Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός κανών εις τον Αγιο Γεώργιο τον Τροπαιοφόρο Empty Παρακλητικός κανών εις τον Αγιο Γεώργιο τον Τροπαιοφόρο

Την / Το Τετ Απρ 10, 2013 12:01 pm
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός κανών εις τον Άγιο Ένδοξον Μεγαλομάρτυρα Γεώργιον τον Τροπαιοφόρο

Παρακλητικός κανών εις τον Αγιο Γεώργιο τον Τροπαιοφόρο Georgi10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν γενναιότατον Χριστοῦ στρατιώτην, καὶ Ἀθλητὴν παναληθῆ τοῦ Σωτῆρος, καὶ Ἰατρὸν πανάριστον τῶν νόσων ἐν ὠδαῖς, ἅπαντες τιμήσωμεν πρὸς αὐτὸν ἐκβοῶντες. Λύτρωσαι πρεσβείαις σου τῆς παρούσης ἀνάγκης, τῆς ἀφορήτου ἵνα σὲ  ᾀεί, ὡς εὐεργέτην ὑμνῶμεν Γεώργιε.

Δόξα Πατρί... Καί νῦν...   Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Καὶ ἀρχόμεθα τοῦ Κανόνος.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Γεώργιε Μάκαρ ἀγωνισθεῖς, τὸν θεῖον ἀγώνα, ἠξιώθης ἐπιτυχεῖν, τῆς ἐπουρανίου εὐφροσύνης, ὑπὲρ σῶν δούλων πρεσβεύων πρὸς Κύριον.

Ἐνίκησας δόγμα τυραννικόν, ἐνθέοις ἀγῶσιν, ἀλλὰ δέομαι, Ἀθλητά, ταῖς σαῖς μεσιτείαις οἴκτειρόν με, ὑπὸ τῶν νόσων νικώμενον πάντοτε.

Ναὸς χρηματίσας τοῦ παντουργοῦ, τοὺς τῇ σῇ εἰκόνι, προσπελάζοντας εὐλαβῶς, Γεώργιε Μάκαρ ταῖς εὐχαῖς σου, κατοικητήρια δεῖξον τοῦ Πνεύματος.

Θεοτοκίον.
Σὺ εἶ, Παρθένε ἄσπιλε τῆς ἐμῆς, ψυχῆς ταλαιπώρου, ἡ ἰσχὺς τε καὶ ἡ ἐλπίς. Τῆς δ` ἐσκοτισμένης μου καρδίας, σὺ εἶ τὸ φῶς τὸ ἀνέσπερον, Πάναγνε.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐν οἴκῳ καθεύδοντας, καί ὁδῷ βαδίζοντας, σύ μεγαλομάρτυς Κυρίου, νῦν περιφρούρησον, καθοδηγῶν νῦν ἡμᾶς, εἰς νομάς θεοστηρίκτους,  τούς ἀεί προσφεύγοντας τῇ θείᾳ σκέπῃ σου.

Τῶν Μαρτύρων σύσκηνε, Ἀγγέλων συνόμιλε, καί τῶν θλιβομένων ἁπάντων, λιμὴν γαλήνιος, χαρᾶς ἀξίωσον νῦν, τούς ἀνυμνοῦντας σε πόθῳ, ἀθλοφόρε ἅγιε καί ἀξιάγαστε.

Νοσημάτων παντοίων, καί ψυχικῶν θλίψεων, ἀπάλλαξον μάρτυς Κυρίου, τούς σέ γεραίροντας, καί νῦν προσφεύγοντας ἐν ἀκλινεῖ διανοίᾳ, ταῖς θερμαῖς πρευβεῖαις σου μάρτυς Γεώργιε.

Θεοτοκίον.
Ὑπέρ ἡμῶν ἐκδυσώπει τὸν εὐμενῆ Κύριον, πάσης ἐκλυτροῦσθαι ἀνάγκης, καὶ περιστάσεως, Παρθένε μήτηρ Χριστοῦ καί Κυρία ἡμῶν πάντων, ἀσινεῖς διάσωζε, τοὺς σὲ γεραίροντας.


Διάσωσον, σαῖς πρεσβείαις, Κυρίου μεγαλομάρτυς, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ σὲ τιμῶντας Γεώργιε ἀθλοφόρε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Προστάτην θερμόν, καὶ μέγαν ἀντιλήπτορα, ἱκέτης ὁ σός, γινώσκει σὲ Γεώργιε, τοῦτον οὖν ἐπίσκεψαι τάχιον, καὶ ἐκ τῆς κλίνης ἔγειραι αὐτόν, καὶ τῆς ὀδύνης καὶ νόσου ἀπάλλαξον.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀσθενείας ὁ δείλαιος, καὶ κινδύνοις πλείστοις ἀεὶ συνέχομαι, ὧ Γεώργιε, βοήθει μοι, τῷ κατεγνωσμένῳ ἱκετεύω σέ.

Δεσμευθείς διὰ Κύριον, πᾶσαν τοῦ Βελίαρ κακίαν ἔλυσας, ἐξ ἧς ἅπαντας περίσωζε, τοὺς πιστῶς ὑμνοῦντάς σε Γεώργιε.

Νοσημάτων καὶ θλίψεων, καὶ παντοίας βλάβης ἡμᾶς ἀπάλλαξον, ὧ Γεώργιε Πανεύφημε, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου.

Θεοτοκίον.
Ρῶσιν δὸς μοι, Πανάχραντε, καὶ ἐκ χαλεπῶν κινδύνων διάσωσον, καὶ παθῶν κοπρίας ἔγειρον, σὸν ἀχρεῖον δοῦλον, ταῖς πρεσβείαις σου.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φῶς τὸ νοητόν, τῇ καρδίᾳ σου δεξάμενος, τὴν τῆς ψυχῆς ἡμῶν ζοφότητα, φωτὶ τῷ θείῳ, Γεώργιε, καταλάμπρυνον.

Σὺ μαρμαρυγαῖς, ταῖς τῆς χάριτος, Γεώργιε, καταυγαζόμενος φώτισον, ψυχᾶς σῶν δούλων, σκοτισθείσας παραπτώμασι.

Πάθη χαλεπά, τῆς ψυχῆς ἡμῶν, Γεώργιε, ταῖς πρὸς τὸν πλάστην σου δεήσεσι, παρακαλοῦμεν ἰάτρευσον καὶ ἐξάλειψον.

Θεοτοκίον.
Ἄχραντε ἡμᾶς, ἀπογνώσεως ἐξάγαγε βυθοῦ, καὶ πρὸς ὅρμον τῆς ἀληθοῦς, τοὺς σοὺς ἱκέτας, μετανοίας καθοδήγησον.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Κατεύνασον τῶν παθῶν τάς κινήσεις, καί  ψυχῆς καί νοός καί καρδίας, ὅτι κακῶν ἡ ζωή μου ἐπλήσθη, μεγαλομάρτυς Κυρίου Γεώργιε, καί δέομαι ὡς χαλεπός, ἐκ παντοίων κινδύνων με λύτρωσε.

Γεώργιε, ἄθλους ἀνύσας μεγάλους καί ὡς ἄγγελος ἐπί τῆς γῆς σοί ἀθλήσας, καί ἐκ κακῶν τήν ζωήν ἡμῶν ὅλων, καί ἐκ κινδύνων καί νόσων ἀπάλλαξον, δεόμενοι ἐκ πειρασμῶν, τήν ζωήν περιφρούρισον.

Νῦν ὀδύνας, ψυχῶν καὶ  Σωμάτων, ἐπικούφησον Μεγαλομάρτυς Κυρίου, τῶν πρὸς τὴν σὴν ἀφορώντων πρεσβείαν, καὶ τάς καρδίας ἡμῶν χαρᾶς πλήρωσον, καὶ ἀθυμίας χαλεπῆς, ἐξ ἡμῶν τὴν ὁμίχλην διάλυσον.

Θεοτοκίον.
Καταύγασον, ἐκ φωτός οὐρανίου, τήν ἀθλίαν μου ψυχήν Θεοτόκε, καί ἁγίασον νοῦν καί καρδίαν, ἵνα χαρᾶς ἐμπλησθεῖ ἡ ζωή ἡμῶν, καί ἴασιν διαπαντός τῇ ζωῇ ἡμῶν παρθένε προσφέρουσα.


Διάσωζε ἐκ πάσης νόσου, παμάκαρ Γεώργιε, ταῖς πρὸς Θεὸν ἐνθέρμοις πρεσβείαις σου, τοὺς προστρέχοτας τῇ σεπτῇ σου εἰκόνι.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παρρησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστάτην σὲ θερμόν, καὶ τεῖχος ἀπροσμάχητον, πλουτοῦντες ἀεί, οἱ σοὶ προσπελάζοντες, γοερῶς ἐκβοῶμέν σοι. Πανσέβαστε Γεώργιε, πρόφθασον, καὶ ἐκ παθῶν ἡμᾶς καὶ θλίψεων ἀπάλλαξον, ταῖς θείαις πρὸς τὸν Σωτήρα πρεσβείαις σου.


Καὶ εὐθὺς τὸ Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. (δίς).
Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ

Τὸ Εὑαγγέλιον, εκ τοῦ κατᾶ Ιωάννην  (Κέφ. ιε`. 17-27, ιστ`. 1-2 ).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.  Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με, εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου, ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε,ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.


Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος. Ελεήμον, ελέησόν με ο Θεός...
Προσόμοιον.
΄Ήχος β’. Όλην αποθέμενοι.

Ὅλην ἀποθέμενος, βιωτικὴν τυραννίδα, ὀπίσω σου ἔδραμεν, ὁ σεπτὸς Γεώργιος, Θεὲ Ἄναρχε, καὶ τερπνὰ ἅπαντα, καὶ δεσμὸν ἄλυτον, ὡς ἱστὸν ἀράχνης ἔλυσε, διό καὶ ἔτυχε, τῆς σῆς Βασιλείας, Ἀόρατε. Αὐτοῦ οὖν ταῖς δεήσεσιν, ἱλασμόν, Οἰκτίρμον παράσχου μοί, τῶν πλημμελημάτων, καὶ δεῖξόν με ἀνώτερων παθῶν, τῶν ἐνοχλούντων μου, Δέσποτα, τὴν ψυχὴν ἑκάστοτε.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται σοφέ, Γεώργιε τρισμάκαρ, ἀλλ’αἰτεῖται τὴν χάριν καὶ λαμβάνει διὰ σοῦ τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων, ὑπάρχεις σύ, ἀθλοφόρε Κυρίου· σῷζε πάντας τοὺς πρὸς σέ, καταφεύγοντας, μεγαλομάρτυς, τῶν πολεμουμένων ἡ εἰρήνη, ὁ ἄμεσος προστάτης τῶν πιστῶν.

Σῶσον ὸ Θεός τὸν λαό σου...

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Κοσμικῶν με σκανδάλων, καὶ παθῶν ἀτιμίας, καὶ πάσης θλίψεως, Γεώργιε εὐχαῖς σου, διάσωζε καὶ δίδου, ἀναμέλπειν ἑκάστοτε, ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ραθυμίας ἀτόπου, καὶ δεινῆς ἁμαρτίας, ταῖς ἱκεσίαις σου, Γεώργιέ με σῶσον, προστρέχοντα ἐν πίστει, τῇ θερμῇ ἀντιλήψει σου. Ὅπως τιμῶ σε πιστῶς εἰς πάντας τοὺς αἰῶνας.

Ὦ Γεώργιε Μάκαρ, δυσχερείας τοῦ βίου, κλυδωνιζόμενον, μηδόλως με παρίδης, ἀλλ` οἴκτιρον εὐχαίς σου, καὶ διάσωσον ψάλλοντα, ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἐν τῷ βίῳ τὸν χρόνον, ἀμελείᾳ Παρθένε, ἐκδαπανήσας πολλῇ, προσπίπτω καὶ βοῶ σοι, διέγειρόν με σῶσον, τῷ Υἱῷ σου κραυγάζοντα, ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς σοὺς οἰκέτας, ὦ Γεώργιε Μάκαρ, ἐκ κινδύνων θλίψεων καὶ νόσων, σαῖς πρὸς τὸν Σωτήρα ἁπάλλαξον πρεσβείαις.

Στήριξον πάντας, ὦ Γεώργιε μάρτυς, ἐν τῇ πίστει καὶ θείᾳ ἀγάπῃ, καὶ ῥῦσαι εὐχαῖς σου κακίας τοῦ Βελίαρ.

Τῇ ὑπερμάχῳ, ἀντιλήψει σου, μάρτυς, καταφεύγοντες αἰτούμεθα νόσων, καὶ δεινῶν εὐχαῖς σου, ταχέως λυτρωθῆναι.

Θεοτοκίον.
Ἴασαι, Κόρη, ταῖς πρὸς τὸν κτίστην λιταῖς σου, τηκομένους νόσοις τοὺς σοὺς δούλους, καὶ δεινῶν παντοίων ἁπάλλαξον ταχέως.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νοσούντων καὶ πλεόντων, καὶ τῶν ἐν κινδύνοις, πρὸς σωτηρίαν κατέστης ὑπέρμαχος, τῶν Ἀθλητῶν ἡ ἀκρότης, Μάρτυς Γεώργιε.

Συνήφθης ταῖς χορείαις, πάντων τῶν μαρτύρων, σὺν οἷς δυσώπει Θεόν, ὦ Γεώργιε, ἁπαλλαγῆναι κινδύνων, δεινῶν τούς δούλους σου.

Ὡς φύλαξ ὀρθοδόξων, καὶ τῆς εὐσεβείας, καὶ τῶν μαρτύρων τὸ κλέος, Γεώργιε, ὑπὲρ ἡμῶν τὸν Σωτήρα, θερμῶς ἱκέτευε.

Θεοτοκίον.
Μαρία, ἐκτακείσαν, τὴν οἰκτράν ψυχήν μου, τῆς ἁμαρτίας φλογμῷ καταδρόσισον, τού σοῦ ἐλέους ῥανίσι, καὶ σῶσον Πάναγνε.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χεροβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Κατεύνασον τὸν τάραχον, Ἀθλητά, παθῶν καὶ κινδύνων, καὶ δαιμόνων τάς προσβολάς, ἀπέλασον πάσας, ἀπὸ τῶν σὲ ὑμνούντων, ὡς μάρτυρα Κυρίου, θεῖε Γεώργιε.

Πόθῳ ἑορτάσωμεν ἀδελφοί, τὴν φωσφόρον μνήμην, Γεωργίου τοῦ Ἀθλητοῦ, καὶ στέψωμεν τοῦτον, τοῦ ἔαρος τοῖς ἴοις, ἵνα ἀξιωθῶμεν τῆς θείας χάριτος.

Ἀνάκτων ὑπέρμαχον καὶ πτωχῶν, πλεόντων σωτῆρα, ἀσθενοῦντα τε ἰατρόν, αἰχμαλώτων ῥύστην, καὶ ὀρφανῶν προστάτην, κεκτήμεθά σε πάντες, Μάρτυς Γεώργιε.

Λῦσον, ὦ Γεώργιε ἀθλητά, νέφος ἁμαρτίας, καὶ τάς νόσους τάς φοβεράς, δίωξον ἐν τάχει, ἀπὸ τῶν προσκυνούντων, τὴν θείαν σου εἰκόναν, καὶ ἀνυμνούντων σέ.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ αγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα τό τροπάριον. Ήχος δ`.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς τελοῦντάς σου πιστῶς, τὴν ἀξιοθαύμαστον μνήμην, μάρτυς Γεώργιε, πάσης περιστάσεως ῥῦσαι πρεσβείαις σου, νοσημάτων καὶ θλίψεων, παθῶν καὶ κινδύνων, σὲ καθικετεύομεν, καὶ τῶν βελῶν τοῦ ἐχθροῦ. Ὅπως σε φαιδρῶς ἀνυμνῶμεν, ὡς κοινὸν ἡμῶν εὐεργέτην, καὶ τῶν ἀθλοφόρων ἐγκαλλώπισμα.

Πάντων προστατεύεις ἀθλητά, καὶ ὑπὲρ ἡμῶν νῦν πρεσβεύεις, Χριστῷ Γεώργιε, τῶν προσκαλουμένων σέ, ἐν τῷδε οἴκῳ τῷ σῷ, καὶ ἐκ θλίψεως ἅπαντας, κινδύνων καὶ νόσων, σῴζεις ἡμᾶς ἅγιε, ὡς παρρησίας τυχών· ὅθεν τὸν σὸν δοῦλον ἐκ πάσης, νόσου συνεχόμενον σῶσον, καὶ τὴν κλίνης ἔγειρον καὶ ἴασαι.

Δέξαι τάς δεήσεις ἀφ’ ἡμῶν, τάς προσφερομένας ἐν πίστει, σοὶ τῷ θεράποντι, τοῦ Χριστοῦ Γεώργιε, καὶ πάντας νῦν ἡμᾶς, πάσης νόσου ἀπάλλαξον, ἡμῶν ὁ προστάτης, ὡς φρουρός, ὡς ἔφορος, ὡς ἰατρὸς καὶ τροφεύς, πόθῳ ἐπικαλούμεθά σε, καὶ διαπαντὸς, σέ τιμῶμεν, τήν εἰκόνα νῦν κατασπαζόμενοι.

Δέξαι τὴν ἱκέσιον ᾠδήν, δέξαι καί τὸν θρῆνον στρατάρχα, δέξαι τὴν δέησιν, δέξαι καί τὰ δάκρυα, τὸν στεναγμὸν τῆς ψυχῆς, καὶ τὸν θρῆνον ἀφάνισον τὰ δάκρυα παῦσον, πάντα μεταρρύθμησον τὰ λυπηρὰ καὶ χαράν, δίδου τῷ τὴν σὴν ἐκζητούντι, θείαν προστασίαν καὶ σκέπην, ὁλοψύχῳ νεύσει ὦ Γεώργιε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
[/color]



Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης