Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Αρβανίτισσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Αρβανίτισσαν

Την / Το Κυρ Οκτ 21, 2012 10:17 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Αρβανίτισσαν


Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθειτίσσης.
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Αρβανίτισσαν Arbana10

Την έν Καρυαΐς της Χίου οπτανομένην.
(ΤΗς ή ιερά σύναξις έπιτελεΐται την πρώτην Κυριακήν μετά την των Αγίων Πάντων).



Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τά Τροπάρια.

Ἤχος δ'. Ό ύψωθείς έν τω Σταυρῶ.

Ἰκετικώς τῆ σή εἰκόνι προσπίπτω, τῆν σῆν ἄνεικαστόν αἰτούμενος χάριν, τοῦ ἐκφυγεῖν τόν κλύδωνα, παντοίων δεινῶν κράζων ἐκ βαθέων μου, Παναγία Παρθένε, Κόρη Άρβανίτισσα, ἀντιλήπτωρ γενοῦ μοι• καί θεοδρόμους δεῖξον μοι ὀδούς, ὦς τετοκυΐα, Χριστόν τόν Θεάνθρωπον.

Δόξα. Ὅμοιον
Η ἱερά καί Άγιόνησος Χίος, τῆ παρουσία σου  Παρθένε καυχᾶται, καί συγκαλεΐ πρός αἴνεσιν, λατρείας ήμας• σύ γάρ έποπτάνεσαι, ἔν  αὕτη Παναγία, κάλλει ὡραιότητος, διαλάμπουσα πάνυ- Άρβανιτίσσης φέρουσα στολήν, ὤσπερ νεᾶνις, σεμνή λιγυρόκορμος.

Καί νῦν. Ὅμοιον
Οὗ σιωπησομέν πότε, Θεοτόκε, τάς δυναστείας σου, λαλεῖν οἱ ἀνάξιον ειμή γάρ σύ προΐστασο πρεσβεύουσα, τις ἤμας ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν ἐῷς νΰν ἐλευθέρους; Ούκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοΰ• σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ κανόνος. Οὔ ἡ ἀκροστιχίς:
«Άρβανίτισσαν Παναγίαν ἐν ὔμνοις τιμῶ. ’Ισιδώρας».

Ἦχος πλ. δ'. ’ὨΙδή ἀ'. Ὑγράν διοδεύσας.

Ἁγίων ἤ δόξα καί ἤ τιμή, Άγγέλων ὅ ὕμνος  τῶν ἀνθρώπων καταφυγή, ὑπάρχεις ἀεί ἔν ἀσφαλείᾳ' ὦ Άρβανίτισσα Κόρη Παντάνασσα.

Ῥημάτων ἐπάκουσον τῆς έμης, φωνῆς Παναγία  Άρβανίτισσα τῆς οἰκτρᾶς, καί δός μοί πρεσβείαις μητρικαῖς σου• ἐλευθερίαν παθῶν τῶν θλιβόντων με.

Βαρβάρων ἐῤῤύσῳ ἐπιδρομῇς, τήν νῆσον τῆς Χίου ἔν χειρί σου τῆ κραταιᾷ, πιστοῖς Άρβανίτισσα Παρθένε κηδεμονίας σου δοῦσα τήν πρόνοιαν.

Ἀπαῦστως δυσώπησον τόν Θεόν, "Ὀν ἔσχες χερσί σου Άρβανίτισσα Μαριάμ, τό ἔλεος δοῦναι ἡμῖν πασι• τοῖς μεγαλύνουσι πόθῳ τήν σκέπην σου.

Ναμάτων πληρέστατος ποταμός, χρηστότητος ῥεῖθρον ἀγαθότητος προχόη, ὑπάρχει ὅ "Ἅγιος Ναός σου• ὅ ἔν τῆ Χίῳ σεμνῇ Άρβανίτισσα.


’ᾨδή γ'. Οὐρανίας ἁψῖδος.
Ἱερεῖς καί Λευΐται, τήν σήν μορφήν σέβουσι, καί οἱ Βασιλεῖς ὁμοφρόνως, σε λιτανεύουσιν,  οἱ δε πιστοῖ συνῳδά, τοΰ Ἀρχαγγέλου τό Χαῖρε, ἔν χαρά φωνοῦσι σοι, ὦ Άρβανίτισσα.

Τῆς σής δόξης τό πλῆρες, καί τῆς τιμῆς Δέσποινα, τῆς ὑπερβαλλούσης τόν πλοῦτον, πάντες θαυμάζουσιν, ὅτι Πατρός τῆ βούλῃ, ὦ Άρβανίτισσα Κόρη, ἔν σαρκί ἐκύησας, Λόγον συνάναρχον.

Ἰσχυρᾷ ἔν πολέμοις, καί ἔν δεινοῖς ἄθραυστος,  πέλει Άρβανίτισσα Κόρη, ἤ προστασία σου, ὅτι λοιμοῦ φοβεροῦ, τήν νῆσον Χῖον ἐῤῤύσῳ, τήν κατ’ ἄμφω νέμουσα, ῥῶσιν τοῖς χρῄζουσιν.

Σελασφόρος νεφέλη, τόν νοητόν "Ἥλιον, τοῖς ἔν τοῖς σκιᾷ καθημένοις, ὦ Άρβανίτισσα, ἐξανατέλλεις διό, τῆ σκοτισθείση ψύχη μου, ἱλαρόν ἀνάτειλον, φῶς ἐπιγνώσεως.

Σεμνοτάτῃ ἤ θέα, τῆς σής μορφῆς πέφυκε, καί τό ἀξιέραστον κάλλος, τό τοΰ προσώπου σου, ὑπερεκπλήττει βροτούς, ὦ Άρβανίτισσα Κόρη, έξιστα Ἀγγέλων τε, θεῖα στρατεύματα.


Επίφανον, ἡμῖν τό κάλλος τῆς θείας σου εὐπρεπείας, τοῖς τιμῶσι σε ἔν ᾠδαῖς σεμνῇ Άρβανίτισσα, καί αὔγασον φέγγος τῆς ἀληθείας.

Ἐπίβλεψον ἔν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοΰ σώματος κάκωσιν, καί ἴασαι τῆς ψύχῃς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμῆ.

Τῆς Χίου λαός, ἀγάλλεται τῆ σκέπῃ σου, Ἑλλάδος ἤ γῆ, λαμπρύνεται τῆ δόξῃ σου, καί χαράς σοι ασματα• προσφωνοῦσα κράζει ἑκάστοτε, τῆ σῇ προνοίᾳ φύλαττε 'Ρωμηών, τό γένος Παρθένε Άρβανίτισσα.


’Ὠδή δ'. Εἰσακήκοα Κύριε...
Ἀδιστάκτῳ τῆ πίστει σοι, Κόρη Άρβανίτισσα καταφεύγουσιν τῆς Ἑλλάδος τά στρατεύματα, καί τῆς νήσου Χίου τά πληρώματα.

Ναυτιῶντι με κλύδωνι, τῶν πειρατηρίων καί περιστάσεων Άρβανίτισσα παράσχου μοι, βοηθείας χεῖρα σου τήν ἄμαχον.

Πεπτωκότα με πάθεσι, καί τοῖς ἁμαρτήμασιν ἀπολλύμενον σαῖς πρεσβείαις Άρβανίτισσα, Παναγία πάλιν με ἀνάστησον.

Ἀνδρικῷ με φρονήματι, καί ψύχη γενναία ἐμπολιτεύεσθαι- Παναγία ’Άρβανίτισσα, καταξίωσόν με τόν ἱκέτην σου.

Νικητήν με ἀνάδειξον, κατά τοΰ ἀλάστορος Άρβανίτισσα- Παναγία ἤ τῷ κράτει σου, τοΰ ἐχθροῦ νικῶσα τά βουλεύματα.


’ᾨδή ἕ'. Φώτισον ἤμας.
Ἄσμασι καινοῖς, Παναγία Άρβανίτισσα, σήν ὑπέρμαχον δοξάζομεν ἰσχύν, ἀνευφημοῦντες, τήν ταχεῖαν σου ἀντίληψιν.

Γήρατος ἰσχύς, χαλινός τε τῆς νεότητος, πενομένων τε τροφός καί βοηθός, ἀεί ὑπάρχεις, Παναγία Άρβανίτισσα.

Ἰλεῶν ἡμῖν, Παναγία Άρβανίτισσα, τόν Θεόν  "Ὅνπερ ἀπέτεκες σαρκί, ταῖς Μητρικαῖς σου, παρακλήσεσιν ἀπέργασαι.

Ἀγᾶν ἔν δεινοῖς, καί ἔν μάχαις σύ προΐστασαι, Παναγία Άρβανίτισσα σεμνή, ἐκ τῶν κινδύνων, ἀεί σῴζουσα τούς "Ἕλληνας.

Νέκταρ  νοητόν, ὑπέρ ἔννοιαν γλυκύτητα, εὐφροσύνην καί χαράν πνευματικήν, εἰκών σου βλύζει, Παναγία ’Άρβανίτισσα.


’Ὠδή στ'. Τήν δέησιν.
Ἐπίστασαι, φανερῶς ἑκάστοτε, ἔν ήμέρα καί νυκτί Παναγία ὦς λιγυρά, καί πανέμορφος Κόρη, τό μελανόχρωμον φέρουσα ένδυμα• καί νέμουσα λαμπροφανη• Άρβανίτισσα χάριν καί εὔνοιαν.

Νεκρώσεως, καί φθοράς τόν ἄνθρωπον, τῷ σῶ τόκῳ ἐλυτρώσω Παρθένε ζωοποιόνᾼναστάσεως χάριν,και αἰωνίαν παρέχουσαν λύτρωσιν ὦ Αρβανίτισσα σεμνή ἀγαθότητος πλῆρες κεφάλαιον.

Ὑφάνασα, ἕξ άγνών αἱμάτων σου, τῷ τῶν ὀλῶν Βασιλεῖ άλουργίδα• βασιλικήν, περιβέβλησαι χάριν, καί οὐρανίας τιμῆς κοσμιότητα• ἔν εὐπρεπείᾳ, ιερα• Παναγία σεμνῇ Άρβανίτισσα.

Μητρόθεε,Παναγία Δέσποινα, Αρβανίτισσα Παρθένε Μαρία δόξαν ἡμῖν τήν ἀμείωτον δίδου, καί κατά χάριν θεούς ἤμας ποιῆσον τούς σέβοντας πανευλαβώς• τό σεπτόν σου καί ἅγιον "Ὄνομα.

Νυστάξαντες, ῥαθυμίας πάθεσι, καί τῆ λήθη τῆς ἀγνοίας πεσοντες• δίδου ἡμῖν, συμπαθείας σου χεῖρα, ὦ Άρβανίτισσα Κόρη φιλάγαθε• ἰνᾷ νυμφῶνα τοῦ φωτός• σύν φρονίμοις παρθένοις οἰκίσωμεν.


Επίφανον, ἡμῖν τό κάλλος τῆς θείας σου εὐπρεπείας, τοῖς τιμῶσι σε ἔν ὠδαϊς σεμνῇ Άρβανίτισσα, καί αυγασον φέγγος τῆς ἀληθείας.

Ἄχραντε, ἤ διά λόγου τόν Λόγον άνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα, δυσώπησον, ὦς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Δυναστείας τῆς δαιμονικῆς ἠλευθέρωσας, τήν βροτείαν φύσιν τοΰ Ἀδάμ Θεονύμφευτε, σύ γάρ μόνη ὑπερφυῶς ἀπέτεκες ἔν γη• Θεόν ἄναρχον μετά σαρκός, καί ἐπανήγαγες ἤμας, εἰς τήν πρώτην λαμπρότητα, πύλη τῆς σωτηρίας, ἀνθρώπων τε εὐκληρίᾳ, καί πρός Θεόν καταλλαγῇ, Παναγία Άρβανίτισσα.


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.(Κεφ. α´ 39-49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα• καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς• καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν• Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ• Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί• ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.


Δόξα Πατρί καί Ύιω καί Ἁγίῳ Πνεύματι.
Τῆς Άρβανιτίσσης, πρεσβείαις ’Ἐλεῆμον, έξάλειψον τά πλήθη τῶν έμών ἐγκλημάτων.

Καί νϋν καί ἀεί
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ’Ἐλεῆμον, έξάλειψον τά πλήθη τῶν έμών ἐγκλημάτων.

Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Χίος ἐπαγάλλεται, ἤ θεοτίμητος νῆσος, Καρυῶν χωρίον τε, άγλαώς δεδόξασται τῆ σή  χάριτι• ἔν αὕτη ἔκτισται, ὅ σεπτός Ναός σου,  Παναγία Άρβανίτισσα εἰκών τε θεία σου, μεγαλοπρεπῶς τεθησαύρισται• ἕξ ἦς άναπηγάζουσι, ῥεῖθρα δωρεῶν τά ἀκένωτα- τούτων μετασχόντες, βοῶμεν σοι τό χαῖρε Μαριάμ, εὐλογημένη Πανάμωμε, βροτῶν ἤ ἀνάκλησις.

Οὐδείς προστρέχων ἐπί σοι, κατησχυμένος  ἀπό σοϋ ἐκπορεύεται, άγνή Παρθένε Θεοτόκε• ἀλλ’ αἰτεῖται τήν χάριν καί λαμβάνει το δώρημα, πρός τό συμφέρον τῆς αἰτήσεως.

Μεταβολή τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων, ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καί λαόν, τῶν πολεμουμένων ἤ εἰρηνῇ, τῶν χειμαζομένων ἤ γαλήνῃ, ἤ μόνη προστασίᾳ τῶν πιστῶν.

Σῶσον ὅ Θεός τόν λαό σου...

’Ὠδή ζ'. Οἱ ἐκ τῆς ’Ἰουδαίας.

Ο χριστώνυμος κλῆρος, καί λαός ἐν τῆ Χίῳ συνεπαγάλλονται, τῆ μνήμη σου τῆ θεία Παρθένε Παναγίαᾼρβανίτισσα Δέσποινα καί ἑορτίοις ὠδαῖς ᾳἰναίσουσι σε συμφώνως.

Ἰατρείας παρέχεις, δωρεάν τοῖς νοσοῦσιν ὦ IΆρβανίτισσα, Θεοϋ γάρ οὖσα Μήτηρ, τοϋ πάντα δυναμένου, τά ἀνέφικτα πέπρακται• καί διά σοϋ ἀγαθῶν, ἤ δόσις τελειοῦται.

Σύν μητράσι ὦς μήτηρ, σύν παρθένοις παρθένος ὦς ἀδιάφθορος, δωρῆσαι ἀφθαρσίαν, ἐλέους τε τόν πλοῦτον, Μαριάμ Άρβανίτισσα τοῖς τήν σεπτήν σου μορφήν, πιστῶς ἀσπαζομένοις.

Τηλαυγῶς καθωράθης, ἔν νυκτί καί ἔν ὄρθρῳ ὦ Άρβανίτισσα, βαδίζουσα ἔν Χίῳ, καί κρούουσα Ναοῦ σου, τοϋ Ἀγίου τούς κώδωνας• καί τάς κανδήλας αὑτοῦ, καλοῦσα τοϋ ἀνάπτειν.

Ιαμότητα ᾌδου, καί θανάτου τόν ὄλεθρον  τόν πικρότατον, ἠφάνισας εἰς τέλος Ἀνάστασιν δε πᾶσι, καί ζωήν Άρβανίτισσα θεογεννῆτορ βροτοῖς, τῷ τόκῳ σου πιστοῦσαι.


’ᾨδή ἡ'. Τόν Βασιλέα.
Μή διαλίπῃς, ὑπέρ ἡμῶν τῷ Υἱῷ σου, Άρβανίτισσα Κόρη πρεσβεύειν, τῶν τά μεγαλεῖα, ἐνδόξως σου τιμώντων.

Ὡς θαυμάσια ῳ Αρβανίτισσα κόρη ῳς ἐξαίρετος  πάνυ υπάρχει,της ἦς παρουσίας ἡ θεία ὡραιότης

Ἱλαρωτάτη, καί λιγυρά σου ἤ θέα, Μαριάμ Άρβανίτισσα πέλει, σε τούς καθορῶντας, ἐκπλήττουσα ἔν Χίῳ.

Σημείοις θείοις, καί φοβεροῖς ὅ Υἱός σου, καί Θεός Άρβανίτισσα στέφει, δόξῃ ἀκηράτῳ, ὦς "Ἥλιος γάρ λάμπεις.

Ἰδόντες πάντες, οἱ ἔν τῆ Χίῳ Παρθένε, Άρβανίτισσαν σήν προστασίαν, ἔχαιρον αἰνοῦντες, τάς σάς χοροστασίας.


’Ὠδή Θ'. Κυρίως Θεοτόκον.
Διάχρυσον ἐσθῆτα, περιβεβλημένη, πεποικιλμένῃ τε στέφος, ἀφθάρτου τιμῆς, ὦ Άρβανίτισσα Κόρη, Θεῶ παρίστασαι.

Ὡς εὔδιον λιμένα, ἔν ταῖς τρικυμίαις, καί τοῖς κινδύνοις τοϋ βίου, ἤ Χίος πλουτεῖ, τήν ἱεράν σου εἰκόνα, ὦ Άρβανίτισσα.

Ἀγγέλων στρατηγίαι, καί ταξιαρχίαι, τῶν  Ἀρχαγγέλων σοι χαῖρε, βοῶσι χαρά, ὦ Άρβανίτισσα Κόρη, Θεοχαρίτωτε.

Σφραγίς προφητευόντων, θύρα σωτηρίας, καί εὐλογίας ὑπάρχεις, ἤ ὄντως πηγῇ, ὦ Άρβανίτισσα Κόρη, Θεογεννητρια.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια. Ὤν ἤ ἀκροστιχίς:
«Χαίροις Χίου ἔφορε».


Χαίροις τῶν μητέρων ἤ χαρμονή, χαίροις τῶν παρθένων ἤ ύπέρκαλλος καλλονῇ, χαίροις γῆς άπάσης καί Οὐρανοῦ ἤ δόξα ὦ Δέσποινα Ἀνύμφευτε Άρβανίτισσα.

Ἀνθῇ θεοδρέπτων ὑμνῳδιῶν, δῶρα ὦς εὐώδη Απροσενέγκωμεν οἱ πιστοί, τῆ Άρβανιτίσση Παρθένῳ Παναγία' αὑτήν προσυπαντῶντες άγαλλιώμενοι.

Ἰάσεις σωμάτων τε καί ψυχῶν, βλύζει ἀενάως ἤ εἰκών σου ἤ ἱερά, νῆσον δε τῆς Χίου πλοῦτεϊς ἔν ευλογΐαις• Παρθένε Άρβανίτισσα Θεονύμφευτε.

Ῥάβδῳ ευστοργίας σου μητρικῆς, τρίβον εἰς  εὐθεῖαν σωτηρίου διαμονῆς, σύ ἔν άσφαλεία  ἰθύνεις Παναγία ὑψοῦσα ἐκ βαράθρων ὦ Άρβανίτισσα.

Μῖλος παρθένων πανευλαβώς, ἄθροισμα πιστῶν τε ’Ὀρθοδόξων πᾶσα πληθῦς, λόγοις ἐγκωμίων καί ὕμνοις ευαρέστως• αινοϋσι Παναγίαν τήν Άρβανίτισσαν.

Ἴνδαλμα τῆς πλάνης τό εἰδεχθές, ἔρριπται εἰς  χάος καί συντέτριπται παντελῶς, σοϋ τῷ θείῳ τόκῳ καί κέρας άληθείας• ήνόρθωται ἐνδόξως ὦ Άρβανίτισσα.

Σέλας ἡλιόμορφον καί τερπνόν, εἴδομεν Παρθένε Άρβανίτισσα διά Σοῦ, ἄρχοντα τεκοῦσα καί ποιητήν τῶν φώτων αὐγάζεις γάρ τοῦ κόσμου ἅπαν τό πλήρωμα.

Χίος μεγαλόνησος καθόρα, σοϋ τήν παρουσίαν Άρβανίτισσαν Μαριάμ, ἀμᾷ τε συγχαίρει τῶν Καρυῶν χωρίον Ἐλλάς τε πᾶσα στέργει τήν προστασίαν σου.

Ἵλαθι Παρθένε ὦς συμπαθής, βλέψον εἰς λαόν σου τόν ἐλπίζοντα ἐπί σέ, δίδου σής προνοίας τάς δωρεᾶς άφθονως• καί σκέπε σούς ἱκέτας ὦ Άρβανίτισσα.

Ὄρμον εἰς ἀκύμαντον τοϋ Χριστοϋ, ϊθυνον σούς δούλους Άρβανίτισσα Μαριάμ, πᾶσι δε καρδίαν γαληνιῶσαν δίδου καινίζουσα τήν χάριν τήν ειρηνομορφον.

Ὕψος παρθενίας σου ἐξυμνῶ, βάθος σής ἁγνείας Άρβανίτισσα εὐφημῶ, μέλπω σῶν χαρίτων τό πέλαγος τό μέγα• καί πλῆθος σῶν θαυμάτων τό άπροσμέτρητον.

Ἔρεισμα ἀκράδαντον τῶν πιστῶν, τεῖχος οἰκουμένης καί ἀπόρθητον ὀχυρόν, σθένος πολεμούντων καί νίκη τῶν ἀθλούντων σύ εἰ άδιαψεύστως ὦ Άρβανίτισσα.

Φάλαγγες δαιμόνων αἱ ζοφεραί, ἥττηνται Παρθένε Άρβανίτισσα σῶ φωτί, πρόσωπα πιστῶν τε λαμπρύνονται σή δόξη• καί τάξεις τῶν Άγγέλων συνεπαγάλλονται.

Ὄμματα καρδίας μετά σπουδῆς, αἴρομεν  σοι Κόρη Άρβανίτισσα δουλικῶς, σοϋ τήν συμμαχίαν αἰτούμενοι ἔν πίστεν καί ῥώμη πεποιθότες τῆς σής δυνάμεως.

Ῥόδον τό ἀμάραντον καί τερπνόν, ἤνθησας Παρθένε Άρβανίτισσα τόν Χριστόν, οΰ ταῖς ἀπορρήτοις καί θείαις ευωδιαις• εὐφραίνονται καρδίας τά αἰσθητήρια.

Ἔχουσι Ναόν σου τόν ἱερόν, Καρύαι τῆς Χίου ὦς θεόκτιστον θησαυρόν, ἀμᾷ τε εἰκόνα πλουτοῦσι σου άγίαν χρυσοῦ τιμιωτέραν ὦ Άρβανίτισσα.

Ἰδέ τήν πενίαν μου Μαριάμ, βλέψον εὐτελείας τῆς πολλῆς μου ἔν οἰκτιρμοῖς, πλοῦτον μοι παράσχου τῆς σής άγαθωσύνης• ὦς Μήτηρ τοϋ έλέους ὦ Άρβανίτισσα.

Χαίροις χαροπάροχε Μαριάμ, χαίροις παραδείσου ἤ εὐφρόσυνος άπαρχη, χαίροις σωτηρίας ἤ ἀληθῇς αἰτία βεβαίωσις ἐλπίδος ὦ Άρβανίτισσα.

Πάσαι τῶν Ἀγγέλων οἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἤμας.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἠχός ἀ'. Τῆς έρημου πολίτης.
Τῆς Ἑλλάδος ἤ σκέπη, τῶν πιστῶν καταφύγιον, γένους τῶν 'Ῥώμη ὤν προστασίᾳ, Καρυῶν Χίου έφορος• λαοῦ σου ἀντιλήπτωρ καί φρουρός, Παρθένε Άρβανίτισσα σύ εἰ ὁρωμένῃ μετά σώματος ἐμφανῶς, καί ἔν πολέμοις σπεύδουσα. Χαίροις ἤ κηδεμών τῶν ἔν δεινοῖς, χαίροις τροφός ἤ εὔστοργος, χαίροις ἤ ἐλεοῦσα τόν Θεόν, ὦς Τούτου Μήτηρ ἄχραντος.

Ἐκτενής καί Ἀπόλυσις, μεθ' ἥν ψάλλομεν τά ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Χαίροις Άρβανίτισσα σεμνῇ, χαίροις τῶν πιστῶν ἀντιλήπτωρ, τῶν ὀρφανῶν προμηθεῦ, ἄρτος τῶν πεινώντων τε, ὅ άδαπάνητος• τῶν ἔν δίψει ἀνάψυξις, πενήτων ἤ σκέπη, θάλψις θλιβομένων τε, καί περιβόλαιον χαίροις ἰατήρ τῶν νοσούντων, χαίροις άγαθών ουρανίων• ἤ διαιωνίζουσα ἀπόλαυσις.

Νεῦσον ταῖς δεήσεσιν ήμών, ἄκουσον φωνῆς στεναγμοῦ τε, εὐσυμπαθήτῳ ῥοπή, ὦτα σου διάνοιξον, ταῖς παρακλήσεσιν άναξίων προσφύγων σου, πιστῶς αἰτουμένων, σοϋ τήν οἰκειότητα τήν ἀκατάληπτον ἔχεις τοϋ Θεοϋ γάρ ὦς Μήτηρ, σπλάγχνα οἰκτιρμῶν ἀμετρήτων Κόρη Άρβανίτισσα Θεόνυμφε.

Χῖος ἐγκαυχᾶται ἱερῶς, σοϋ τῆ ἐμφανεῖ παρουσίᾳ, ἔν τοῖς ἐσχάτοις καιροῖς, χαίρει τό  χωρίον τε, τῶν Καρυῶν καί σκιρτα• ὁρατῶς γάρ παρίστασαι, ἔν τούτῳ Παρθένε, θείαις ἐμφανίσεσιν, ὦς Άρβανίτισσα ὕμνους εὐχαρίστως διό σοι, ψάλλουσι βοῶντες άπαύστως• χαίροις τῶν Άγγέλων ἤ εὐπρέπεια.

Σπεῦσον ἐξελοῦ με τῶν δεινῶν, καί τῶν συμφορῶν λύτρωσαί με, τῆ κραταιᾷ σου χειρί,  θραῦσον τά βουλεύματα, τοϋ πολεμητορος• καί τόν νοῦν μου ἀνάγαγε, πρός φώς θειοτάτης, καί ἀδιαδόχου τε, μακαριότητος• πάντα γάρ ποιεῖς ἀκωλύτως, ὦς Θεοῦ τοῦ πάντων Δεσπότου Μήτηρ Παναγία Άρβανίτισσα.

Χάριν τήν πολύδωρον ἡμῖν, δίδου Άρβανίτισσα Κόρη, ταῖς μητρικαῖς σου λιταῖς, πᾶσι τοῖς προστρέχουσι, τῆ ἀντιλήψει σου• καί πιστῶς μεγαλύνουσι, τῶν σῶν θαυμασίων, πλῆθος τό ἀμέτρητον, καί ἀξιέραστον πόθῳ προσκυνοῦσι τε ἀμᾷ, σοϋ τήν παναγίαν εἰκόνα ἤν ἤ Χίος ἔχει ὡς παλλάδιον.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχα Ἀκροτελεύτια.

Διά παντός με φύλαττε ἐκ τῶν δεινῶν τοϋ βίου,
ἀπό βαθέων κράζει σοι ἤ πένης Ίσιδώρα, Δέσποινα Άρβανίτισσα τοϋ κόσμου προστασία,
τῆς Χίου τε ἀντίληψις, τῶν Καρυῶν Κυρία, ἔν ἡ ορασαι ἐμφανῶς ἔν τοῖς ὑστέροις χρόνοις,
πιστῶν εἰς περιποίησιν, λαοῦ εἰς σωτηρίαν, ἰνᾷ τό σόν δοξάζωμεν "Ὄνομα Παναγία,
καί τόν Υἱόν σου καί Θεόν λατρεύωμεν ἔν πίστει, Ὁμοουσίῳ σύν Πατρί καί Πνεύματι Ἁγίῳ,
Τριάδα τήν Ὁμόθεον, Μονάδα Τρισαγίαν, ἡ δόξα καί προσκύνησις ἀνήκει εἴς αἰῶνας.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης