Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1738
https://www.proseyxi.com

Ευχή κατά της βασκανίας Empty Ευχή κατά της βασκανίας

Την / Το Σαβ Φεβ 16, 2013 3:30 am
ΕΥΧΗ ΚΑΤΑ ΤΗΣ ΒΑΣΚΑΝΙΑΣ

Συντεταγμένη υπό
Αγιορειτών Πατέρων


Ευχή κατά της βασκανίας Stauro10

Ἐλλείψει ἱερέως, ἐκεῖνος ὁ ὁποῖος θα ἀναγνώσῃ τήν παροῦσα εὐχήν πρέπει νᾷ εἷναι καθαρός καθ’ ὄλα. Παίρνει τόν Τίμιο Σταυρόν, σταυρώνει τό βασκανόμενον καί λέγει:

Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἀγίου Πνεύματος. Ἀμήν.

Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.

Βασιλεῦ οὐράνιε, παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγῶς, ἐλθέ καί καί σκήνωσον ἐν ἡμῖν, καί καθάρισον ἡμᾶς ἀπό πάσης κηλῖδος καί σῶσον Ἀγαθέ, τάς ψυχάς ἡμῶν.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου ἐλθέτω ἡ βασιλεία σου γεννηθήτω τό θέλημα σου, ὡς ἐν οὐρανῶν καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον καί ἄφες ἡμῖν τά οφελήματα ἡμῶν, ὡς καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλᾷ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

Καί τά παρόντα τροπάρια. Ἦχος πλ. δ΄.
Κύριε ὅπλον κατά τοῦ διαβόλου, τόν Σταυρόν Σου ἡμῖν δέδωκας φρίττει γάρ καί τρέμει, μή φέρων καθορᾶν αὑτοῦ τήν σύναμιν. Ὅτι νεκρούς ανιστά καί θάνατον κατήργησε. Διά τοῦτο προσκυνοῦμεν τήν ταφή σου καί τήν ἔγερσιν.

Ἅγιοι Ἀνάργυροι καί θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενείας ἡμῶν, δωρεάν ἐλάβετε, δωρεάν δότε ἡμῖν.

Ἀθλοφόρε ἅγιε καί ιαματικέ Παντελεήμων, πρέσβευε τῷ ἐλεήμονι Θεῶ, ἶνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Μέγαν εύρατο ἐν τοῖς κινδύνοις, σε ὑπέρμαχον ἤ οἰκουμένῃ, ἀθλοφόρε τά ἔθνη τροπούμενον. Ὡς οὑν Λυαίου καθεῖλες τήν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύνας τόν Νέστορα, Οὕτως ἅγιε Μεγαλομάρτυρ Δημήτριε Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπό τήν σκέπην σου.

Καί τήν παροῦσαν εὐχήν.
Κύριε ὁ Θεός ἡμῶν, ὁ Βασιλεύς τῶν οὐρανῶν, ὁ Παντοκράτωρ καί Παντοδύναμος, ὁ ὁποίων πάντα καί μετασκευάζων μόνῳ τό βούλεσθαι ὁ τήν ἑπταπλάσιον κάμινον καί τήν φλόγα τήν ἐν Βαβυλῶνι εἰς δρόσον μεταβαλῶν, καί τούς ἁγίους σου τρεῖς παῖδας σώους διαφυλάξας ὁ ἰατρός καί θεραπευτῆς τῶν ψυχῶν ἡμῶν ἤ ἀσφάλεια τῶν εἰς σε ἐλπιζόντων, σου δεόμεθα καί σε παρακαλοῦμεν, ἀπόστησον πᾶσαν διαβολικῇ ἐνέργειαν, πᾶσαν σατανικῇ ἔφοδον, καί πᾶσαν ἐπιβουλήν, περιέργειαν τε πονηράν καί βλάβην, καί ὀφθαλμῶν βασκανίαν τῶν φθονερῶν καί πονηρῶν ἀνθρώπων ἀπό τοῦ δούλου σου (δεινά) καί ἤ ὑπό ὡραιότητος ἤ ἀνδρείας ἤ εὐτυχίας ἤ ζήλου ἤ καί φθόνου βασκανίας συνέβη αὑτός, φιλάνθρωπε Δέσποτα, ἔκτεινον τήν κραταιάν σου χεῖρα, καί τόν βραχίονα σου τόν ἰσχυρόν καί ὕψιστον καί ἐπισκόπων ἐπισκοπῆσον τό πλάσμα σου τοῦτο, καί κατάμπεμψον αὑτῷ ἄγγελον κραταιόν, εἰρηνικόν, ψυχῆς καί σώματος φύλακα, ὅς ἐπιτιμήσει καί ἀπελάσει ἀπ’ αὑτοῦ πᾶσαν βλάβην, πᾶσαν πονηράν βουλήν, πᾶσαν φαρμακείαν καί βασκανίαν τῶν φθονερῶν ἀνθρώπων, καί ὑπό σου ὅσος ἱκέτης φρουρούμενος μετ’ εὐχαριστίας ψάλλει σοι Κύριος ἐμοί βοηθός καί οὐ φοβηθήσομαι τι ποιήσει μοι ἄνθρωπος καί πάλιν οὐ φοβηθήσομαι κακά, ὅτι σύ μετ’ έμου εἰ ὅτι σύ εἰ ὁ Θεός κραταίωνα μου, ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, Πατήρ τοῦ μέλλοντος αἰῶνος. Ναί, Κύριε ὁ Θεός ἡμῶν, φεῖσαι τοῦ πλάσματος σου, καί ῥῦσαι τόν δούλο σου (δεινά) ἀπό πάσης βλάβης, ἀπό πάσης ἐπηρείας καί ἀπό πάσης βασκανίας, καί ἀνώτερον αὑτόν καί ἡμᾶς παντός κακοῦ διαφυλάξον πρεσβείαις τῆς ὑπερευλογημένης ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας, τῶν φωτοειδῶν Αρχαρχαγγέλων καί πάντων σου τῶν ἁγίων. Ἀμήν.

Εὐχή ἐπί πᾶσαν ἀρρωστίαν.
Δέσποτα Παντοκράτωρ, ἰατρέ ψυχῶν καί σωμάτων, ὁ ταπεινῶν καί ἀνυψῶν, παιδεύων καί πάλιν ἰώμενος τόν ἀδελφόν ἡμῶν (τόν δεινά) τόν ασθενούντα ἐπισκέψαι ἐν τῷ ἐλέει σου, ἔκτεινον τόν βραχίονα σου, τόν πλήρη ἰάσεως καί θεραπείας καί ἴασαι αὑτόν ἐξανιστῶν ἀπό κλίνῃς, καί αρρωστείας ἐπιτίμησον τῷ πνεύματι τῆς ἀσθενείας ἀπόστησον, ἀπ’ αὑτοῦ πᾶσαν πληγήν, πᾶσαν ἀλγηδόνα, πᾶσα μάστιγα, πάντα πυρετόν ἤ ῥῖγος καί εἰ τι ἐστίν ἐν αὑτῷ πλημμέλημα ἤ ἀνόμημα, ἄφες, συγχώρησον διά τήν Σήν φιλανθρωπίαν. Ναί, Κύριε, φεῖσαι τοῦ πλάσματος Σου, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὐ εὐλογητός εἰ, σύν τῷ παναγίῳ καί ἀγαθῶ καί ζωοποιῶ Σου Πνεύματι, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἑτέρα προσευχή.
Κύριε ὁ Θεός ἡμῶν, ὁ τά χρόνια καί δεινά πάθη λόγῳ μόνῳ θεραπεύσας, ὁ τήν πενθεράν Πέτρου πυρέσσουσαν ἰασάμενος Αὑτός, καί νῦν, Δέσποτα, ἴασαι τόν δούλο Σου (δεινά) ἀπό τῆς συνεχούσης αὑτόν μάστιγος, ὁ παιδεύων συμπαθῶς καί ἰώμενος ἀγαθός, ὁ πᾶσαν νόσον καί μαλακίαν ἀφαιρεῖσθαι συνάμενος καί ἀνάστησον αὑτόν ἀπό κλίνῃς ὀδυνηράς καί ἀπό στρωμνῆς κακώσεως, ἐπιθεῖς ἐπ’ αὑτόν τό φαρμάκον τοῦ ἐλέους Σου παράσχου αὑτῷ τελείαν ἰάσιν καί ὑγείαν. Ὅτι Σύ εἰ ὁ ἰατρός τῶν σωμάτων καί τῶν ψυχῶν ἡμῶν καί Σοι τήν δόξαν ἀναπέμπομεν τῷ Πατρί, καί Υἱῶ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ, Χριστέ ὁ Θεός, ἐλέησον, καί σῶσον ἡμᾶς. Ἀμήν.

Μετά παίρνει τήν κανδήλαν τόν σταυρώνει διά τοῦ Τιμίου Σταυροῦ καί λέγει:
Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἀγίου Πνεύματος. Ἀμήν.

Καί με τό ἔλαιον τοῦ κανδηλίου χρίει τόν βασκανόμενον καί με αὑτό θεραπεύεται ὁ ἀσθενής.


Ἀναγιγνώσκεται καί εἰς τό άνεμοπρωμα καί τήν λιοκρίσιν.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης