτούς ἐκ χειρός ἐχθρῶν. Ἐκάλυψεν ὕδωρ τούς θλίβοντας αυτούς• εἵς ἐξ αὑτῶν οὐχ ὑπελείφθη.  Καί ἐπίστευσαν τῷ λόγῳ αὑτοῦ καί ἦσαν τήν αἴνεσιν αὑτοῦ. Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὑτοῦ, οὐχ ὑπέμειναν τήν βουλήν αὑτοῦ. Καί ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῆ ἐρήμῳ καί ἐπείρασαν τόν Θεόν ἐν ἀνύδρῳ. Καί ἔδωκεν αὑτοῖς τό αἴτημα αὑτῶν καί ἐξαπέστειλε πλησμονήν εἰς τάς ψυχάς αὑτῶν. Καί παρώργισαν τόν Μωϋσήν ἐν τῆ παρεμβολή, τόν Ααρών τόν ἅγιον Κυρίου. Ἠνοίχθη ἡ γῆ καί κατέπιε Δαθάν καί ἐκάλυψεν ἐπί τήν συναγωγήν Αβειρών. Καί ἐξεκαύθη πῦρ ἐν τῆ συναγωγή αὑτῶν, φλόξ κατέφλεξεν ἁμαρτωλούς. Καί ἐποίησαν μόσχον ἐν Χωρήβ καί προσεκύνησαν τῷ γλυπτῷ. Καί ἠλλάξαντο τήν δόξαν αὑτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον. Καί ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σῴζοντος αυτούς• τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ. Θαυμάσια ἐν γῆ Χάμ, φοβερά ἐπί θαλάσσης ἐρυθράς. Καί εἶπε τούς ἐξολοθρεύσαι αὑτούς, εἰ μή Μωυσῆς ὁ ἐκλεκτός αὑτοῦ ἔστη ἐν τῆ θραύσει ἐνώπιον αὑτοῦ, τοῦ ἀποστρέψαι τόν θυμόν αὑτοῦ, τοῦ μή ἐξολοθρεύσαι αὑτούς. Καί εξουδένωσαν γῆν ἐπιθυμητήν, οὑκ ἐπίστευσαν τῷ λόγῳ αὑτοῦ. Καί ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὑτῶν, οὑκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου. Καί ἐπῆρε τήν χεῖρα αὑτοῦ επ΄αυτούς, τοῦ καταβαλεῖν αὑτούς ἐν τῆ ἐρήμῳ καί τοῦ καταβαλεῖν τό σπέρμα αὑτῶν ἐν τοῖς ἔθνεσι καί διασκορπίσαι αὑτούς ἐν ταῖς χώραις. Καί ἐτελέσθησαν τῷ Βεελφεγώρ καί ἔφαγον θυσίας νεκρών. Καί παρώξυναν αὑτόν ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν καί ἐπληθύνθη ἐν αὑτοῖς ἡ πτῶσις. Καί ἔστη Φινεές καί εξιλάσατο• καί ἐκόπασεν ἡ θραύσις• καί ἐλογίσθη αὑτῷ εἰς δικαιοσύνην, εἰς γενεάν καί γενεάν ἕως τοῦ αἰῶνος. Καί παρώργισαν αὑτόν ἐπί ὕδατος ἀντιλογίας καί ἐκακώθη Μωυσῆς δι΄αυτούς. Ὅτι παρεπίκραναν τό πνεῦμα αὑτοῦ καί διέστειλεν ἐν τοῖς χείλεσιν αὑτοῦ. Οὑκ ἐξωλόθρευσαν τά ἔθνη, ἆ εἶπε Κύριος αὑτοῖς. Καί ἐμίγησαν ἐν τοῖς ἔθνεσι καί ἔμαθον τά ἔργα αυτών• καί ἐδούλευσαν τοῖς γλυπτοῖς αὑτῶν καί ἐγενήθη αὑτοῖς εἰς σκάνδαλον. Καί ἔθυσαν τούς υἱούς αὑτῶν καί τάς θυγατέρας αὑτῶν τοῖς δαιμονίοις. Καί ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὑτῶν καί θυγατέρων, ὤν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν. Καί εφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι καί ἐμιάνθη ἐν τοῖς ἔργοις αὑτῶν καί ἐπόρνευσαν ἐν τοῖς  ἐπιτηδεύμασι αὑτῶν. Καί ὠργίσθη θυμῶ Κύριος ἐπί τόν λαόν αὑτοῦ καί ἐβδελύξατο τήν κληρονομίαν αὑτοῦ. Καί παρέδωκεν αὑτούς εἰς χεῖρας ἐχθρῶν καί ἐκυρίευσαν αὑτῶν οἱ μισοῦντες αὑτούς. Καί ἔθλιψαν αὑτούς οἱ ἐχθροί αὑτῶν καί ἐταπεινώθησαν ὑπό τάς χεῖρας αὑτῶν. Πλεονάκις ἐρρύσατο αὑτούς, αὐτοί δε παρεπίκραναν αὑτόν ἐν τῆ βουλή αὑτῶν καί ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὑτῶν. Καί εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὑτούς, ἐν τῷ αὑτόν εἰσακούσαι τῆς δεήσεως αὑτῶν. Καί ἐμνήσθη τῆς διαθήκης αὑτοῦ καί μετεμελήθη κατά τό πλῆθος τούς ἐλέους αὑτοῦ. Καί ἔδωκεν αὑτούς εἰς οἰκτιρμούς ἐναντίον πάντων τῶν αιχμαλωτευσάντων αὑτούς. Σῶσον ἡμᾶς Κύριε ὁ Θεός ἡμῶν καί ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ εξομολογήσασθαι τῷ ὀνόματι σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῆ αἰνέσει σου. Εὐλογητός Κύριος ὁ Θεός Ἰσραήλ, ἀπό τοῦ αἰῶνος καί ἕως τοῦ αἰῶνος καί ἔρει πᾶς ὁ λαός Γένοιτο. Γένοιτο.

 

Ψαλμός 106  
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι χρηστός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Ειπάτωσαν οἱ λελυτρωμένοι ὑπό Κυρίου, οὕς ἐλυτρώσατο ἐκ χειρός εχθρού• καί ἐκ τῶν χωρῶν συνήγαγεν αὑτούς, ἀπό ἀνατολῶν καί δυσμῶν καί βορρᾶ καί θαλάσσης. Ἐπλανήθησαν ἐν τῆ ἐρήμῳ ἐν γῆ ἀνύδρῳ, ὀδόν πόλεως κατοικητηρίου οὐχ εὗρον. Πεινῶντες καί διψῶντες, ἡ ψυχή αὑτῶν ἐν αὑτοῖς ἐξέλιπε. Καί εκέκραξαν πρός Κύριον ἐν τῷ θλίβεσθαι αὑτούς καί ἐκ τῶν ἀναγκῶν αὑτῶν ἐρρύσατο αὑτούς. Καί ὡδήγησεν αὑτούς εἰς ὀδόν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. Εξομολογησάσθωσαν τῷ Κυρίῳ τά ἐλέη αὑτοῦ καί τά θαυμάσια αὑτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὅτι ἐχόρτασε ψυχήν κενήν καί ψυχήν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. Καθημένους ἐν σκότει καί σκιά θανάτου, πεπεδημένους ἐν πτωχεία καί σιδήρῳ. Ὅτι παρεπίκραναν τά λόγια τοῦ Θεοῦ καί τήν βουλήν τοῦ Ὑψίστου παρώξυναν. Καί ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὑτῶν, ἠσθένησαν καί οὑκ ἤν ὁ βοηθῶν. Καί εκέκραξαν πρός Κύριον, ἐν τῷ θλίβεσθαι αὑτούς καί ἐκ τῶν ἀναγκῶν αὑτῶν ἔσωσεν αὑτούς. Καί ἐξήγαγεν αὑτούς ἐκ σκότους καί σκιάς θανάτου καί τούς δεσμούς αὑτῶν διέρρηξε. Εξομολογησάσθωσαν τῷ Κυρίῳ τά ἐλέη αὑτοῦ καί τά θαυμάσια αὑτοῦ τοῖς υἱοῖς ἀνθρώπων. Ὅτι συνέτριψε πύλας χαλκάς καί μοχλούς σιδηροῦς συνέθλασε. Ἀντελάβετο αὑτῶν ἐξ ὀδοῦ ἀνομίας αυτών• διά γάρ τάς ἀνομίας αὑτῶν ἐταπεινώθησαν. Πάν βρῶμα ἐβδελύξατο ἡ ψυχή αὑτῶν καί ἤγγισαν ἕως τῶν πυλών τοῦ θανάτου. Καί εκέκραξαν πρός Κύριον ἐν τῷ θλίβεσθαι αὑτούς καί ἐκ τῶν ἀναγκῶν αὑτῶν ἔσωσεν αὑτούς. Ἀπέστειλε τόν λόγον αὑτοῦ καί ἰάσατο αὑτούς καί ἐρρύσατο αὑτούς ἐκ τῶν διαφθορῶν αὑτῶν. Εξομολογησάσθωσαν τῷ Κυρίῳ τά ἐλέη αὑτοῦ καί τά θαυμάσια αὑτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καί θυσάτωσαν αὑτῷ θυσίαν αἰνέσεως καί ἐξαγγειλάτωσαν τά ἔργα αὑτοῦ ἐν ἀγαλλιάσει. Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς. Αὐτοί εἶδον τά ἔργα Κυρίου καί τά θαυμάσια αὑτοῦ ἐν τῷ βυθῶ. Εἶπε καί ἔστη πνεῦμα καταιγίδος καί ὑψώθη τά κύματα αὑτῆς. Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καί καταβαίνουσιν ἕως τῶν ἀβύσσων ἡ ψυχή αὑτῶν ἐν κακοῖς ἐτήκετο. Ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων καί πᾶσα ἡ σοφία αὑτῶν κατεπόθη. Καί εκέκραξαν πρός Κύριον ἐν τῷ θλίβεσθαι αὑτούς καί ἐκ τῶν ἀναγκῶν αὑτῶν ἐξήγαγεν αὑτούς. Καί ἐπέταξε τῆ καταιγίδι καί ἔστη εἰς αὔραν καί ἐσίγησαν τά κύματα αὑτῆς. Καί εὐφράνθησαν, ὅτι ἡσύχασαν καί ὡδήγησεν αὑτούς ἐπί λιμένα θελήματος αὑτοῦ. Εξομολογησάσθωσαν τῷ Κυρίῳ τά ἐλέη αὑτοῦ καί τά θαυμάσια αὑτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὑψωσάτωσαν αὑτόν ἐν ἐκκλησία λαοῦ καί ἐν καθέδρα πρεσβυτέρων αἰνεσάτωσαν αὑτόν. Ἔθετο ποταμούς εἰς ἔρημον καί διεξόδους ὑδάτων εἰς δίψαν. Γῆν καρποφόρον εἰς ἅλμην ἀπό κακίας τῶν κατοικούντων ἐν αὑτῇ. Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων καί γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. Καί κατῴκισεν ἐκεῖ πεινῶντας καί συνεστήσαντο πόλεις κατοικεσίας. Καί ἔσπειραν ἀγρούς καί ἐφύτευσαν ἀμπελῶνας καί ἐποίησαν καρπόν γεννήματος. Καί εὐλόγησεν αὑτούς καί ἐπληθύνθησαν σφόδρα καί τά κτήνη αὑτῶν οὑκ εσμίκρυνε. Καί ωλιγώθησαν καί ἐκακώθησαν ἀπό θλίψεως κακῶν καί ὀδύνης. Ἐξεχύθη ἐξουδένωσις επ΄ ἄρχοντας αὑτῶν καί ἐπλάνησεν αὑτούς ἐν ἀβάτῳ καί οὐχ ὀδῷ. Καί ἐβοήθησε πένητι ἐκ πτωχείας καί ἔθετο ὡς πρόβατα πατριάς. Ὄψονται εὐθεῖς καί εὐφρανθήσονται καί πᾶσα ἀνομία ἐμφράξει τό στόμα αὑτῆς. Τις σοφός καί φυλάξει ταύτᾳ καί συνήσει τά ἐλέη τοῦ Κυρίου;

Ψαλμός 107  
Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου ᾄσομαι καί ψαλῶ ἐν τῆ δόξῃ μου. Ἐξεγέρθητι ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καί κιθάρα ἐξεγερθήσομαι ὄρθρου. Εξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τό ἔλεος σου καί ἕως τῶν νεφελῶν ἡ ἀληθείᾳ σου. Ὑψώθητι ἐπί τούς οὐρανούς, ὁ Θεός καί ἐπί πᾶσαν τήν γῆν ἡ δόξα σου. Ὅπως ἀν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῆ δεξιά σου καί ἐπάκουσον μου. Ὁ Θεός ἐλάλησεν ἐν τῷ ἁγίῳ αυτού• ὑψωθήσομαι καί διαμεριῶ Σίκιμα καί τήν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Ἐμός ἔστι Γαλαάδ καί ἐμός ἔστι Μανασσής καί Εφραίμ ἀντίληψις τῆς κεφαλῆς μου Ἰούδας βασιλεύς μου. Μωάβ λέβης τῆς ἐλπίδος μου ἐπί τήν Ἰδουμαίαν ἐπιβαλῶ τό ὑπόδημα μου ἐμοί ἀλλόφυλοι ὑπετάγησαν. Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἤ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχί σύ, ὁ Θεός, ὁ ἀπωσάμενος ἡμᾶς; καί οὑκ ἐξελεύσῃ, ὁ Θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν; Δός ἡμῖν βοήθειαν ἐκ θλίψεως καί ματαία σωτηρία ἀνθρώπου. Ἐν τῷ Θεῶ ποιήσομεν δύναμιν καί αὑτός ἐξουδενώσει τούς ἐχθρούς ἡμῶν.

Ψαλμός 108  
Ὁ Θεός τήν αἴνεσιν σου μή παρασιωπήσης• ὅτι στόμα ἁμαρτωλοῦ καί στόμα δολίου επ΄ ἐμέ ἠνοίχθη. Ἐλάλησαν κατ΄ ἐμοῦ γλώσσῃ δολία καί λόγοις μίσους ἐκύκλωσαν με καί ἐπολέμησαν με δωρεάν. Ἀντί τοῦ ἀγαπᾶν με, ενδιέβαλλον με, ἐγώ δε προσηυχόμην. Καί ἔθεντο κατ΄ ἐμοῦ κακά ἀντί ἀγαθῶν καί μῖσος ἀντί τῆς ἀγαπήσεως μου. Κατάστησον επ΄ αὑτόν ἁμαρτωλόν καί διάβολος στήτω ἐκ δεξιῶν αὑτοῦ. Ἐν τῷ κρίνεσθαι αὑτόν ἐξέλθοι καταδεδικασμένος καί ἡ προσευχή αὑτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὑτοῦ ὀλίγαι καί τήν ἐπισκοπήν αὑτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοί αὑτοῦ ὀρφανοί καί ἡ γυνή αὑτοῦ χήρα. Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοί αὑτοῦ καί επαιτησάτωσαν• ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὑτῶν. Ἐξερευνησάτω δανειστής πάντα, ὅσα ὑπάρχει αυτώ• καί διαρπασάτωσαν ἀλλότριοι τούς πόνους αὑτοῦ Μή ὑπαρξάτω αὑτῷ ἀντιλήπτωρ, μηδέ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὑτοῦ. Γενηθήτω τά τέκνα αὑτοῦ εἰς ἐξολόθρευσιν, ἐν γενεά μιᾷ ἐξαλειφθείη τό ὄνομα αὑτοῦ. Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὑτοῦ ἔναντι Κυρίου καί ἡ ἁμαρτία τῆς μητρός αὑτοῦ μή ἐξαλειφθείη. Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντός καί ἐξολοθρευθείη ἐκ γῆς τό μνημόσυνον αὑτῶν. Ανθ΄ων οὑκ ἐμνήσθη ποιήσαι ἔλεος καί κατεδίωξεν ἄνθρωπον πένητα καί πτωχόν καί κατανενυγμένον τῆ καρδία τοῦ θανατώσαι. Καί ἠγάπησε κατάραν καί ἥξει αυτώ• καί οὑκ ἠθέλησεν εὐλογίαν καί μακρυνθήσεται απ΄ αὑτοῦ. Καί ἐνεδύσατο κατάραν ὡς ἱμάτιον καί εἰσῆλθεν ὡσεί ὕδωρ εἰς τά ἔγκατα αὑτοῦ καί ὡσεί ἔλαιον ἐν τοῖς ὀστέοις αὑτοῦ. Γενηθήτω αὑτῷ ὡς ἱμάτιον, ὅ περιβάλλεται καί ὡσεί ζώνη, ἤν διαπαντός περιζώννυται. Τοῦτο τό ἔργον τῶν ἐνδιαβαλλόντων με παρά Κυρίου καί τῶν λαλούντων πονηρά κατά τῆς ψυχῆς μου. Καί σύ, Κύριε, Κύριε, ποίησον μετ΄ ἐμοῦ, ἕνεκεν τοῦ ὀνόματος σου, ὅτι χρηστόν τό ἔλεος σου. Ῥῦσαι με, ὅτι πτωχός καί πένης εἰμί ἐγώ καί ἡ καρδία μου τετάρακται ἐντός μου. Ὡσεί σκιά ἐν τῷ ἐκκλίναι αὑτήν αντανῃρέθην, ἐξετινάχθην ὡσεί ἀκρίδες. Τά γόνατα μου ἠσθένησαν ἀπό νηστείας καί ἡ σάρξ μου ἠλλοιώθη δι΄έλαιον. Κἀγώ ἐγενήθην ὄνειδος αὑτοῖς είδοσαν με, ἐσάλευσαν κεφαλάς αὑτῶν. Βοήθησον μοι, Κύριε ὁ Θεός μου καί σῶσον με κατά τό ἔλεος σου. Καί γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη καί σύ, Κύριε, ἐποίησας αὑτήν. Καταράσονται αὐτοί καί σύ εὐλογήσεις οἱ ἐπανιστάμενοι μοι αἰσχυνθήτωσαν, ὁ δε δοῦλος σου εὐφρανθήσεται. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντες με ἐντροπήν καί περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὑτῶν. Εξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματι μου καί ἐν μέσῳ πολλῶν αἰνέσω αὑτόν. Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σώσαι ἐκ τῶν καταδιωκόντων τήν ψυχήν μου.

Ψαλμός 109  
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ Κάθου ἐκ δεξιῶν μου, ἕως ἀν θώ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σίων καί κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετά σου ἡ ἀρχή ἐν ἡμέρα τῆς δυνάμεως σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. Ἐκ γαστρός πρό ἑωσφόρου ἐγέννησα σε. Ὤμοσε Κύριος καί οὗ μεταμεληθήσεται σύ ἱερεύς εἰς τόν αἰῶνα, κατά τήν τάξιν Μελχισεδέκ. Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρα ὀργῆς αὑτοῦ βασιλεῖς. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα, συνθλάσει κεφαλάς ἐπί γῆς πολλῶν. Ἐκ χειμάρρου ἐν ὀδῷ πίεται διά τοῦτο ὑψώσει κεφαλήν.

Ψαλμός 110  
Εξομολογήσομαι σοι, Κύριε, ἐν ὄλῃ καρδία μου, ἐν βουλή εὐθέων καί συναγωγή. Μεγάλα τά ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τά θελήματα αὑτοῦ. Ἐξομολόγησις καί μεγαλοπρέπεια τό ἔργον αὑτοῦ καί ἡ δικαιοσύνη αὑτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὑτοῦ ἐλεήμων καί οἰκτίρμων ὁ Κύριος. Τροφήν ἔδωκε τοῖς φοβουμένοις αὑτόν μνησθήσεται εἰς τόν αἰῶνα διαθήκης αὑτοῦ. Ἰσχύν ἔργων αὑτοῦ ἀνήγγειλε τῷ λαῷ αὑτοῦ, τοῦ δοῦναι αὑτοῖς κληρονομίαν ἐθνῶν. Ἔργα χειρῶν αὑτοῦ ἀλήθεια καί κρίσις πισταί πάσαι αἱ ἐντολαί αὑτοῦ, ἐστηριγμέναι εἰς τόν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καί εὐθύτητι. Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὑτοῦ ἐνετείλατο εἰς τόν αἰῶνα διαθήκην αὑτοῦ ἅγιον καί φοβερόντο ὄνομα αὑτοῦ. Ἀρχή σοφίας φόβος Κυρίου, σύνεσις δε ἀγαθή πᾶσι τοῖς ποιοῦσιν αὑτήν. Ἡ αἴνεσις αὑτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος.

Ψαλμός 111  
Μακάριος ἀνήρ, ὁ φοβούμενος τόν Κύριον, ἐν ταῖς ἐντολαῖς αὑτοῦ θελήσει σφόδρα. Δυνατόν ἐν τῆ γῆ ἔσται τό σπέρμα αὑτοῦ γενεά εὐθέων εὐλογηθήσεται. Δόξα καί πλοῦτος, ἐν τῷ οἴκῳ αὑτοῦ καί ἡ δικαιοσύνη αὑτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Ἐξανέτειλεν ἐν σκότει φώς τοῖς εὐθέσιν ἐλεήμων καί οἰκτίρμων καί δίκαιος. Χρηστός ἀνήρ ὁ οἰκτείρων καί κιχρών οἰκονομήσει τούς λόγους αὑτοῦ ἐν κρίσει ὅτι εἰς τόν αἰῶνα οὐ σαλευθήσεται. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. ἀπό ἀκοῆς πονηράς οὗ φοβηθήσεται ἑτοίμη ἡ καρδία αὑτοῦ ἐλπίζειν ἐπί Κύριον Ἐστήρικται ἡ καρδία αὑτοῦ, οὐ μή φοβηθῇ, ἕως οὐ ἐπίδῃ ἐπί τούς ἐχθρούς αὑτοῦ. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὑτοῦ μένεις εἰς τόν αἰῶνα τοῦ αἰῶνος τό κέρας αὑτοῦ ὑψωθήσεται ἐν δόξῃ. Ἁμαρτωλός ὄψεται καί ὀργισθήσεται, τούς ὀδόντας αὑτοῦ βρύξει καί τακήσεται ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται.

Ψαλμός 112  
Αἰνεῖτε παῖδες Κύριον, αἰνεῖτε τό ὄνομα Κυρίου. Εἵη τό ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καί ἕως τοῦ αἰῶνος. Ἀπό ἀνατολῶν ἠλίου μέχρι δυσμῶν αἰνετόν τό ὄνομα Κυρίου. Ὑψηλός ἐπί πάντα τά ἔθνη ὁ Κύριος• ἐπί τούς οὐρανούς ἡ δόξα αὑτοῦ. Τις ὡς Κύριος ὁ Θεός ἡμῶν; Ὁ ἐν ὑψηλοῖς κατοικῶν καί τά ταπεινά ἐφορῶν, ἐν τῷ οὐρανῶ καί ἐν τῆ γῆ. Ὁ ἐγείρων ἀπό γῆς πτωχόν καί ἀπό κοπρίας ἀνυψῶν πένητα. Τοῦ καθίσαι αὑτόν μετά ἀρχόντων, μετά ἀρχόντων λαοῦ αὑτοῦ. Ὁ κατοικίζων στείραν ἐν οἴκῳ, μητέρα ἐπί τέκνοις εὐφραινομένην.

Ψαλμός 113  
Ἐν ἐξόδῳ Ἰσραήλ ἐξ Αἰγύπτου, οἴκου Ιακώβ ἐκ λαοῦ βαρβάρου. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὑτοῦ, Ἰσραήλ ἐξουσία αὑτοῦ. Ἡ θάλασσα εἶδε καί ἔφυγεν ὁ Ἰορδάνης ἐστράφη εἰς τά ὀπίσω. Τά ὄρη ἐσκίρτησαν ὡσεί κριοί καί οἱ βουνοί ὡς ἀρνία προβάτων. Τί σοι ἔστι, θάλασσα, ὅτι ἔφυγες; καί σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τά ὀπίσω; Τά ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεί κριοί καί οἱ βουνοί ὡς ἀρνία προβάτων; Ἀπό προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπό προσώπου τοῦ Θεοῦ Ιακώβ. Τοῦ στρέψαντος τήν πέτραν εἰς λίμνας ὑδάτων καί τήν ἀκρότομον εἰς πηγάς ὑδάτων. Μή ἡμῖν, Κύριε, μή ἡμῖν, αλλ΄ ἤ τῷ ὀνόματι σου δός δόξαν, ἐπί τῷ ἐλέει σου καί τῆ ἀληθείᾳ σου. Μήποτε εἴπωσι τά ἔθνη Πού ἔστιν ὁ Θεός αὑτῶν; Ὁ δε Θεός ἡμῶν ἐν τῷ οὐρανῶ καί ἐν τῆ γῆ πάντα, ὅσα ἠθέλησεν, ἐποίησε. Τά εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καί χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσι καί οὗ λαλήσουσιν. ὀφθαλμούς ἔχουσι καί ούκ ὄψονται. Ὦτα ἔχουσι καί ούκ ἀκούσονται ῥίνας ἔχουσι καί ούκ οσφρανθήσονται. Χεῖρας ἔχουσι καί οὗ ψηλαφήσουσι, πόδας ἔχουσι καί οὗ περιπατήσουσιν οὗ φωνήσουσιν ἐν τῷ λάρυγγι αὑτῶν. ΄Ομοιοι αὑτοῖς γένοιτο οἱ ποιοῦντες αὑτά καί πάντες οἱ πεποιθότες επ΄αυτοίς. Οἶκος Ἰσραήλ ἤλπισεν ἐπί Κύριον• βοηθός καί ὑπερασπιστής αὑτῶν ἔστι. Οἶκος Ααρών ἤλπισεν ἐπί Κύριον βοηθός καί ὑπερασπιστής αὑτῶν ἔστι. Οἱ φοβούμενοι τόν Κύριον ἤλπισαν ἐπί Κύριον βοηθός καί ὑπερασπιστής αὑτῶν ἔστι. Κύριος, μνησθείς ἡμῶν, εὐλόγησεν ἡμᾶς, εὐλόγησε τόν οἶκον Ἰσραήλ, εὐλόγησε τόν οἶκον Ααρών. Εὐλόγησε τούς φοβουμένους τόν Κύριον, τούς μικρούς μετά τῶν μεγάλων. Προσθείη Κύριος εφ΄ ὑμᾶς, εφ΄ ὑμᾶς καί ἐπί τούς υἱούς ὑμῶν. Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τόν οὐρανόν καί τήν γῆν. Ὁ οὐρανός τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τήν δε γῆν ἔδωκε τοῖς ὑοῖς τῶν ἀνθρώπων. Οὐχ οἱ νεκροί αἰνέσουσι σε, Κύριε, οὐδέ πάντες οἱ καταβαίνοντες εἰς ᾄδου. Αλλ΄ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τόν Κύριον ἀπό τοῦ νῦν καί ἕως τοῦ αἰῶνος.

Ψαλμός 114  
Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεως μου. ΄Οτι ἔκλινε τό οὕς αὑτοῦ ἐμοί καί ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾄδου εύροσαν με θλῖψιν καί ὀδύνη εὗρον καί τό ὄνομα Κυρίου ἐπεκαλεσάμην. Ὦ Κύριε, ῥῦσαι τήν ψυχήν μου. Ἐλεήμων ὁ Κύριος καί δίκαος καί ὁ Θεός ἡμῶν ἐλεεῖ. Φυλάσσων τά νήπια ὁ Κύριος• ἐταπεινώθην καί ἔσωσε με. Ἐπίστρεψον, ψυχή μου, εἰς τήν ἀνάπαυσιν σου, ὅτι Κύριος εὐηργέτησε σε. ΄Οτι ἐξείλετο τήν ψυχήν μου ἐκ θανάτου, τούς ὀφθαλμούς μου ἀπό δακρύων καί τούς πόδας μου ἀπό ὀλισθήματος. Εὐαρεστήσω ἐνώπιον Κυρίου, ἐν χώρα ζώντων.

Ψαλμός 115  
Ἐπίστευσα, διό ἐλάλησα ἐγώ δε ἐταπεινώθην σφόδρα. Ἐγώ δε εἶπα ἐν τῆ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης. Τί ἀνταποδώσω τῷ Κυρίῳ περί πάντων, ὤν ἀνταπέδωκε μοι; Ποτήριον σωτηρίου λήψομαι καί τό ὄνομα Κυρίου ἐπικαλέσομαι. Τάς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντός τοῦ λαοῦ αὑτοῦ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὑτοῦ. Ὦ Κύριε, ἐγώ δοῦλος σός, ἐγώ δοῦλος σός καί υἱός τῆς παιδίσκης σου διέρρηξας τούς δεσμούς μου. Σοί θύσω θυσίαν αἰνέσεως καί ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Τάς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντός τοῦ λαοῦ αὑτοῦ, ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἱερουσαλήμ.

Ψαλμός 116  
Αἰνεῖτε τόν Κύριον, πάντα τά ἔθνη, ἐπαινέσατε αὑτόν, πάντες οἱ λαοί. ΄Οτι ἐκραταιώθη τό ἔλεος αὑτοῦ εφ΄ ἡμᾶς καί ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τόν αἰῶνα.

Ψαλμός 117  
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Ειπάτω δή οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Ειπάτω δή οἶκος Ααρών, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Ειπάτωσαν δή πάντες οἱ φοβούμενοι τόν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Ἐκ θλίψεως ἐπεκαλεσάμην τόν Κύριον καί ἐπήκουσε μου εἰς πλατυσμόν. Κύριος ἐμοί βοηθός καί οὗ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Κύριος ἐμοί βοηθός, κἀγώ ἐπόψομαι τούς ἐχθρούς μου. Ἀγαθόν πεποιθέναι ἐπί Κύριον ἤ πεποιθέναι επ΄ ἄνθρωπον. Ἀγαθόν ἐλπίζειν ἐπί Κύριον ἤ ἐλπίζειν επ΄ ἄρχουσι. Πάντα τά ἔθνη ἐκύκλωσαν με καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς. Κυκλώσαντες ἐκύκλωσαν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς. Ἐκύκλωσαν με ὡσεί μέλισσαι κηρίον καί ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς. Ὠσθείς ἀνετράπην τοῦ πεσεῖν καί ὁ Κύριος ἀντελάβετο μου. Ἰσχύς μου καί ὕμνησις μου ὁ Κύριος καί ἐγένετο μοι εἰς σωτηρίαν. Φωνή ἀγαλλιάσεως καί σωτηρίας ἐν σκηναῖς δικαίων. Δεξιά Κυρίου ἐποίησε δύναμιν, δεξιά Κυρίου ὕψωσε με, δεξιά Κυρίου ἐποίησε δύναμιν. Οὑκ ἀποθανοῦμαι, ἀλλά ζήσομαι καί διηγήσομαι τά ἔργα Κυρίου. Παιδεύων ἐπαίδευσε με ὁ Κύριος καί τῷ θανάτῳ οὗ παρέδωκε με. Ἀνοίξατε μοι πύλας δικαιοσύνης εἰσελθών ἐν αὑταῖς, εξομολογήσομαι τῷ Κυρίῳ. Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὑτῇ. Εξομολογήσομαι σοι, ὅτι ἐπήκουσας μου καί ἐγένου μοι εἰς σωτηρίαν. Λίθον, ὀν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλήν γωνίας. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν. Αὕτη ἡ ἡμέρα, ἤν ἐποίησεν ὁ Κύριος, αγαλλιασώμεθα καί εὐφρανθῶμεν ἐν αὑτῇ. Ὦ Κύριε, σῶσον δή ὦ Κύριε, ευόδωσον δή. Εὐλογημένος ὁ ερχόμενος ἐν ὀνόματι Κυρίου εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου. Θεός Κύριος καί επέφανεν ἡμῖν συστήσασθε ἑορτήν ἐν τοῖς πυκάζουσιν ἐῷς τῶν κεράτων τοῦ θυσιαστηρίου. Θεός μου εἰ σύ καί εξομολογήσομαι σο Θεός μου εἰ σύ καί ὑψώσω σε εξομολογήσομαι σοι, ὅτι ἐπήκουσας μου καί ἐγένου μοι εἰς σωτηρίαν. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.

Ψαλμός 118  
Μακάριοι οἱ ἄμωμοι ἐν ὀδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Μακάριοι οἱ ἐξερευνῶντες τά μαρτύρια αὑτοῦ, ἐν ὄλῃ καρδία ἐκζητήσουσιν αὑτόν. Οὗ γάρ οἱ ἐργαζόμενοι τήν ἀνομίαν ἐν ταῖς ὀδοῖς αὑτοῦ ἐπορεύθησαν. Σύ ἐνετείλω τάς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα. ΄Οφελον κατευθυνθείησαν αἱ ὀδοί μου, τοῦ φυλάξασθαι τά δικαιώματα σου. Τότε οὗ μή αἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπί πάσας τάς ἐντολάς σου. Εξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τά κρίματα τῆς δικαιοσύνης σου. Τά δικαιώματα σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα. Ἐν τίνι κατορθώσει νεώτερος τήν ὀδόν αὑτοῦ; ἐν τῷ φυλάξασθαι τούς λόγους σου. Ἐν ὄλῃ καρδία μου ἐξεζήτησα σε, μή ἀπώσῃ με ἀπό τῶν ἐντολῶν σου. Ἐν τῆ καρδία μου ἔκρυψα τά λόγια σου, ὅπως ἀν μή ἁμάρτω σοι. Εὐλογητός εἷ, Κύριε, δίδαξον με τά δικαιώματα σου. Ἐν τοῖς χείλεσι σου ἐξήγγειλα πάντα τά κρίματα τοῦ στόματος σου. Ἐν τῆ ὀδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπί παντί πλούτω.Εν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καί κατανοήσω τάς ὀδούς σου. Ἐν τοῖς δικαιώμασι σου μελετήσω, ούκ ἐπιλήσομαι τῶν λόγων σου. Ἀνταπόδος τῷ δούλῳ σου· ζῆσον με καί φυλάξω τούς λόγους σου. Ἀποκάλυψον τούς ὀφθαλμούς μου καί κατανοήσω τά θαυμάσια ἐκ τοῦ νόμου σου. Πάροικος ἐγώ εἰμί ἐν τῆ γῆ· μή ἀποκρύψῃς απ΄ ἐμοῦ τάς ἐντολάς σου. Ἐπεπόθησεν ἡ ψυχή μου, τοῦ ἐπιθυμήσαι τά κρίματα σου ἐν παντί καιρῶ. Ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπό τῶν ἐντολῶν σου. Περίελε απ΄ ἐμοῦ ὄνειδος καί ἐξουδένωσιν, ὅτι τά μαρτύρια σου ἐξεζήτησα. Καί γάρ εκάθησαν ἄρχοντες καί κατ΄ ἐμοῦ κατελάλουν, ὁ δε δοῦλος σου ἠδολέσχει ἐν τοῖς δικαιώμασι σου. Καί γάρ τά μαρτύρια σου μελέτη μου ἔστι καί αἱ συμβουλίαι μου τά δικαιώματα σου. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσον με κατά τόν λόγον σου. Τάς ὀδούς μου ἐξήγγειλα καί ἐπήκουσας μου· δίδαξον με τά δικαιώματα σου. Ὀδόν δικαιωμάτων σου συνέτισον με καί ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. Ἐνύσταξεν ἡ ψυχή μου ἀπό ἀκηδίας, βεβαίωσον με ἐν τοῖς λόγοις σου. Ὀδόν ἀδικίας ἀπόστησον απ΄ ἐμοῦ καί τῷ νόμῳ σου ἐλέησον με. Ὀδόν ἀληθείας ηρετισάμην καί τά κρίματα σου ούκ ἐπελαθόμην. Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύης. Ὀδόν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τήν καρδίαν μου. Νομοθέτησον με, Κύριε, τήν ὀδόν τῶν δικαιωμάτων σου καί ἐκζητήσω αὑτήν διά παντός. Συνέτισον με καί ἐξερευνήσω τόν νόμον σου καί φυλάξω αὑτόν ἐν ὄλῃ καρδία μου. Ὁδήγησον με ἐν τῆ τρίβω τῶν ἐντολῶν σου, ὅτι αὑτήν ἠθέλησα. Κλῖνον τήν καρδίαν μου εἰς τά μαρτύρια σου καί μή εἰς πλεονεξίαν. Ἀπόστρεψον τούς ὀφθαλμούς μου, τοῦ μή ἰδεῖν ματαιότητα· ἐν τῆ ὀδῷ σου ζῆσον με. Στῆσον τῷ δούλῳ σου τό λόγιον σου εἰς τόν φόβον σου. Περίελε τόν ὀνειδισμόν μου, ὄν ὑπώπτευσα· ὅτι τά κρίματα σου χρηστά. Ἰδού ἐπεθύμησα τάς ἐντολάς σου· ἐν τῆ δικαιοσύνη σου ζῆσον με. Καί ἔλθοι επ΄ ἐμέ τό ἔλεος σου, Κύριε, τό σωτήριον σου κατά τόν λόγον σου. Καί ἀποκριθήσομαι τοῖς ὀνειδίζουσι μοι λόγον, ὅτι ἤλπισα ἐπί τοῖς λόγοις σου. Καί μή περιέλῃς ἐκ τοῦ στόματος μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπί τοῖς κρίμασι σου ἐπήλπισα. Καί φυλάξω τόν νόμον σου διαπαντός, εἰς τόν αἰῶνα καί εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Καί ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τάς ἐντολάς σου ἐξεζήτησα. Καί ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καί ούκ ᾐσχυνόμην. Καί ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἆς ἠγάπησα σφόδρα. Καί ἤρα τάς χεῖρας μου πρός τάς ἐντολάς σου ἆς ἠγάπησα καί ἠδολέσχουν ἐν τοῖς δικαιώμασι μου. Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὤν ἐπήλπισας με. Αὕτη με παρεκάλεσεν ἐν τῆ ταπεινώσει μου, ὅτι τό λόγιον σου ἔζησε με. Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα• ἀπό δε τοῦ νόμου  σου ούκ ἐξέκλινα. Ἐμνήσθην τῶν κριμάτων σου απ΄ αἰῶνος, Κύριε καί παρεκλήθην. Ἀθυμία κατέσχε με ἀπό ἁμαρτωλῶν, τῶν ἐγκαταλιμπανόντων τόν νόμον σου. Ψαλτά ἦσαν μοι τά δικαιώματα σου ἐν τόπῳ παροικίας μου. Ἐμνήσθην ἐν νυκτί τοῦ ὀνόματος σου, Κύριε καί ἐφύλαξα τόν νόμον σου. Αὕτη ἐγενήθη μοι, ὅτι τά δικαιώματα σου ἐξεζήτησα. Μερίς μου εἷ, Κύριε· εἶπα τοῦ φυλάξασθαι τόν νόμον σου. Ἐδεήθην τοῦ προσώπου σου ἐν ὄλῃ καρδία μου• ἐλέησον με κατά τό λόγιον σου. Διελογισάμην τάς ὀδούς σου καί ἐπέστρεψα τούς πόδας μου εἰς τά μαρτύρια σου. Ἡτοιμάσθην καί ούκ ἐταράχθην, τοῦ φυλάξασθαι τάς ἐντολάς σου. Σχοινία ἁμαρτωλῶν περιεπλάκησαν μοι καί τοῦ νόμου σου ούκ ἐπελαθόμην. Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαι σοι ἐπί τά κρίματα τῆς δικαιοσύνης σου. Μέτοχος ἐγώ εἰμί πάντων τῶν φοβουμένων σε καί τῶν φυλασσόντων τάς ἐντολάς σου. Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γη• τά δικαιώματα οσυ δίδαξον με. Χρηστότητα ἐποίησας μετά τοῦ δούλου σου, Κύριε, κατά τόν λόγον σου. Χρηστότητα καί παιδείαν καί γνῶσιν δίδαξον με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. Πρό τοῦ με ταπεινωθῆναι, ἐγώ ἐπλημμέλησα διά τοῦτο τό λόγιον σου ἐφύλαξα. Χρηστός εἰ σύ, Κύριε καί ἐν τῆ χρηστότητι σου δίδαξον με τά δικαιώματα σου. Ἐπληθύνθη επ΄ ἐμέ ἀδικία ὑπερηφάνων, ἐγώ δε ἐν ὄλῃ καρδία μου ἐξερευνήσω τάς ἐντολάς σου. Ετυρώθη ὡς γάλα ἡ καρδία αὑτῷ· ἐγώ δε τόν νόμον σου ἐμελέτησα. Ἀγαθόν οἱ ὅτι ἐταπείνωσας με, ὅπως ἀν μάθω τά δικαιώματα σου. Ἀγαθός μοι ὁ νόμος τοῦ στόματος σου ὑπέρ χιλιάδας χρυσίου καί ἀργυρίου.
Αἱ χεῖρες σου ἐποίησαν με καί ἔπλασαν με• συνέτισον με καί μαθήσομαι τάς ἐντολάς σου. Οἱ φοβούμενοι σε ὄψονται με καί εὐφρανθήσονται, ὅτι εἰς τούς λόγους σου ἐπήλπισα. ΄Εγνων, Κύριε, ὅτι δικαιοσύνη τά κρίματα σου καί ἀληθείᾳ ἐταπείνωσας με. Γενηθήτω δή τό ἔλεος σου τοῦ παρακαλέσαι με, κατά τό λόγιον σου τῷ δούλῳ σου. Ἐλθέτωσαν μοι οἱ οἰκτιρμοί σου καί ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μου ἔστι. Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ηνόμησαν εἰς ἐμέ, ἐγώ δε ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. Ἐπιστρεψάτωσαν με οἱ φοβούμενοι σε  καί οἱ γινώσκοντες τά μαρτύρια σου. Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασι σου, ὅπως ἀν μή αἰσχυνθῶ. Ἐκλείπει εἰς τό σωτήριον σου ἡ ψυχή μου, εἰς τούς λόγους σου ἐπήλπισα. Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τό λόγιον σου, λέγοντες. Πότε παρακαλέσεις με; ὅτι ἐγενήθην ὡς ἀσκός ἐν πάχνη, τά δικαιώματα σου ούκ ἐπελαθόμην. Πόσαι εἰσίν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; Διηγήσαντο μοι παράνομοοι ἀδολεσχίας, αλλ΄ οὐχ ὡς ὁ νόμος σου, Κύριε. Πάσαι αἱ ἐντολαί σου ἀλήθεια. Ἀδίκως κατεδίωξαν με, βοήθησον μοι. Παρά βραχύ συνετέλεσαν με ἐν τῆ γῆ, ἐγώ δε ούκ ἐγκατέλιπον τάς ἐντολάς σου. Κατά τό ἔλεος σου ζῆσον με καί φυλάξω τά μαρτύρια τοῦ στόματος σου. Εἰς τόν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῶ. Εἰς γενεάν καί γενεάν ἡ ἀλήθεια σου. Ἐθεμελίωσας τήν γῆν καί διαμένει. Τῆ διατάξει σου διαμένει ἡμέρα. Ὅτι τά σύμπαντα δοῦλα σά. Εἰ μή ὅτι ὁ νόμος σου μελέτη μου ἔστι, τότε ἀν ἀπωλόμην ἐν τῆ ταπεινώσει μου. Εἰς τόν αἰῶνα οὗ μή ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὑτοῖς ἔζησας με.
 Σός εἰμί ἐγώ, σῶσον με, ὅτι τά δικαιώματα σου ἐξεζήτησα. Ἐμέ ὑπέμειναν ἁμαρτωλοί τοῦ απολέσαιR Τά μαρτύρια σου συνῆκα. Πάσης συντελείας εἶδον πέρας, πλατείᾳ ἡ ἐντολή σου σφόδρα. Ὡς ἠγάπησα τόν νόμον σου, ΚύριεR ὅλην τήν ἡμέραν μελέτη μου ἔστι. Ὑπέρ τούς ἐχθρούς μου ἐσόφισας με τήν ἐντολήν σου, ὅτι εἰς τόν αἰῶνα ἐμή ἔστι. Ὑπέρ πάντας τούς διδάσκοντας με συνῆκα, ὅτι τά μαρτύρια σου μελέτη μου ἔστι. Ὑπέρ πρεσβυτέρους συνῆκα, ὅτι τάς ἐντολάς σου ἐξεζήτησα. Ἐκ πάσης ὀδοῦ πονηράς ἐκώλυσα τούς πόδας μου, ὅπως ἀν φυλάξω τούς λόγους σου. Ἀπό τῶν κριμάτων σου ούκ ἐξέκλινα, ὅτι σύ ἐνομοθέτησας με. Ὡς γλυκέα τῷ λάρυγγι μου τά λόγια σου, ὑπέρ μέλι τῷ στόματι μου. Ἀπό τῶν ἐντολῶν σου σου συνήκαR διά τοῦτο ἐμίσησα πᾶσαν ὀδόν ἀδικίας. Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καί φώς ταῖς τρίβοις μου. Ὤμοσα καί ἔστησα τοῦ φυλάξασθαι τά κρίματα τῆς δικαιοσύνης σου. Ἐταπεινώθην ἕως σφόδραR Κύριε ζῆσον με κατά τόν λόγον σου. Τά ἑκούσια τοῦ στόματος μου εὐδόκησον δή, Κύριε καί τά κρίματα σου δίδαξον με. Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός καί τοῦ νόμου σου ούκ  ἐπελαθόμην.  Ἔθεντο ἁμαρτωλοί  παγίδα μοι καί ἐκ τῶν ἐντολῶν σου ούκ ἐπλανήθην. Ἐκληρονόμησα τά μαρτύρια σου εἰς τόν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μου εἷσι. Ἐκλινᾷ τήν καρδίαν μου τοῦ ποιήσαι τά δικαιώματα σου εἰς τόν αἰῶνα δι΄ ἀντάμειψιν. Παρανόμους ἐμίσησα, τόν δε νόμον σου ἠγάπησα. Βοηθός μου καί ἀντιλήπτωρ μου εἰ συR εἰς τούς λόγους σου ἐπήλπισα. Ἐκκλίνατε απ΄ ἐμοῦ, πονηρευόμενοι καί ἐξερευνήσω τάς ἐντολάς τοῦ Θεοῦ μου. Ἀντιλαβοῦ μου κατά τό λόγιον σου καί ζῆσον με καί μή καταισχύνης με ἀπό τῆς προσδοκίας μου. Βοήθησον μοι καί σωθήσομαι καί μελετήσω ἐν τοῖς δικαιώμασι σου διαπαντός. Εξουδένωσας πάντας τούς ἀποστατοῦντας ἀπό τῶν δικκαιωμάτων σου, ὅτι ἄδικον τό ἐνθύμημα αὑτῶν. Παραβαίνοντας ἐλογισάμην πάντας τούς ἁμαρτωλούς τῆς γηςR διά τοῦτο ἠγάπησα τά μαρτύρια σου. Καθήλωσον ἐκ τοῦ φόβου σου τάς σάρκας μουR ἀπό γάρ τῶν κριμάτων σου ἐφοβήθην. Ἐποίησα κρίμα καί δικαιοσύνηνR μή παραδῷς με τοῖς ἀδικοῦσι με. Ἔκδεξαι τόν δοῦλον σου εἰς αγαθόνR μή συκοφαντησάτωσαν με ὑπερήφανοι. Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τό σωτήριον σου καί εἰς τό λόγιον τῆς δικαιοσύνης σου. Ποίησον μετά τοῦ δούλου σου κατά τό ἔλεος σου καί τά δικαιώματα σου δίδαξον με. Δοῦλος σου εἰμί εγώR συνέτισον με καί γνώσομαι τά μαρτύρια σου. Καιρός τοῦ ποιήσαι τῷ ΚυρίωR διεσκέδασαν τόν νόμον σου. Διά τοῦτο ἠγάπησα τάς ἐντολάς σου ὑπέρ χρυσίον καί τοπάζιον. Διά τοῦτο πρός πάσας τάς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὀδόν ἄδικον ἐμίσησα. Θαυμαστά τά μαρτύρια σουR διά τοῦτο ἐξηρεύνησεν αὑτά ἡ ψυχή μου. Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καί συνετιεί νηπίους. Τό στόμα μου ἤνοιξα καί εἵλκυσα πνεῦμα, ὅτι  τάς ἐντολάς σου ἐπεπόθουν.
Ἐπίβλεψον επ΄ ἐμέ καί ἐλέησον με κατά τό κρίμα τῶν ἀγαπώντων τό ὄνομα σου. Τά διαβήματα μου κατεύθυνον κατά τό λόγιον σου καί μή κατακυριευσάτω μου πᾶσα ἀνομία. Λύτρωσαι με ἀπό συκοφαντίας ἀνθρώπων καί φυλάξω τάς ἐντολάς σου. Τό πρόσωπον σου επίφανον ἐπί τόν δοῦλον σου καί δίδαξον με τά δικαιώματα σου. Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεί ούκ ἐφύλαξα τόν νόμον σου. Δίκαιος εἷ, Κύριε καί εὐθεῖαι αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύνην τά μαρτύρια σου καί ἀλήθειαν σφόδρα. Ἐξέτηξε με ὁ ζῆλος σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Πεπυρωμένον τό λόγιον σου σφόδρα καί ὁ δοῦλος σου ἠγάπησεν αὑτό. Νεώτερος ἐγώ εἰμί καί εξουδενωμένος τά δικαιώματα σου ούκ ἐπελαθόμην. Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ νόμος σου ἀλήθεια. Θλίψεις καί ἀνάγκαι εύροσαν με, αἱ ἐντολαί σου μελέτη μου. Δικαιοσύνη τά μαρτύρια σου εἰς τόν αἰῶνα συνέτισον με καί ζήσομαι. Εκέκραξα ἐν ὄλῃ καρδία μου· ἐπάκουσον μου, Κύριε, τά δικαιώματα σου ἐκζητήσω. Εκέκραξα σοι• σῶσον με καί φυλάξω τά μαρτύρια σου. Προέφθασα ἐν ἀωρία καί εκέκραξα, εἰς τούς λόγους σου ἐπήλπισα. Προέφθασαν οἱ ὀφθαλμοί μου πρός ὄρθρον, τοῦ μελετᾶν τά λόγια σου. Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατά τό ἔλεος σου, κατά τό κρίμα σου ζῆσον με. Προσήγγισαν οἱ καταδιώκοντες με ἀνομία, ἀπό δε τοῦ νόμου σου εμακρύνθησαν. Ἐγγύς εἷ Κύριε καί πάσαι αἱ ὀδοί σου ἀλήθεια. Κατ΄ ἀρχάς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τόν αἰῶνα ἐθεμελίωσας αὑτά. ΄Ιδε τήν ταπείνωσιν μου καί ἐξελοῦ με, ὅτι τοῦ νόμου σου ούκ ἐπελαθόμην. Κρίνον τήν κρίσιν μου καί λύτρωσαι με· διά τόν λόγον σου ζῆσον με. Μακράν ἀπό ἁμαρτωλῶν σωτηρία, ὅτι τά δικαιώματα σου ούκ ἐξεζήτησαν. Οἱ οἰκτιρμοί σου πολλοί, Κύριε• κατά τό κρίμα σου ζῆσον με. Πολλοί οἱ ἐκδιώκοντες με καί θλίβοντες με ἐκ τῶν μαρτυρίων σου ούκ ἐξέκλινα. Εἶδον ἀσυνετοῦντας καί ἐξετηκόμην, ὅτι τά λόγια σου ούκ ἐφυλάξαντο. ΄Ιδε, ὅτι τάς ἐντολάς σου ἠγάπησα Κύριε, ἐν τῶν ἐλέει σου ζῆσον με. Ἀρχή τῶν λόγων σου ἀλήθεια καί εἰς τόν αἰῶνα πάντα τά κρίματα τῆς δικαιοσύνης σου.΄Αρχοντες κατεδίωξαν με δωρεάν καί ἀπό τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Αγαλλιάσομαι ἐγώ ἐπί τά λόγια σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Ἀδικίαν ἐμίσησα καί ἐβδελυξάμην, τόν δε νόμον σου ἠγάπησα. Ἑπτάκις τῆς ἡμέρας ᾔνεσα σε ἐπί τά κρίματα τῆς δικαιοσύνης σου.  Εἰρήνη πολλή τοῖς ἀγαπῶσι τόν νόμον σου καί ούκ ἔστιν αὑτοῖς σκάνδαλον. Προσεδόκων τό σωτήριον σου, Κύριε καί τάς ἐντολάς σου ἠγάπησα. Ἐφύλαξεν ἡ ψυχή μου τά μαρτύρια σου καί ἠγάπησεν αὑτά σφόδρα. Ἐφύλαξα τάς ἐντολάς σου καί τά μαρτύρια σου, ὅτι πάσαι αἱ ὀδοί μου ἐναντίον σου, Κύριε. Ἐγγισάτω ἡ δέησις μου ἐνώπιον σου, Κύριε κατά τό λόγιον σου ῥῦσαι με. Ἐξερεύξαιντο τά χείλη μου ὕμνον, ὅταν διδάξῃς με τά δικαιώματα σου. Φθέγξαιτο ἡ γλῶσσα μου τά λόγια σου, ὅτι πάσαι αἱ ἐντολαί σου δικαιοσύνη. Γενέσθω ἡ χείρ σου τοῦ σώσαι με, ὅτι τάς ἐντολάς σου ηρετισάμην. Ἐπεπόθησα τό σωτήριον σου, Κύριε καί ὁ νόμους σου μελέτη μου ἔστι. Ζήσεται ἡ ψυχή μου καί αἰνέσει σε καί τά κρίματα σου βοηθήσει μοι. Ἐπλανήθην ὡς πρόβατον απολωλος• ζήτησον τόν δοῦλον σου, ὅτι τάς ἐντολάς σου ούκ ἐπελαθόμην.

Ψαλμός 119  
Πρός Κύριον ἐν τῷ θλίβεσθαι με εκέκραξα καί εἰσήκουσε μου. Κύριε, ῥῦσαι τήν ψυχήν μου ἀπό χειλέων ἀδίκων καί ἀπό γλώσσης δολίας. Τί δοθείη σοι καί τί προστεθείη σοι πρός γλῶσσαν δολίαν; Τά βέλη τοῦ δυνατοῦ ἠκονημένα, σύν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς. Οἴμοι! Ὅτι ἡ παροικία μου εμακρύνθη, κατεσκήνωσα μετά τῶν σκηνωμάτων Κηδάρ• πολλά  παρῴκησεν ἡ ψυχή μου. Μετά τῶν μισούντων τήν εἰρήνην ήμην εἰρηνικός ὅταν ἐλάλουν αὑτοῖς, ἐπολέμουν με δωρεάν.

Ψαλμός 120  
Ἤρα τούς ὀφθαλμούς μου εἰς τά ὄρη. Πόθεν ἥξει ἡ βοήθεια μου; Ἡ βοήθεια μου παρά Κυρίου τοῦ ποιήσαντος τόν οὐρανόν καί τήν γῆν. Μή δώης εἰς σάλον τόν πόδα σου, μηδέ νυστάξῃ ὁ φυλάσσων σε. Ἰδού οὐ νυστάξει, οὐδέ ὑπνώσει ὁ φυλάσσων τόν Ἰσραήλ. Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπί χεῖρα δεξιάν σου. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδέ ἡ σελήνη τήν νύκτα. Κύριος φυλάξει σε ἀπό παντός κακοῦ, φυλάξει τήν ψυχήν σου ὁ Κύριος. Κύριος φυλάξει τήν εἴσοδον σου καί τήν ἔξοδον σου, ἀπό τοῦ νῦν καί ἕως τοῦ αἰῶνος.

 

Ψαλμός 121  
Εὐφράνθην ἐπί τοῖς εἰρηκόσι μοι εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Ἱερουσαλήμ οἰκοδομουμένη ὡς πόλις, ἦς ἡ μετοχή αὑτῆς ἐπί τό αὑτό. Ἐκεῖ γάρ ἀνέβησαν αἱ φυλαί, φυλαί Κυρίου, μαρτύριον τῷ Ἰσραήλ, τοῦ εξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ὅτι ἐκεῖ εκάθησαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπί οἶκον Δαυΐδ. Ἐρωτήσατε δή τά εἰς εἰρήνην τήν Ἱερουσαλήμ καί εὐθηνία τοῖς ἀγαπῶσι σε. Γενέσθω δή εἰρήνη ἐν τῆ δυνάμει σου καί εὐθηνία ἐν ταῖς πυργοβάρεσι σου. Ἕνεκα τῶν ἀδελφῶν μου καί τῶν πλησίον μου, ἐλάλουν δή εἰρήνην περί σου. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι.

Ψαλμός 122  
Πρός σε ἤρα τούς ὀφθαλμούς μου, τόν κατοικοῦντα ἐν τῷ οὐρανῶ. Ἰδού ὡς ὀφθαλμοί δούλων εἰς χεῖρας τῶν κυρίων αὑτῶν ὡς οφθαμοί παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὑτῆς, οὕτως οἱ ὀφθαλμοί ἡμῶν πρός Κύριον τόν Θεόν ἡμῶν, ἕως οὐ οικτειρήσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἤμας, ὅτι ἐπί πολύ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπί πλεῖον ἐπλήσθη ἡ ψυχή ἡμῶν. Τό ὄνειδος τοῖς εὐθηνοῦσι καί ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Ψαλμός 123  
Εἰ μή ὅτι Κύριος ἤν ἐν ἡμῖν, ειπάτω δή Ἰσραήλ εἰ μή ὅτι Κύριος ἤν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους εφ΄ ἡμᾶς, ἄρα ζῶντας ἀν κατέπιον ἡμᾶς, ἐν τῷ ὀργισθῆναι τόν θυμόν  αὑτῶν εφ΄ ἡμᾶς ἄρα τό ὕδωρ ἀν κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλθεν ἡ ψυχή ἡμῶν ἄρα διῆλθεν ἡ ψυχή ἡμῶν τό ὕδωρ τό ἀνυπόστατον. Εὐλογητός Κύριος, ὅς ούκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὑτῶν. Ἡ ψυχή ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων ἡ παγίς συνετρίβη καί ἡμεῖς ἐρρύσθημεν. Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τόν οὐρανόν καί τήν γῆν

Ψαλμός 124  
Οἱ πεποιθότες ἐπί Κύριον, ὡς ὄρος Σιών• οὐ σαλευθήσεται εἰς τόν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. ΄Ορη κύκλῳ αὑτῆς καί ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὑτοῦ ἀπό τοῦ νῦν καί ἕως τοῦ αἰῶνος. Ὅτι οὑκ ἀφήσει Κύριος τήν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπί τόν κλῆρον τῶν δικαίων, ὅπως ἀν μή ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὑτῶν. Αγάθυνον Κύριε τοῖς ἀγαθοῖς καί τοῖς εὐθέσι τῆ καρδία• τούς δε ἐκκλίνοντας εἰς τάς στραγγαλιᾷς, ἀπάξει Κύριος μετά τῶν ἐργαζομένων τήν ανομίαν• εἰρήνη ἐπί τόν Ἰσραήλ.

Ψαλμός 125  
Ἐν τῷ ἐπιστρέψαι Κύριον τήν αἰχμαλωσίαν Σίων, ἐγενήθημεν ὡσεί παρακεκλημένοι. Τότε ἐπλήσθη χαράς τό στόμα ἡμῶν καί ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν Ἐμεγάλυνε Κύριος τοῦ ποιήσαι μετ΄ αὑτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιήσαι μεθ΄ημών, ἐγενήθημεν εὐφραινόμενοι. Ἐπίστρεψον, Κύριε, τήν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ. Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καί ἔκλαιον, βάλλοντες τά σπέρματα αὑτῶν. Ἐρχομενοί δε ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τά δράγματα αὑτῶν.

Ψαλμός 126  
Ἐάν μή Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἐάν μή Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Εἰς μάτην ὑμῖν ἔστι τό ὀρθρίζειν, ἐγείρεσθε μετά τό καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῶ τοῖς ἀγαπητοῖς αὑτοῦ ὕπνον ἰδού ἡ κληρονομία Κυρίου, υἱοί, ὁ μισθός τοῦ καρποῦ τῆς γαστρός. Ὡσεί βέλη ἐν χειρί δυνατοῦ, οὕτως οἱ υἱοί τῶν ἐκτετιναγμένων. Μακάριος ὅς πληρώσει τήν ἐπιθυμίαν αὑτοῦ ἐξ αὑτῶν οὗ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὑτῶν ἐν πύλαις.

Ψαλμός 127  
Μακάριοι πάντες οἱ φοβούμενοι τόν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὀδοῖς αὑτοῦ. Τούς πόνους τῶν καρπῶν σου φάγεσαι μακάριος εἷ καί καλῶς σοι ἔσται. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιών κύκλῳ τῆς τραπέζης σου. Ἰδού οὕτως εὐλογηθήσεται ἄνθρωπος, ὁ φοβούμενος τόν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σίων καί ἴδοις τά ἀγαθά Ἱερουσαλήμ πάσας τάς ἡμέρας τῆς ζωῆς σου. Καί ἴδοις υἱούς τῶν υἱῶν σου. Εἰρήνη ἐπί τόν Ἰσραήλ.

Ψαλμός 128  
Πλεονάκις ἐπολέμησαν με ἐκ νεότητος μου, ειπάτω δή Ἰσραήλ. Πλεονάκις ἐπολέμησαν με ἐκ νεότητος μου καί γάρ ούκ ἠδυνήθησαν μοι. Ἐπί τόν νῶτον μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τήν ἀνομίαν αὑτῶν. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Αἰσχυνθήτωσαν καί ἀποστραφήτωσαν εἰς τά ὀπίσω πάντες οἱ μισοῦντες Σίων. Γενηθήτωσαν ὡσεί χόρτος δωμάτων, ὅς πρό τοῦ ἐκσπασθήναι ἐξηράνθη οὗ ούκ ἐπλήρωσε τήν χεῖρα αὑτοῦ ὁ θερίζων καί τόν κόλπον αὑτοῦ ὁ τά δράγματα συλλέγων καί ούκ εἶπον οἱ παράγοντες• Εὐλογία Κυρίου εφ΄ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.

Ψαλμός 129  
Ἐκ βαθέων ἐκέκραξα σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου γενηθήτω τά ὦτα σου προσέχοντα εἰς τήν φωνήν τῆς δεήσεως μου. Ἐάν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; Ὅτι παρά σοι ὁ ἱλασμός ἔστιν. ΄Ενεκεν τοῦ ὀνόματος σου ὑπέμεινα σε, Κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τόν λόγον σου, ἤλπισεν ἡ ψυχῇ μου ἐπί τόν Κύριον. Ἀπό φυλακῆς πρωίας μέχρι νυκτός ἀπό φυλακῆς πρωίας ἐλπισάτω Ἰσραήλ ἐπί τόν Κύριον. Ὅτι παρά τῷ Κυρίῳ τό ἔλεος καί πολλῇ παρ΄ αὑτῷ λύτρωσις• καί αὑτός λυτρώσεται τόν Ἰσραήλ ἐκ πασῶν τῶν ἀνομιῶν αὑτοῦ.

Ψαλμός 130  
Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδέ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδέ ἐπορεύθην ἐν μεγάλοις, οὐδέ ἐν θαυμασίοις ὑπέρ ἐμέ. Εἰ μή ἐταπεινοφρόνουν, ἀλλά ὕψωσα τήν ψυχήν μου, ὡς τό ἀπογεγαλακτισμένον ἐπί τήν μητέρα αὑτοῦ, ὡς ἀνταποδώσεις ἐπί τήν ψυχήν μου. Ἐλπισάτω Ἰσραήλ ἐπί τόν Κύριον, ἀπό τοῦ νῦν καί ἕως τοῦ αἰῶνος.

 

Ψαλμός 131  
Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ καί πάσης τῆς πραότητος αὑτοῦ, ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῶ Ιακώβ εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἷ ἀναβήσομαι ἐπί κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καί τοῖς βλεφάροις μου νυσταγμόν καί ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὐ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῶ Ιακώβ. Ἰδού ἠκούσαμεν αὑτήν ἐν Ευφραθά, εὕρομεν αὑτήν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Εἰσελευσόμεθα εἰς τά σκηνώματα αὑτοῦ, προσκυνήσομεν εἰς τόν τόπον, οὗ ἔστησαν οἱ πόδες αὑτοῦ. Ἀνάστηθι, Κύριε, εἰς τήν ἀνάπαυσιν σου, σύ καί ἡ κιβωτός τοῦ ἁγιάσματος σου. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην καί οἱ ὅδιοι σου αγαλλιάσονται. ΄Ενεκεν Δαυΐδ τοῦ δούλου σου, μή ἀποστρέψῃς τό πρόσωπον τοῦ χριστοῦ σου. Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καί οὐ μή ἀθετήσει αὑτήν Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπί τοῦ θρόνου σου. Ἐάν φυλάξωνται οἱ υἱοί σου τήν διαθήκην καί τά μαρτύρια μου ταύτᾳ, ἆ διδάξω αὑτούς. Καί οἱ υἱοί αὑτῶν ἕως τοῦ αἰῶνος καθιούνται ἐπί τοῦ θρόνου σου. Ὅτι ἐξελέξατο Κύριος τήν Σίων, ηρετίσατο αὑτήν εἰς κατοικίαν ἑαυτῷ αὕτη ἡ κατάπαυσις μου εἰς αἰῶνα αἰῶνος, ὧδε κατοικήσω, ὅτι ηρετισάμην αὑτήν. Τήν θύραν αὑτῆς εὐλογῶν εὐλογήσω, τούς πτωχούς αὑτῆς χορτάσω ἄρτων, τούς ἱερεῖς αὑτῆς ἐνδύσω σωτηρίαν καί οἱ ὅσιοι αὑτῆς ἀγαλλιάσει αγαλλιάσονται. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ ἡτοίμασα λύχνον τῷ χριστῷ μου. Τούς ἐχθρούς αὑτοῦ ἐνδύσω αἰσχύνην, ἐπί δε αὑτόν ἐξανθήσει τό ἁγίασμα μου.

Ψαλμός 132  
Ἰδού δή τι καλόν ἡ τί τερπνόν, αλλ΄ ἤ τό κατοικεῖν ἀδελφούς ἐπί τό αὑτό; Ὡς μύρον ἐπί κεφαλῆς, τό καταβαῖνον ἐπί πώγωνα,τον πώγωνα τοῦ Ααρών, τό καταβαῖνον ἐπί τήν ᾤαν τοῦ ἐνδύματος αὑτοῦ ὡς δρόσος Αερμών, ἡ καταβαίνουσα ἐπί τά ὄρη Σίων ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τήν εὐλογίαν, ζωήν ἕως τοῦ αἰῶνος.

Ψαλμός 133  
Ἰδού δή εὐλογεῖτε τόν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ἐν ταῖς νυξίν ἐπάρατε τάς χεῖρας ὑμῶν εἰς τά ἅγια καί εὐλογεῖτε τόν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σίων, ὁ ποιήσας τόν οὐρανόν καί τήν γῆν.

Ψαλμός 134  
Αἰνεῖτε τό ὄνομα Κυρίου αἰνεῖτε, δοῦλοι, Κύριον. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Αἰνεῖτε τόν Κύριον, ὅτι ἀγαθός Κύριος• ψάλατε τῷ ὀνόματι αὑτοῦ, ὅτι καλόν ὅτι τόν Ιακώβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, Ἰσραήλ εἰς περιουσιασμόν ἑαυτῷ. Ὅτι ἐγώ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος καί ὁ Κύριος ἡμῶν παρά πάντας τούς θεούς. Πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῶ καί ἐν τῆ γῆ, ἐν ταῖς θαλάσσαις καί ἐν πάσαις ταῖς ἀβύσσοις ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπάς εἰς ὑετόν ἐποίησεν ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὑτοῦ, ὅς ἐπάταξε τά πρωτότοκα Αἰγύπτου, ἀπό ἀνθρώπου ἕως κτήνους. Ἐξαπέστειλε σημεία καί τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραώ καί ἐν πᾶσι τοῖς δούλοις αὑτοῦ. ΄Ος  ἐπάταξεν ἔθνη πολλά καί ἀπέκτεινε βασιλεῖς κραταιούς. Τόν Σηών βασιλέα τῶν Ἀμορραίων καί τόν Ωγ βασιλέα γῆς Βᾶσαν καί πάσας τάς βασιλείας Χαναάν καί ἔδωκε τήν γῆν αὑτῶν κληρονομίαν, κληρονομίαν Ἰσραήλ λαῷ αὑτοῦ. Κύριε, τό ὄνομα σου εἰς τόν αἰῶνα καί τό μνημόσυνον σου εἰς γενεάν καί γενεάν. Ὅτι κρινεῖ Κύριος τόν λαόν αὑτοῦ καί ἐπί τοῖς δούλοις αὑτοῦ παρακληθήσεται. Τά εἴδωλα τῶν ἐθνῶν ἀργύριον καί χρυσίον, ἔργα χειρῶν ἀνθρώπων στόμα ἔχουσι καί οὗ λαλήσουσιν οφθλαμούς ἔχουσι καί ούκ ὄψονται, ὦτα ἔχουσι καί ούκ ενωτισθήσονται οὐδέ γάρ ἔστι πνεῦμα ἐν τῷ στόματι αὑτῶν. ΄Ομοιοι αὑτοῖς γένοιντο οἱ ποιοῦντες αὑτά καί πάντες οἱ πεποιθότες απ΄ αὑτοῖς. Οἶκος Ἰσραήλ, εὐλογήσατε τόν Κύριον οἶκος Ααρών, εὐλογήσατε τόν Κύριον οἶκος Λευί, εὐλογήσατε τόν Κύριον οἱ φοβούμενοι τόν Κύριον, εὐλογήσατε τόν Κύριον. Εὐλογητός Κύριος ἐκ Σίων, ὁ κατοικῶν Ἱερουσαλήμ.

Ψαλμός 135  
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Ἐξομολογεῖσθε τῷ Θεῶ τῶν θεῶν, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Τῷ ποιήσαντι τούς οὐρανούς ἐν συνέσει, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Τῷ στερεώσαντι τήν γῆν ἐπί τῶν ὑδάτων, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Τόν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Τήν σελήνην καί τούς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Τῷ πατάξαντι Αἴγυπτον σύν τοῖς πρωτοτόκοις αὑτῶν, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Καί ἐξαγαγόντι τόν Ἰσραήλ ἐκ μέσου αὑτῶν, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Ἐν χειρί κραταιά καί ἐν βραχίονι ὑψηλῷ, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Τῷ καταδιελόντι τήν Ἐρυθράν θάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Καί ἐκτινάξαντι Φαραώ καί τήν δύναμιν αὑτοῦ εἰς θάλασσαν Ἐρυθράν, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Τῷ διαγαγόντι τόν λαόν αὑτοῦ ἐν τῆ ἐρήμῳ, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Καί ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Τόν Σηών βασιλέα τῶν Ἀμορραίων, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Καί τόν Ωγ βασιλέα γῆς Βᾶσαν, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Καί δόντι τήν γῆν αὑτῶν κληρονομίαν, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Κληρονομίαν Ἰσραήλ δούλῳ αὑτοῦ, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. ΌΤΙ ἐν τῆ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Καί ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Ὁ διδούς τροφήν πάσῃ σαρκί, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ. Εξομολογείσεθε τῷ Θεῶ τοῦ οὐρανοῦ, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.

Ψαλμός 136  
Ἐπί τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καί ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σίων.  Ἐπί ταῖς ἰτέαις ἐν μέσῳ αὑτῆς ἐκρεμάσαμεν τά ὄργανα ἡμῶν ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αιχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καί οἱ ἀπαγαγόντες ἡμᾶς, ὕμνον ΄Ασατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σίων. Πώς ἄσωμεν τήν ᾠδήν Κυρίου ἐπί γῆς ἀλλοτρίας; Ἐάν ἐπιλάθωμαι σου, Ἱερουσαλήμ, επιλησθείη ἡ δεξιά μου κολληθείη ἡ γλῶσσα μου τῷ λάρυγγι μου, ἐάν μή σου μνησθῶ, ἐάν μή προανατάξωμαι τήν Ἱερουσαλήμ, ὡς ἐν ἀρχή τῆς εὐφροσύνης μου. Μνήσθητι Κύριε, τῶν υἱῶν Εδώμ, τήν ἡμέραν Ἱερουσαλήμ, τῶν λεγόντων Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὑτῆς. Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος, ὅς ἀνταποδώσει σοι τό ἀνταπόδομα σου, ὅ ἀνταπέδωκας ἡμῖν. Μακάριος, ὅς κρατήσει καί ἐδαφιεῖ τά νήπιά σου πρός τήν πέτραν.

Ψαλμός 137  
Εξομολογήσομαι σοι, Κύριε, ἐν ὄλῃ καρδία μου καί ἐναντίον ἀγγέλων ψαλῶ σοι, ὅτι ἤκουσας πάντα τά ῥήματα τοῦ στόματος μου. Προσκυνήσω πρός ναόν ἅγιον σου καί εξομολογήσομαι τῷ ὀνόματι σου, ἐπί τῷ ἐλέει σου καί τῆ ἀληθείᾳ σου ὅτι ἐμεγάλυνας ἐπί πάν τό ὄνομα τό ἅγιον σου. Ἐν ἤ ἀν ἡμέρα ἐπικαλέσωμαι σε, ταχύ ἐπάκουσον μου πολυωρήσεις με ἐν ψυχή μου δυνάμει σου. Εξομολογησάσθωσαν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τά ῥήματα τοῦ στόματος σου. Καί ἀσάτωσαν ἐν ταῖς ᾠδαῖς Κυρίου, ὅτι μεγάλη ἡ δόξα Κυρίου, ὅτι ὑψηλός Κύριος καί τά ταπεινά ἐφορᾷ καί τά ὑψηλά ἀπό μακρόθεν γινώσκει. Ἐάν πορευθῶ ἐν μέσῳ θλίψεων, ζήσεις με• επ΄ ὀργήν ἐχθρῶν μου ἐξέτεινας χεῖρας σου καί ἔσωσε με ἡ δεξιά σου. Κύριος ἀνταποδώσει ὑπέρ ἐμοῦ. Κύριε, τό ἔλεος σου εἰς τόν αἰῶνα, τά ἔργα τῶν χειρῶν σου μή παρίδῃς.

Ψαλμός 138  
Κύριε, ἐδοκίμασας με καί ἔγνως με σύ ἔγνως τήν καθέδραν μου καί τήν ἔγερσιν μου σύ συνῆκας τούς διαλογισμούς μου ἀπό μακρόθεν τήν τρίβον μου καί τήν σχοῖνον μου σύ εξιχνίασας καί πάσας τάς ὀδούς μου προεῖδες, ὅτι ούκ ἔστι δόλος ἐν γλώσσῃ μου. Ἰδού, Κύριε, σύ ἔγνως πάντα, τά ἔσχατα καί τά αρχαία• σύ ἔπλασας με καί ἔθηκας επ΄ ἐμέ τήν χεῖρα σου. Ἐθαυμαστώθη ἡ γνῶσις μου ἐξ ἐμοῦ ἐκραταιώθη, οὐ μή δύνωμαι πρός αὑτήν. Πού πορευθῶ ἀπό τοῦ πνεύματος σου; καί ἀπό τοῦ προσώπου σου πού φύγω; Ἐάν ἀναβῶ εἰς τόν οὐρανόν, σύ ἐκεῖ εἷ ἐάν καταβῶ εἰς τόν ἄδην, πάρει ἐάν ἀναλάβοιμι τάς πτέρυγας μου κατ΄ ὄρθρον καί κατασκηνώσω εἰς τά ἔσχατα τῆς θαλάσσης καί γάρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με καί καθέξει με ἡ δεξιά σου. Καί εἶπα ΄Αρα σκότος καταπατήσει με καί νύξ φωτισμός ἐν τῆ τρυφή μου ὅτι σκότος οὗ σκοτισθήσεται ἀπό σου καί νύξ ὡς ἡμέρα φωτισθήσεται ὡς τό σκότος αὑτῆς, οὕτω καί τό φώς αὑτῆς. Ὅτι σύ ἐκτήσω τούς νεφρούς μου, Κύριε, ἀντελάβου μου ἐκ γαστρός μητρός μου. Εξομολογήσομαι σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης θαυμάσια τά ἔργα σου καί ἡ ψυχή μου γινώσκει σφόδρα. Ούκ ἐκρύβη τό ὀστοῦν μου ἀπό σου, ὅ ἐποίησας ἐν κρυφή καί ἡ ὑπόστασις μου ἐν τοῖς κατωτάτοις τῆς γῆς τό ἀκατέργαστον μου εἶδον οἱ ὀφθαλμοί σου καί ἐπί τό βιβλίον σου πάντες γραφήσονται ἡμέρας πλασθήσονται καί οὐδείς ἐν αὑτοῖς. Ἐμοί δε λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός λίαν ἐκραταιώθησαν αἱ ἀρχαί αὑτῶν ἐξαριθμήσομαι αὑτούς καί ὑπέρ ἄμμον πληθυνθήσονται ἐξηγέρθην καί ἔτι εἰμί μετά σου. Ἐάν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ Θεός, ἄνδρες αἱμάτων , ἐκλίνατε απ΄ ἐμοῦ, ὅτι ἐρισταί ἔστε εἰς διαλογισμούς λήψονται εἰς ματαιότητα τάς πόλεις σου. Οὐχί τούς μισοῦντας σε, Κύριε, ἐμίσησα; καί ἐπί τούς ἐχθρούς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αυτούς• εἰς ἐχθρούς ἐγένοντο μοι. Δοκίμασόν με, ὁ Θεός καί γνῶθι τήν καρδίαν μου έτασον με καί γνῶθι τάς τρίβους μου. Καί ἴδε εἰ ὀδός ἀνομίας ἐν ἐμοί καί οδήγησόν με ἐν ὀδῷ αἰωνία.

Ψαλμός 139  
Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπό ἀνδρός ἀδίκου ῥῦσαι με, οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδία, ὅλην τήν ἡμέραν παρετάσσοντο πολέμους. Ἠκόνησαν γλῶσσαν αὑτῶν ὡσεί ὄφεως ἰός ἀσπίδων ὑπό τά χείλη αὑτῶν. Φύλαξον με, Κύριε, ἐκ χειρός ἁμαρτωλοῦ, ἀπό ἀνθρώπων ἀδίκων ἐξελοῦ με, οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τά διαβήματα μου• ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καί σχοινίοις διέτειναν παγίδα τοῖς ποσί μου ἐχόμενα τρίβου σκάνδαλα ἔθεντο μοι. Εἶπα τῷ Κυρίῳ Θεός μου εἰ σύ ἐνώτισαι, Κύριε, τήν φωνήν τῆς δεήσεως μου. Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπί τήν κεφαλήν μου ἐν ἡμέρα πολέμου. Μή παραδῷς με, Κύριε, ἀπό τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ διελογίσαντο κατ΄ ἐμοῦ, μή ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσι. Ἡ κεφαλή τοῦ κυκλώματος αὑτῶν, κόπος τῶν χειλέων αὑτῶν καλύψει αὑτούς.  Πεσοῦνται επ΄ αὑτούς ἄνθρακες, ἐν πυρί καταβαλεῖς αὑτούς, ἐν ταλαιπωρίαις οὐ μή ὑποστῶσι. Ἀνήρ γλωσσώδης οὗ κατευθυνθήσεται ἐπί τῆς γῆς ἄνδρα ἄδικον κακά θηρεύσει εἰς διαφθοράν. ΄Εγνων, ὅτι ποιήσει Κύριος τήν κρίσιν τῶν πτωχῶν καί τήν δίκην τῶν πενήτων. Πλήν δίκαιοι εξομολογήσονται τῷ ὀνόματι σου καί κατοικήσουσιν εὐθεῖς σύν τῷ προσώπῳ σου.

Ψαλμός 140  
Κύριε, εκέκραξα πρός σε, εἰσάκουσον μου πρόσχες τῆ φωνή τῆς δεήσεως μου, ἐν τῷ κεκραγέναι με πρός σε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιον σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Θοῦ, Κύριε, φυλακήν τῷ στόματι μου καί θύραν περιοχῆς περί τά χείλη μου. Μή ἐκκλίνῃς τήν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Σύν ἀνθρώποις ἐργαζομένοις τήν ἀνομίαν καί οὐ μή συνδυάσω μετά τῶν ἐκλεκτῶν αὑτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καί ἐλέγξει με ἔλαιον δε ἁμαρτωλοῦ μή λιπανάτω τήν κεφαλήν μου. Ὅτι ἔτι καί ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὑτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταί αὑτῶν. Ἀκούσονται τά ῥήματα μου ὅτι ἡδύνθησαν ὡσεί πάχος γῆς ἐρράγη ἐπί τῆς γῆς, διεσκορπίσθη τά ὀστᾶ αὑτῶν παρά τόν ἄδην. Ὅτι πρός σε, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου• ἐπί σοι ἤλπισα, μή αντανέλῃς τήν ψυχήν μου. Φύλαξον με ἀπό παγίδος, ἦς συνεστήσαντο μοι καί ἀπό σκανδάλων τῶν ἐργαζομένων τήν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὑτῶν οἱ ἁμαρτωλοί κατά μόνας εἰμί ἐγώ, ἕως ἀν παρέλθω.

Ψαλμός 141  
Φωνή μου πρός Κύριον εκέκραξα, φωνή μου πρός Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὑτοῦ τήν δέησιν μου τήν θλῖψιν μου ἐνώπιον αὑτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τό πνεῦμα μου καί σύ ἔγνως τάς τρίβους μου. Ἐν ὀδῷ ταύτῃ, ἤ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τά δεξιά καί επέβλεπον,και ούκ ἤν ὁ επιγινώσκων με. Ἀπώλετο φυγή απ΄ εμού,και ούκ ἔστιν ὁ ἐκζητῶν τήν ψυχήν μου. Εκέκραξα πρός σε, Κύριε εἶπα Σύ εἰ ἡ ἐλπίς μου, μερίς μου εἰ ἐν γῆ ζώντων. Πρόσχες πρός τήν δέησιν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ῥῦσαι με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπέρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τήν ψυχήν μου, τοῦ εξομολογήσασθαι τῷ ὀνόματι σου. Ἐμέ ὑπομένουσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Ψαλμός 142  
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. ΄Οτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου• ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ηκηδίασεν επ΄ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χεῖρας μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου απ΄ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοι τό πρωί τό ἔλεος σου, ὅτι ἐπί σοι ἤλπισα Γνώρισον μοι, Κύριε, ὀδόν, ἐν ἡ πορεύσομαι, ὅτι πρός σε ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε πρός σε κατέφυγον δίδαξον με τοῦ ποιεῖν τό θέλημα σου, ὅτι σύ εἷ ὁ Θεός μου. Τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῆ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἶμι.

Ψαλμός 143  
Εὐλογητός Κύριος ὁ Θεός μου, ὁ διδάσκων τάς χεῖρας μου εἰς παράταξιν, τούς δακτύλους μου εἰς πόλεμον. ΄Ελεος μου καί καταφυγή μου, ἀντιλήπτωρ μου καί ῥύστης μου. Ὑπερασπιστής μου καί επ΄ αὑτῷ ήλπισα• ὁ ὑποτάσσων τόν λαόν μου υπ΄ ἐμέ. Κύριε, τί ἔστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὑτῷ; ἤ υἱός ἀνθρώπου, ὅτι λογίζῃ αὑτῷ; Ἄνθρωπος ματαιότητι ὡμοιώθη αἱ ἡμέραι αὑτοῦ ὡσεί σκιά παράγουσι. Κύριε, κλῖνον οὐρανούς καί κατάβηθι• ἅψαι τῶν ὀρέων καί καπνισθήσονται. ΄Αστραψον ἀστραπήν καί σκορπιείς αὑτούς ἐξαπόστειλον τά βέλη σου καί συνταράξεις αὑτούς. Ἐξαπόστειλον τήν χεῖρα σου ἐξ ύψους• ἐξελοῦ με καί ῥῦσαι με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρός υἱῶν ἀλλοτρίων, ὤν τό στόμα ἐλάλησε ματαιότητα καί ἡ δεξιά αὑτῶν δεξιά ἀδικίας. Ὁ Θεός, ᾠδήν καινήν ᾄσομαι σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι. Τῷ διδόντι τήν σωτηρίαν τοῖς βασιλεῦσι, τῷ λυτρουμένῳ Δαυΐδ τόν δοῦλον αὑτοῦ ἐκ ῥομφαίας πονηράς. Ῥῦσαι με καί ἐξελοῦ με ἐκ χειρός υἱῶν ἀλλοτρίων, ὤν τό στόμα ἐλάλησε ματαιότητα καί ἡ δεξιά αὑτῶν δεξιά ἀδικίας. Ὤν οἱ υἱοί ὡς νεόφυτα ἱδρυμένα ἐν τῆ νεότητι αὑτῶν αἱ θυγατέρες αὑτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς τό ὁμοίωμα ναοῦ. Τά ταμεία αὑτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο. Τά πρόβατα αὑτῶν πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὑτῶν οἱ βόες αὑτῶν παχεῖς. Ούκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδέ διέξοδος, οὐδέ κραυγή ἐν ταῖς πλατείαις αὑτῶν. Ἐμακάρισαν τόν λαόν, ὦ ταύτᾳ ἔστι μακάριος ὁ λαός, οὐ Κύριος ὁ Θεός αὑτοῦ.

Ψαλμός 144  
Ὑψώσω σε, ὁ Θεός μου, ὁ Βασιλεύς μου καί εὐλογήσω τό ὄνομα σου εἰς τόν αἰῶνα καί εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Καθ΄ ἑκάστην ἡμέραν εὐλογήσω σε καί αἰνέσω τό ὄνομα σου εἰς τόν αἰῶνα καί εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Μέγας Κύριος καί αἰνετός σφόδρα καί τῆς μεγαλωσύνης αὑτοῦ ούκ ἔστι πέρας. Γενεά καί γενεά ἐπαινέσει τά ἔργα σου καί τήν δύναμιν σου ἀπαγγελοῦσι. Τήν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι καί τά θαυμάσια σου διηγήσονται. Καί τήν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καί τήν μεγαλωσύνην σου διηγήσονται. Μνήμην τοῦ πλήθους τῆς χρηστότητος σου ἐξερεύξονται καί τῆ δικαιοσύνη σου αγαλλιάσονται. Οἰκτίρμων καί ἐλεήμων ὁ Κύριος, μακρόθυμος καί πολυέλεος. Χρηστός Κύριος τοῖς σύμπασι καί οἱ οἰκτιρμοί αὑτοῦ ἐπί πάντα τά ἔργα αὑτοῦ. Εξομολογησάσθωσαν σοι, Κύριε, πάντα τά ἔργα σου καί οἱ ὅσιοι σου εὐλογησάτωσαν σε. Δόξαν τῆς βασιλείας σου ἐροῦσι καί τήν δυναστείαν σου λαλήσουσι. Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τήν δυναστείαν σου καί τήν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων καί ἡ δεσποτεία σου ἐν πάσῃ γενεά καί γενεά. Πιστός Κύριος ἐν πᾶσι τοῖς λόγοις αὑτοῦ καί ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὑτοῦ. Ὑποστηρίζει Κύριος πάντας τούς καταπίπτοντας καί ἀνορθοῖ πάντας τούς κατερραγμένους. Οἱ ὀφθαλμοί πάντων εἰς σε ἐλπίζουσι καί σύ δίδως τήν τροφήν αὑτῶν ἐν εὐκαιρία. Ἀνοίγεις σύ τήν χεῖρα σου καί ἐμπιπλάς πάν ζῷον εὐδοκίας. Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὀδοῖς αὑτοῦ καί ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὑτοῦ. Ἐγγύς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὑτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὑτόν ἐν ἀληθείᾳ. Θέλημα τῶν φοβουμένων αὑτόν ποιήσει καί τῆς δεήσεως αὑτῶν εἰσακούσεται καί σώσει αὑτούς. Φυλάσσει Κύριος πάντας τούς ἀγαπῶντας αὑτόν καί πάντας τούς ἁμαρτωλούς ἐξολοθρεύσει. Αἴνεσιν Κυρίου λαλήσει τό στόμα μου• καί εὐλογείτω πᾶσα σάρξ τό ὄνομα τό ἅγιον αὑτούς εἰς τόν αἰῶνα καί εἰς τόν αἰῶνα τοῦ αἰῶνος.

Ψαλμός 145  
Αἵνει, ἡ ψυχή μου, τόν Κύριον• αἰνέσω Κύριον ἐν τῆ ζωή μου ψαλῶ τῷ Θεῶ μου ἕως ὑπάρχω. Μή πεποίθατε επ΄ ἄρχοντας, ἐπί υἱούς ἀνθρώπων, οἷς ούκ ἔστι σωτηρία. Ἐξελεύσεται τό πνεῦμα αὑτοῦ καί ἐπιστρέψει εἰς τήν γῆν αὑτοῦ. Ἐν ἐκείνη τῆ ἡμέρα ἀπολοῦνται πάντες οἱ διαλογισμοί αὑτοῦ. Μακάριος, οὗ ὁ Θεός Ιακώβ βοηθός αὑτοῦ, ἡ ἐλπίς αὑτοῦ ἐπί Κύριον τόν Θεόν αὑτοῦ. Τόν ποιήσαντα τόν οὐρανόν καί τήν γῆν, τήν θάλασσαν καί πάντα τά ἐν αὑτοῖς. Τόν φυλάσσοντα ἀλήθειαν εἰς τόν αἰῶνα, ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις, διδόντα τροφήν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους Κύριος σοφοί τυφλούς Κύριος ἀνορθοῖ κατερραγμένους Κύριος ἀγαπᾷ δικαίους. Κύριος φυλάσσει τούς προσηλύτους. Ὀρφανόν καί χήραν ἀναλήψεται καί ὀδόν ἁμαρτωλῶν ἀφανιεῖ. Βασιλεύσει Κύριος εἰς τόν αἰῶνα, ὁ Θεός σου, Σίων, εἰς γενεάν καί γενεάν.

Ψαλμός 146  
Αἰνεῖτε τόν Κύριον, ὅτι ἀγαθόν ψαλμός• τῷ Θεῶ ἡμῶν ηδυνθείη αἴνεσις. Οἰκοδομῶν Ἱερουσαλήμ ὁ Κύριος, τάς διασποράς τοῦ Ἰσραήλ ἐπισυνάξει, ὁ ἰώμενος τούς συντετριμμένους τήν καρδίαν καί δεσμεύων τά συντρίμματα αὑτῶν, ὁ ἀριθμῶν πλήθη ἄστρων καί πᾶσιν αὑτοῖς ὀνόματα καλῶν. Μέγας ὁ Κύριος ἡμῶν καί μεγάλη ἡ ἰσχύς αὑτοῦ καί τῆς συνέσεως αὑτοῦ ούκ ἔστιν ἀριθμός. Ἀναλαμβάνων πραείς ὁ Κύριος, ταπεινῶν δε ἁμαρτωλούς ἕως τῆς γῆς. Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει, ψάλατε τῷ Θεῶ ἡμῶν ἐν κιθάρα, τῷ περιβάλλοντι τόν οὐρανόν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῆ γῆ υετόν• τῷ ἐξανατέλλοντι ἔν ὄρεσι χόρτον καί χλόην τῆ δουλεία τῶν ἀνθρώπων, διδόντι τοῖς κτήνεσι τροφήν αὑτῶν καί τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὑτόν. Ούκ ἐν τῆ δυναστεία τοῦ ἵππου θελήσει, οὐδέ ἐν ταῖς κνήμαις τοῦ ἀνδρός ευδοκεί• εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὑτόν καί ἐν πᾶσι τοῖς ἐλπίζουσιν ἐπί τό ἔλεος αὑτοῦ.

Ψαλμός 147  
Ἐπαίνει, Ἱερουσαλήμ, τόν Κύριον, αἵνει τόν Θεόν σου, Σίων, ὅτι ἐνίσχυσε τούς μοχλούς τῶν πυλών σου, εὐλόγησε τούς υἱούς σου ἐν σοί. Ὁ τιθείς τά ὅρια σου εἰρήνην καί στέαρ πυροῦ εμπιπλών σε ὁ ἀποστέλλων τό λόγιον αὑτοῦ τῆ γῆ, ἕως τάχους δραμεῖται ὁ λόγος αὑτοῦ. Διδόντος χιόνα αὑτοῦ ὡσεί ἔριον, ὀμίχλην ὡσεί σποδόν πάσσοντος βάλλοντος κρύσταλλον αὑτοῦ ὡσεί ψωμούς, κατά πρόσωπον ψύχους αὑτοῦ τίς ὑποστήσεται; Ἐξαποστελεῖ τόν λόγον αὑτοῦ καί τήξει αυτά• πνεύσει τό πνεῦμα αὑτοῦ καί ῥυήσεται ὕδατα. Ὁ ἀπαγγέλλων τό λόγιον αὑτοῦ τῷ Ιακώβ, δικαιώματα καί κρίματα αὑτοῦ τῷ Ἰσραήλ. Ούκ ἐποίησεν οὕτω παντί ἔθνει καί τά κρίματα αὑτοῦ ούκ ἐδήλωσεν αὑτοῖς.

Ψαλμός 148  
Αἰνεῖτε τόν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὑτόν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὑτόν, πάντες οἱ Ἄγγελοι αυτού• αἰνεῖτε αὑτόν πάσαι αἱ Δυνάμεις αὑτοῦ. Αἰνεῖτε αὑτόν, ἥλιος καί σελήνη• αἰνεῖτε αὑτόν, πάντα τά ἄστρα καί τό φώς. Αἰνεῖτε αὑτόν, οἱ οὐρανοί τῶν οὐρανῶν καί τό ὕδωρ τό ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τό ὄνομα Κυρίου ὅτι αὑτός εἶπε καί ἐγενήθησαν αὑτός ἐνετείλατο καί ἐκτίσθησαν. ΄Εστησεν αὑτά εἰς τόν αἰῶνα καί εἰς τόν αἰῶνα τοῦ αἰῶνος πρόσταγμα ἔθετο καί οὗ παρελεύσεται. Αἰνεῖτε τόν Κύριον ἐκ τῆς γῆς, δράκοντες καί πάσαι ἄβυσσοι. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τά ποιοῦντα τόν λόγον αὑτοῦ τά ὄρη καί πάντες οἱ βουνοί, ξύλα καρποφόρα καί πάσαι κέδροι τά θηρία καί πάντα τά κτήνη, ἑρπετά καί πετεινά πτερωτά βασιλεῖς τῆς γῆς καί πάντες λαοί, ἄρχοντες καί πάντες κριταί γῆς. Νεανίσκοι καί παρθένοι, πρεσβύτεροι μετά νεωτέρων αἰνεσάτωσαν τό ὄνομα Κυρίου, ὅτι ὑψώθη τό ὄνομα αὑτοῦ μόνου. Ἡ ἐξομολόγησις αὑτοῦ ἐπί γῆς καί οὐρανοῦ καί ὑψώσει κέρας λαοῦ αὑτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὑτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὑτῷ.

Ψαλμός 149  
ᾌσατε τῷ Κυρίῳ ἄσμα καινόν, ἡ αἴνεσις αὑτοῦ ἐν ἐκκλησία ὁσίων. Εὐφρανθήτω Ἰσραήλ ἐπί τῷ ποιήσαντι αὑτόν καί οἱ υἱοί Σίων αγαλλιάσθωσαν ἐπί τῷ βασιλεῖ αὑτῶν. Αἰνεσάτωσαν τό ὄνομα αὑτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καί ψαλτηρίῳ ψαλάτωσαν αὑτῷ, ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὑτοῦ καί ὑψώσει πραείς ἐν σωτηρία. Καυχήσονται ὅσιοι ἐν δόξῃ καί αγαλλιάσονται ἐπί τῶν κοιτών αὑτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὑτῶν καί ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσίν αὑτῶν. Τοῦ ποιήσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμούς ἐν τοῖς λαοῖς. Τοῦ δήσαι τούς βασιλεῖς αὑτῶν ἐν πέδαις καί τούς ἐνδόξους αὑτῶν ἐν χειροπέδαις σιδηραῖς. Τοῦ ποιήσαι ἐν αὑτοῖς κρίμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὑτοῦ.

Ψαλμός 150  
Αἰνεῖτε τόν Θεόν ἐν τοῖς ἁγίοις αὑτοῦ αἰνεῖτε αὑτόν ἐν στερεώματι τῆς δυνάμεως αὑτοῦ. Αἰνεῖτε αὑτόν ἐπί ταῖς δυναστείαις αὑτοῦ αἰνεῖτε αὑτόν κατά τό πλῆθος τῆς μεγαλωσύνης αὑτοῦ. Αἰνεῖτε αὑτόν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὑτόν ἐν ψαλτηρίῳ καί κιθάρα. Αἰνεῖτε αὑτόν ἐν τυμπάνῳ καί χορῷ αἰνεῖτε αὑτόν ἐν χορδαῖς καί ὀργάνῳ. Αἰνεῖτε αὑτόν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὑτόν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοῇ αἰνεσάτω τόν Κύριον.

 

Οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυΐδ καὶ ἔξωθεν τοῦ ἀριθμοῦ·

ὅτε ἐμονομάχησε τῷ Γολιάθ.

 Μικρός ἤμην ἐν τοῖς ἀδελφοῖς μου καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου· ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου. 2 αἱ χεῖρές μου ἐποίησαν ὄργανον, καὶ οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον. 3 καὶ τίς ἀναγγελεῖ τῷ Κυρίῳ μου; αὐτὸς Κύριος, αὐτὸς εἰσακούσει. 4 αὐτὸς ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἦρέ με ἐκ τῶν προβάτων τοῦ πατρός μου καὶ ἔχρισέ με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὑτοῦ. 5 οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος. 6 ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ, καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ· 7 ἐγὼ δέ, σπασάμενος τὴν παρ᾿ αὐτοῦ μάχαιραν, ἀπεκεφάλισα αὐτὸν καὶ ἦρα ὄνειδος ἐξ υἱῶν ᾿Ισραήλ.