Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο του Ακάθιστου Ύμνου Empty Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο του Ακάθιστου Ύμνου

Την / Το Δευ Οκτ 22, 2012 12:31 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο του Ακάθιστου Ύμνου



Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τά Τροπάρια.


Ήχος δ΄.  Ο υψωθείς εν τω Σταυρώ

Τους προσδραμόντας τη θερμή Σου πρεσβεία και προσκυνούντας ιεράν Σου εικόνα, Μήτερ των χαιρετισμών, νυν πάσης ελευθέρωσον απειλής και κινδύνου και παθών και θλίψεων και δεινών νοσημάτων και εν ειρήνη φύλαττε ημάς ως διεφύλαξας την Πόλιν, Άχραντε.

Δόξα Πατρί & Υιώ και Αγίω Πνεύματι...Και νυν και αεί...
Ού σιωπήσομέν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεΐν οί άνάξιοι είμή γάρ συ προΐστασο πρεσβεύουσα, τίς ημάς έρρύσατο έκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν έως νϋν έλευθέρους; Ούκ άποστώμεν, Δέσποινα, έκ σοϋ σούς γάρ δούλους σώζεις αεί, έκ παντοίων δεινών.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τη Ση προστασία, Μήτερ Θεού, τους δούλους πιστούς Σου πάσης βλάβης εκλύτρωνε και ρύσε ποικίλων κινδύνων, ως του Κυρίου Μητέρα Πανάχραντε!

Της Σης βοήθειας της μυστικής και της χάριτος Σου την εικόνα Σου τοις πιστοίς δοτήρα εχαρίσω Θεοτόκε του Ακαθίστου Μητέρα Πανάχραντε.


Δόξα Πατρί & Υιώ και Αγίω Πνεύματι...

Ως πάλαι ερύσω παντός κακού, άπαντες εν Πόλει προστασία Σου ισχυρά, ούτω και νυν παντοίων κινδύνων ρύσε τους σπεύδοντας Μήτερ τη εικόνι Σου.

Και νυν και αεί και εις τους αιώνας

Πάσι τοις αιτούσι Σου την σεπτήν βοήθειαν Κόρη ημίν δίδου τας δωρεάς και σώζε κινδύνων ποικίλων, Μήτερ ημών του Ακαθίστου Πανάχραντε.


Ωδή γ΄. Ουρανίας αψίδος
Εξ εχθρών και δολίων των απειλούντων τε Πόλιν το πάλαι Παρθένε ερύσω δούλους Σου, ότι επήκουσας την δέησιν του Σέργιου και πάντων χριστιανών των αιτουμένων Σε.

Τοις αιτούσιν την χάριν, Μήτερ Θεού βράβευε. Δέσποινα του Ακαθίστου, ως πολυεύσπλαχνος προς Σε γαρ σπεύδουσιν και ουκ ελλείπουσι πάντες το Σεπτόν Σου όνομα επικαλούμενοι.


Δόξα Πατρί & Υιώ...
Ποταμοί χάριτος Σου ως αληθώς βλύζουσιν εκ της Σης Αγίας Εικόνος, ω Μήτερ Δέσποινα, πάντας δροσίζοντες και αναψύχοντες πάντας τους καταιόμενους πυρί των θλίψεων.

Και νυν και αεί...
Του εχθρού τας παγίδας τας καθ’ ημών σύντριψον Μήτερ μας του Ακαθίστου, ττ] επισκέψει Σου και ττι Ση χάριτι, εν ειρήνη του Υιού Σου την ζωήν κυβέρνησον ημών δεόμεθα


Διάσωσον, Μήτερ του Ακαθίστου Θεογεννήτωρ εκ παντοίων κινδύνων και περιστάσεων τους επικαλουμένους Σην προστασίαν.

Επίβλεψον εν ευμενεία Πανύμνητε Θεοτόκε επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασε της ψυχής μου το άλγος.



Ό ΐερεύς μνημονεύει.
Κάθισμα.
Ήχος β'. Πρεσβεία θερμή...

Πρεσβείαν την Σην ως φρούριον απόρθητον κατέχοντε; νυν αεί ελευθερούμεθα του δολίου εχθρού και πολεμήτορος  και ευφροσύνη: και χάριτος Σης πληρούμεθα μόνη Παντευλόγητε.


Ωδή δ΄.  Εισακήκοα Κύριε
Των Αβάρων την έφοδον ως το πάλαι απέκρουσας Δέσποινα  νυν εκ των πιστών Σου αποδίωξον πάσας τας εφόδους του αλάστορος.

Νυν των πόνων θεράπευσον των κατά ψυχήν και σώμα Πανάχραντε, Μητρική Σου αγαθότητι τους τα μεγαλεία Σου δοξάζοντας!


Δόξα Πατρί & Υιώ...
Ως της νόσου την κάμινον έσβυσας του δούλου Σου του Βουλγάρεως, μητρική Σου αγαθότητι σβέσον τας ορμάς παθών των δούλων Σου.

Και νυν και αεί...
Πάσης βλάβης διάσωζε πάσης του εχθρού παγίδος και επιθέσεό)ς Θεοτόκε αειπάρθενε, τους τα μεγαλεία Σου δοξάζοντας.


Ωδή ε΄. Φώτισον ημάς
Άπαντες πιστοί προσιούσιν τη εικόνι Σου και λαμβάνουν τας αιτήσεις συμπαθώς, Συ γαρ πάντας ελεείς ως πολυεύσπλαχνος

Θείον θησαυρόν, η Μονή Διονυσίου νυν την Εικόνα Σου κατέχει την σεπτήν και αρύεται τας δωρεάς Σης χάριτος!




Ωδή Στ΄.'Την δέησιν εκχεώ
Απείρανδρε Μαριάμ Πανάχραντε, ως διέφυγας το πάλαι τας παγίδας του πειρατού του δολίου, ω Κόρη, και εις ναόν της Μονής Σου επέτρεψας, ούτω και νυν πάντας ημάς καθοδήγησον και ρύσε των θλίψεων

Τη Ση εικόνι πιστώς προσδραμόντες οι πιστοί μοναχοί Σου Θεοτόκε. από βάθους καρδίας βοώσιν ασθενειών και ποικίλων κακώσεων ελεύθερον και αεινή των πιστών Σου τον βίον διατήρησον.


Λόξα Πατρί & Υιώ και Αγίω Πνεύματι...

Ασθενειών Σε ιατρόν εγνωκότες και χαράς την πηγήν, ω Μητέρα, των θλιβομένων την παρηγορίαν κινδυνευόντων τε πάντων διάσωσιν Πανάχραντε Μήτερ Θεού, πας πιστός Σοι καταφεύγει και σώζεται.



Διάσωσον άπό κινδύνων τούς δούλους σου, θεοτόκε, ότι πάντες μετά θεόν εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.

Αχραντε, ή διά λόγου τόν Λόγον άνερμηνεύτως έπ έσχατων τών ήμερων τεκοΰσα, δυσώπησον, ώς έχουσα μητρικήν παρρησίαν.



Αίτησις τον ιερέως. και το Κοντάκιον.

Ήχος β΄. Τοις των αιμάτων Σου

Επιστασία Σου Κόρη προστρέχοντες ελευθερούμεθα πάσης κακώσεως  Διό Σου την χάριν κηρύττομεν Μήτερ ημών Ακαθίστου Θαυματουργέ Σύ γαρ ημών η βοήθεια!

Καί εύθύς τό Προκείμενον
Μνησθήσομαι τοΰ ονόματος σου έν πάσιι γενεά καί γενεά.
στίχ. Ακουσον, θύγατερ, καί ϊδε καί κλΐνον τό ούς σου, καί έπιλάθου τοΰ λαού σου καί τοΰ οίκου τοΰ πατρός σου καί επιθυμήσει ό Βασιλεύς τον κάλλους σου.
Εκ τού κατά Λουκάν άγιου Ευαγγελίου(Λουκ. α' 39 - 49, 56)

Εν ταϊς ήμέραις έκειναις, άναστάσα Μαριάμ έπορεύθη εις τήν όρεινήν μετά σπονδής, είς πόλιν Ιούδα καί είσήλθεν είς τόν οίκον Ζαχαρίου, και ήσπασατο τήν Ελισάβετ. Καί έγένετο,ώς ήκουσεν ή Ελισάβετ τόν άσπασμόν τής Μαρίας,έσκίρτηαε τό βρέφος έν τή κοιλία αυτής καί έπλήσθη Πνεύματος Αγίου ή Ελισάβετ, καί άνεφώνησε φωνή μεγάλη, καί εϊπεν Ευλογημένη σύ έν γυναιξί καί ευλογημένος ό καρπός τής κοιλίας σου. Καί πόθεν μοι τοΰτο, ϊνα έλθη ή μήτηρ τοΰ Κυρίου μου πρός με; Ιδού γάρ, ώς έγένετο ή φωνή τοΰ άσπασμοΰ σου εις τό ώτά μου, έσκίρτησε τό βρέφος έν άγαλλιάσει έν τή κοιλία μου. Καί μακαρία ή πιστεύσασα ότι έσται τελείωσις τοΐς λελαλημένοις αυτή παρά Κυρίου. Καί είπε Μαριάμ Μεγαλύνει ή ψυχή μου τόν Κύριον, καί ήγαλλίασε τό πνεΰμά μου έπί τώ Θεω τώ Σωτήρι μου. "Οτι έπέβλεψεν έπί τήν ταηείνωσιν τής δούλης αύτοΰ' ιδού γάρ άπό τοΰ νΰν μακαριοΰσί με πάσαι αί γενεαί. Οτι έποίησέ μοι μεγαλεία ό Δυνατός καί Αγιου τό ονομα αύτοΰ. Έμεινε δέ Μαριάμ σύν αύτή ώσεί μήνας τρεις, καί ύπέστρεψεν είς τόν οίκον αύτής.

Λόξα Πατρί...
Ταις της Θεοτόκου πρεσβείαις, Ελεήμον. έξάλειψον τά πλήθη τών έμών εγκλημάτων.

Και νυν...
Ταις της Παναχράντου πρεσβείαις, Ελεήμον. έξάλειψον τά πλήθη τών έμών εγκλημάτων.



Στιχ. Ελέησον με ο θεός κατά το μέγα έλεος Σου

Ήχος πλ. β΄. Όλην αποθέμενοι

Σκεπήν και βοήθειαν, ισχυράν προστασίαν Δέσποινα Πανάχραντε, εν τω βίω Σε Κόρη έχοντες εκ παντοίων θλίψεων και ασθενημάτων και παγίδων του παγκάκιστου και πάσης. Δέσποινα, άλλης συμφοράς τε και μάστιγος Ση χάριτι λυτρούμεθα, τη Ση αρωγή και χρηστότητι όθεν μη ελείπεις παρέχειν Σην βοήθειαν πιστοίς τοις προς την Σην αγαθότητα, Μήτερ, ατενίζουσιν.


Ωδή ζ΄.Οι εκ της Ιουδαίας
Την υγείαν χορήγει και εν πάσει βοήθειαν, Μήτερ Άχραντε, τοις πίστει αδιστάκτω τη θεία Σου εικόνι προσκυνούσιν και ψάλλουσιν: Ο των Πατέρων ημών Θεός ευλογητός ει.

Ω Πανάχραντε Μήτερ, της ψυχής την υγείαν ως και του σώματος χορήγει χάριτι Σου τοις πίστει αδιστάκτω τη θεία Σου εικόνι προσιοΰσι και ψάλλουσι ο των Πατέρων ημών Θεός ευλογητός ει.


Δόξα Πατρί & Υιώ...
Των κακούργων ανθρώπων ως ματαίωσας πάλαι βουλάς δολίους των, νυν πάσαν απειλήν τε εχθρών και κακουργίαν ματαίωσον Άχραντε, Δέσποινα Μήτερ Θεού, η Σκέπη των πιστών Σου.

Και νυν και αεί...
Πειρατών αλλοφύλων ως διέφυγας πάλαι ω Μήτερ Άχραντε, ούτω και νυν πιστούς διάσωσον κακίας του Παναλάστορος ίνα υμνούν Σε αεί Μήτερ του Ακαθίστου.


Ωδή η΄. Τον Βασιλέα
Ως ερύσθης των χειρών των κακούργων και εκπληρώσας του μύρου Σου το σκάφος  ρύσον με και σώδε και χάριτος Σου γέμει.

Τη χάριτι Σου, ω Μήτερ του Ακαθίστου παραμύθησον ψυχής μου αλγηδόνας ίνα Σε δοξάζω την Κεχαριτωμένη!


Σε σωτηρίαν, εν πολέμοις, ω Μήτερ, αποκτήσαντες εν τω παρόντι βίω τας της αρωγής Σου κηρύττομεν εκφάνσεις


Ωδή θ΄.  Κυρίως Θεοτόκον
Μεγάλων δωρημάτων παρά Σου τρυφώντες Μήτερ ημών του Ακαθίστου Πανάχραντε, την προς ημάς Σου βοήθειαν μεγαλύνομεν.

Πάντες οι πιστοί Σου τω μύρω Σου χρισθέντες απολαμβάνουν υγείαν ψυχής και σώματος, Μήτερ ημών του Ακαθίστου και Σε δοξάζουσιν.


Υμνούμεν της πολλής Σου προς ημάς ευνοίας Μήτερ ημών του Ακαθίστου Πανάχραντε, ότι ημάς περισκέπεις και σώζεις πάντοτε.


Και εύθύς, τό·
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Και τα παρόντα Μεγαλυνάρια,

Την Παντοβασίλισσα Μαριάμ ήτις προστατεύει πάντας δούλους αυτής πιστούς και τους διασώζει πάσης εχθρού μανίας, την μόνην Θεοτόκο ύμνοις τιμήσωμεν.

Χάριτι Σου θεία Μήτερ Σεπτή όντως χαριτώθη η Εικών Σου η θαυμαστή, μύρον αναβλύζει και βλύζει τας ιάσεις τοις πίστει προσκυνούσιν αυτήν, Πανάχραντε.

Χαίρε Προστασία η Φοβερά, η Αγγέλων τάξεις διατάζουσα εν παντί, χαίρε των πιστών Σου ασπίδα τους και Σκέπη, Μήτερ του Ακαθίστου Κόρη Θεόνυμφε.

Πάσαι των Αγγέλων Πάσαι των ’Αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, ’Αποστόλων ή δωδεκάς, οι άγιοι Πάντες μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν, είς τό σωθήναι ημάς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


’Εκτενής και Άπόλυσις.
Προ δέ τού δι’ ευχών.
Τα ’Ακόλουθα.

Ήχος β΄. Ότε εκ του ξύλου

Πάντας τους την θείαν και σεπτήν κατασπαζομένους εικόνα, ήνπερ ονομάζομεν του Ακαθίστου νυν, πειρασμών ελευθέρωσον και νόσων ποικίλων και πλήρωσον αιτήματα τα δίκαια αυτών, τη Ση προς Θεόν παρρησία Παρθένε ίνα ευχαρίστως Σε γεραίρουσιν.

Απολυτίκιον
Εικόνα Σου Αγίαν του Ακαθίστου Μητέρα μας, νυν πανευλαβώς προσκυνούντες, δοξάζομεν Σε Κόρη. Επέστη γαρ σκέπη προς ημάς και βρύει τας ιάσεις συμπαθώς  εκ παντοίων κινδύνων και θλίψεων ημάς απαλλάττουσα ευχαρίστως βοώμεν: Δόξα τω Σε δοξάσαντι Θεώ, δόξα τω Σε μεγαλύναντι, δόξα τω διασώσαντι ημάς διά του τόκου Σου!


Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης