Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών Αγίου Θεράποντα του Ιαματικού Empty Παρακλητικός Κανών Αγίου Θεράποντα του Ιαματικού

Την / Το Κυρ Οκτ 21, 2012 5:35 am
Παρακλητικός Κανών εις τον Άγιο Θεράποντα του Ιαματικού

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών Αγίου Θεράποντα του Ιαματικού Agios_10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ' ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ' ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Β'. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Γ'. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τούς προσιόντας τῷ ἁγίῳ Ναῶ σου, Ἱερομάρτυς τοῦ Κυρίου Θεράπων, καί τήν θερμήν αἰτοῦντας προστασίαν σου, πάσης ἀπολύτρωσαι, ἐπηρείας καί νόσου, καί παθών καί θλίψεων, καί παντοίων κινδύνων, σύ γάρ μεγίστην χάριν πρός Χριστοῦ, ἔχεις παμμάκαρ, τελεῖν τά θαυμάσια.

Δόξα....Απολυτίκον. ΄Ήχος α΄.  Τοῦ λίθου σφραγισθέντος
Ὡς ἐν λυχνία ἐτέθης παρά Θεοῦ λύχνος ἄσβεστος, καταφωτίζων πλουσίως τά λογικά Αὑτοῦ πρόβατα, δογμάτων ὀρθοδόξων διδαχαῖς, Θεράπων τοῦ Χριστοῦ Ἱερουργέ. Διά τοῦτο, συγχορεύεις ματᾷ τῶν Ἀσωμάτων, διπλοῖς στεφάνοις κοσμούμενος. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, τόν δρόνον τοῦ μαρτυρίου διελθεῖν, πρεσβεύων μή ἐλλίπῃς, ὑπέρ ἡμῶν τῶν τιμώντων Σε.  

Καί νῦν.....Θεοτοκίον.
Οὐ σιωπήσομέν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.


Ὢδή ἀ Ἦχος πλ δ΄. Ὑγράν διοδεύσας
Θεόν, ἐκδυσώπει ὑπέρ ἡμῶν, Θεράπον θεόφρον, τῶν τιμώντων σε εὐλαβῶς,διδόναι ἡμῖν πταισμάτων λύσιν, καί τῶν παθῶν ἀπολύτρωσιν Ἅγιε.

Ἐν νόσοις πλουτοῦντες σε Ἰατρόν, πιστῶς σοι βοῶμεν, Ἱεράρχα θαυματουργέ, ἴασαι ψυχῶν ἡμῶν τούς πόνους, καί τῶν σωμάτων ὀδύνας δεόμεθα.

Ῥοαῖς τῶν ἁγίων σου πρεσβειῶν, κατάσβεσον Πάτερ, τῶν παθών μου φλόγαν πικράν, καί όμβρησον δρόσον εὐφροσύνης, τῆ τεθλιμμένη ψυχή μακάριε.

Θεοτοκίον.
Ἀγία Παρθένε Μῆτερ Θεοῦ, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, ῥῦσαι ἐναγῶν με νοημάτων, καί τήν ῥυπῶσαν ψυχήν μου ἁγίασον.


Ὢδή γ'.  Οὐρανίας ἁψῖδος.
Πλήρης ὤν θείας δόξης, τῆ τοῦ Χριστοῦ χάριτι, πάσης ἀδοξίας Θεράπον, παθών θλιβόντων με, λύτρωσαι δέομαι, καί τήν κατ΄ ἄμφω ὑγείαν, καί ῥῶσιν παράσχου μοι, ὡς συμπαθέστατος.

Ὁ Ναός σου ὁ θεῖος, οἵα λιμήν ἄκλυστος, πρόκειται Θεράπον τοῖς πᾶσι, ἐπιφοιτήσει  σου, ὦ προσευχόμενοι τρικυμιῶν τῶν τοῦ βίου, τάχος ἐκλυτρούμεθα, ὑμνολογοῦσαι σε.

Νοσημάτων ποικίλων, καί συμφορῶν Ἅγιε, ὡς Ἱερομάρτυς Θεράπον, Χριστοῦ περίδοξος, ῥύου ἑκάστοτε, τούς τῆ θερμῇ σου πρεσβεῖα, πίστει καταφεύγοντας, καί εὐφημοῦντας σε.

Θεοτοκίον.
Δυναστείας με ῥῦσαι, τῆς τοῦ ἐχθροῦ Ἄχραντε, δι’ ἦς καθ’ ἑκάστην ἡμέραν, τῷ νώ μολύνομαι, καί μετανοίας τό πῦρ, ἄναψον νῦν τῆ ψυχή μου, ὡς ἀν τῆς λαμπρότητος, τύχω τοῦ Πλάστου μου.


Διάσωσον, Ἱερομάρτυς, Θεράπον ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καί νοσημάτων καί θλίψεων, τούς ἀδιστάκτῳ καρδία σοι προσιόντας.

Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα
΄Ήχος  β΄. Πρεσβεία θερμή.

Προστάτην θερμόν, κεκτήμεθά σε Ἅγιε, ἐκ πάσης ὀργῆς, ἡμᾶς ἀπολυτρούμενον, διό πιστῶς βοώβμεν σοι, Ἱεράρχα Θεράπον πανθαύμαστε, μή διαλίπῃς παρέχειν ἀεί, ἡμῖν τήν ταχεῖαν σου βοήθειαν.


Ὢδή δ' . Εἰσακήκοα Κύριε
Ἰατρεύειν ἑκάστοτε, τούς τετρυχωμένους δεινοῖς νοσήμασι, μή ἐλλείπῃς ἀξιάγαστε, πίστει προσιόντας τῆ εἰκόνι σου.

Δοξασθείς πολλοῖς θαύμασιν, ὡς Ἱερομάρτυς Χριστοῦ ἀήττητος, ἀναβλύζεις χάριν ἄφθονον, Ἅγιε Θεράπον τοῖς οἰκέταις σου.

Οἱ ἐν θλίψει προσπέσατε, τῆ εἰκόνι πίστει τῆ τοῦ Θεράποντος, ἶνα λάβητε τήν ἴασιν, καί ἀπαλλαγῆτε πάσης μάστιγος.

Θεοτοκίον.
Ὑπερύμνητε Δέσποινα, ἐκτενῶς δυσώπει τόν ἐκ λαγόνων σου, προελθόντα ὑπέρ ἔννοιαν, ἶνα σωτηρίας πάντες τύχωμεν.


Ὢδή ἕ΄.  Φώτισον ἡμᾶς
Μέγας ἀρωγός, καί προστάτης ἑτοιμότατος, τοῖς προστρέχουσι τῷ θείω σου Ναῶ, ὡς κλεινός Ἱερομάρτυς ὤφθης Ἅγιε.

Όμβρησον ἡμῖν, οὐρανόθεν ἀγαλλίασιν, τοῖς ἐν θλίψεσι καί πόνοις χαλεποῖς, ὦ Θεράπον καί εἰρήνην ἀστασίαστον.

Ἴδε συμπαθώς, τούς προσπίτοντας ἐκ πίστεως, τῆ ἀγία εἰκόνι καί σεπτή, καί τήν δέησιν αὑτῶν πλήρωσον Ἅγιε.

Θεοτοκίον.
Θραῦσον τοῦ ἐχθροῦ, τήν μανλιαν καί τά βέλεμνα, τοῦ ὡς λέοντος ὁρμῶντος καθ’ ἡμῶν, Θεοτόκε ἐν εἰρήνη ἡμᾶς σκέπουσα.


Ὢδή στ΄. Τήν δέησιν.
Ἐξ ‘ ὕψους, Ἱερομάρτυς Κυρίου, τούς πελάζοντας τῷ θείω σοι Οἴκῳ, ἐν ἱλαρότητος ὄμματι βλέψον, καί τάς φωνάς τούτων πρόσδεξαι Ἅγιε, καί δίδου τούτοις συμπαθώς, τάς αἰτήσεις καί πάν ἄλλο δώρημα.

Ῥημάτων, ἐκ κατωδύνου ψυχῆς μου, ἐνωτίσθητι δεήσεως Πάτερ, καί συνεχούσης με θλίψεως ῥῦσαι, ἐπιφερούσης μοι πόνοις καί δάκρυα, καί λύτρωσαί με τῶν δεινῶν, τῆ θερμή ἀντιλήψει σου Ἅγιε.

Ἀπᾴσῃς ἐπιβουλῆς τῶν δαιμόνων, καί κακίας τῶν τά φαῦλα φιλούντων, Ἱερομάρτυς Κυρίου Θεράπον, τῆ ὀξυτάτη πρεσβεία σου λύτρωσαι, τούς σε προστάτην ἀληθῆ, ἐν κινδύνοις καί θλίψεσιν ἔχοντας.

Θεοτοκίον.
Πληγείς μέν, τῆ τοῦ Βελίαρ μανία, καταπέπτωκα εἰς βάθη κακίας, τήν δε πολλήν σου χρηστότητα Κόρη, εἰς νοῦν λαβόμενος πίστει κραυγάζω σοι. Εξάρπασόν με τῶν χειρῶν, τοῦ ἐχθροῦ Θεοτόκε καί σῶσον με.


Διάσωσον, Ἱερομάρτυς, Θεράπον ταῖς σαῖς πεσβείαις, πάσης βλάβης καί νοσημάτων καί θλίψεων, τούς ἀδιστάκτῳ καρδία σοι προσιόντας

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως, επ΄εσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί εὐθύς τό Κοντάκιον.
΄Ήχος β΄. Τοῖς αἱμάτων σου ῥείθροις

Ἱερομάρτυς Θεράπον μακάριε, τῆς Ἐκκλησίας προστάτα καί πρόβολε, ἀπείργων μή παύσῃ δεόμεθα, τάς καθ΄ημών ἐπιθέσεις τοῦ δράκοντος. Σύ γάρ βοηθός ἡμῶν ἕτοιμος.


Προκείμενον
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὑτοῦ
Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὑτοῦ

Εὐαγγέλιον Ἐκ τοῦ κατά Λουκᾶν (Κεφ.12, 8-12)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πᾶς ὅς ἀν ὁμολογήσει ἐν ἐμοί ἔμπροσθεν τῶν ἀνθρώπων, καί ὁ Υἱός τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὑτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δε ἀρνησάμενος με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καί ὅς ἐρεῖ λόγον εἰς τόν Υἱόν τοῦ ἀνθρώπου, ἀφεθήσεται αυτώ΄ τῷ δε εἰς τό Ἅγιον Πνεῦμα βλασφημήσαντι ούκ ἀφεθήσεται. Ὅταν δε προσφέρωσιν ὑμᾶς ἐπί τάς συναγωγάς, καί τάς ἀρχάς, καί τάς ἐξουσίας, μή μεριμνᾶτε πως ἡ τι ἀπολογήσησθε, ἤ τι εἴπητε. Τό γάρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὑτῇ τῆ ὤρα, ἀ δεῖ εἰπεῖν.


Δόξα...
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν..
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ.  Ἐλέησον με, ὁ Θεός....
Ἦχος πλ’β΄. Ὅλην ἀποθέμενοι

Ὅλην τήν τοῦ Πνεύματος, ὡς Ἱεράρχης θεόφρον, χάριν εἰσδεξάμενος, τόν Χριστόν ἐδόξασας δι' ἀθλήσεως, καί πολλαῖς χάρισι, δοξασθείς Θεράπον, ἐνεργείς πᾶσιν ἰάματα, καί παύεις Ἅγιε, πάθη καί δεινά ἀρρωστήματα, τοῖς πίστει προσπελάζουσι, τῷ σεπτῷ Ναῶ σου ἑκάστοτε, διό σοι βοῶμεν, Μή παύσῃ ἱκετεύων τόν Χριστόν, ἁμαρτιῶν δοῦναι ἄφεσιν, τοῖς σε μακαρίζουσιν.

Σῶσον ὁ Θεός τόν λαόν Σου.....

Ὠδή ζ΄.  Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἐξ’ ἐχθρῶν ἀοράτων, καί δεινῶν συντριμμάτων Θεράπον ἔνδοξε, καί πάσης ἀθυμίας, ἀπήμονας συντήρει, τούς βοῶντας ἑκάστοτε’ Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Ἰαμάτων τά ῥεῖθρα, ἡ ἀγία εἰκών σου Θεράπον βλύζουσα, παθών τάς διεκχύσεις, ξηραίνει καί παρέχει, τήν ὑγείαν τοῖς κράζουσιν’ Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Ἀλγυνόμενος σφόδρα, ταῖς πολλαῖς ἁμαρτίαις Θεράπον Ἅγιε, προστρέχω τῷ Ναῶ σου, τυχεῖν τῆς θεραπείας, ἤν παράσχου μοι κράζοντι’ Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Θεοτοκίον.
Νεκρωθείς Θεοτόκε, ταῖς πολλαῖς ἁμαρτίαις ἄπνους κατάκειμαι, ἀλλά πρός σε ἐκτείνω, καί χεῖρας καί καρδίαν, καί τήν δέησιν Ἄχραντε, ‘ἰνᾷ σωθείς τοῦ ἐχθροῦ, ζήσω ζωήν ὁσίαν.


Ὢδή ἡ΄.  Τόν Βασιλέα τῶν ουρανῶν
Γενοῦ Θεράπον, ἡμῶν μεσίτης καί πρέσβυς, πρός τόν Κύριον τόν σε ἐνισχυκότα, ἶνα τῶν πταισμάτων, ληψώμεθα τήν λύσιν.

Ἐν τῷ Ναῶ σου, ἅπας πιστός καταφεῦγον, ὤν περ δέεται κομίζεται τήν κτῆσιν’ ὅθεν σου Θεράπον, κηρύττομεν τήν χάριν.  

Ῥύπον κακίας, τῆ ῥυπτική σου πρσβεία, ἀποκάθαρον ψυχήν μου τήν ῥυπῶσαν, ἶνα σε γεραίρω κλεινέ Ἱερομάρτυς.

Θεοτοκίον.
Ἀδιαφθόρως, τόν πάντων Κτίστην τεκοῦσα, τόν φθαρέντα με ἀπάτη τοῦ Βελίαρ, καίνισον Παρθένε, διά τῆς μετανοίας.


Ὢδή θ΄. Κυρίως Θεοτόκον.
Συνών Ἀγγέλων δήμοις, σύν αὑτοῖς δυσώπει, Ἱερομάρτυς Θεράπον μακάριε, πάσης ἀνάγκης λυτροῦσθαι, τούς σε γεραίροντας.

Ιάτρευσον τόν νοῦν μου, Ἅγιε Θεράπον, καί τάς ὀδύνας τοῦ σώματος κούφισον,τη σοι δοθείσῃ πλουσία, θεόθεν χάριτι.

Μεγάλως ἐδοξάσθης, ὡς Ἱερομάρτυς, παρά Κυρίου Θεράπον μακάριε,  Ὅθεν μεγάλων κινδύνων, ἡμᾶς απάλλατε.

Οἱ πίστει προσιόντες, τῆ σή προστασία, πάσης ἀνάγκης τήν λύσιν κομίζονται’ διό Θεράπον απαύστωςσε μακαρίζομεν.

Θεοτοκίον.
Ὑψώσασα τήν φύσιν, τοῦ Ἀδάμ πεσοῦσαν, τῷ πανυψίστῳ σου τόκῳ Πανάμωμε,πρός  ἀρετῶν τάς ὑψώσεις τόν νοῦν μου ὕψωσον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Ὤφθης Ἱεράρχης θεοειδής, καί στερρῶς ἀθλήσας, Ἀθλοφόρος περιφανῇς, καί ἐν ἀμφοτέροις, Χριστόν λαμπρῶς δοξάσας, ἀξίως ἐδοξάσθης, Θεράπον ἔνδοξε.

Χρῖσμα περικείμενος τό σεπτόν, ἐν Ἀρχιερεῦσι, διαπρέπεις ποιμαντικῶς, καί ὑπέρ Κυρίου, νομίμως ἐναθλήσας, πολλῶν χαρίτων ὤφθης, Θεράπον ἔμπλεως.

ᾜσχυνας τῆς πλάνης τάς μηχανάς, ἔν λόγοις καί ἔργοις, καί ἀγῶσιν ἀθλητικοῖς, Ἅγιε Θεράπων, διό τοῖς σε αἰτοῦσι, παρέχεις οὐρανόθεν, χάριν ἀέναον.

Χαίροις ἱερέων κλέος σεπτόν, χαίροις Ἀθλοφόρων, ἐγκαλλώπισμα ἱερόν,  Ἅγιε Θεράπων, σοφέ Ἱερομάρτυς, προστάτα τῶν ἐν πίστει, ἀνευφημούντων σε.

Πᾶσι τοῖς προστρέχουσιν εὐλαβῶς, τῷ θείω Ναῶ σου, δίδου Πάτερ ὡς Ἰατρός, νόσων θεραπείαν, καί βίου ἁρμονίαν, καί ψυχικήν γαλήνην, Θεράπων Ἅγιε.

Πρέσβευε απαύστως ὑπέρ ἡμῶν, Θεράπον παμμάκαρ, τῷ τῶν ὅλων Δημιουργῶ, ὡς  ἀν τῷ ἐν βίῳ , δυσχερειῶν ῥυσθῶμεν, καί λάβωμεν πταισμάτων, τήν απολύτρωσσιν.

Ῥῶσιν δός τῷ δούλῳ σου, Ἰατρέ, ἔνδοξε Θεράπον, ὡς τήν χάριν παρά Θεοῦ, τοῦ σῴζειν ἀξίως, λαβών παντός κινδύνου, τούς τῆ σεπτῇ Πηγή σου, θερμῶς προστρέχοντας.

Παθῶν ταραττόμενος προσβολαῖς, πρός σε καταφεύγω, τήν ἀνάρρωσιν ἐκζητῶ, Θεράπον Κυρίου, Μάρτυς καί Ἱεράρχα, ἐκ τούτων οὑν ἁπάντων, σύ με ἀπάλλαξον.

Χαίροις θεραπείας ὁ χορηγός, χαίροις  τῶν νοσούντων, ὁ Ἀνάργυρος Ἰατρός, λύει πάσας νόσους, ἡ Ἱερά εἰκών σου, τήν πίστει προσκυνοῦντες, Θεράπον Ἅγιε.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς,  οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τῷ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Ἀπολυτίκιον.  Ἦχος α΄. Τοῦ λίθου σφραγισθένος.
Ὡς ἐν λυχνία ἐτέθης παρά Θεοῦ λύχνος ἄσβεστος, καταφωτίζων πλουσίως τά λογικά Αὑτοῦ πρόβατα, δογμάτων ὀρθοδόξων διδαχαῖς, Θεράπων τοῦ Χριστοῦ Ἱερουργέ. Διά τοῦτο, συγχορεύεις ματᾷ τῶν Ἀσωμάτων, διπλοῖς στεφάνοις κοσμούμενος. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, τόν θρόνον τοῦ μαρτυρίου διελθεῖν, πρεσβεύων μή ἐλλίπῃς, ὑπέρ ἡμῶν τῶν τιμώντων Σε.  


Ἦχος πλ ἀ΄.  Τόν συνάναρχον Λόγον.
Θεραπεύσας ἐνθέῳ, ζήλῳ τόν Κύριον, ἀληθῶς ἀνεδείχθης, Θεράπον τούτου πιστός,διό γέγονας ἡμῖν τοῖς τιμῶσι σε, ἀκεσώδυνος πηγῇ, καί πολυχεύμων ποταμός, θαυμάτων καί ἰαμάτων, Θεράπον, Ἱερομάρτυς Κυρίου, πρέσβευε, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.  

Ἐκτενής καί Ἀπόλυσις, μεθ' ἥν ψάλλομεν τό ἑξῆς.

΄Ήχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς προστρέχοντας πιστῶς, τῆ σή ὀξυτάτη πρεσβεῖα, Θεράπον ἔνδοξε, πάσης ἀπολύτρωσαι, βλάβης καί θλίψεως, καί τοῖς πάσχουσιν δώρησαι, χαράν καί Ὑγείαν, καί πταισμάτων ἄφεσιν, αἴτησαι ἅπασι, σύ γάρ, ὡς καλῶς ἀριστεύσας, ἔλαβες θεόθεν τήν χάριν, ἐκπληροῦν ἁπάντων τά αἰτήματα.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης  καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπό τήν σκέπην σου.  


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός,
ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.




_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης