Μοιραστείτε
Πήγαινε κάτω
Νηφωνας
Νηφωνας
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 40

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Γηροκομίτισσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Γηροκομίτισσαν

Την / Το Σαβ Μαρ 30, 2013 11:07 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Γηροκομίτισσαν Πατρών

ποίημα Μητροπολίτου Πατρών Νικοδήμου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Γηροκομίτισσαν Panagi24

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ παναχράντῳ Θεοτόκῳ προσδράμωμεν, καὶ τὴν Εἰκόνα τὴν σεπτὴν ἀσπασώμεθα, ἐν εὐλαβείᾳ κλίνοντες τὸ γόνυ τῆς ψυχῆς· τὴν Γηροκομίτισσαν, μοναζόντων προστάτιν, τῶν Πατρῶν γινώσκομεν, ἀναφαίρετον πλοῦτον, τῆς θείας χάριτος ἀκένωτον πηγήν, τοῖς δεομένοις ἰάματα βρύουσαν.

Δόξα. Ἦχος α΄. Ἐν τῇ Γεννήσει.
Ἐξ Ἀχαΐας τοῦ Πρωτοκλήτου τὸ σκήνωμα, εἰς Βασιλεύουσαν πόλιν ἐκζητοῦσιν ἀνακομίσαι, τοῦ ἄνακτος δὲ βουλή, ὕδωρ Πατρεῦσι δωροφορεῖ, καὶ Ἀρτεμίου νοΐ Παναγία, Σὴν εἰκόνα προτυποῖς Γηροκομίτισσα.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Δέσποινα, δέξαι εὐχὴν ἱκέσιον. Νικοδήμου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Διδοῦσά μοι λόγον Μήτηρ Θεοῦ, ὕμνον Σοι προσάγειν, καὶ παράκλησιν ἐκ ψυχῆς, Δέσποινα Παρθένε Θεοτόκε, Γηροκομίτισσα μὴ ὑπερίδῃς με.

Ἐλέους καὶ χάριτος τοῦ Θεοῦ, τύχοιμεν πρεσβείαις, μητρικαῖς οἱ ἁμαρτωλοί, Σὴν σεπτὴν Εἰκόνα προσκυνοῦντες, ἐπεγνωσμένην ὡς Γηροκομίτισσαν.

Σὲ ἔχομεν πάντες καταφυγήν, ὡς Θεοῦ Μητέρα, πλατυτέρα τῶν οὐρανῶν, θρόνῳ τοῦ Ὑψίστου παρεστῶσα, καὶ παῤῥησίᾳ χρωμένην τῷ τόκῳ Σου.

Πατρῶν Σὲ γινώσκομεν τὴν φρουρόν, ἀπὸ τῆς Μονῆς Σου, ἐφορεύουσαν ἀσφαλῶς, καὶ ἀπὸ κινδύνων ῥυομένην, λαὸν καὶ πόλιν καὶ πᾶσαν περίχωρον.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οἰκητήριον ὤφθης τῆς Σῆς Εἰκόνος πανάχραντε, πλήθη εὐσεβῶν συναγεῖρον, προσκυνητῶν αὐτῆς, Γηροκομείου Μονή, πνευματικὴ κολυμβήθρα, τοῖς πιστοῖς διδοῦσα, τῆς χάριτος νάματα.

Νοσημάτων παντοίων τὰς προσβολὰς Δέσποινα, ἀπὸ τῶν Σῶν δούλων εὐχαῖς Σου, ταχὺ φυγάδευσον, τῶν προσιόντων πιστῶς, τῷ ἰατρείῳ Σου τῷδε, καὶ ὑγείαν δώρησαι, Γηροκομίτισσα.

Ἀπὸ πάσης ἀνάγκης καὶ ἐκ κινδύνων με λύτρωσαι, Δέσποινα ἡμῶν Παναγία, Μονῆς ἡ πρύτανις, Σοὶ γὰρ προσέρχομαι, καὶ ἐκ βαθέων κραυγάζω· σῶσόν με προσπίπτοντα, τῇ θείᾳ σκέπῃ Σου.

Δεομένους Σοὺς δούλους τῆς μητρικῆς Σου ἀξίωσον, πρὸς τὸν Σὸν Υἱον μεσιτείας, εἰ καὶ ἀνάξιοι, πάντες ὑπάρχομεν, ἀλλὰ θαῤῥοῦντες βοῶμεν· σῶσον τοὺς ἐλπίζοντας, εἰς Σὲ πανάχραντε.


Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες μέτα Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασία.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν Σὴν αἰτούμεθα οἱ τάλανες, πολλοῖς πειρασμοῖς τοῦ βίου συνεχόμενοι· ἐκτενῶς βοῶμέν Σοι· τῶν Σῶν δούλων Δέσποινα πρόσδεξαι, τὴν ἱκεσίαν ἣν τῷ Σῷ Υἱῷ, προσάγαγε νῦν Γηροκομίτισσα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐν ὁρίοις τῆς πόλεως, τῶν Πατρῶν Μονὴ αὕτη ἡ φερώνυμος, τῶν ἐν γήρει δεομένων Σου, αἶνόν Σοι Μῆτερ προσάγει νυχθήμερον.

Ξένον τόκον ἀγκάλαις Σου, ξενωθεὶς τοῦ κόσμου Γερόντων σύλλογος, εἰδὼς μέλπει Σοι Μητρόθεε, ἐν τῇ Σῇ Μονῇ τὴν παράκλησιν.

Ἀρτεμίου ἡ μέριμνα, ἐκ βασιλικῆς χορηγίας ἄχραντε, τοῖς ἐν Πάτραις ὕδωρ ἤγαγε, καὶ ἐκ Σῆς πηγῆς ἐκβλύζει νάματα.

Ἱερῶ ἐκ λειψάνων Σου, Ἅγιε Ἀνδρέα σεπτὲ Πρωτόκλητε, ἀναβλύζουσιν ἰάματα, σὺν τῇ Θεοτόκῳ ἀντιλήπτορι.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Εὔκαιρον ἡμῖν, τὴν βοήθειάν Σου δώρησαι, παντοίων λύτρωσαι ἡμᾶς πειρασμῶν, καὶ τὴν εἰρήνην, παράσχου ἄχραντε Δέσποινα.

Χάρισαι ἡμῖν, τῶν ἐλπίδων τὴν δικαίωσιν, ὑπόστασιν διδοῦσα αὐταῖς τρανήν, καὶ ἐν τῇ πίστει, Παρθένε ἡμᾶς στερέωσον.

Ἡ εὐλογητή, Θεομήτωρ καὶ Παντάνασσα, τὴν δέησον προσδέχου τῶν εὐλαβῶν, προσκυνητῶν, τῆς ἁγίας Εἰκόνος Σου.

Νόσων καὶ δεινῶν, ῥυομένη τοὺς ἱκέτας Σου, ὑγείαν εὐλογίαν καὶ ἱλασμόν, ἁμαρτημάτων, παράσχου αὐτοῖς πανάχραντε.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱκέσιον, προσευχὴν ἐπάκουσον, Θεοτόκε καὶ Χριστὸν ἐκδυσώπει, ἐπι γονάτων βαδίζοντες ἦλθον, τῇ ἱερᾷ Σου Μονῇ ἐξαιτούμενοι, τὴν Σὴν βοήθειαν πιστοί, λυτρωθῆναι δεινῶν περιστάσεων.

Κακώσεως, καὶ φθορᾶς ἀπάλλαξον, τοὺς ἐλπίζοντας εἰς Σὲ τὴν τεκοῦσαν, τὸν τοῦ Θεοῦ Θεὸν Λόγον Παρθένε, πρὸς τοὺς λαμπάδας κομίζοντας ἔπιδε, πάντα γὰρ δύνασαι ποιεῖν, τῇ ἀμάχῳ καὶ θείᾳ πρεσβείᾳ Σου.

Ἐπίῤῥιψον, ἐφ’ ἡμᾶς τὸ ὄμμα Σου, τοῦ λαοῦ Σου κραταιὰ προστασία, μὴ ἐπιλάθου τῶν Σοὶ πεποιθότων, κλῖνον τὸ οὖς Σου εὐήκοον ἅπασιν, ἐξομολόγησιν θερμήν, τῆς καρδίας ἡμῶν ἐπακούουσα.

Συγχώρησιν, τῶν πταισμάτων αἴτησαι, τὸν φιλάνθρωπον Θεὸν καὶ Δεσπότην, δοῦναι ἡμῖν, τοῖς Σοῖς τέκνοις Παρθένε, ἣν ὡς μεσίτριαν πάντες γινώσκομεν, οἱ ἐν αὐλαῖς τῆς Σῆς Μονῆς, ἀθροισθέντες πιστοί Σου θεράποντες.


Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες μέτα Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασία.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων Σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων Σε.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α´ 39-49,56).

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν· εὐλογημένη Σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριὰμ• μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῳ Σωτήρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός καὶ ἄγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα
Πάτερ Λόγε Πνεῦμα τριάς η εν μονάδι, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.

Καὶ νῦν
πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Τὴν Γηροκομίτισσαν, τῆς Θεοτόκου Εἰκόνα, πίστει ἀσπαζόμενοι, πρὸς αὐτὴν βοήσωμεν οἱ θεόφρονες· ἄκουσον Δέσποινα, τῶν ἐξαιτουμένων, ἀρωγήν Σου καὶ ἀντίληψιν, ἐκ πάσης θλίψεως, καὶ ἀσθενειῶν καὶ κακώσεων, ψυχῆς τε καὶ τοῦ σώματος, τοὺς ἐταζομένους ἀπάλλαξον, ἵνα Σὲ ὑμνῶμεν, δοξάζοντες Χριστὸν τὸν Λυτρωτήν, Ὃν ἐκδυσώπει πανύμνητε, σῶσαι τὰς ψυχὰς ἡμῶν.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ Θεοῦ Θεὸς Λόγος ἐν ἀγκάλαις Σου Μῆτερ βρεφοκρατούμενος, παράκλησιν δεχθείη, ἡμῶν ταῖς Σαῖς πρεσβείαις, ἐν τῷ ψάλλειν μιᾷ φωνῇ· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νοερὰν προσευχήν μου Παναγία Τριὰς Ὁμοούσιε, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐπάκουσον καὶ σῶσον, τοὺς ἐν πίστει βοῶντάς Σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ναὸν πύλην καὶ θρόνον, καὶ παλάτιον οὖσαν Χριστοῦ παντάνακτος, φωτὶ τῆς Σῆς Εἰκόνος, Γηροκομιτίσσης, Σὲ γινώσκοντες μέλπομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱλαρωτάτῳ, προσώπῳ βλέψον Παρθένε, καὶ οἰκτίρησον τοὺς Σὲ ἀνυμνοῦντας, καὶ ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Κυρία πάντων, Ἀγγέλων καὶ Ἀρχαγγέλων, ὑμνητάς Σου μοναχοὺς ἐπευλόγει, ἰσάγγελον βίον, διάγειν ἐν Μονῇ Σου.
Ὅλον τὸν βίον, ῥερυπωμένον εἰδότες, οὐ τολμῶμέν Σου ἁγνὴ προσκυνῆσαι, ἄχραντον Εἰκόνα, Σὺ δὲ ἡμᾶς προσδέχου.

Δακρύων ὄμβρους, ἀντὶ μύρου προσφέρειν, εὐωδίας εἰς ὀσμὴν Θεοτόκε, νῦν δεόμεθά Σου, ἀξίωσον Σοὺς δούλους.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡμέραν τὴν μεγάλην, θείας παρουσίας, τοῦ Σοῦ Υἱοῦ Θεοτόκε ἰδεῖν ἀξίωσον, καὶ σωτηρίας τυχεῖν τοὺς Σὲ μεγαλύνοντας.

Μεγάλυνον ψυχή μου, τὴν ἁγνὴν Παρθένον, τὴν Θεὸν Λόγον τεκοῦσα ᾧ καὶ παρίσταται, ἐν παῤῥησίᾳ πολλῇ, δι’ ἡμᾶς πρεσβεύουσα.

Ὁ πάντα περιέπων, Κύριος παντοκράτωρ, ταῖς ἱκεσίαις Σου Μῆτερ ἵλεως γένοιτο, καὶ ἐν μοναῖς οὐρανίοις, ἡμᾶς εἰσδέξαιτο.

Ὑμνοῦμεν εὐλογοῦμεν, καὶ δοξολογοῦμεν, τὸν Σὸν Υἱὸν Θεοτόκε Γηροκομίτισσα, καὶ ἱκετεύομεν σῶσαι, τοὺς Σοὶ προστρέχοντας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.

Ἔχει μὲν Παρθένε ὁ οὐρανός, σῶμα καὶ ψυχήν Σου, ἀπαστράπτοντα φαεινῶς, ἔχει δὲ μορφήν Σου, Μονὴ Γηροκομείου, τὴν ἐπικαλούμενην, Γηροκομίτισσα.

Ἔχοντες Εἰκόνα Σου τὴν σεπτήν, ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτῃ, ἐν ὥρᾳ τοῦ κινδύνου, καὶ χεῖρα βοηθείας, ἐκ Σοῦ αἰτούμεθα.

Θεῖον ἰατρεῖον τὴν Σὴν Μονήν, ἀνήγειρε πάλαι, ὁ Ἀρτέμιος ὁ κλεινός, ἔνθα προσιόντας, τοὺς δούλους Σου Παρθένε, παντοίας βλάβης ῥῦσαι, θερμῶς δεόμεθα.

Ἀπὸ τῶν περάτων θεῖος χορός, ἤθροισται κηδεῦσαι, ὡς Μητέρα τοῦ Λυτρωτοῦ, τῶν πιστῶν δὲ πλήθη, μετὰ τῶν Ἀποστόλων, Σὴν κοίμησιν ὑμνοῦντες, Σὲ μεγαλύνομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Αγιος ό θεός, Αγιος Ισχυρός, "Αγιος Αθάνατος, έλέησον ήμάς. (τρίς).

«Δόξα Πατρί,...». Καί νΰν...
Παναγία Τριάς, έλέησον ήμάς. Κύριε, ίλάσθητι ταϊς άμαρτίαις ήμών. Δέσποτα, συγχώρησον τάς άνομίας ήμίν, Αγιε, έπίσκεψαι καί ίασαι τάς άσθενείας ήμών, ένεκεν τοΰ ονόματος σου.

«Δόξα... καί νΰν...».
«Πάτερ ημών, ό εν τοίς ούρανοΐς, άγιασθήτω...».
«"Οτι σοΰ έστιν ή βασιλεία...». ’Αμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον.
Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια:

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων προστατεύεις ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου, ὅθεν σοι προσπίπτομεν• ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου.

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου, σὺ ὑπάρχεις ἄχραντε σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης