Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Παναγία Βαρνάκοβα Φωκίδος Empty Παρακλητικός Κανών εις την Παναγία Βαρνάκοβα Φωκίδος

Την / Το Σαβ Φεβ 10, 2018 9:15 am
Παρακλητικός Κανών εις την Παναγία Βαρνάκοβα Φωκίδος

Παρακλητικός Κανών εις την Παναγία Βαρνάκοβα Φωκίδος Panagi23

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν Θεοτόκον ἐκτενῶς ἱκετεύσωμεν, τῆς Βαρνακόβης τὴν προστάτιν καὶ ἔφορον, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Ἄνασσα μεσίτευσον, δι’ ἡμᾶς τοὺς πολλάκις, πταίοντας καὶ κάμνοντας, ὑπὸ βάρους πταισμάτων, σὺν Ἀρσενίῳ Ὁσίῳ Πατρί, τῷ τὴν Μονήν Σου, τὸ πάλαι ἱδρύσαντι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῶν δωρεῶν Σου τὸν ἀστείρευτον πλοῦτον, τοῦ ἀναγγέλειν εὐλαβῶς οὐ παυόμεθα, εἰ μὴ γὰρ Σὺ ἐῤῥύσω προστατεύουσα, τίς ἡμᾶς ἐλύτρωσεν, τῶν δεινῶν καὶ κινδύνων; Τίς δὲ ὑπερήσπισεν, ἐξ ἐχθρῶν ἀοράτων; Μὴ καταλίπῃς ἄχραντε ἡμᾶς, Σοὺς γὰρ δούλους σκέπεις ἀεί, τῶν πιστῶν ἡ ἐλπίς.


Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Παντάνασσα Μῆτερ τοῦ Λυτρωτοῦ, Βαρνακόβης κλέος, τῆς Δωρίδος καταφυγή, Σοὶ ἁγνὴ προσφεύγων ἱκέτευω, ταῖς μεσιτείαις Σου σῶσόν με Δέσποινα.

Βιοῦντα τὸν βίον μου ἀμελῶς, δολίας παγίδας, ἐφαπλοῦντός μοι τοῦ ἐχθροῦ, διάσωσον Μῆτερ τοῦ Θεοῦ μου, καὶ σωτηρίας τὰς τρίβους μοι εὔθυνον.

Τὰς τρίβους τοῦ βίου διαπερῶν, Θεοτόκε θείαν, ἀρωγήν τε ἐπιζητῶν, πρὸς Σὲ καταφεύγω καὶ αἰτοῦμαι, τῶν ψυχικῶν νοσημάτων τὴν ἴασιν.

Τῷ στίβει προστρέχων τῶν ἀρετῶν, ἐπισκοπῆς Μῆτερ, θειοτάτης ἀπολαυών, ἐγκάρδιον αἶνον ἀναπέμπω, Σοὶ τῇ Μητρὶ τοῦ Θεοῦ καὶ Παντάνακτος.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Βαρνακόβης προστάτις ζωῆς ἐμῆς ἔρεισμα, Σὺ Θεοκυῆτορ Παρθένε, λύτρωσαι δοῦλόν Σου, ἀπὸ κινδύνων τε, παντοδαπῶν καὶ ἐκ πλάνης, καὶ Χριστῷ Σωτῆρί μου, Μῆτερ με σύνταξον.

Τῶν χαρίτων τῶν θείων καὶ δωρεῶν Ἄνασσα, μέτοχον θερμῇ Σου πρεσβείᾳ, ποίησον Δέσποινα, Σύ με ἐμπλούτησον, τὸν ἐν ἐσχάτῃ πενίᾳ, ἀρετῶν ὑπάρχοντα, κόσμον πλουτήσασα.

Ἡ λυτρώσασα πάλαι τῶν μοναστῶν σύστημα, ἐκ πολιορκίας βαρβάρων, οὓς ἐταπείνωσας, κέρας ὑψώσασα, Χριστιανῶν Ὀρθοδόξων, καὶ ἡμᾶς διαφύλαξον, ὑπὸ τὴν σκέπην Σου.

Ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν χάριτι, ὡς ἐκλυτρωθέντα Παρθένε, Σύ με ἀξίωσον, ὅπως μὴ γένωμαι, τῶν δωρεῶν ἐπιλήσμων, ἀλλ’ εὐγνώμων διάκονος, Σῆς ἀγαθότητος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανάχραντε Θεομῆτορ, ἐπὶ τῶν πιστῶν Ὀρθοδόξων τὴν σύναξιν σήμερον, καὶ δώρησαι ταῖς ψυχαῖς τὴν εἰρήνην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῆ.

Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγὴ τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν Σοι· Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι
ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λογισμῶν καθαρότητα, Σὺ τῆς Βαρνακόβης τὸ κλέος ἄχραντε, ταῖς πρεσβείαις Σου μοι δώρησαι, καὶ εἰρήνην Κόρη εἰρηνόδωρε.

Εἰς ξηρὰν καὶ εἰς θάλασσαν, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, ταξιδεύοντα συνόδευσον, ἡ ἐμὴ προστάτις καὶ ἀντίληψις.

Ἐν ἡμέρᾳ διάγοντα, ἀπὸ τῶν ποικίλων κινδύνων λύτρωσαι, καὶ προστάτευσον πανύμνητε, ἡ θερμὴ ἀντίληψις καὶ σκέπη μου.

Ἐν νυκτί με καθεύδοντα, πᾶσαν σκευωρίαν Μῆτερ ματαίωσον, τοῦ ἀλάστορος πανάμωμε, φιλοστόργως πάντοτε σκεπάζουσα.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Αἴτησον θερμῶς, τῶν πιστῶν ἡ θεία πρέσβειρα, ἁμαρτημάτων μου τὴν ἄφεσιν, καὶ τὴν εἰρήνην τοῦ Κυρίου μου τὴν ἄφατον.

Φώτισόν μοι νοῦν, ταῖς ἀκτῖσι θειοτάτου Φωτός, τὸν Φωτοδότην Χριστὸν ἡ τέξασα, καὶ τοῦ Φωτὸς τοῦ ἀκτίστου μέτοχον ποίησον.

Δώρησαι ἡμῖν, ἀληθείας τὴν ἐπίγνωσιν, καὶ ἀπὸ πλάνης Κόρη λύτρωσαι, τὴν ἀληθῆ σωτηρίαν διακονήσασα.

Εὔφρανον ἁγνή, τῆς ψυχῆς τὰ αἰσθητηρία, τὴν ἀναφαίρετον διδοῦσα χαράν, τοῦ Υἱοῦ Σου καὶ Σωτῆρος παντευλόγητε.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Κινδύνων, καὶ ἀπειλῶν ὡς ἔσωσας, τὴν Μονὴν τῆς Βαρνακόβης τὸ πάλαι, καὶ νῦν ἡμᾶς, ἐκ λαῶν μισοχρίστων, ἀπειλομένος ὦ Μῆτερ προστάτευσον, τὸν Κύριόν Σου καὶ Υἱόν, δυσωποῦσα μὴ παύσῃς πανύμνητε.

Τὸ μῦρον, τὸ κενωθὲν ἐν σπλάγχνοις Σου, εὐωδίασεν τὴν κτίσιν Παρθένε, καὶ τὰς ψυχάς, τῶν ἀνθρώπων ἡ χάρις, ἡ τοῦ Χριστοῦ εὐωδίας ἐπλήρωσεν· Αὐτὸν ἱκέτευε ἁγνή, τῆς δυσώδους κακίας ῥυσθῆναί με.

Παράκλησιν, μητρικήν Σε κέκτημαι, καὶ πληγῶν τῶν ψυχικῶν θεραπείαν, ἃς ὁ ἐχθρός μοι ἐπέφερεν Κόρη, ἐν τῷ ἀγῶνι τοῦ βίου πανάχραντε, ὦ Ἄνασσα ἀναψυχήν, καὶ χαρὰν τῇ ψυχῇ μου χορήγησον.

Ἐν πίστει με, κραταιᾷ στερέωσον, καὶ ἀγάπῃ κάλλυνον τὴν ψυχήν μου, ἡ τὸν Θεόν, καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν Δοτῆρα ἐλέους κυήσασα, Σοῦ δέομαι τῆς ἀγαθῆς, τῆς Αὐτοῦ Βασιλείας ἀξίωσον.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανάχραντε Θεομῆτορ, ἐπὶ τῶν πιστῶν Ὀρθοδόξων τὴν σύναξιν σήμερον, καὶ δώρησαι ταῖς ψυχαῖς τὴν εἰρήνην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς· ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων Σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων Σε.


Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Βαρνακόβης πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.


Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός..

Μὴ ἐγκαταλίπῃς ἀνθρωπίνῃ προστασία, ἡ τοῦ κόσμου Δέσποινα, Βαρνακόβης ἔρεισμα καὶ κραταίωμα· πόνος γὰρ συνέχει με, ἆραι οὐ δύναμαι, ἁμαρτίας τὸ δυσβάστακτον, ἄχθος φιλεύσπλαγχνε, ἐκτὸς Σοῦ ἐλπίδαν οὐ κέκτημαι· πάντοτε χειμαζόμενος, ἕτερον λιμένα οὐκ ἔχω πλήν Σου, Ἄνασσα Ἀγγέλων, πιστῶν Χριστιανῶν ἡ χαρμονή, τὴν δέησίν μου προσάγαγε, τῷ Κυρίῳ τάχιον.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς Μητρός Σου τὴν δόξαν ὡς ἠθέλησας Κύριε φανερώσασθαι, Ἀρσένιον τὸν θεῖον, χαρίτωσας Δωρίδι, καὶ Μονὴν ἀνέθηκεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Μετανοίας τὴν χάριν καὶ δακρύων τοὺς ὄμβρους ἁγνή μοι δώρησαι, λυτροῦσθαι ἐκ θανάτου, ψυχήν μου τὴν ἀθλίαν, ἵνα ψάλλω σωζόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Μυστικὴν εὐωδίαν καὶ ψυχῆς θυμηδίαν τὴν Σὲ κυήσασαν, χαρίτων χορηγίαν, Δωρίδος εὐλογίαν, Σὺ φιλάνθρωπε ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νεότητος Παρθένε ψυχὰς καὶ διανοίας θεομακάριστε, φωτὶ τῷ τοῦ Υἱοῦ Σου, τῇ θείᾳ Σου πρεσβείᾳ, φωτισθῆναι ἀξίωσον, ἡ κατὰ χάριν ἡμῖν, ὡς Μήτηρ χαρισθεῖσα.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἀσθενείαις, ὀδυνωμένους Παρθένε, καὶ τὴν ἴασιν ἐν πίστει αἰτοῦντας, ἐπισκεψαμένη, παράσχου ἰατρείαν.

Τοὺς αἰχμαλώτους, καὶ φυλακαῖς ἐγκλεισμένους, καὶ διωκομένους ἕνεκεν Κυρίου, καὶ ἐν ξενητείαις, Σὺ λύτρωσον Παρθένε.

Τοὺς ἐν κινδύνοις, καὶ τοὺς ἐν θλίψεσιν ὄντας, περιφρούρησον καὶ σῶσον Παρθένε, πάντες γὰρ ὑμνοῦσι, τὸν ἄφραστόν Σου τόκον.

Ταῖς γενεαῖς Σύ, ταῖς παρελθούσαις Παρθένε, μοναστῶν ἱερέων πιστῶν τε, αἴτησαι δοθῆναι, τὸ ἔλεος Υἱοῦ Σου.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δαβίδ τε Ἀρσενίου, δέχου μεσιτείας, τῶν ποιμανάντων ὁσίως τὴν ποίμνην Σου, ἐν Βαρνακόβῃ Παρθένε ἀειμακάριστε.

Ἀγάπῃ καὶ ἐλπίδι, πίστει τε Παρθένε, τὴν ταπεινήν μου ψυχὴν Σὺ ἐμπλούτησον, ἡ τῶν ἀῤῥήτων χαρίτων Θεὸν γεννήσασα.

Ἀγάθυνον Παρθένε, τῶν Σοὶ προσφευγόντων, ψυχὴν καρδίαν διάνοιαν βούλησιν, τῶν Ὀρθοδόξων τὸ τερπνὸν ἀγαλλίαμα.

Φωτὶ τῷ ἀνεσπέρῳ, φώτισον Παρθένε, καὶ Βασιλείας τῆς ἄνω ἀξίωσον, τοὺς ὡς Μητέρα τοῦ Κτίστου Σὲ μακαρίζοντας.

Ταῖς θλίψεσι τοῦ βίου, καὶ ταῖς ἀσθενείαις, ταπεινωθέντα Παρθένε ἐνίσχυσον, ὑπομονήν τε καὶ ῥῶσιν Σὺ χορηγοῦσά μοι.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.
Τὴν ἱλαρωτέραν Νόων λαμπρῶν, καὶ τηλαυγεστέραν, τῶν ἀστέρων τῶν ὀρθινῶν, θείαν Βαρνακόβης, μεσίτριαν καὶ σκέπην, τὴν ἄνασσα τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Τὴν ἁγιωτέραν τῶν στρατιῶν, πάντων τῶν Ἁγίων, καὶ Ταγμάτων Χερουβικῶν, τὴν χαριτωθεῖσαν, ἐν Πνεύματι Ἁγίῳ, Θεὸν σαρκὶ τεκοῦσα, πίστει δοξάσομεν.

Θεῖον μαργαρίτην θεοφεγγῆ, μαργαριτοφόρε, Θεοτόκε ἐν τῇ γαστρί, ἔσχες ἡ τεκοῦσα, Χριστὸν τὸ Φῶς τοῦ κόσμου, ὦ φωτοδόχε Μῆτερ, τὸν νοῦν μου φώτισον.

Δέσποινα Παρθένε ἡ συμπαθής, πρὸς τοὺς Ὀρθοδόξους, τοῦ Υἱοῦ Σου προσκυνητάς, Σὺ τῆς Βαρνακόβης, ἡ θεία ἀντιλήπτωρ, πρεσβείαις μητρικαῖς Σου, κόρας Σου φώτισον.

Πανάμωμε Μῆτερ τοῦ Λυτρωτοῦ, σὺν ἁγιωτάτοις, Ἀρσενίῳ τε καὶ Δαβίδ, Πατράσιν Ὁσίοις, τῆς μάνδρας Βαρνακόβης, ποιήσατε πρεσβείαν, σώζεσθαι ἅπαντας.

Δεῦτε ἀσπασώμεθα οἱ πιστοί, εἰκόνα τὴν θείαν, Θεομήτορος εὐλαβῶς, τὴν ἐκ πάλαι χρόνων, προχέουσαν ἰάσεις, Μονῇ τῆς Βαρνακόβης, τὴν χαριτόβρυτον.

Χαίροις παρακλήσεως ἡ πηγή, καὶ τῶν Δωριέων θειοτάτη καταφυγή, κρήνη ἀενάου, ῥοῆς θείου ἐλέους, Δέσποινα Βαρνακόβης, σκέπε τοὺς δούλους Σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, περιθάλπει ἀγαή, τοὺς προσερχομένους ἐν πίστει, τῇ ἱερᾷ Σου Μονῇ, Δέσποινα πανάχραντε, ἁμαρτωλῶν ἡ ἐλπίς, μοναστῶν ἡ φιλόστοργος, ἀεὶ ἀντιλήτπωρ, ἡ καταγλυκαίνουσα, πᾶσαν πικρίαν ψυχῆς, θεία, Βαρνακόβης προστάτις· ὅθεν Σοὶ προσβλέπομεν πάντες, πόθῳ καὶ ἐλπίδι παναμώμητε.

Πάντων, Ὀρθοδόξων ἡ χαρά, καύχημα προστάτις καὶ ῥύστης, τῶν ἐλπιζόντων εἰς Σέ, θεῖον περιτείχισμα καὶ μοναζόντων τρυφή, Βαρνακόβης ἀγλάϊσμα, καὶ πάσης Δωρίδος, σκέπη καταφύγιον, καὶ βοηθὸς κραταιᾷ, Μῆτερ, τοῦ Θεοῦ τοῦ Ὑψίστου, Σὺ ἐπὶ αἰῶνας ὑπάρχεις, τῇ Μονῇ Σου πρέσβειρα ἀκοίμητος.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης