Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παράκληση εις τους Ιερομάρτυρα Σεραφείμ, Όσιoν Ιωάννην τον Δαμασκηνόν και Μεγαλομάρτυρα Βαρβάρα Ομου. Empty Παράκληση εις τους Ιερομάρτυρα Σεραφείμ, Όσιoν Ιωάννην τον Δαμασκηνόν και Μεγαλομάρτυρα Βαρβάρα Ομου.

Την / Το Τετ Φεβ 06, 2013 12:33 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παράκληση εις τους Ιερομάρτυρα Σεραφείμ, Όσιoν Ιωάννην τον Δαμασκηνόν και Μεγαλομάρτυρα Βαρβάρα Ομου.

Παράκληση εις τους Ιερομάρτυρα Σεραφείμ, Όσιoν Ιωάννην τον Δαμασκηνόν και Μεγαλομάρτυρα Βαρβάρα Ομου. Aaaaaa10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὸ εξῆς τροπάριον.

Ἤχος δ'. ‘Ο ὐψωθείς ἐν τὠ Σταυρῶ.

Τριᾶς Ἀγίων τηλαυγής καὶ φωσφόρος, ἐξανατείλασα σεπτῶς κατεφαίδρυνε, τὴν ‘Εκκλησίαν σήμερον θαυμάτων βολαίς. Ὄθεν ἐορτάζοντες, τὴν σεπτήν αυτῶν Μνήμην, αἰτούμεν σε Σωτήρ ἠμῶν, ταῖς αυτῶν ἰκεσίαις, ἐκ τῶν κινδύνων λύτρωσαι ἠμᾶς, ὠς ἐλεήμων καὶ φιλάνθρωπος.

Δόξα. Το αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὒ σιωπήσομέν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο, πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ὁ Κανών.

Ὠδή ἀ’. Ἦχος πλ. δ'’. ‘Ὑγράν διοδεύσας.

Πολλοῖς συνεχόμενος τοῖς δεινοῖς πρός σε καταφεύγω ἐλευθέρωσον Σεραφείμ, ἐμέ τόν οἰκέτην σου τῆς τούτων, ἐκλιπαρῶ δυναστείας καί μάστιγος.

Παθῶν με ταράττουσι προσβολαί, καί νόσοι παντοῖαι κατατήκουσι με δεινῶς ˙  σῶσον με ἐν τάχει τούτων κράζω, σαῖς πρός Θεόν ‘Ἰωάννη ἐντεύξεσι.

Νοσοῦντα με νόσῳ τῆς λοιμικῆς, ἔνδοξε Βαρβάρᾳ, ταῖς ἐνθέρμοις σου προσευχαῖς, σῶσον με ὡς εὔσπλαγχνος ἐκ ταύτης, ἐκδυσωπῶ τόν ἀχρεῖον οἰκέτην σου.

Θεοτοκίον.
Σύ εἰ Παρθένε ἄσπιλε, τῆς ἐμῆς, διανοίας θάρρος, καί ἐλπίς μου τῆς ταπεινῆς, ψυχῆς καί καρδίας ταλαιπώρου, σύ εἰ τό φῶς, ἤ ζωή καί ἡ ἀνάστασις.


Ὠδή γ΄. Οὐρανίας ἁψῖδος.
Προστασίαις σου θείαις, ὦ Σεραφείμ ἔνδοξε, ῥῦσαι με ἐν νόσοις παντοίαις, κείμενον καί περιστάσεσι ˙  καί γάρ σε κέκτημαι, μετά Θεόν ὡς σωτῆρα, ὅ προστρέχων πάντοτε πιστῶς τῆ σκέπη σου.

Ἱκετεύω σε πόθῳ, τούς ψυχικούς μώλωπας, καί τήν τῆς σαρκός μου, δεινήν ἀσθένειαν ἴασαι, τῆ πρός τόν Κύριον, ὦ Ἰωάννη θεόφρον, ἐκτενεῖ ἐντεύξει τε καί ίκεσία σου.

Χαλεπῇ ἀσθενείᾳ, καί λοιμικοῖς πάθεσιν, ὅλως ‘Ἀθλοφόρε, δεινῶς πιεζόμενος, σύ ἐλευθέρωσον, ταῖς εὐπροσδέκτοις λιταῖς σου, Βαρβάρᾳ πανένδοξε, ὅπως δοξάζω σε.

Θεοτοκίον.
‘Ἐλεήμων ὡς Μήτηρ, τοῦ Ποιητοῦ Ἄχραντε, ὡς ἁγιωτέρα ἁπάντων, τῶν ἄνω Δέσποινα, ὡς πάντων Ἄνασσα, εὐλογημένη Μαρία, ῥῦσαι τούς ὑμνοῦντας σε ‘Ἀειμακάριστε.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τόν τάραχον, Σεραφείμ πανένδοξε καταπράϋνον, καί τόν κλύδωνα κατεύνασον, τῶν ἁμαρτιῶν μου ταῖς πρεσβείαις σου.

‘Ἀπολαύοντες πάντοτε, Ἰωάννη μάκαρ, τῶν δωρημάτων σου, τόν δοξάζοντα σε Κύριον, καί Θεόν τῶν ὅλων μεγαλύνομεν.

Ἐπί κλίνης με κείμενον, καί ὑπό λοιμώδους νόσου κατατηκόμενον, ὦ Βαρβάρα ἐξανάστησον, ταῖς πρός τόν Σωτῆρα σου ἐντεύξεσι.

Θεοτοκίον.
Ρυπωθείς ὅ νεκρόζωος, πλείστοις ἁμαρτήμασιν, ἱκετεύω σε, ἐγειρόν με ταῖς πρεσβείαις σου, Θεοτόκε μόνη ‘Ἀειπάρθενε.


ὨΙδή ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον χαράς, Σεραφείμ ἐμέ τόν δοῦλον σου, τόν προσιόντα τῆ Εἰκόνι σου, ταῖς πρός τόν Κτίστην, θερμαῖς σου δεήσεσι.

Λύτρωσαι με νῦν, Ἰωάννη ταῖς πρεσβείαις σου, ἐκ πάσης νόσου καί αἱρέσεως, καί τοῦ ἐχθροῦ, τῶν παγίδων ἐξάρπασον.

Ἴασαι ψυχῶν, καί σωμάτων ἀρρωστήματα, ὦ Βαρβάρᾳ Μάρτυς Πανένδοξε, τῶν μετά πόθου, καί πίστεως προσιόντων σοι.

Θεοτοκίον.
Ἄχραντε Σεμνῇ, θείω ὕδατι με ῥῦσαι με, καί ἐκ πάσης λοιμικῆς ἀσθενείας, ὦ Σεραφείμ, τόν ἐν πίστει καί πόθῳ καί κατανύξει ψυχῆς προσιόντα σοι, καί πάντων τῶν σωματικῶν, ἀλγηδόνων με σῶσον πρεσβείαις σου.


Ὠδὴ ς΄. Τὴν δέησιν.
Θανατοῦ τοῦ αφνιδιου ῥῦσαί με, καί ἐκ πάσης λοιμικῆς ἀσθενείας, ὦ Σεραφείμ, τόν ἐν πίστει καί πόθῳ καί κατανύξει ψύχῃς προσιόντα σοι, καί πάντων τῶν σωματικῶν, ἀλγηδόνων με σῶσον πρεσβείες σου.

Ὡς τεῖχος ἐν πειρασμοῖς στερρότατον, κεκτημένοι σε σοφέ Ἰωάννη, αἱρετικῶν καί κινδύνων παντοίων, καί λοιμικῆς ἀσθενείας λυτρούμεθα, ταῖς θείαις σου πρός τόν Θεόν, καί θερμαῖς ἱκεσίαις Πανόσιε.

Ἐν κλίνη τῆς ἀσθενείας κείμενος, καί ἐλπίδα ὑγείας μή ἔχων, σε δυσωπῶ, ὦ Βαρβάρᾳ θεόφρον, μή καταλείπῃς ἐμέ ἀπροστάτευτον ˙  ἀλλ΄οἴκτειρον ταῖς σαῖς εὐχαῖς, καί λοιμώδους νοσήματος ῥῦσαι με.

Θεοτοκίον.
Φωσφόρον σύ τοῦ Δεσπότου σκήνωμα, καί παλάτιον ὑπάρχεις τοῦ Λόγου, καί λογικόν τοῦ τῷ λόγῳ τά πάντα, πεποιηκότος Χριστοῦ ἐνδιαίτημα, Πανύμνητε Μῆτερ Θεοῦ, τήν ἀθλίαν ψυχήν μου ἐλέησον.


Αἱρέσεων καί λοιμικῶν νόσων, ῥύσασθε Ἅγιοι, τούς τήν Μνήμην ἡμῶν τήν ἔνδοξον ἑορτάζοντας, ὡς θείοι Ἰατροί ἡμῶν καί προστάται.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Εἶτα τό Κοντάκιον. Ἦχος β΄.

Τήν χάριν τῶν θαυμάτων κομισάμενοι, παρέχετε τάς ἰάσεις τοῖς ἐν ἀνάγκαις, καί λυτροῦσθε πάντα ἄνθρωπον λοιμικῆς νόσου πάντοτε. Διό τάς Εἰκόνας ἡμῶν περικυκλοῦντες, μέλπομεν τήν ὑμετέραν Μνήμην βοῶντες ˙  λυτρώσασθε καί ἡμᾶς ἐκ τοῦ λοιμοῦ καί κινδύνων, Πανένδοξοι Ἅγιοι, ταῖς θερμαῖς ἡμῶν πρός Κύριον δεήσεσι.

Καί εὐθύς τό Προκείμενον.
Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Στίχος. Ἀκούσατε ταύτᾳ πάντα τά ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τήν Οἰκουμένην.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. ιβ΄8-12).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς ˙  Πᾶς ὅς ἀν ὁμολογήσῃ ἐν ἐμοί ἔμπροσθεν τῶν ἀνθρώπων, καί ὁ Υἱός τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὑτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ ˙  ὁ δε ἀρνησάμενος με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καί πᾶς ὅς ἐρεῖ λόγον εἰς τόν Υἱόν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὑτῷ ˙  τῷ δε εἰς τό Ἅγιον Πνεῦμα βλασφημήσαντι οὑκ ἀφεθήσεται. Ὅταν προσφέρωσιν ὑμᾶς ἐπί τάς συναγωγάς καί τάς ἀρχάς καί τάς ἐξουσίας, μή μεριμνᾶτε πως ἤ τι ἀπολογήσησθε ἤ τι εἴπητε ˙  τό Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὑτῇ τῆ ὤρα, ἀ δεῖ εἰπεῖν.

Δόξα
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ελέησόν με ὁ Θεός...
Προσόμοιον.
΄Ήχος Β’. Ὅλην ἀποθέμενοι.

Ὅλην εἰσοικίσασα ἐν ἑαυτῇ τήν Τριάδα, Τριᾶς ἡ ἀοίδιμος, Σεραφείμ Βαρβάρᾳ τε καί Ἰωάννης σεπτός, ὡς κρουνοί βλύζουσιν, ἐκ πηγῆς νάματα, ζωηφόρα τῶν ἰάσεων, ὤν τά Μορφώματα, πάθη δι΄ἀφής θεραπεύουσι, καί μόνα τά ὀνόματα, νόσους ἐκ βροτῶν ἀπελαύνουσι, πάντων Ὀρθοδόξων, ὑπάρχοντες λιμένες ἐν Χριστῷ, ὦ παρρησίᾳ πρεσβεύουσιν, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Σῶσον ὁ Θεός τόν λαόν σου…

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τήν ὀργήν τοῦ Κυρίου, Σεραφείμ εἴς ἀγάπην τελείαν μετάτρεψον, τῆ θεῖα σου ἐντεύξει, αὐτόν καταπραΰνων, καί δωρούμενος ἅπασιν, ὑγείαν τε σωματικήν ψυχῶν τε σωτηρίαν.

Σωμάτων ἀσθενείας, καί ψυχῶν μαλακίας, Πάτερ ἐξάλειψον ἐκ πάντων τῶν Εἰκόνι, τῆ σῆ προσπελαζόντων, Ἰωάννη μακάριε, ταῖς πρός Θεόν σου εὐχαῖς, ἶνα σε ἀνυμνῶμεν.

Θελητήν τοῦ ἐλέους, ἐν τῷ μέσῳ Τυράννων, Βαρβάρᾳ ἐκήρυξας, Χριστόν τόν Ζωοδότην, οὐ δέου ὑπέρ πάντων, τῶν κραυγαζόντων σοι, ἐκ τῆς δεινῆς λοιμικῆς, ῥῦσαι καί σῶσον πάντας.

Θεοτοκίον.
Ἐν λαγόσι σου Λόγον, καί Δεσπότην τῶν ὅλων, εκυοφόρησας, καί τρέφεις ἐκ μαστῶν σου, τόν πᾶσιν εὐκαιρίας, ἑτοιμάζοντα τράπεζαν ˙  ὄν ἐκτενῶς, Ἀγαθῇ, ὑπέρ ἡμῶν δυσώπει.


Ὠδή η΄. Τόν Βασιλέα.
Τούς προσπελάζοντας, τῆ σεπτῇ σου Εἰκόνι, ἐκ παντοίων νόσων καί κινδύνων, Σεραφείμ τρισμάκαρ, ἀπάλλαξον εὐχαῖς σου.

Τῶν πειρασμῶν σύ, ὦ Ἰωάννη παμμάκαρ, καί τῶν νόσων καί κινδύνων με ῥῦσαι, ταῖς πρός τόν Σωτῆρα, θερμαῖς σου ἱκεσίαις.

Τῶν ἀλγηδόνων σύ, θείω σθένει, Βαρβάρᾳ, ἀνεδείχθης ἰατρεῖα τελεία, νόσου τε λοιμώδους, καί πάσης ἄλλης βλάβης.

Θεοτοκίον.
Ἵλαθι, Κόρη, ὀν ἐν ἀγκάλαις βαστάζεις, Παντεπόπτην Σωτῆρα τοῦ Κόσμου, τοῦτον οὖν δυσώπει, ῥυσθῆναι με πταισμάτων.


Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Ῥοήν μου τῶν δακρύων, δέξαι γαληνίως, καί ταῖς πρεσβείαις σου πάντα τοῦ σώματος, καί τῆς ψυχῆς Σεραφείμ, τά ἕλκη ἔκπλυνον.

Χαρᾶς τῆς Οὐρανίου, Μάκαρ Ἰωάννη, ἐπαπολαύων ἀπαύστως ἱκέτευε, ὑπέρ τῶν πίστει καί πόθῳ, μακαριζόντων σε.

Λιμήν καί σωτηρία, ἡ θεία Εἰκών σου, τοῖς ἀσθενοῦσιν ὑπάρχει, Βαρβάρᾳ ἔνδοξε, τήν λοιμικήν ἀρρωστίαν ἀποδιώκουσα.

Θεοτοκίον.
Μαρία ἐν πελάγει, τῷ τῆς ἁμαρτίας, καί τρικυμίας παθῶν χειμαζόμενος, τῷ γαληνῷ σοι λιμένι προσφεύγω Δέσποινα.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Ἐν λοιμῷ σε ἔχομεν οἱ Πιστοῖ, ἀκέστορα μέγαν, ἀντιλήπτορα ἐν δεινοῖς, ἐν κινδύνοις ῥύστην, πρόμαχον ἐν ἀνάγκαις, ἐν πειρασμοῖς σωτῆρα, Σεραφείμ ἔνδοξε.

Τοῖς Ἁγίοις πᾶσι συμπαρεστῶς, θρόνῳ τῷ πανσέπτῳ, τοῦ Παντάνακτος καί Θεοῦ, Ἰωάννη Μάκαρ, μνημόνευε τῶν πίστει, καί πόθῳ ἐκτελούντων, τήν σήν Πανήγυριν.

Ἰάσεων χάριν παρά Θεοῦ, δεξαμένη ὄντως, τοῦ ἰᾶσθαι νόσους δεινάς, τῶν προσερχομένων σοι, ὦ θεία Βαρβάρᾳ, ῥῦσαι λοιμικῆς ἡμᾶς, νόσου καί θλίψεων.

Σεραφείμ τόν θεῖον σῦν τῷ κλεινῷ, σοφῶ Ἰωάννη, καί Βαρβάραν νύμφην Χριστοῦ, τούς τῆς Ἐκκλησίας, τρεῖς φαεινούς ἀστέρας, ἐν ὕμνοις ἀσιγήτοις δοξολογήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό Τροπάριον. Ἦχος α΄.
Τούς φωσφόρους λαμπτῆρας τῆς Ἐκκλησίας ὑπάρξαντας, καί τήν Οἰκουμένην τῷ πλήθει τῶν τεραστίων καταγλαΐσαντας ˙  τούς ἀθλητάς τε καί κήρυκας τῆς Τριάδος, τούς Τρισυποστάτῳ Θεῶ λατρεύειν τούς πιστούς ἐκδιδάξαντας ˙  Σεραφείμ τόν ἀθλητικώτατον, Ἰωάννην τε ἡδύφθογγον, σῦν τῆ σεμνοτάτη Βαρβάρᾳ καί ὄντως Νύμφη Χριστοῦ τοῦ Παντάνακτος, πάντες οἱ φιλέορτοι δεῦτε πιστῶς, συνελθόντες ὕμνοις τιμήσωμεν. Αὐτοί γάρ τῷ Κυρίῳ ὑπέρ ἡμῶν ἀεί πρεσβεύουσιν.

Ἐκτενής καί Ἀπόλυσις, μεθ' ἥν ψάλλομεν τά ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Δεῦτε Ὀρθοδόξων ἡ πληθῦς, θεῖον Σεραφείμ καί Βαρβάραν, καί Ἰωάννην ὁμοῦ, ἄσματι τιμήσωμεν, τούς Χριστοκήρυκας, τούς τήν πλάνην πατήσαντας, καί νίκης λαβόντας, ἀκήρατα στέφανα, παρά Χριστοῦ τοῦ Θεοῦ ˙  ὧπερ παρεστῶτες τῷ θρόνῳ, νέμουσιν ἰάσεις παντοίας, πᾶσι καί πταισμάτων ἀπολύτρωσιν.


Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπό τήν σκέπην σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.




Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης