Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1738
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Παναγίαν την Δακρυρροούσαν Empty Παρακλητικός Κανών εις την Παναγίαν την Δακρυρροούσαν

Την / Το Τετ Φεβ 21, 2018 9:29 am
Παρακλητικός Κανών εις την Παναγίαν την Δακρυρροούσαν

Ποιήμα Χαραλαμπού Μπουσιά Υμνογράφου.
Παρακλητικός Κανών εις την Παναγίαν την Δακρυρροούσαν Dakrir10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.


Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καί τό έξης.

Ἦχος δ'. Ό ὑψωθείς ἐν τῷ Σταυρῶ.

Τούς προσκυνοῦντας τήν σεπτήν σου εἰκόνα ἔν θεία Σκήτη Ἠλίου τοῦ Προφήτου, Δακρυρροοῦσα, λύτρωσαι δεινῶν συμφορῶν, ἀλγηδόνων, θλίψεων, λοιμικῶν νοσημάτων, ἄχθους καί κακώσεων ζοφερῶν τοῦ Βελίαρ, ἤ τῶν δακρύων σμήχουσα κρουνούς ἡμῶν τῷ μάκτρῳ λιτῶν σου πρός Κύριον.

Δόξα. Τό αύτό. Καί νῦν.
Οὗ σιωπήσομέν πότε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἷ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἤμας ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Ούκ ἀποστῶμεν, Δέσποινα, ἐκ σου' σούς γάρ δούλους σφζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ὅ Κανών,

Ώδή ἀ'. Ἠχός πλ. δ'. Ὑγράν διοδεύσας.

Δακρύων ἀπόσμηξον ὀχετούς τῶν σοί προσφευγόντων μανδηλίῳ σῶν προσευχῶν, τῆς Σκήτεως νῦν, Δακρυρροοῦσα, τοῦ Ἠλίου τοῦ Προφήτου θησαύρισμα.

Αείῤῤυτος χείμαρρος ἤ είκών ὑπάρχει, Παρθένε, ἤ σεπτῇ σου, ἤν εὐλαβῶς ἡμεῖς προσκυνοῦντες χαρισμάτων, Δακρυρροοῦσα, παντοίων λυτρούμεθα.

Κατεύθυνον δήμους τῶν μοναστῶν κατασπαζομένων σήν εἰκόνα πρός οὐρανῶν λειμῶνας τερπνούς, Δακρυρροοῦσα, ἔν οἷς χαρά βασιλεύει ἀέναος.

Ῥεόντων άνάδειξον, Μαριάμ, ἤμας ὑπερτέρους τούς ἔν πίστει εἰλικρινεῖ προστρέχοντας σοι, Δακρυρροοῦσα, καί προσκυνοῦντας εἰκόνα τήν θείαν σου.


Ώδή γ' Οὐρανίας ἁψῖδος.
Ὑπεράγαθε Μῆτερ, τῆς ίερας Σκήτεως Ἠλίου Προφήτου ἔν Ἄθω ὄλβε ἀσύλητε, τήν σήν εἰκόνα πιστῶς, Δακρυρροοῦσα Παρθένε, προσκυνοῦντες θλίψεων ζόφου λυτρούμεθα.

Ῥυπτικαῖς σου πρεσβείαις πρός Ὄν σαρκί ἔτεκες Κύριον ἡμῶν καί Σωτῆρα σῶσον τούς δούλους σου, Δακρυρροοῦσα, τούς νῦν ἀποζητοῦντας σήν χάριν, ἤν παρέχεις ἄφθονον σοι τοῖς προσφεύγουσι.

Ῥωσσικοῦ ’Ὀρθοδόξου λαοῦ, άγνή, πέφηνας βοηθός ἔν ὤρα πολέμου καί νίκης πρόξενος ὅθεν τῆ σῇ πανσθενεΐ, Δακρυρροοῦσα, δυνάμει πάντες καταφεύγοντες σέ μεγαλύνομεν.

Ὁδηγός πλανωμένων, τῶν ἀσθενῶν ἴασις πέλεις, Θεοτόκε Παρθένε, καί καταφύγιον τῶν ἔν κινδύνοις δεινῶς, Δακρυρροοῦσα, στενόντων ἀσκητῶν τοῦ Ἄθωνος μεγαλυνόντων σε.


Διάσωσον, Δακρυρροοῦσα Παρθένε, τούς προσκυνοῦντας τήν εἰκόνα σου τήν σεπτήν καί ἅπασι πάρεχε σή χάριτι δάκρυα μετανοίας.

Ἐπίβλεψον ἔν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό κάθισμα.
Ἦχος β'. Πρεσβεῖα θερμῇ.

Προστάτις θερμή ὑπάρχεις καί διάσωσμα τοῖς πόθῳ τῆ σῇ εἰκόνι προσπελάζουσι, οἱ πιστῶς ὑμνοῦντες σε ἐκ ψυχῆς μυχίων κραυγάζουσι' Δακρυρροοῦσα, λύτρωσαι παθῶν ἤμας κατωδύνων καί κολάσεως.


Ώδή δ'. Εἰσακήκοα, Κύριε.

Οὐρανόθεν έπόμβριζε μετανοίας δάκρυα σου τοῖς πρόσφυξιν, Ἡλίου Προφήτου Σκήτεως, ὦ Δακρυρροοῦσα, θεῖον σέμνωμα.

Ὑποχθόνιον δράκοντα τόν ἐπιζητοῦντα κατασπαράξαι με άπομάκρυνον σῆ χάριτι, ὦ Δακρυρροοῦσα, Μητροπάρθενε.

Σόν περίπυστον ἔκτυπον τό ἔκχεον δάκρυα δι’ ἀσέβειαν τῶν μερόπων ἀσπαζόμενοι, ὦ Δακρυρροοῦσα, δυναμούμεθα.

Η ἔν Ἄθω ὁμήγυρις μοναστῶν ἰδοῦσα δακρύων ἔκχυσιν ἐκ μορφῆς τῆς παναγίας σου αἶνον ἔπεμψε σοι γόνυ κλίνασα.


Ώδή ἕ'. Φώτισον ἤμας.
Σοϋ τά θαυμαστά καί παράδοξα γεραίροντες ἀνυμνοῦμεν τόν Υἱόν σου καί Θεόν δωρεῶν, Δακρυρροοῦσα, σέ τόν πλήσαντα.

Τρόπαιον σεπτόν ἔν ταῖς μάχαις πάντες ἔχοντες τήν εἰκόνα σου οἵ δῆμοι μοναστῶν τόν ἐχθρόν, Δακρυρροοῦσα Μῆτερ, πλήττουσιν.

Η σῆ ἀρωγή καί ταχείᾳ ἐπισκίασις ὤσπερ δῶρον θεϊκόν ἤμας χαράς δαψιλοῦς, Δακρυρροοῦσα, πάντας πίμπλησι.

Χαῖρε, Ἡλίου τοῦ Προφήτου θείας Σκήτεως προστασία, ἐκβοῷμεν μυστικῶς, ἀγλαῇ Δακρυρροοῦσα, Μητροπάρθενε.


Ώδή στ'. Τήν δέησιν.
Ἀνέβλυσεν ἤ εἰκών σου, Δέσποινα, ὡς κρουνός, Δακρυρροοῦσα Παρθένε, ἀφθόνως ῥεῖθρα δακρύων εἵς λύπης τῆς δι’ ἤμας συνεχούσης σε πίστωσιν" ἔργοις γάρ, φεῦ, καί λογισμοῖς καθ’ ἑκάστην ἀτόποις σε θλίβομεν.

Ῥανίδας μου τῶν δακρύων, Δέσποινα, ἀποσμήχειν με καλῶν ἔργων μάκτρῳ τόν σόν ἀχρεῖον ἄξιον οἰκέτην, Δακρυρροοῦσα, τόν Σοί καταφεύγοντα καί σέ ὑμνοῦντα εὐλαβῶς σωτηρίας μερόπων ὡς πρόξενον.

Ἱκέτευε τόν Υἱόν σου, Ἄνασσα, ἀντιστῆναι τῆ ἀπάτη τοῦ πλάνου τούς προσκυνοῦντας σήν θείαν εἰκόνα καί εὐλογίαν τήν σήν αἰτουμένους σου, Δακρυρροοῦσα, ἀσφαλῶς ϊνα βίου τό πέλαγος πλεύσωμεν.

Τήν πάντιμον καί σεπτήν εἰκόνα σου ἔν πολέμῳ οἵ ’Ὀρθόδοξοι Ρῶσσοι ὡς τόν Σταυρόν Κωνσταντῖνος ὅ μέγας ὑψοῦντες ἰσχῦον πᾶσαν τήν δύναμιν, Δακρυρροοῦσα, τῶν υἱῶν τῶν τῆς Άγαρ τροπῶσαι, πανθαύμαστε.


Διάσωσον, Δακρυρροοῦσα Παρθένε, τούς προσκυνοῦντας τήν εἰκόνα σου τήν σεπτήν καί ἅπασι πάρεχε σή χάριτι δάκρυα μετανοίας.

Ἄχραντε, ἤ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.

Δακρυρροοῦσα Παρθένε, πανύμνητε, τοῦ Ἡλίου τοΰ Προφήτου τῆς Σκήτεως πολύτιμε ὄλβε, τά δάκρυα σῶν οἰκετῶν ἀποξήρανον θλίψεων ἀπαύστοις λιταῖς σου πρός Κύριον.


Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματος
σου ἔν πάσῃ γενεά καί γενεά.
Στίχος: Ἄκουσον, θύγατερ, καί ϊδε καί κλῖνον τό οὕς σου καί ἐπιλαθοῦ τοῦ λαοῦ σου καί τοῦ οϊκου τοΰ Πατρός σου καί ἐπιθυμήσει ὅ Βασιλεύς τοΰ κάλλους σου.

Εὐαγγέλιον κατά Λουκᾶν. (Κεφ.ι', 38-42 ἰά', 27-28)

Τῷ καί ῥῶ ἐκείνῳ, εἰσῆλθεν ὅ Ίησοΰς εἰς κώμην τινά. Γυνή δέ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αύτόν εἰς τόν οἶκον αύτής. Καί τῆδε ἤν ἀδελφή καλουμένη Μαρία, ἤ καί παρακαθίσασα παρά τούς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αύτοΰ. Ή δέ Μάρθα περιεσπᾶτο περί πολλήν διακονίαν ἐπιστᾶσα δέ εἶπε Κύριε, οὐ μέλει σοι ὅτι ἤ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπέ οὑν αὑτῇ ϊνα μοι συναντιλάβηται. Ἀποκριθείς δέ εἶπεν αὑτῇ ὅ Ίησοΰς Μάρθα, Μάρθα, μέριμνας καί τυρβάζῃ περί πολλά ἑνός δέ έστί χρεία. Μαρία δέ τήν άγαθήν μερίδα ἐξελέξατο, ἥτις ούκ ἀφαιρεθήσεται ἀπ’ αύτής. Ἐγένετο δέ ἔν τῷ λέγειν αύτόν ταΰτα, ἐπάρασα τις γυνή φωνήν ἐκ τοΰ ὄχλου, εἶπεν αύτώ Μακαρία ἤ κοιλία ἤ βαστάσασα σε, καί μαστοί οὕς ἐθήλασας. Αὑτός δέ εἶπε Μενοῦν γε μακάριοι οἱ ἀκούοντες τόν λόγον τοΰ Θεοΰ, καί φυλάσσοντες αύτόν.

Δόξα.
Τῆς Δακρυρροούσης πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος: Ἐλεῆμον, έλέησόν με, ὅ Θεός..
Προσόμοιον
"Ἠχός πλ. β'. Ὅλην ἀποθέμενοι.

ϋήρανον τά δάκρυα τῶν προσκυνούντων σε πόθῳ, Παναγία Δέσποινα, δάκρυα ἤ χέουσα δι’ ἀσέβειαν, βίον ἀνέντιμον, ἔλλειψιν ἀγάπης, πολιτείαν, φεῦ, ύλόφρονα καί ἀτοπήματα γένους τῶν βροτῶν εἰδεχθέστατα' τῆ σή γάρ καταφεύγομεν χάριτι οἵ πλήρεις φαυλότητος καί κακοηθείας κραυγάζοντες' ἐπόμβριζε ἡμῖν, Δακρυρροοῦσα, ἀφέσεως νάματα σωτήρια.

Σῶσον, ὅ Θεός, τόν λαόν Σου...

Ὠδή ζ'. Οἵ ἐκ τῆς Ἰουδαίας.

Ἰσχυρούς ἔν πολέμοις κατ’ ἐχθρῶν ἀοράτων ἤμας άνάδειξον, Δακρυρρροοΰσα Μῆτερ, τούς νῦν προσπίπτοντας σοι καί κραυγάζοντας' Δέσποινα, ἀσπίδι σῶν πρεσβειῶν θωράκισον σούς δούλους.

Κραταιά προστασία Ήλιού τοϋ Προφήτου τῆς θείας Σκήτεως, Δακρυρροοῦσα Μῆτερ, ὑπάρχεις καί ἁπάντων μοναστῶν παραμύθιον τῶν προστρεχόντων τῆ σή πανευσθενεῖ δυνάμει.

Ἀρραγέστατον βάθρον θεϊκῆς εὐσπλαγχνίας καί ἀντιλήψεως, Δακρυρροοῦσα, δέξαι ήμών τάς ἱκεσίας καί τόν τάραχον κούφισον ψυχῆς ἡμῶν τῶν πιστῶς σοϋ δεομένων τάχος.

Τῶν πολλῶν μου δακρύων ὀχετούς μανδηλίῳ τῆς συμπαθείας σου, Δακρυρροοῦσα, σμῆξον καί εἰς χαράς τήν λύπην μεταποίησον πλήμμυραν, ἀγνῇ, ἀγάπης τῆς σής εύλογημένη ῥάβδῳ.


Ώδή ἡ'. Τόν βασιλέα.
Ἄνωθεν ῥᾶνον ἤμας σεπταῖς ἐπομβρίαις θεϊκῶν σου χαρίτων, Παρθένε, Κεχαριτωμένη, σεμνῇ Δακρυρροοῦσα.

Φύλαξον πάντας ὑπό τήν θείαν σου σκέπην ὤσπερ δρνις αύτής τά νοσσία, Μῆτερ τοΰ Ὑψίστου, άγνή Δακρυρροοῦσα.

Ἐλέους πέμψον τοῖς σέ ὑμνοῦσι ῥανίδας τοΰ πανάγνου Υἱοῦ καί Θεοῦ σου λυτρουμένῃ ἄχθους ἡμᾶς, Δακρυρροοῦσα.

Ὑπεραγία, Δακρυρροοῦσα, Παρθένε, τούς ἔν ’Ἄθω οἰκήτορας πλῆσον σοι τούς προσιόντας παντοίων δωρημάτων.


Ώδή θ'. Κυρίως Θεοτόκον.
Γηθόμενοι κυκλοῦμεν σήν σεπτήν εἰκόνα, Δακρυρροοῦσα, κραυγάζοντες' πρόφθασον καί ἐξ ἐχθροῦ ἐπηρείας ἡμᾶς διάσωσον.

Ὡράισμα, Παρθένε, Ήλιού προφήτου τῆς ίεράς ἔν τῷ Άθωνι Σκήτεως, ώράϊσόν με ἀμέμπτοις λόγοις καί πράξεσι.

Χαρίτων μυροθήκη, Κεχαριτωμένη, Δακρυρροοῦσα, τούς δούλους σου μύρισον ὀσμαῖς συγγνώμης, ἀγάπης καί ταπεινώσεως.

Μνημόνευε άπαύστως σέ τῶν ἀνυμνούντων καί προσκυνούντων μορφήν σου τήν πάναγνον, Δακρυρροοῦσα, ὦς μήτηρ Θεοῦ φιλεύσπλαγχνος.


Ἄξιον ἐστιν ὡς ἀληϑῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τῆν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφϑόρως Θεὸν Λόγον
τεκοῦσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Ἔχει τοΰ προφήτου τοῦ Ἡλίου ἤ ἔν ’Ἄθω Σκήτη σήν εἰκόνα πηγήν χαράς καί θαυμάτων φρέαρ' διό, Δακρυρροοῦσα, αὑτῇ ἀεί προσφεύγει ἔν ὤρα θλίψεων.

Ξήρανον τά δάκρυα τῶν πιστῶς σοι καταφευγόντων καί ζητούντων σήν ἀρωγήν, Μῆτερ τοΰ Ὑψίστου, σεμνή Δακρυρροοῦσα, καί εἰς χαράν τήν λύπην τούτων μετάτρεψον.

Ώ ς ποτέ ἐδώρησας κατ’ ἐχθρῶν νίκας Ὀρθοδόξοις Ρώσσοις δώρησαι καί ἡμῖν σέ τοῖς προσκυνοῦσι κατ’ ἀοράτων νίκας ἐχθρῶν, Δακρυρροοῦσα, Μῆτερ εὐίλατε.

Πρέσβευε άπαύστως τῷ σῶ Υίώ καί Θεῶ λυτροῦσθαι ἐκ κινδύνων καί συμφορῶν τούς ἀσπαζομένους τήν θείαν σου εἰκόνα, ἀγνῇ Δακρυρροοῦσα, κόσμου βοήθεια.

Δέχου τάς αἰτήσεις τῶν εὐλαβῶς νΰν προσερχομένων κατασπάσασθαι σήν μορφήν ἔν τῆ θεῖα Σκήτη τοῦ Ἡλίου τοῦ πάνυ, σεπτή Δακρυρροοῦσα, ὦς εὐσυμπάθητος.

Στήριζε τόν Γέροντα τῆς ήμών Σκήτεως καί πάντας ἀσκουμένους πανευλαβώς ἔν αὑτῇ, Παρθένε, καί εΰθυνον τάς τρίβους αὐτῶν, Δακρυρροοῦσα, πρός βίον κρείττονα.

Πᾶσαι τῶν ’Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἵ "Ἅγιοι πάντες μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἵς τό σωθῆναι ἤμας.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό ’Ἀπολυτίκιον.
Ἤχός πλ. ἀ'. Τόν συνάναρχον Λόγον.

Ήλιού τοῦ προφήτου τῆς θείας Σκήτεως τόν ἀδαπάνητον ὄλβον καί τιμαλφῆ θησαυρόν, ἀγλαήν Δακρυρροοῦσαν, προσκυνήσωμεν ὅτι ἐκχέει δαψιλώς θαυμασίων ὀχετούς καί δάκρυα ἀποσμήχει τῶν εὐλαβῶς προσκυνούντων αὑτῆς εἰκόνα τήν πανσέβαστον.

Ἐκτενής καί ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τό ἐξῇς

Ἦχος β'. Ὅτε ἐκ τοῦ Ξύλου.

Πάντας μοναζόντων τούς χορούς καί μιγάδων δήμους τούς πόθῳ σοί προσπελάζοντας καί ἀσπαζομένους σου τό θεῖον ἔκτυπον ῥῦσαι πόνων καί θλίψεων τῶν ἐπερχομένων χάριτι τῆ θεία σου καί κόσμον οἴκτειρον νῦν, Δακρυρροοῦσα, εὐχάς σου πρός τόν σόν Υἱόν ἐκζητοῦντα εἰς ἀποφυγήν δεινῆς κολάσεως.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον·

Σμῆξον εὐχῶν σου τῷ μάκτρῳ Χαραλάμπους
τά δάκρυα, άγλαή Δακρυρροοῦσα.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης