Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Οι Χαιρετισμοί εις την νοητήν κλίμακα του Τιμίου Σταυρού Empty Οι Χαιρετισμοί εις την νοητήν κλίμακα του Τιμίου Σταυρού

Την / Το Κυρ Απρ 07, 2013 1:10 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Οι Χαιρετισμοί εις την νοητήν κλίμακα του Τιμίου Σταυρού

Οι Χαιρετισμοί εις την νοητήν κλίμακα του Τιμίου Σταυρού I_iyii10

Κοντάκιον. Ἦχος πλ. δ'’. Τῆ Υπερμάχω.
Ὠ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, σε προσκυνοῦμεν οἱ πιστοῖ καί μεγαλύνομεν, ἀγαλλόμενοι τῆ θεία σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, περιφρούρει τε καί σκέπε τῆ σή χάριτι, τοῖς σοι κράζοντας·
Χαῖρε Ξύλον μακάριον.

Ἄγγελοι οὐρανόθεν, ἀοράτως κυκλοῦσι, Σταυρόν τόν ζωηφόρον ἐν φόβω• καί φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται, καί ἵστανται βοῶντες πρός αὑτόν τοιαύτα·

Χαῖρε, Σταυρέ, οἰκουμένης φύλαξ·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα·
χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τά πέρατα.
Χαῖρε, ξύλον ζωομύριστον, καί θαυμάτων θησαυρέ·
χαῖρε, συνθετοτρισόλβιε, καί χαρίτων παροχεῦ.
Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·
χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.
Χαῖρε, κρατήρ τοῦ νέκταρος ἔμπλεως·
χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δι’ οὐ εὐλογεῖται ἡ κτίσις·
χαῖρε, δι’ οὐ προσκυνεῖται ὁ Κτίστης.

Χαῖρε, Ξύλον μακάριον.

Βλέπουσα ἡ Ἑλένη ἑαυτήν ἐν ἐφέσει, φησί τῷ Βασιλεῖ θαρσαλέως Τό παμπόθητον σου τῆς ψυχῆς εὐχερέστατον μου τῆ σπουδή φαίνεται ζητοῦσα γοῦν τό κράτιστον σοι τρόπαιον, ὡς λέγεις, κράζω·

Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον πρώην Βασίλισσα γνοῦσα, ἐβόησε πρός τούς ὑπουργοῦντας Ἐκ λαγόνων τῆς γῆς εὑρεῖν ἐν τάχει, καί δοῦναι τόν Σταυρόν σπεύσατε, πρός ὀν ἰδοῦσα ἔφησεν ἐν φόβῳ, πλήν κράζουσα οὕτω·

Χαῖρε, χαράς τῆς ὄντως σημεῖον·
χαῖρε, ἀράς τῆς ἀρχαίας λύτρον.
Χαῖρε, θησαυρός ἐν τῆ γῆ φθόνῳ κρυπτόμενος·
χαῖρε, ὁ φανείς ἐν τοῖς ἄστροις τυπούμενος.
Χαῖρε, τετρακτινοπύρσευτε καί πυρίμορφε Σταυρέ·
χαῖρε, κλῖμαξ υψοστήρικτε προοραθείσά ποτέ.
Χαῖρε, τό τῶν Ἀγγέλων γαληνόμορφον θαῦμα·
χαῖρε, τό τῶν δαιμόνων πολυστένακτον τραῦμα.
Χαῖρε, τερπνόν τοῦ Λόγου κειμήλιον·
χαῖρε, πυρός τῆς πλάνης σβεστήριον.
Χαῖρε, Σταυρέ, ἀπορούντων προστάτα·
χαῖρε, στερρέ εὐδρομούντων ἀλεῖπτα.

Χαῖρε, Ξύλον μακάριον.

Δύναμις ἡ τοῦ Ξύλου, ἐπιδέδεικται τότε, πρός πίστωσιν ἀληθῆ τοῖς πᾶσι καί τήν ἄφωνον τε καί νεκράν πρός ζωήν ἀνέστησε, φρικτόν θέαμα τοῖς μέλλουσι καρποῦσθαι σωτηρίαν, ἐν τῷ μέλπειν οὕτως·

Ἀλληλούϊα.

Ἔχουσα ἡ Ἑλένη, τό ἀήττητον ὅπλον, ἀνέδραμε πρός τόν ταύτης γόνον ὁ δε, μέγα σκιρτήσας εὐθύς, ἐπιγνούς τόν μέγιστον Σταυρόν, ἔχαιρε, καί ἄλμασιν ὡς ἄσμασιν ἐβόα πρός αὑτόν τοιαῦτα·

Χαῖρε, Σταυρέ, τοῦ φωτός δοχεῖον·
χαῖρε, Σταυρέ, τῆς ζωῆς ταμεῖον.
Χαῖρε, ὁ δοτήρ χαρισμάτων τοῦ Πνεύματος·
χαῖρε, ὁ λιμήν ποντοπόρων ἀχείμαστος.
Χαῖρε, τράπεζα βαστάζουσα ὤσπερ θύμα τόν Χριστόν·
χαῖρε, κλῆμα, βότρυν πέπειρον, φέρον οἶνον μυστικόν.
Χαῖρε, ὅτι τά σκῆπτρα τῶν ἀνάκτων φυλάττεις·
χαῖρε, ὅτι τάς κᾶρας τῶν δρακόντων συνθλάττεις.
Χαῖρε, λαμπρόν τῆς πίστεως γνώρισμα·
χαῖρε, παντός τοῦ κόσμου διάσωσμα.
Χαῖρε, Θεοῦ πρός θνητούς εὐλογία·
χαῖρε, θνητῶν πρός Θεόν μεσιτεία.

Χαῖρε, Ξύλον μακάριον.

Ζῆλον ἔνδοθεν θεῖον, ἡ Ἑλένη λαβοῦσα, ἐζήτησε καί εὗρε σπουδαίως, τόν ἐν γῆ κρυπτόμενον Σταυρόν, καί δεικνύμενον ἐν οὐρανῶ Άνακτι• ὀν ύψωσε• καί βλέπων τό πολίτευμα, ἐν πίστει ἔφη·

Ἀλληλούϊα.

Ἡλιόμορφος ὤφθη, ὁ Σταυρός ἐν τῷ κόσμῳ, καί πάντες φωτισμοῦ ἐμπλησθέντες, καί δραμόντες ὡς πρός ἀστέρα θεωροῦσι τοῦτον ὡς καλῶν αἴτιον, ἐν ταῖς χερσί ταῖς θείαις ὑψωθέντα ὀν ὑμνοῦντες εἶπον·

Χαῖρε, αὐγή νοητοῦ Ἠλίου·
χαῖρε, πηγή ἀκενώτου μύρου.
Χαῖρε, τοῦ Ἀδάμ καί τῆς Εὔας ἀνάκλησις·
χαῖρε, τῶν ἀρχόντων τοῦ ᾄδου ἡ νέκρωσις.
Χαῖρε, ὅτι ἀνυψούμενος συνανυψοίς νῦν ἡμᾶς·
χαῖρε, ὅτι προσκυνούμενος καθαγιάζεις τάς ψυχάς.
Χαῖρε, τῶν Ἀποστόλων κοσμοκήρυκτον κλέος·
χαῖρε, τῶν ἀθλοφόρων εὐμενέστατον σθένος.
Χαῖρε, Σταυρέ, Ἑβραίων ὁ ἔλεγχος·
χαῖρε, πιστῶν ἀνθρώπων ὁ ἔπαινος.
Χαῖρε, δι’ οὐ κατεβλήθη ὁ ᾄδῃς·
χαῖρε, δι’ οὐ ἀνατέταλκε χάρις.

Χαῖρε, Ξύλον μακάριον.

Θεοβράβευτον Ξύλον, θεωρήσαντες πάντες, τῆ τούτου νῦν προσέλθωμεν σκέπη• καί ὡς ὅπλον κρατοῦντες αὑτό, δι’ αὑτοῦ τροποῦμεν τῶν ἐχθρῶν φάλαγγας, καί ψαύοντες τόν ἄψαυστον, τοῖς χείλεσιν αὑτῷ βοῶμεν·

Ἀλληλούϊα.

Ἴδε φώς οὐρανόθεν, ὁ Κωνσταντῖνος ὁ μέγας, δεικνύμενον Σταυροῦ τό σημεῖον, δι’ ἀστέρων, ἐν ὦ καί νικᾶν πολεμίων πληθύν, ἔσπευσε τό Ξύλον φανερώσαι, καί βοήσαι πρός αὑτό τοιαῦτα·

Χαῖρε, βουλῆς τῆς ἀρρήτου πέρας·
χαῖρε, λαοῦ ευσεβούντως κέρας.
Χαῖρε, πολεμίων ὁ τρέπων τάς φάλαγγας·
χαῖρε, φλόξ καθάπερ φλέγων τούς δαίμονας.
Χαῖρε, σκῆπτρον ἐπουράνιον τοῦ Βασιλέως τοῦ στρατοῦ·
χαῖρε, τρόπαιον ἀήττητον τοῦ φιλοχρίστου στρατοῦ.
Χαῖρε, ὁ τῶν βαρβάρων τήν αφρύν καταβάλλων·
χαῖρε, ὁ τῶν ἀνθρώπων τάς ψυχάς περιέπων.
Χαῖρε, κακῶν πολλῶν ἀμυντήριον·
χαῖρε, καλῶν πολλῶν βραβευτήριον.
Χαῖρε, δι’ οὐ Χριστοφόροι σκιρτῶσι·
χαῖρε, δι’ οὐ Ἰουδαῖοι θρηνοῦσι.

Χαῖρε, Ξύλον μακάριον.

Κλῖμαξ οὐρανομήκης, ὁ Σταυρός τοῦ Κυρίου εγένετο• τούς πάντας ἀνάγων ἀπό γῆς πρός ὕψος οὐρανοῦ, τοῖς χοροῖς Ἀγγέλων συνοικεῖν πάντοτε, ἀφέντας τά νῦν ὄντα ὡς μή ὄντα, καί εἰδότας ψάλλειν·

Ἀλληλούϊα.

Λάμψας φώς ἐπί πᾶσιν, ὁ Σωτήρ τοῖς ἐν ᾄδῃ ἐφώτισας τούς κάτω κειμένους πυλωροί δε ᾄδου τήν αὐγήν μή ἐνέγκαντες σου, ὡς νεκροί πεπτώκασιν οἱ τούτων δε ῥυσθέντες, νῦν ὁρῶντες τόν Σταυρόν βοῶσι·

Χαῖρε, ἀνάστασις τεθνεώτων·
χαῖρε, παράκλησις τῶν πενθούντων.
Χαῖρε, τῶν ταμείων τοῦ ᾄδου ἡ κένωσις·
χαῖρε, Παραδείσου τρυφῆς ἡ ἀπόλαυσις.
Χαῖρε, ῥάβδος ἡ ποντίσασα τόν Αἰγύπτιον στρατόν·
χαῖρε αὖθις, ἡ ποτίσασα Ἰσραηλίτην λαόν.
Χαῖρε, ἔμψυχον Ξύλον, τοῦ Λῃστοῦ σωτηρία·
χαῖρε, εὔοσμον ῥόδον, εὐσεβῶν εὐωδία.
Χαῖρε, τροφή πεινώντων ἐν πνεύματι·
χαῖρε, σφραγίς, ἤν ἔλαβον ἄνθρωποι.
Χαῖρε, Σταυρέ, μυστυρίων ἡ θύρα·
χαῖρε, ἐξ οὐ ῥεῖθρα χέονται θεία.

Χαῖρε, Ξύλον μακάριον.

Μέλλοντος Μωυσέως, τό πολύμοχθον γένος, λυτρώσασθαι ἐκ τοῦ λυμεῶνος, ἐπεδόθης ὡς ῥάβδος αὑτῷ, ἀλλ’ ἐγνώσθης τοῦτο καί Θεοῦ σύμβολον διόπερ κατεπλάγη σου Σταυρέ, τήν δυναστείαν κράζων·

Ἀλληλούϊα.

Νόμον ὁ ἐν Σιναίω, τῷ Θεόπτῃ δούς πάλαι, Σταυρῶ ἐθελοντί προσηλοῦται, ὑπέρ άνομων ἀνόμως ἀνδρών, καί κατάραν νόμου παλαιάν ἔλυσεν, ἶνα Σταυροῦ τήν δύναμιν ὁρῶντες, ἅπαντες νῦν, βοῶμεν·

Χαῖρε, ἀνόρθωσις πεπτοκότων·
χαῖρε, κατάπτωσις κοσμολάτρων.
Χαῖρε, Ἀναστάσεως Χριστοῦ τό εγκαίνισμα·
χαῖρε, μοναζόντων τό θεῖον ἐντρύφημα.
Χαῖρε, δένδρον ευσκιόφυλλον, ὑφ’ οὐ σκέπονται πιστοί·
χαῖρε, ξύλον προφητόφθεγκτον, πεφυτευμένον ἐν γῆ.
Χαῖρε, τῆς Βασιλείας κατ’ ἐχθρῶν συμμαχία·
χαῖρε, τῆς πολιτείας κραταιά προστασία.
Χαῖρε, Κριτοῦ δικαίου φανέρωσις·
χαῖρε, βροτῶν πταιόντων κατάκρισις.
Χαῖρε, Σταυρέ, ὀρφανῶν ἀντιλῆπτορ·
χαῖρε, Σταυρέ, πλουτιστά τῶν πενήτων.

Χαῖρε, Ξύλον μακάριον.

Ξένον θαῦμα ἰδόντες, ξένον βίον βιῶμεν, τόν νοῦν εἰς οὐρανόν ἀνυψοῦντες διά τοῦτο γάρ ἐν τῷ Σταυρῶ ὁ Χριστός ἐπάγη, καί σαρκί πέπονθε, βουλόμενος ἑλκύσαι πρός τό ὕψος, τούς αὑτῷ βοῶντας·

Ἀλληλούϊα.

Ὅλος ἦλθεν ἐξ ὕψους, τήν Θεότηταν ἔχων, ὁ μόνος προαιώνιος Λόγος καί τεχθείς ἐκ Παρθένου Μητρός, καί φανείς τῷ κόσμῳ ταπεινός ἄνθρωπος, Σταυρόν καταδεξάμενος, εζώωσε αὑτῷ βοῶντας·

Χαῖρε, Σταυρέ τῆς εἰρήνης ὅπλον·
χαῖρε, βαλβίς τῶν ὁδοιπορούντων.
Χαῖρε, σῳζομένων σοφία καί στήριγμα·
χαῖρε, ἀπολλυμένων μωρία καί σύντριμμα.
Χαῖρε, εὔκαρπον, ἀθάνατον, καί ζωηφόρον φυτόν·
χαῖρε ἄνθος, ὅπερ ἤνθησε τήν σωτηρίαν ἡμῶν.
Χαῖρε, ὅτι συνάπτεις τά ἐν γῆ σύν τοῖς ἄνω·
χαῖρε, ὅτι φωτίζεις τάς καρδίας τῶν κάτω.
Χαῖρε, δι’ οὐ φθορά ἐξωστράκισται·
χαῖρε, δι’ οὐ ἡ λύπη ἠφάνισται.
Χαῖρε, κάλων μυριάριθμος ὄλβος·
χαῖρε, πιστῶν μυριώνυμον εὖχος.

Χαῖρε, Ξύλον μακάριον.

Πέπτωκε τῶν δαιμόνων, ἡ παμβέβηλος φάλαγξ, καί γένος τῶν Ἑβραίων ᾐσχύνθη, προσκυνούμενον τόν Σταυρόν παρά πάντων, μετά πόθου βλέποντες, ἀεί δε ἀναβλύζοντα ἰάματα τοῖς ἐκβοῶσιν·

Ἀλληλούϊα.

Ῥεύματα συνεστάλη, λογισμῶν κακοδόξων, παγέντος σου Χριστέ ἐπί ξύλου ἀποροῦσι γάρ ὄντως τό, Πως καί Σταυρόν ὑπέστης, καί φθοράν πέφευγας ἡμεῖς δε τήν Ἀνάστασιν δοξάζοντες, ἀναβοῶμεν·

Χαῖρε, σοφίας Θεοῦ τό ὕψος·
χαῖρε, προνοίας αὑτοῦ τό βάθος.
Χαῖρε, μωρολόγων ἀλόγων ἡ ἄγνοια·
χαῖρε, μαντιπόλων ἀφρόνων ἀπώλεια.
Χαῖρε, ὅτι τήν Ἀνάστασιν ἐμφανίζεις τοῦ Χριστοῦ·
χαῖρε, ὅτι τά παθήματα ἀνακαινίζεις αὑτοῦ.
Χαῖρε, τῶν πρωτοπλάστων τήν παράβασιν λύσας·
χαῖρε, τοῦ Παραδείσου τάς εἰσόδους ἀνοίξας.
Χαῖρε Σταυρέ, τοῖς πᾶσι σεβάσμιε·
χαῖρε, ἐθνῶν ἀπίστων ἀντίπαλε.
Χαῖρε Σταυρέ, ἰατρέ τῶν νοσούντων·
χαῖρε, ἀεί βοηθέ τῶν βοώντων.

Χαῖρε Ξύλον μακάριον.

Σώσει θέλων τῶν κόσμον, ὁ τοῦ κόσμου κοσμήτωρ, κατῆλθε πρός αὑτόν ἀπορρήτως καί Σταυρόν ὑπέστη, Θεός ὤν, δι’ ἡμᾶς, τά πάντα καθ’ ἡμᾶς δέχεται διό καί λυτρωσάμενος ἡμᾶς, ἀκούει παρά πάντων·

Ἀλληλούϊα.

Τεῖχος τῆς οἰκουμένης, ὦ Σταυρέ ζωηφόρε, ἀπόρθητον καί θεῖον νοοῦμεν ὁ γάρ τοῦ οὐρανοῦ καί τῆς γῆς, κατασκευάσας σε Ποιητής, τάννυσι τάς χεῖρας, ξένον άκουσμα• καί ἅπαντας ἐκφωνεῖν διδάσκει·

Χαῖρε, ἡ βάσις τῆς εὐσεβείας·
χαῖρε, τό νῖκος τῆς κληρουχίας.
Χαῖρε, Αμαλήκ νοητόν ὁ τροπούμενος·
χαῖρε, Ιακώβ ταῖς χερσί προτυπούμενος.
Χαῖρε, σύ γάρ ανεμόρφωσας τάς παλαιτάτας σκιάς·
χαῖρε, σύ γάρ ἀνεπλήρωσας προφητοφθέγκτους φωνάς.
Χαῖρε, ὁ τόν Σωτῆρα τῶν ἁπάντων βαστάσα·
χαῖρε, ὁ τόν φθορέα τῶν ψυχῶν καταργήσας.
Χαῖρε, δι’ οὐ Ἀγγέλοις ἡνώθημεν·
χαῖρε, δι’ οὐ φωτί κατηυγάσθημεν.
Χαῖρε, σε γάρ προσκυνοῦμεν τιμῶντες·
χαῖρε, σοι γάρ προσφωνοῦμεν βοῶντες.

Χαῖρε Ξύλον μακάριον.

Ὕμνος ἅπας μειοῦται, συνακολουθεῖν θέλων, τῷ πλήθει τῶν πολλῶν σου θαυμάτων ἐγκωμίων πληθύν καί γάρ ἀν προσάξωμέν σοι, ὦ Σταυρέ τίμιε, οὐδέν τελοῦμεν ἄξιον, ὤν δέδωκας ἡμῖν ἀλλ’ οὑν βοῶμεν·

Ἀλληλούϊα.

Φωτοπάροχχον αἴγλην, τοῖς ἐν σκότει δωρεῖται, Σταυρός ὁ ζωοδώρητος οὗτος τό γάρ άϋλον δέδεκται φώς, καί πρός γνῶσιν θείαν δᾳδουχεῖ άπαντας• ὑψοῖ δε νῦν ὑψούμενος τόν νοῦν ἡμῶν, ἀναμέλπειν ταύτᾳ·

Χαῖρε, φωστήρ, τοῖς ἐν σκότει φαίνων·
χαῖρε, ἀστήρ τόν κόσμον αὐγάζων.
Χαῖρε, ἀστραπή, χριστοκτόνους ἀμβλύνουσα·
χαῖρε, ἡ βροντή, τούς ἀπίστους ἐκπλήττουσα.
Χαῖρε, ὅτι κατελάμπρυνας Ὀρθοδόξων τούς χορούς·
χαῖρε, ὅτι κατηδάφισας τῶν εἰδώλων τούς βωμούς.
Χαῖρε, οὗπερ ὁ τύπος οὐρανόθεν ἐφάνη·
χαῖρε, οὗπερ ἡ χάρις πονηρίας ἐλαύνει.
Χαῖρε, σαρκός σημαίνων τήν νέκρωσιν·
χαῖρε, παθών ὁ κτείνων ἐπέγερσιν.
Χαῖρε, ἐν ὦ ὁ Χριστός ἐσταυρώθη·
χαῖρε, δι’ οὐ πᾶς ὁ κόσμος ἐσώθη.

Χαῖρε Ξύλον μακάριον.

Χάριν δοῦναι θελήσας, ὁ Χριστός τοῖς ἀνθρώποις, τάς χεῖρας ἐπί ξύλου ἐκτείνει, καί τά ἔθνη πάντα συγκαλεῖ, καί βασιλείαν πᾶσιν οὐρανῶν δίδωσι, τοῖς μέλπουσι τόν ὕμνον ἐπαξίως, καί πιστῶς βοῶσιν·

Ἀλληλούϊα.

Ψάλλοντες σου τόν ὕμνον, εὐφημοῦμεν ἐκ πόθου, ὡς ἔμψυχον Κυρίου σε Ξύλον ἐπί σοι γάρ παγείς ἐν σαρκί, ὁ δεσπόζων τῶν δυνάμεων, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι ταύτᾳ·

Χαῖρε, Σταυρέ, νοητή ῥομφαία·
χαῖρε, Ἁγίων ἅγιον βλέμμα.
Χαῖρε, Προφητῶν καί Δικαίων προκήρυγμα·
χαῖρε, τοῦ Χριστοῦ λαμπροφόρον στρατήγημα.
Χαῖρε, κάλλος καί διάδημα βασιλέων εὐσεβῶν·
χαῖρε, κράτος καί ὀχύρωμα ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς ἀληθείας εὐκλεέστατος κόσμος·
χαῖρε, τῆς σωτηρίας εὐτυχέστατος ὅρμος.
Χαῖρε, φαιδρόν ἁπάντων ἀγλάϊσμα·
χαῖρε, υἱῶν τῆς Άγαρ φυγάδευμα.
Χαῖρε, φωτός ἀκηράτου λυχνία·
χαῖρε, ψυχῆς τῆς ἐμῆς θυμηδία.

Χαῖρε Ξύλον μακάριον.

Ω πανύμνητον Ξύλον, τό βαστάσαν τόν πάντων Ἁγίων, ἁγιώτατον Λόγον (τρίς) δεδεγμένων ημώς τά λιτάς, ἀπό πάσης ῥῦσαι συμφοράς ἅπαντας, καί αἰωνίου λύτρωσαι κολάσεως τούς σοι βοῶντας·

Ἀλληλούϊα.

Ἄγγελοι οὐρανόθεν, ἀοράτως κυκλοῦσι, Σταυρόν τόν ζωηφόρον ἐν φόβῳ καί φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται, καί ἵστανται βοῶντες πρός αὑτόν τοιαῦτα·

Χαῖρε, Σταυρέ, οἰκουμένης φύλαξ·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα·
χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τά πέρατα.
Χαῖρε, ξύλον ζωομύριστον, καί θαυμάτων θησαυρέ·
χαῖρε, συνθετοτρισόλβιε, καί χαρίτων παροχεῦ.
Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·
χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.
Χαῖρε, κρατήρ τοῦ νέκταρος ἔμπλεως·
χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δι’ οὐ εὐλογεῖται ἡ κτίσις·
χαῖρε, δι’ οὐ προσκυνεῖται ὁ Κτίστης.

Χαῖρε Ξύλον μακάριον.

Κοντάκιον. Ἦχος πλ. δ'’. Τῆ Υπερμάχω.

Ω τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, σε προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, ἀγαλλόμενοι τῆ θεία σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον απροσμάχητον, περιφρούρει τε καί σκέπε τῆ σή χάριτι, τοῖς σοι κράζοντας

Χαῖρε, Ξύλον μακάριον.




Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης